Θεάσασθε δὲ, εἰ μὴ οὕτως ἔχει. Εἰ μὲν γὰρ, μηδενὸς ὑποκειμένου, γράφουσι περὶ πίστεως, περιττὸν τὸ ἐπιχείρημα, τάχα δὲ καὶ ἐπιβλαβὲς, ὅτι, μηδεμιᾶς ζητήσεως οὔσης, αὐτοὶ πρόφασιν λογομαχίας παρέχουσιν ἀνασκευάζοντες τὰς ἀκάκους τῶν ἀδελφῶν καρδίας, καὶ παρασπείροντες ἃ μηδὲ εἰς νοῦν αὐτῶν ποτε ἀνέβη· εἰ δὲ διὰ τὴν Ἀρειανὴν αἵρεσιν ἀπολογούμενοι γράφειν ἐπιχειροῦσιν, ἔδει τῶν φύντων κακῶν τὰ σπέρματα προανελεῖν, καὶ τοὺς τὰ σπέρματα παρασχόντας στηλιτεῦσαι, καὶ οὕτως τὰ ἀντ᾽ ἐκείνων γράφειν ὀρθῶς, ἢ ἐκδικεῖν φανερῶς τὰ Ἀρείου, ἵνα μὴ κεκρυμμένως, ἀλλὰ φανερῶς χριστομάχοι δεικνύωνται, καὶ πάντες αὐτοὺς φεύγωσιν ὡς ἀπὸ προσώπου ὄφεως. Νῦν δὲ κἀκεῖνα κρύπτουσι, καὶ περὶ ἄλλων προσποιούμενοι γράφουσι· καὶ ὥσπερ ἰατρὸς κληθεὶς πρὸς πληγέντα καὶ κάμνοντα, καὶ εἰσελθὼν περὶ μὲν τῶν τραυμάτων μηδὲν λέγοι, περὶ δὲ τῶν ὑγιαινόντων μελῶν διαλέγοιτο, πολλῆς ἂν ἐμβροντησίας καταγνωσθείη, ὅτι ὧν μὲν χάριν εἰσῆλθε, σιωπᾷ, τῶν δὲ ἄλλων, ὧν οὐκ ἔστι χρεία αὐτοῦ, διαλέγεται· τὸν αὐτὸν τρόπον καὶ οὗτοι τὰ μὲν τῆς αἱρέσεως αὐτῶν ἀφιᾶσιν, ἕτερα δὲ γράφειν ἐπιχειροῦσιν. Ἔδει δὲ, εἴπερ περὶ πίστεως ἐφρόντιζον, καὶ τὸν Χριστὸν ἠγάπων, πρῶτον τὰ κατ᾽ αὐτοῦ βλάσφημα ῥήματα προανελεῖν, καὶ οὕτως ἀντ᾽ ἐκείνων τοὺς ὑγιεινοὺς λέγειν τε καὶ γράφειν λόγους.