Προστιθέασι δὲ καὶ τοῦτο, ὅτι «Οὐκ ἔστιν αὐτὸς ὁ ἐν τῷ Πατρὶ φύσει, καὶ ἴδιος τῆς οὐσίας αὐτοῦ Λόγος, καὶ ἡ ἰδία Σοφία, ἐν ᾗ καὶ τοῦτον πεποίηκε τὸν κόσμον· ἀλλ᾽ ἄλλος μὲν ἔστιν ὁ ἐν τῷ Πατρὶ ἴδιος αὐτοῦ λόγος, καὶ ἄλλη ἡ ἐν τῷ Πατρὶ ἰδία αὐτοῦ σοφία, ἐν ᾗ σοφίᾳ καὶ τοῦτον τὸν Λόγον πεποίηκεν· αὐτὸς δὲ οὗτος ὁ Κύριος κατ᾽ ἐπίνοιαν λέγεται Λόγος διὰ τὰ λογικὰ, καὶ κατ᾽ ἐπίνοιαν λέγεται Σοφία διὰ τὰ σοφιζόμενα.» Ἀμέλει φασὶν, ὅτι «Ξένων πάντων καὶ ἀλλοτρίων ὄντων κατὰ τὴν οὐσίαν τοῦ Πατρὸς, οὕτω καὶ αὐτὸς ξένος μὲν καὶ ἀλλότριος κατὰ πάντα τῆς τοῦ Πατρὸς οὐσίας ἐστὶ, τῶν δὲ γενητῶν καὶ κτισμάτων ἴδιος καὶ εἷς τυγχάνει· κτίσμα γάρ ἐστι καὶ ποίημα καὶ ἔργον.» Πάλιν τέ φασιν, ὅτι «Οὐχ ἡμᾶς ἔκτισε δι᾽ ἐκεῖνον, ἀλλ᾽ ἐκεῖνον δι᾽ ἡμᾶς. Ἦν γὰρ, φασὶ, μόνος ὁ Θεὸς, καὶ οὐκ ἦν ὁ Λόγος σὺν αὐτῷ· εἶτα θελήσας ἡμᾶς δημιουργῆσαι, τότε πεποίηκε τοῦτον, καὶ ἀφ᾽ οὗ γέγονεν, ὠνόμασεν αὐτὸν Λόγον, καὶ Υἱὸν, καὶ Σοφίαν, ἵνα ἡμᾶς δι᾽ αὐτοῦ δημιουργήσῃ· καὶ ὥσπερ τὰ πάντα βουλήματι τοῦ Θεοῦ οὐκ ὄντα πρότερον, ὑπέστη· οὕτω καὶ αὐτὸς τῷ βουλήματι τοῦ Θεοῦ, οὐκ ὢν πρότερον, γέγονεν. Οὐ γάρ ἐστι τοῦ Πατρὸς ἴδιον καὶ φύσει γέννημα ὁ Λόγος, ἀλλὰ καὶ αὐτὸς χάριτι γέγονεν. Ὁ γὰρ ὢν Θεὸς τὸν μὴ ὄντα Υἱὸν πεποίηκε τῇ βουλῇ, ἐν ᾗ καὶ τὰ πάντα πεποίηκε, καὶ ἐδημιούργησε, καὶ ἔκτισε, καὶ γενέσθαι ἠθέλησε.»