Καὶ ὥσπερ Λόγος ὢν καὶ σοφία τοῦ Πατρὸς, ἔχει πάντα τὰ τοῦ Πατρὸς, τὸ ἀΐδιον, τὸ ἄτρεπτον, τὸ κατὰ πάντα καὶ ἐν πᾶσιν ὅμοιον, τὸ μὴ πρότερον καὶ ὕστερον, ἀλλὰ τὸ συνυπάρχειν τῷ Πατρὶ, καὶ αὐτὸ τὸ τῆς θεότητος εἶδος αὐτὸν εἶναι, καὶ τὸ δημιουργικὸν, καὶ τὸ μὴ κτίζεσθαι· ὅμοιος γὰρ ὢν κατὰ τὴν οὐσίαν τοῦ Πατρὸς, οὐκ ἂν εἴη κτιστὸς, ἀλλὰ κτίστης, ὡς αὐτὸς εἴρηκεν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· οὕτως ἄνθρωπος γεγονὼς, καὶ σάρκα φορέσας, ἐξ ἀνάγκης κτίζεσθαι λέγεται καὶ ποιεῖσθαι, καὶ πάντα τὰ τῆς σαρκὸς ἴδια, κἂν οὗτοι, ὡς Ἰουδαϊκοὶ κάπηλοι, τὸν οἶνον μίσγωσιν ὕδατι, ταπεινοῦντες τὸν Λόγον, καὶ τὴν θεότητα αὐτοῦ ταῖς τῶν γεννητῶν ἐννοίαις ὑποβάλλοντες. Διὰ τοῦτο γὰρ εἰκότως καὶ δικαίως οἱ μὲν Πατέρες ἠγανάκτησαν, καὶ ἀνεθεμάτισαν τὴν ἀσεβεστάτην ταύτην αἵρεσιν, οὗτοι δὲ ὡς εὐέλεγκτον καὶ πανταχόθεν οὖσαν σαθρὰν φοβοῦνται καὶ κρύπτουσι. Καὶ γὰρ βραχέα μὲν ταῦτα πρὸς κατάγνωσιν αὐτῶν ἡμεῖς ἐγράψαμεν· ἐὰν δέ τις θελήσῃ πλατυτέρῳ τῷ κατ᾽ αὐτῶν ἐλέγχῳ χρήσασθαι, εὑρήσει τὴν αἵρεσιν ταύτην Ἑλλήνων μὲν οὐ μακρὰν, τῶν δὲ ἄλλων αἱρέσεων ἐσχάτην καὶ τρυγίαν τυγχάνουσαν.