Πῶς οὖν, ταῦτα ποιοῦντες, δύνανται ταῦτα γράφοντες πιστεύεσθαι; Εἰ γὰρ ἔγραφον ὀρθῶς, ἐξήλειφον ἣν ἔγραψεν ὁ Ἄρειος Θαλείαν, καὶ ἀπέβαλλον ἂν τὰς τῆς αἱρέσεως παραφυάδας· μαθηταὶ γὰρ οὗτοι καὶ κοινωνοὶ τῆς τε ἀσεβείας καὶ τῆς ἐπιτιμίας γεγόνασιν Ἀρείου· οὐκοῦν, μὴ ἀποβάλλοντες τούτους, ἔκδηλοι πᾶσίν εἰσι μὴ ἔχοντες ὀρθὸν τὸ φρόνημα, κἂν μυριάκις γράφωσι. Διὰ τοῦτο γρηγορεῖν προσήκει, μήποτε τῇ περιβολῇ τῶν γραμμάτων ἀπάτη τις γένηται, καὶ παρενέγκωσί τινας ἀπὸ τῆς εὐσεβοῦς πίστεως. Ἐὰν δὲ τολμήσαντες τὰ Ἀρείου γράψωσιν, ὁρῶντες ἑαυτοὺς εὐοδουμένους καὶ εὐθηνουμένους, οὐδέν ἐστι λοιπὸν ἢ πολλῇ τῇ παῤῥησίᾳ χρήσασθαι, μνημονεύοντας τῶν ἀποστολικῶν προῤῥήσεων, ἃς διὰ τὰς τοιαύτας αἱρέσεις προμηνύων ἔγραψε, καὶ ἡμᾶς εἰπεῖν πρέπει· Οἴδαμεν, ὅτι, ὡς γέγραπται, Ἐν ἐσχάτοις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμόνων, ἀποστρεφομένων τὴν ἀλήθειαν· καί· Ὅσοι μὲν θέλουσιν εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Ἀλλ᾽ ἡμᾶς οὐδέν τι πείσει τούτων, οὐδὲ χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ, κἂν οἱ αἱρετικοὶ θάνατον ἡμῖν ἀπειλῶσι· Χριστιανοὶ γάρ ἐσμεν, καὶ οὐχὶ Ἀρειανοί. Εἴθε δὲ μηδὲ οἱ ταῦτα γράψαντες ἐφρόνουν τὰ Ἀρείου!