Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης

Μέγας Αθανάσιος

Έλεγχος των επιστολών των υποστηρικτών του Αρείου

Παρότρυνση προς τους επισκόπους να εξετάζουν τα συγγράμματα των αιρετικών με προσοχή και να παραμένουν ακλόνητοι απέναντι στις απειλές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 8

Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει· καὶ ὃν ὁ Θεὸς κατέκρινε, τίς ὁ δικαιῶν; Ἐκεῖνοι μὲν οὖν, ὡς ἰδίας φαντασίας ἐκδικοῦντες, γραφέτωσαν ἃ θέλουσιν· ὑμεῖς δὲ, ἀδελφοὶ, ὡς τὰ τοῦ Κυρίου σκεύη φέροντες, καὶ τὰ τῆς Ἐκκλησίας ἐκδικοῦντες δόγματα, παρακαλῶ, δοκιμασταὶ γίνεσθε τοῦ πράγματος· καὶ εἰ μὲν ἑτέρας παρὰ τὰς προειρημένας Ἀρείου λέξεις γράφουσιν, ἐντεῦθεν ὡς ὑποκριτῶν τούτων κατάγνωτε, κρυπτόντων μὲν τὸν ἰὸν τοῦ φρονήματος, σαινόντων δὲ κατὰ τὸν ὄφιν τοῖς ἀπὸ χειλέων ῥήμασι. Καὶ γὰρ ταῦτα γράφοντες ἔχουσι μεθ᾽ ἑαυτῶν τοὺς ἐκβληθέντας τότε μετὰ Ἀρείου, Σεκοῦνδον τὸν Πενταπολίτην, καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ ποτὲ ἐλεγχθέντας κληρικοὺς, τούτοις τε γράφουσιν ἐν τῇ Ἀλεξανδρείᾳ· καὶ τό γε θαυμαστὸν, ἡμᾶς μὲν καὶ τοὺς μεθ᾽ ἡμῶν ἐποίησαν διωχθῆναι, καίτοι τοῦ εὐσεβεστάτου βασιλέως Κωνσταντίνου μετ᾽ εἰρήνης ἀποστείλαντος ἡμᾶς εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν, καὶ κηδομένου τῆς ὁμονοίας τῶν λαῶν· τούτοις δὲ παραδοθῆναι νῦν πεποιήκασι τὰς ἐκκλησίας, καὶ πᾶσιν ἔδειξαν, ὅτι τούτων χάριν ἡ πᾶσα καθ᾽ ἡμῶν ἐξ ἀρχῆς καὶ κατὰ τῶν ἑτέρων γέγονεν ἐπιβουλή.

Πῶς οὖν, ταῦτα ποιοῦντες, δύνανται ταῦτα γράφοντες πιστεύεσθαι; Εἰ γὰρ ἔγραφον ὀρθῶς, ἐξήλειφον ἣν ἔγραψεν ὁ Ἄρειος Θαλείαν, καὶ ἀπέβαλλον ἂν τὰς τῆς αἱρέσεως παραφυάδας· μαθηταὶ γὰρ οὗτοι καὶ κοινωνοὶ τῆς τε ἀσεβείας καὶ τῆς ἐπιτιμίας γεγόνασιν Ἀρείου· οὐκοῦν, μὴ ἀποβάλλοντες τούτους, ἔκδηλοι πᾶσίν εἰσι μὴ ἔχοντες ὀρθὸν τὸ φρόνημα, κἂν μυριάκις γράφωσι. Διὰ τοῦτο γρηγορεῖν προσήκει, μήποτε τῇ περιβολῇ τῶν γραμμάτων ἀπάτη τις γένηται, καὶ παρενέγκωσί τινας ἀπὸ τῆς εὐσεβοῦς πίστεως. Ἐὰν δὲ τολμήσαντες τὰ Ἀρείου γράψωσιν, ὁρῶντες ἑαυτοὺς εὐοδουμένους καὶ εὐθηνουμένους, οὐδέν ἐστι λοιπὸν ἢ πολλῇ τῇ παῤῥησίᾳ χρήσασθαι, μνημονεύοντας τῶν ἀποστολικῶν προῤῥήσεων, ἃς διὰ τὰς τοιαύτας αἱρέσεις προμηνύων ἔγραψε, καὶ ἡμᾶς εἰπεῖν πρέπει· Οἴδαμεν, ὅτι, ὡς γέγραπται, Ἐν ἐσχάτοις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμόνων, ἀποστρεφομένων τὴν ἀλήθειαν· καί· Ὅσοι μὲν θέλουσιν εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Ἀλλ᾽ ἡμᾶς οὐδέν τι πείσει τούτων, οὐδὲ χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ, κἂν οἱ αἱρετικοὶ θάνατον ἡμῖν ἀπειλῶσι· Χριστιανοὶ γάρ ἐσμεν, καὶ οὐχὶ Ἀρειανοί. Εἴθε δὲ μηδὲ οἱ ταῦτα γράψαντες ἐφρόνουν τὰ Ἀρείου!

Ναὶ, ἀδελφοὶ, τοιαύτης παῤῥησίας χρεία νῦν· οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ᾽ ἐπ᾽ ἐλευθερίᾳ κέκληκεν ἡμᾶς ὁ Θεός· καὶ ἔστιν ἀληθῶς αἰσχρὸν, καὶ λίαν αἰσχρὸν, ἐὰν ἣν παρὰ τοῦ Σωτῆρος διὰ τῶν ἀποστόλων ἔσχομεν πίστιν, ταύτην διὰ Ἄρειον ἢ τοὺς τὰ Ἀρείου φρονοῦντας καὶ πρεσβεύοντας ἀπολέσωμεν.