Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης

Μέγας Αθανάσιος

Διαφύλαξη της πίστεως της Νίκαιας, η συμμαχία των διωκτών και κατακλείδα

Η ακλόνητη ομολογία ως μαρτύριο συνειδήσεως, η καιροσκοπική συμμαχία Μελιτιανών και Αρειανών, και η τελική δοξολογική προτροπή προς υπομονή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 8

Ἤδη μὲν οὖν πλεῖστοι καὶ τῶν μερῶν τούτων, μαθόντες τὴν τῶν γραφόντων πανουργίαν, ἕτοιμοι μέχρις αἵματός εἰσιν ἀντικαταστῆναι πρὸς τὰς ἐκείνων μεθοδείας, ἀκούοντες μάλιστα περὶ τῆς ὑμῶν στεῤῥότητος· ἐπειδὴ δὲ ἀφ᾽ ὑμῶν ἐξήχηται ὁ κατὰ τῆς αἱρέσεως ἔλεγχος, καὶ ὡς ὄφις ἐκ τῶν φωλεῶν ἡ αἵρεσις ἀποκεκάλυπται· παρ᾽ ὑμῖν τετήρηται τὸ παιδίον, ὅπερ Ἡρώδης ἀνελεῖν ἐζήτει, καὶ ζῇ ἐν ὑμῖν ἡ ἀλήθεια, καὶ ὑγιαίνει παρ᾽ ὑμῖν ἡ πίστις.

Διὰ τοῦτο, παρακαλῶ, ἔχοντες μετὰ χεῖρας τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων γραφεῖσαν πίστιν, καὶ ταύτην ἐκδικοῦντες πολλῇ τῇ προθυμίᾳ, καὶ τῇ εἰς τὸν Κύριον πεποιθήσει, τύπος γένεσθε τοῖς πανταχοῦ, δεικνύντες ἀγῶνα προκεῖσθαι νῦν πρὸς τὴν αἵρεσιν ὑπὲρ τῆς ἀληθείας, καὶ ποικίλας εἶναι τοῦ ἐχθροῦ τὰς μεθοδείας. Οὐ γὰρ μόνον τὸ μὴ θῦσαι λίβανον δείκνυσι μάρτυρας· ἀλλὰ καὶ τὸ μὴ ἀρνήσασθαι τὴν πίστιν, ποιεῖ τὸ μαρτύριον τῆς συνειδήσεως λαμπρόν. Καὶ οὐχ οἱ κλίναντες εἰς εἴδωλα μόνον κατεκρίθησαν ὡς ἀλλότριοι, ἀλλὰ καὶ οἱ προδεδωκότες τὴν ἀλήθειαν. Ἰούδας γοῦν οὐ θύσας ἀπεβλήθη τῆς ἀποστολικῆς τιμῆς, ἀλλὰ προδότης γενόμενος.

Καὶ Ὑμέναιος δὲ καὶ Ἀλέξανδρος οὐκ εἰς εἴδωλα τραπέντες ἀπεπήδησαν, ἀλλ᾽ ὅτι περὶ τὴν πίστιν ἐναυάγησαν. Πάλιν τε Ἀβραὰμ ὁ πατριάρχης οὐκ ἀναιρεθεὶς ἐστεφανώθη, ἀλλ᾽ ὅτι πιστὸς γέγονε τῷ Θεῷ. Οἵ τε ἄλλοι ἅγιοι, περὶ ὧν ὁ Παῦλός φησι, Γεδεὼν, Βαρὰκ, Σαμψὼν, Ἰεφθαὲ, Δαβίδ τε καὶ Σαμουὴλ, καὶ οἱ σὺν αὐτοῖς, οὐχ αἵματος ἐκχυθέντος, ἐτελειώθησαν, ἀλλὰ διὰ πίστεως ἐδικαιώθησαν, καὶ μέχρι νῦν θαυμάζονται, ὅτι καὶ θάνατον ὑπομένειν ἦσαν ἕτοιμοι διὰ τὴν εἰς τὸν Κύριον εὐσέβειαν. Εἰ δὲ δεῖ προσθεῖναι καὶ τὸ γενόμενον ἐφ᾽ ἡμῖν, οἴδατε πῶς ὁ μακαρίτης Ἀλέξανδρος μέχρι θανάτου κατὰ τῆς αἱρέσεως ταύτης ἠγωνίσατο, καὶ ὅσας θλίψεις καὶ πηλίκους πόνους, καίτοι γέρων ὢν, ὑπομείνας, ἐν τῇ πρεσβυτικῇ ἡλικίᾳ προσετέθη καὶ αὐτὸς πρὸς τοὺς πατέρας αὐτοῦ. Πόσοι δὲ καὶ ἄλλοι πόσους καμάτους ἐσχήκασι, κατὰ τῆς ἀσεβείας ταύτης διδάσκοντες, καὶ τὸ καύχημα τῆς ὁμολογίας ἔχουσιν ἐν Χριστῷ.

Οὐκοῦν καὶ ἡμεῖς, ὡς τοῦ περὶ παντὸς ὄντος ἡμῖν ἀγῶνος, καὶ προκειμένου νῦν ἢ ἀρνήσασθαι ἢ τηρῆσαι τὴν πίστιν, σπουδὴν ταύτην καὶ πρόθεσιν ἔχωμεν, ἂ μὲν παρελάβομεν φυλάττειν, ἔχοντες πρὸς ὑπόμνησιν τὴν ἐν Νικαίᾳ γραφεῖσαν πίστιν· τὰς δὲ καινοτομίας ἀποστρέφεσθαι, καὶ διδάσκειν τοὺς λαοὺς μὴ προσέχειν πνεύμασι πλάνης, ἀλλὰ παντελῶς ἐκκλίνειν ἀπὸ τῆς ἀσεβείας τῆς τῶν Ἀρειομανιτῶν, καὶ τῆς τῶν Μελιτιανῶν πρὸς αὐτοὺς συνωμοσίας.

Ὁρᾶτε γὰρ, ὡς τὸ πρότερον μαχόμενοι πρὸς ἑαυτοὺς, νῦν, ὡς Ἡρώδης καὶ Πόντιος, συνεφώνησαν εἰς τὴν κατὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βλασφημίαν· ἐφ᾽ ᾧ καὶ μισήσειεν ἄν τις αὐτοὺς δικαίως, ὅτι τῶν μὲν ἰδίων χάριν ἀπεχθάνοντο πρὸς ἀλλήλους, εἰς δὲ τὴν κατὰ τῆς ἀληθείας ἔχθραν καὶ τὴν εἰς τὸν Θεὸν ἀσέβειαν φίλοι γεγόνασι καὶ ἀλλήλους δεξιοῦνται, πάντα τε παρὰ γνώμην πάσχειν ὑπομένουσι, διὰ τὴν ἰδίαν ἕκαστος τῆς προθέσεως ἡδονήν· Μελιτιανοὶ μὲν διὰ τὴν προστασίαν καὶ τὴν μανίαν τῆς φιλαργυρίας, Ἀρειομανῖται δὲ διὰ τὴν ἰδίαν ἀσέβειαν, ἵν᾽ ἐν τῇ τοιαύτῃ συνωμοσίᾳ καὶ τὴν ἰδίαν ἀλλήλοις κακόνοιαν προσκιχρᾷν δύνωνται, καὶ αὐτοὶ μὲν τὴν ἀσέβειαν τούτων ὑποκρίνωνται, οὗτοι δὲ τῇ πονηρίᾳ συντρέχωσιν ἐκείνων τῇ κακίᾳ, καὶ λοιπὸν κοινῇ τὰ ἴδια ἑαυτῶν πονηρεύματα, ὥσπερ τὸ τῆς Βαβυλῶνος ποτήριον κεράσαντες, ἐπιβουλεύσωσι τοῖς εὐσεβοῦσιν ὀρθῶς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἦν μὲν οὖν ἡ πονηρία καὶ ἡ συκοφαντία τῶν Μελιτιανῶν καὶ πρὸ τούτων πᾶσι φανερά· ἦν δὲ καὶ ἡ ἀσέβεια καὶ θεομάχος αἵρεσις τῶν Ἀρειανῶν πάλαι πανταχοῦ καὶ πᾶσιν ἔκδηλος.

Οὐ γὰρ ὀλίγος ἐστὶν ὁ χρόνος· ἀλλ᾽ οἱ μὲν πρὸ πεντήκοντα καὶ πέντε ἐτῶν σχισματικοὶ γεγόνασιν· οἱ δὲ πρὸ τριάκοντα καὶ ἓξ ἐτῶν ἀπεδείχθησαν αἱρετικοὶ, καὶ τῆς Ἐκκλησίας ἀπεβλήθησαν ἐκ κρίσεως πάσης τῆς οἰκουμενικῆς συνόδου. Ἐξ ὧν δὲ νῦν ἔδρασαν, δέδεικται λοιπὸν καὶ τοῖς δοκοῦσιν αὐτῶν προσποιεῖσθαι φανερῶς, ὡς δι᾽ οὐδὲν ἕτερον καθ᾽ ἡμῶν καὶ κατὰ πάντων τῶν ὀρθοδόξων ἐπισκόπων τὴν ἐξ ἀρχῆς ἐπιβουλὴν πεποιήκασιν, ἢ διὰ τὴν ἰδίαν ἑαυτῶν τῆς ἀσεβείας αἵρεσιν. Ἰδοὺ γὰρ τὸ πάλαι σπουδαζόμενον τοῖς περὶ Εὐσέβιον γέγονε νῦν· καὶ ἀφ᾽ ἡμῶν μὲν ἁρπασθῆναι πεποιήκασι τὰς ἐκκλησίας, ἐπισκόπους τε καὶ πρεσβυτέρους μὴ κοινωνοῦντας αὐτοῖς ἐξώρισαν, ὡς ἠθέλησαν, καὶ τοὺς λαοὺς ἀποστρεφομένους αὐτοὺς ἐξέκλεισαν τῶν ἐκκλησιῶν, τοῖς δὲ Ἀρειανοῖς τοῖς πρὸ τοσούτου χρόνου καταγνωσθεῖσι παραδεδώκασιν αὐτὰς, ἵνα, συνούσης αὐτοῖς καὶ τῆς τῶν Μελιτιανῶν ὑποκρίσεως, ἐπ᾽ ἀδείας ἔχωσιν ἐν αὐταῖς τὰ τῆς ἀσεβείας αὐτῶν ἀποπτύειν ῥήματα, καὶ προκατασκευάζειν, ὥς γε νομίζουσι, τῷ τὴν αἵρεσιν αὐτοῖς ἐπισπείραντι τῷ Ἀντιχρίστῳ, τὴν τῆς ἀπάτης ὁδόν.

Ἐκεῖνοι μὲν οὖν τοσαῦτα νυστάζοντες φανταζέσθωσαν μάτην· οἴδαμεν γὰρ, ὅτι καὶ ὁ φιλάνθρωπος βασιλεὺς, ἀκούσας, κωλύσει τὰς πονηρίας αὐτῶν καὶ οὐ χρονιοῦσιν, ἀλλὰ κατὰ τὸ γεγραμμένον, καρδίαι τῶν ἀσεβῶν ταχέως ἐκλείψουσιν· ἡμεῖς δὲ ὡς πρὸς ἀποστάτας καὶ θέλοντας μανίαν ἐν οἴκῳ Κυρίου καταπῆξαι, ἠμφιεσμένοι, κατὰ τὸ γεγραμμένον, τοῖς λόγοις τῶν θείων Γραφῶν, ἀντικαταστῶμεν, καὶ μήτε θάνατον σωματικὸν φοβηθῶμεν, μήτε τὰς τούτων ὁδοὺς ζηλώσωμεν· ἀλλὰ πάντων μᾶλλον προκρινέσθω τῆς ἀληθείας ὁ λόγος. Καὶ γὰρ καὶ ἡμεῖς, ὡς οἴδατε πάντες, ἀξιούμενοι τότε παρὰ τῶν περὶ Εὐσέβιον, ἢ ὑποκρίνασθαι σὺν αὐτοῖς τὴν ἀσέβειαν, ἢ προσδοκᾷν ἐπιβουλὴν παρ᾽ αὐτῶν, οὐκ ἠθελήσαμεν αὐτοῖς συγκαταθέσθαι, ἀλλὰ μᾶλλον εἱλόμεθα διώκεσθαι παρ᾽ αὐτῶν, ἢ τὸν τοῦ Ἰούδα μιμήσασθαι τρόπον. Ἀμέλει πεποιήκασιν ὅπερ ἠπείλησαν, καὶ μιμησάμενοι τὴν Ἰεζάβελ, ἐγκαθέτους ἑαυτοῖς τοὺς Μελιτιανοὺς κατεσκεύασαν· εἰδότες πῶς κατὰ τοῦ μακαρίου Πέτρου τοῦ μάρτυρος, καὶ μετ᾽ αὐτὸν τοῦ μεγάλου Ἀχιλλᾶ, εἶτα κατὰ τοῦ μακαρίτου Ἀλεξάνδρου γεγόνασιν, ἵν᾽ οὕτως καὶ καθ᾽ ἡμῶν, ὥσπερ τοῦτο μελετήσαντες, ὑποκρίνωνται μὲν οὗτοι ἅπερ ἂν αὐτοῖς ὑποβληθῇ, ἐκεῖνοι δὲ πρόφασιν λάβωσι διώκειν καὶ ζητεῖν ἡμᾶς ἀποκτεῖναι.

Τοῦτο γὰρ διψῶσι, καὶ οὐ παύονταί γε μέχρι νῦν τὸ αἷμα ἡμῶν θέλοντες ἐκχέειν. Ἀλλὰ τούτων οὐδεμία μοι φροντίς· οἶδα γὰρ καὶ πέπεισμαι ὅτι τοῖς ὑπομένουσιν ἔσται μισθὸς παρὰ τοῦ Σωτῆρος, καὶ ὅτι καὶ ὑμεῖς ὑπομείναντες, ὡς οἱ πατέρες, τύποι γενόμενοι τοῖς λαοῖς, καὶ ἀνατρέποντες τὴν ξένην καὶ ἀλλοτρίαν ταύτην ἐπίνοιαν τῶν ἀσεβῶν, ἕξετε μὲν τὸ καύχημα, λέγοντες· Τὴν πίστιν τετηρήκαμεν· ἀπολήψεσθε δὲ τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Γένοιτο δὲ κἀμὲ μεθ᾽ ὑμῶν τὰς ἐπαγγελίας κληρονομῆσαι, τὰς μὴ μόνον τῷ Παύλῳ ῥηθείσας, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν τοῦ Κυρίου, καὶ Σωτῆρος, καὶ Θεοῦ, καὶ παμβασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος ἐν Πνεύματι ἁγίῳ καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.