Ἐκεῖνοι μὲν οὖν τοσαῦτα νυστάζοντες φανταζέσθωσαν μάτην· οἴδαμεν γὰρ, ὅτι καὶ ὁ φιλάνθρωπος βασιλεὺς, ἀκούσας, κωλύσει τὰς πονηρίας αὐτῶν καὶ οὐ χρονιοῦσιν, ἀλλὰ κατὰ τὸ γεγραμμένον, καρδίαι τῶν ἀσεβῶν ταχέως ἐκλείψουσιν· ἡμεῖς δὲ ὡς πρὸς ἀποστάτας καὶ θέλοντας μανίαν ἐν οἴκῳ Κυρίου καταπῆξαι, ἠμφιεσμένοι, κατὰ τὸ γεγραμμένον, τοῖς λόγοις τῶν θείων Γραφῶν, ἀντικαταστῶμεν, καὶ μήτε θάνατον σωματικὸν φοβηθῶμεν, μήτε τὰς τούτων ὁδοὺς ζηλώσωμεν· ἀλλὰ πάντων μᾶλλον προκρινέσθω τῆς ἀληθείας ὁ λόγος. Καὶ γὰρ καὶ ἡμεῖς, ὡς οἴδατε πάντες, ἀξιούμενοι τότε παρὰ τῶν περὶ Εὐσέβιον, ἢ ὑποκρίνασθαι σὺν αὐτοῖς τὴν ἀσέβειαν, ἢ προσδοκᾷν ἐπιβουλὴν παρ᾽ αὐτῶν, οὐκ ἠθελήσαμεν αὐτοῖς συγκαταθέσθαι, ἀλλὰ μᾶλλον εἱλόμεθα διώκεσθαι παρ᾽ αὐτῶν, ἢ τὸν τοῦ Ἰούδα μιμήσασθαι τρόπον. Ἀμέλει πεποιήκασιν ὅπερ ἠπείλησαν, καὶ μιμησάμενοι τὴν Ἰεζάβελ, ἐγκαθέτους ἑαυτοῖς τοὺς Μελιτιανοὺς κατεσκεύασαν· εἰδότες πῶς κατὰ τοῦ μακαρίου Πέτρου τοῦ μάρτυρος, καὶ μετ᾽ αὐτὸν τοῦ μεγάλου Ἀχιλλᾶ, εἶτα κατὰ τοῦ μακαρίτου Ἀλεξάνδρου γεγόνασιν, ἵν᾽ οὕτως καὶ καθ᾽ ἡμῶν, ὥσπερ τοῦτο μελετήσαντες, ὑποκρίνωνται μὲν οὗτοι ἅπερ ἂν αὐτοῖς ὑποβληθῇ, ἐκεῖνοι δὲ πρόφασιν λάβωσι διώκειν καὶ ζητεῖν ἡμᾶς ἀποκτεῖναι.