Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης

Μέγας Αθανάσιος

Ο Λόγος ως Δημιουργός, η οικονομία της Ενανθρωπήσεως και η βαρύτητα της αίρεσης

Ερμηνεία των γραφικών χωρίων με βάση το μυστήριο της Ενανθρωπήσεως και ανάδειξη της αρειανικής πλάνης ως άμεσης προσβολής της ίδιας της Θεότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 8

Ἀλλὰ γέγραπται, φασί· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ἀπαίδευτοι καὶ τὰς φρένας ἐμβεβροντημένοι! Καὶ δοῦλος ἐν ταῖς Γραφαῖς ἐλέχθη, καὶ παιδίσκης υἱὸς, καὶ ἀρνίον καὶ πρόβατον, καὶ ὅτι κεκοπίακε, καὶ ἐδίψησε, καὶ ἐτυπτήθη, καὶ πέπονθεν. Ἀλλ᾽ ἔχει τὴν πρόφασιν καὶ τὸ αἴτιον εὔλογον ἐγγὺς τὰ τοιαῦτα πάλιν ἐκ τῶν Γραφῶν σημαινόμενα. Ἔστι δὲ τοῦτο, διότι ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου γέγονε, λαβὼν τὴν τοῦ δούλου μορφὴν, ἥτις ἦν ἡ ἀνθρωπίνη σάρξ. Ὁ γὰρ Λόγος, φησὶν ὁ Ἰωάννης, σὰρξ ἐγένετο. Εἰ δὲ ἄνθρωπος γέγονεν, οὐ δεῖ τινας ἐπὶ ταῖς τοιαύταις φωναῖς σκανδαλίζεσθαι· ἀνθρώπου γὰρ ἴδιόν ἐστι τὸ κτίζεσθαι, τὸ γίνεσθαι, τὸ πλάττεσθαι, τὸ κοπιᾷν, τὸ πάσχειν, τὸ ἀποθνήσκειν, τὸ ἐκ νεκρῶν ἐγείρεσθαι.

Καὶ ὥσπερ Λόγος ὢν καὶ σοφία τοῦ Πατρὸς, ἔχει πάντα τὰ τοῦ Πατρὸς, τὸ ἀΐδιον, τὸ ἄτρεπτον, τὸ κατὰ πάντα καὶ ἐν πᾶσιν ὅμοιον, τὸ μὴ πρότερον καὶ ὕστερον, ἀλλὰ τὸ συνυπάρχειν τῷ Πατρὶ, καὶ αὐτὸ τὸ τῆς θεότητος εἶδος αὐτὸν εἶναι, καὶ τὸ δημιουργικὸν, καὶ τὸ μὴ κτίζεσθαι· ὅμοιος γὰρ ὢν κατὰ τὴν οὐσίαν τοῦ Πατρὸς, οὐκ ἂν εἴη κτιστὸς, ἀλλὰ κτίστης, ὡς αὐτὸς εἴρηκεν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· οὕτως ἄνθρωπος γεγονὼς, καὶ σάρκα φορέσας, ἐξ ἀνάγκης κτίζεσθαι λέγεται καὶ ποιεῖσθαι, καὶ πάντα τὰ τῆς σαρκὸς ἴδια, κἂν οὗτοι, ὡς Ἰουδαϊκοὶ κάπηλοι, τὸν οἶνον μίσγωσιν ὕδατι, ταπεινοῦντες τὸν Λόγον, καὶ τὴν θεότητα αὐτοῦ ταῖς τῶν γεννητῶν ἐννοίαις ὑποβάλλοντες. Διὰ τοῦτο γὰρ εἰκότως καὶ δικαίως οἱ μὲν Πατέρες ἠγανάκτησαν, καὶ ἀνεθεμάτισαν τὴν ἀσεβεστάτην ταύτην αἵρεσιν, οὗτοι δὲ ὡς εὐέλεγκτον καὶ πανταχόθεν οὖσαν σαθρὰν φοβοῦνται καὶ κρύπτουσι. Καὶ γὰρ βραχέα μὲν ταῦτα πρὸς κατάγνωσιν αὐτῶν ἡμεῖς ἐγράψαμεν· ἐὰν δέ τις θελήσῃ πλατυτέρῳ τῷ κατ᾽ αὐτῶν ἐλέγχῳ χρήσασθαι, εὑρήσει τὴν αἵρεσιν ταύτην Ἑλλήνων μὲν οὐ μακρὰν, τῶν δὲ ἄλλων αἱρέσεων ἐσχάτην καὶ τρυγίαν τυγχάνουσαν.

Ἐκεῖναι μὲν γὰρ ἢ περὶ τὸ σῶμα καὶ τὴν ἐνανθρώπησιν τοῦ Κυρίου πλανῶνται, αἱ μὲν οὕτως, αἱ δὲ ἐκείνως καταψευδόμεναι, ἢ μηδόλως ἐπιδεδημηκέναι τὸν Κύριον, ὡς Ἰουδαῖοι νομίζοντες ἐπλανήθησαν· αὕτη δὲ μόνη μανικώτερον εἰς αὐτὴν τὴν θεότητα κατατετόλμηκε, λέγουσα μηδόλως εἶναι τὸν Λόγον, μηδὲ τὸν Πατέρα ἀεὶ Πατέρα εἶναι. Ὅθεν εὐλόγως ἄν τις κατ᾽ αὐτῶν ἐκεῖνον εἴποι γεγράφθαι τὸν ψαλμόν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἔστι Θεός· διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.