Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης

Μέγας Αθανάσιος

Η εμφάνιση των ψευδοπροφητών και η απατηλή τακτική των αιρέσεων

Εισαγωγή περί της προειδοποίησης του Κυρίου για τους ψευδοπροφήτες, η δράση του διαβόλου μέσω των αιρέσεων, η παραποίηση των Γραφών και η ανάγκη πνευματικής διακρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 7

Τοῦ αὐτοῦ πρὸς τοὺς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης ἐπιστολὴ ἐγκύκλιος κατὰ Ἀρειανῶν Πάντα μὲν ὅσα «ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός», ὡς ἔγραψεν ὁ Λουκᾶς, «πεποίηκέ τε καὶ ἐδίδαξεν», εἰς τὴν ἡμετέραν φθάνει σωτηρίαν· «ἦλθε» γάρ, ὡς ὁ Ἰωάννης φησίν, «οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ». ἔστι δὲ μετὰ πάντων καὶ τοῦτο θαυμάσαι τῆς ἀγαθότητος αὐτοῦ, ὅτι καὶ περὶ τῶν πρὸς ἡμᾶς μαχομένων οὐ παρεσιώπησεν, ἀλλὰ καὶ μάλα προείρηκεν, ἵν’, ἐπειδὰν ἐκεῖνα παραγένηται, εὐθέως εὑρεθῶμεν ἠσφαλισμένην ἔχοντες τὴν διάνοιαν ἐκ τῆς ἐκείνου διδασκαλίας λέγοντος· «ἐγερθήσονται ψευδοπροφῆται καὶ ψευδόχριστοι, καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανᾶσθαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς· ἰδοὺ προείρηκα ὑμῖν». τὰ μὲν γὰρ ἐν ἡμῖν ἀποτεθέντα μαθήματά τε καὶ χαρίσματα παρ’ αὐτοῦ πολλὰ καὶ ὑπὲρ ἄνθρωπόν ἐστιν· οὐρανίου γὰρ πολιτείας τύπος καὶ δύναμις κατὰ δαιμόνων υἱοποίησίς τε καὶ τὸ ὑπὲρ πᾶν χάρισμα καὶ ἐξαίρετον, ἡ περὶ τοῦ πατρὸς γνῶσις καὶ αὐτοῦ τοῦ λόγου καὶ δωρεὰ πνεύματος ἁγίου. «ἡ δὲ τῶν ἀνθρώπων διάνοια ἐπιμελῶς ἐπὶ τὸ κακὸν ἔγκειται»· καὶ μὴν «ὁ ἀντίδικος ἡμῶν διάβολος» φθονῶν ἐπὶ τοῖς τοσούτοις ἡμῖν ἀγαθοῖς γενομένοις «περιέρχεται ζητῶν ἁρπάσαι» τὰ εἰς ἡμᾶς τοῦ λόγου σπέρματα.

διὰ τοῦτο γοῦν, ὥσπερ ἴδια κειμήλια τὰ μαθήματα σφραγίζων ἐν ἡμῖν διὰ τῆς προρρήσεως, ἔλεγεν ὁ κύριος· «βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι, καί· ὁ καιρὸς ἤγγικε, καὶ πολλοὺς πλανήσουσι. μὴ πορευθῆτε ὀπίσω αὐτῶν». μέγα τι χάρισμα δέδωκεν ἡμῖν ὁ λόγος, ὥστε μὴ ἐκ τῶν φαινομένων ἀπατᾶσθαι, ἀλλὰ καὶ μᾶλλον, κἂν ταῦτα κεκαλυμμένα τυγχάνῃ, διακρίνειν τῇ τοῦ πνεύματος χάριτι. ἐπειδὴ γὰρ ὅλος ἐστὶ μισητὸς ὁ τῆς κακίας εὑρετὴς καὶ μέγας δαίμων ὁ διάβολος μόνον τε φαινόμενος βάλλεται παρὰ πάντων «ὡς ὄφις, ὡς δράκων», «ὡς λέων ζητῶν τίνα ἁρπάσῃ καὶ καταπίῃ», διὰ τοῦτο ὃ μὲν ἔστιν αὐτός, ὑποκρύπτει καὶ σκέπει, τὸ δὲ παρὰ πάντων ποθούμενον ὄνομα ὑποκρίνεται πανούργως, ἵνα ἀπατήσας τῇ φαντασίᾳ λοιπὸν τοὺς πλανηθέντας τοῖς ἰδίοις περιπείρῃ δεσμοῖς. καὶ ὥσπερ ἂν εἴ τις ἀνδραποδίσασθαι θέλων ἀλλοτρίους παῖδας ἀποδημούντων τῶν γονέων ὑποκρίνηται τὰς ἐκείνων ὄψεις καὶ ποθοῦντας τοὺς υἱοὺς ἀπατήσῃ καὶ λοιπὸν ἀπαγαγὼν αὐτοὺς μακρὰν ἀπολέσῃ, τὸν αὐτὸν τρόπον ὁ κακοδαίμων καὶ σκολιὸς διάβολος οὐκ ἔχων μὲν αὐτὸς παρρησίαν, εἰδὼς δὲ τὸν εἰς τὴν ἀλήθειαν ἔρωτα τῶν ἀνθρώπων ὑποκρίνεται μὲν ταύτην τῇ φαντασίᾳ, τὸν δὲ ἴδιον ἰὸν ἐπιβάλλει τοῖς ἐπακολουθήσασιν αὐτῷ.

Οὕτως καὶ τὴν Εὔαν ἠπάτησεν οὐ τὰ ἴδια λαλῶν, ἀλλ’ ὑποκρινόμενος μὲν τὰ τοῦ θεοῦ ῥήματα, τὴν δὲ διάνοιαν αὐτῶν παραποιῶν· οὕτω καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ ὑπέβαλε πείσας αὐτὴν ὑποκρίνασθαι μὲν φιλανδρίαν, διδάξας δὲ βλασφημεῖν εἰς τὸν θεόν· οὕτως τοὺς ἀνθρώπους ὁ δόλιος παίζει ταῖς φαντασίαις ὑποκλέπτων καὶ σύρων ἕκαστον εἰς τὸν ἴδιον τῆς κακίας βόθρον. πάλαι μὲν οὖν ἀπατήσας «τὸν πρῶτον ἄνθρωπον τὸν Ἀδὰμ» καὶ νομίσας δι’ ἐκείνου ὑποχειρίους ἐσχηκέναι τοὺς πάντας ἐνήλλετο θρασυνόμενος καὶ λέγων· «τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι». ὅτε δὲ ὁ κύριος ἐπεδήμησε, καὶ πεῖραν ἔσχεν ὁ ἐχθρὸς τῆς ἀνθρωπίνης οἰκονομίας αὐτοῦ μὴ δυνηθεὶς ἀπατῆσαι τὴν ὑπ’ αὐτοῦ φορουμένην σάρκα, τότε δὴ ὁ τὴν οἰκουμένην ὅλην ἐπαγγελλόμενος καταλαμβάνειν λοιπὸν ἐξ ἐκείνου καὶ δι’ ἐκεῖνον παίζεται καὶ ὑπὸ παιδίων ὡς στρουθίον, ὁ ὑπερήφανος. «παιδίον γὰρ νῦν νήπιον εἰς τρώγλην ἀσπίδων βάλλων τὴν χεῖρα» γελᾷ τὸν «ἀπατήσαντα τὴν Εὔαν»· καὶ πάντες δὲ οἱ πιστεύοντες ὀρθῶς εἰς τὸν κύριον πατοῦσι τὸν εἰπόντα· «θήσομαι τὸν θρόνον μου, ἐπάνω τῶν νεφελῶν ἀναβήσομαι, ὅμοιος ἔσομαι τῷ ὑψίστῳ».

οὕτω μὲν οὖν πάσχει μετ’ αἰσχύνης ἐκεῖνος· ὅμως δέ, εἰ καὶ τολμᾷ πάλιν ὁ ἀναίσχυντος σχηματίζεσθαι, ἀλλὰ γινώσκεται καὶ νῦν μᾶλλον ὁ τάλας ὑπὸ τῶν «τὸ σημεῖον ἐν τῷ μετώπῳ φορούντων» καὶ δεινότερον ἀποστρέφεται τεταπεινωμένος καὶ κατῃσχυμμένος. κἄν τε γὰρ ὡς ὄφις νῦν ἕρπων «μετασχηματίσηται εἰς ἄγγελον φωτός», ἀλλ’ οὐκ εἰς ὄνησιν ἕξει τὴν ὑπόκρισιν· πεπαιδεύμεθα γάρ, ὅτι κἂν «ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ἡμᾶς παρ’ ὃ παρελάβομεν, ἀνάθεμα» τοῦτον εἶναι.

Ἐὰν δὲ καὶ πάλιν τὸ ἴδιον κρύψῃ ψεῦδος καὶ λαλεῖν ὑποκρίνηται διὰ χειλέων τὴν ἀλήθειαν—ἀλλ’ «οὐκ ἀγνοοῦντες αὐτοῦ τὰ νοήματα» δυνάμεθα λέγειν τὰ ὑπὸ τοῦ πνεύματος εἰς αὐτὸν εἰρημένα· «τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· διὰ τί σὺ διηγῇ τὰ δικαιώματά μου;» καὶ «οὐχ ὡραῖος ὁ αἶνος ἐν στόματι ἁμαρτωλοῦ». οὐδὲ γὰρ οὐδὲ τὴν ἀλήθειαν λέγων ἀξιόπιστός ἐστιν ὁ πανοῦργος. καὶ τοῦτο ἔδειξε μὲν ἡ γραφὴ διηγουμένη τὴν ἐν τῷ παραδείσῳ πρὸς τὴν Εὔαν αὐτοῦ κακοτεχνίαν· ἤλεγξε δὲ αὐτὸν καὶ ὁ κύριος, πρῶτον μὲν ἐν τῷ ὄρει διαιρῶν τὴν «πτύξιν τοῦ θώρακος» αὐτοῦ καὶ δεικνὺς αὐτόν, ὅστις ἐστὶν ὁ δόλιος, καὶ ἐλέγχων, ὅτι μὴ τῶν ἁγίων τίς ἐστιν, ἀλλὰ Σατανᾶς ἐστιν ὁ πειράζων, ἐν τῷ λέγειν· «ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· κύριον τὸν θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις»· καὶ ὅτε δὲ κράζοντας ἀπὸ τῶν μνημείων ἐφίμωσε τοὺς δαίμονας. ἦν μὲν γὰρ ἀληθὲς τὸ παρ’ αὐτῶν λεγόμενον, καὶ οὐκ ἐψεύδοντο τότε λέγοντες, «ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ» καὶ «ὁ ἅγιος τοῦ θεοῦ»· ἀλλ’ οὐκ ἤθελε δι’ ἀκαθάρτου στόματος τὴν ἀλήθειαν προφέρεσθαι καὶ μάλιστα δι’ ἐκείνων, ἵνα μὴ προφάσει ταύτης ἐπιμίξαντες τὸ ἴδιον θέλημα τῆς κακίας «ἐπισπείρωσι» τοῦτο «καθεύδουσι» τοῖς ἀνθρώποις.

διὰ τοῦτο οὔτε αὐτὸς ἠνέσχετο τοιαῦτα λαλούντων αὐτῶν οὐδὲ ἡμᾶς ἀνέχεσθαι τῶν τοιούτων βουλόμενος, παρήγγειλε δι’ ἑαυτοῦ μὲν «προσέχετε» λέγων «ἀπὸ τῶν ψευδοπροφητῶν, ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες», διὰ δὲ τῶν ἁγίων ἀποστόλων· «μὴ παντὶ πνεύματι πιστεύετε». τοιοῦτος γὰρ ὁ τρόπος τῆς ἀντικειμένης ἐνεργείας ἐστί· τοιαῦτα δὲ καὶ τὰ τῶν αἱρέσεων συγκροτήματα τυγχάνει. πατέρα γὰρ ἑκάστη τῆς ἰδίας ἐπινοίας ἔχουσα τὸν ἐξ ἀρχῆς τραπέντα καὶ γενόμενον ἀνθρωποκτόνον καὶ ψεύστην τὸν διάβολον καὶ αἰσχυνομένη τὸ τούτου μισητὸν ὄνομα προφέρειν ὑποκρίνεται τὸ καλὸν καὶ «ὑπὲρ πᾶν ὄνομα» τοῦ σωτῆρος τάς τε τῶν γραφῶν λέξεις περιβάλλεται—καὶ λέγει μὲν τὰ ῥήματα, κλέπτει δὲ τὴν ἀληθῆ διάνοιαν—καὶ λοιπὸν ἣν ἔπλασεν ἰδίαν ἐπίνοιαν ὡς ἐν δόλῳ τινὶ σκεπάσασα ἀνθρωποκτόνος καὶ αὐτὴ γίνεται τῶν πλανωμένων.

Ἐπεὶ πόθεν Μαρκίωνι καὶ Μανιχαίῳ τὸ εὐαγγέλιον ἀρνουμένοις τὸν νόμον; ἐκ γὰρ τῶν παλαιῶν τὰ νέα, καὶ τὰ νέα τοῖς παλαιοῖς μαρτυρεῖ. οἱ τοίνυν ἀρνούμενοι ταῦτα πῶς ὁμολογήσουσι τὰ ἐξ ἐκείνων; Παῦλος γὰρ «ἀπόστολος τοῦ εὐαγγελίου γέγονεν, οὗ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις». ὁ δὲ κύριος αὐτὸς ἔλεγεν· «ἐρευνᾶτε τὰς γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ»· πῶς οὖν ὁμολογήσουσι τὸν κύριον μὴ προερευνῶντες τὰς περὶ αὐτοῦ γραφάς; «ὃν γὰρ ἔγραψε Μωσῆς καὶ οἱ προφῆται, τοῦτον εὑρηκέναι» λέγουσιν οἱ μαθηταί. τί δὲ καὶ Σαδδουκαίοις ὁ νόμος μὴ δεχομένοις τοὺς προφήτας; ὁ γὰρ τὸν νόμον δεδωκὼς θεὸς αὐτὸς ἐγείρειν ἐν τῷ νόμῳ καὶ προφήτας ἐπηγγείλατο, ὥστε τὸν αὐτὸν εἶναι κύριον τοῦ τε νόμου καὶ τῶν προφητῶν καὶ τὸν ἀρνούμενον θάτερον αὐτῶν ἀρνεῖσθαι πάντως καὶ τὸ ἕτερον. τί δὲ καὶ Ἰουδαίοις λοιπὸν ἡ παλαιὰ μὴ ἐπεγνωκόσι τὸν ἐξ αὐτῆς προσδοκώμενον κύριον; εἰ γὰρ ἐπίστευον τοῖς Μωσέως γράμμασιν, ἐπίστευσαν ἂν τοῖς τοῦ κυρίου ῥήμασι. «περὶ γὰρ ἐμοῦ», φησίν, «ἐκεῖνος ἔγραψε». τί δὲ καὶ τῷ Σαμοσατεῖ τὰ τῶν γραφῶν ἀρνουμένῳ τὸν τοῦ θεοῦ λόγον καὶ τὴν ἐξ ἀμφοτέρων τῆς τε παλαιᾶς καὶ καινῆς θείας γραφῆς σημαινομένην καὶ δεικνυμένην ἔνσαρκον τοῦ λόγου παρουσίαν;

τί δὲ καὶ τοῖς Ἀρειανοῖς αἱ γραφαὶ καὶ τί ταύτας οὗτοι προφέρουσιν—ἄνθρωποι κτίσμα λέγοντες εἶναι τὸν τοῦ θεοῦ λόγον καὶ ὡς ἂν Ἕλληνες «λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα» θεόν; πρὸς μὲν γὰρ τὴν ἰδίαν τῆς ἀσεβείας ἐπίνοιαν ἑκάστη τούτων τῶν αἱρέσεων οὐδὲν κοινὸν ἔχει πρὸς τὰς γραφάς. καὶ τοῦτο ἴσασι καὶ οἱ τὰ τούτων πρεσβεύοντες, ὅτι πολύ, μᾶλλον δὲ τὸ ὅλον εἰσὶν ἐναντίαι πρὸς τὸ ἑκάστης ἐκείνων φρόνημα· ἀπάτης δὲ χάριν τῶν ἁπλουστέρων, οἷοί εἰσι περὶ ὧν ἐν Παροιμίαις γέγραπται· «ἄκακος πιστεύει παντὶ λόγῳ», σχηματίζονται μελετᾷν καὶ λέγειν τὰς λέξεις ὡς ὁ πατὴρ αὐτῶν, ὁ διάβολος, ἵν’ ἐκ τῶν λέξεων δόξωσιν ὀρθὸν ἔχειν καὶ τὸ φρόνημα καὶ λοιπὸν πείσωσι παρὰ τὰς γραφὰς φρονεῖν τοὺς ταλαιπώρους. ἀμέλει ἐν ἑκάστῃ τῶν αἱρέσεων οὕτως σχηματισάμενος ὁ διάβολος λέξεις ὑπέβαλε μεστὰς δολιότητος (περὶ γὰρ τούτων ὁ κύριος εἴρηκεν)· ἦλθε λέγων δι’ ἑκάστης· «ἐγώ εἰμι ὁ Χριστός», καὶ παρ’ ἐμοὶ τὸ ἀληθές ἐστι. καὶ πάσας ἰδίᾳ καὶ κοινῇ ψεύδεσθαι πεποίηκεν ὁ συκοφάντης· καὶ τό γε παράδοξον, πᾶσαι πρὸς ἑαυτὰς αἱ αἱρέσεις μαχόμεναι περὶ ὧν ἔπλασεν ἑκάστη κακῶν, ἐν μόνῳ τῷ ψεύδεσθαι συνεδέθησαν ἀλλήλαις· ἕνα γὰρ ἔχουσι πατέρα τὸν πάσαις ἐπισπείραντα τὸ ψεῦδος.

ὁ μὲν οὖν πιστὸς καὶ τοῦ εὐαγγελίου μαθητὴς ἔχων χάριν τοῦ «διακρίνειν τὰ πνευματικὰ» καὶ «ἐπὶ τὴν πέτραν οἰκοδομήσας ἑαυτοῦ τὴν τῆς πίστεως οἰκίαν» ἕστηκεν ἑδραῖος καὶ ἀσφαλὴς ἀπὸ τῆς τούτων ἀπάτης διαμένων· ὁ δὲ ἁπλοῦς, ὡς προεῖπον, καὶ μὴ κατηχηθεὶς ἀσφαλῶς, ὁ τοιοῦτος τὰ λεγόμενα μόνον σκοπῶν καὶ μὴ τὴν διάνοιαν θεωρῶν εὐθὺς ὑποσύρεται ταῖς ἐκείνων μεθοδείαις. διὰ τοῦτο καλόν ἐστι καὶ ἀναγκαῖον εὔχεσθαι λαμβάνειν «χάρισμα διακρίσεως πνευμάτων», ἵν’ ἕκαστος γινώσκῃ κατὰ τὴν Ἰωάννου παραγγελίαν, τίνας μὲν ἀποβάλλειν ὀφείλει, τίνας δὲ προσλαμβάνεσθαι ὡς φίλους καὶ τῆς αὐτῆς ὄντας πίστεως. πολλὰ μὲν οὖν ἄν τις γράψειεν, εἰ βούλοιτο περὶ τούτων ἐπεξεργάσασθαι· πολλὴ γὰρ καὶ ποικίλη τῶν αἱρέσεων ἡ ἀσέβεια καὶ ἡ κακοφροσύνη φανήσεται καὶ δεινὴ λίαν ἡ τῶν ἀπατώντων πανουργία. ἐπειδὴ δὲ ἡ θεία γραφὴ πάντων ἐστὶν ἱκανωτέρα, τούτου χάριν τοῖς βουλομένοις τὰ πολλὰ περὶ τούτων γινώσκειν συμβουλεύσας ἐντυγχάνειν τοῖς θείοις λόγοις αὐτὸς τοίνυν τὸ κατεπεῖγον ἐσπούδασα δηλῶσαι, διὸ μάλιστα καὶ οὕτως ἔγραψα.