Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἱστορία περὶ Μελχισεδέκ

Μέγας Αθανάσιος

Καταποντισμός της πόλεως και άσκηση στο όρος Θαβώρ

Η προσευχή του Μελχισεδέκ για την αποτροπή των θυσιών, η θεϊκή τιμωρία των ασεβών με τον καταποντισμό της πόλεως και η εν συνεχεία επιτέλεση αυστηρής άσκησης στο όρος Θαβώρ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

Σαλὴμ δὲ ἡ μήτηρ τοῦ Μελχισεδὲκ, καθημένη ἐν τῷ οἴκῳ αὐτῆς, ἀνεβόησε φωνῇ μεγάλῃ καὶ λέγει τῷ Μελχισεδέκ· Οὐ κλαίεις τὸν ἀδελφόν σου, ὅτι μετὰ τοσοῦτον κάματον ἀπέρχεται σφαγῆναι; Καὶ ταῦτα ἀκούσας παρ᾽ αὐτῆς ἔκλαυσε, καὶ λέγει τῇ μητρὶ αὐτοῦ· Ἕως τῶν ὧδε χρείαν ἔχω· καὶ ἀναστὰς, ἀνῆλθεν ἐν τῷ ὄρει Θαβώρ.

Καὶ ἡ μήτηρ αὐτοῦ ἀναστᾶσα, ἀπῆλθεν ἐν τῷ ναῷ τῶν εἰδώλων, ἰδέσθαι τὸν ἑαυτῆς υἱὸν, πρὶν ἢ σφαγῆναι, καὶ ὅλον τὸ γένος αὐτῆς. Ἀνελθὼν δὲ Μελχισεδὲκ εἰς τὸ ὄρος Θαβὼρ, κλίνας τὰ γόνατα, εἶπεν· Ὁ Θεὸς ὁ τῶν ὅλων Κύριος, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, σὲ ἐπικαλοῦμαι τὸν μόνον ἀληθινὸν Θεὸν, ἐπάκουσόν μου τῇ ὥρᾳ ταύτῃ, καὶ πρόσταξον, ἵνα ὅσοι παρεγένοντο ἐπὶ τῇ θυσίᾳ τοῦ ἀδελφοῦ μου Μελχὶ, ὁ τόπος ᾅδης γένηται, καὶ καταπίῃ αὐτούς. Καὶ ἐπήκουσεν ὁ Θεὸς τοῦ Μελχισεδὲκ, καὶ εὐθέως ἔχανεν ἡ γῆ, καὶ κατέπιεν αὐτοὺς καὶ πᾶσαν φυλὴν τοῦ Μελχὶ, σὺν πάσῃ τῇ πόλει· καὶ οὔτε ἄνθρωπος, οὐ βωμὸς, οὐ ναὸς, οὐκ ἄλογον, οὔτε τις κτίσις τῆς πάσης πόλεως ἔμεινεν, ἀλλὰ πάντα ἐχανώθη. Κατῆλθε δὲ ὁ Μελχισεδὲκ ἀπὸ τοῦ ὄρους Θαβὼρ, καὶ ἰδὼν, ὅτι ἐπήκουσεν αὐτοῦ ὁ Θεὸς, ἐν φόβῳ μεγάλῳ πάλιν ὑπέστρεψεν εἰς τὸ ὄρος, καὶ ἐν τῷ δασεῖ τῆς ὕλης ἐλθὼν, ἐμόνασεν ἐκεῖ ἔτη ἑπτά· γυμνὸς ὡς ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ ἐξῆλθεν· καὶ ἐγένοντο οἱ ὄνυχες αὐτοῦ σπιθαμήσιοι, καὶ αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ ἕως τῆς ὀσφύος αὐτοῦ, καὶ ὁ νῶτος αὐτοῦ ἐγένετο ὡσεὶ δέρμα χελώνης. Ἡ δὲ τροφὴ αὐτοῦ ἀκρόδρυα ἦν, καὶ ὁ ποτὸς αὐτοῦ δρόσος, ὃν ἔλειχε. Καὶ μετὰ τὰ ἑπτὰ ἔτη φωνὴ ἦλθε τῷ Ἀβραὰμ, λέγουσα, Ἀβραὰμ, Ἀβραάμ. Καὶ εἶπεν Ἀβραάμ· Ὁ Κύριός μου.