Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἱστορία τῶν Ἀρειανῶν

Μέγας Αθανάσιος

Η στάση των πιστών και η προτροπή προς τον ορθόδοξο λαό

Η συμπαιγνία των Μελιτιανών, ο θρήνος του λαού, η γενναιότητα των ομολογητών επισκόπων και η τελική δοξολογική προτροπή για απομάκρυνση από την αίρεση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 10 από 11

Εὔκολον δὲ τοῦτο Μελιτιανοῖς ἦν τὸ πρόβλημα. οἱ γὰρ πλεῖστοι, μᾶλλον δὲ οἱ πάντες οὐκ ἀπὸ θεοσεβοῦς ἀγωγῆς εἰσιν οὐδὲ γινώσκουσι τὴν εἰς Χριστὸν ὑγιαίνουσαν πίστιν, οὐδ᾽ ὅλως τίς ἐστι Χριστιανισμὸς, ἢ ποίας ἔχομεν ἡμεῖς οἱ Χριστιανοὶ γραφάς. οἱ μὲν γὰρ αὐτῶν ἐξ εἰδώλων ἐλθόντες, οἱ δὲ ἐκ τοῦ βουλευτηρίου καὶ τῆς πρώτης πολιτείας διὰ τὴν ταλαίπωρον ἀλειτουργησίαν καὶ προστασίαν πείσαντές τε χρήμασι τοὺς πρὸ αὐτῶν Μελιτιανοὺς εἰς τοῦτο παρῆλθον, καὶ πρὶν κατηχηθῶσιν. εἰ δὲ καὶ ἔδοξαν, ποία κατήχησις παρὰ Μελιτιανοῖς ἐστιν; ὅμως οὐδὲ δόξαντες κατηχεῖσθαι ἦλθον ἅμα, καὶ εὐθὺς ὥσπερ παῖδες ὄνομα λαβόντες ἐκλήθησαν ἐπίσκοποι. καὶ διὰ τοῦτο τοιοῦτοι ὄντες οὐδὲν ἡγήσαντο τὸ πρᾶγμα οὐδὲ διαφέρειν εὐσέβειαν ἀσεβείας ἐνόμισαν. προθύμως γοῦν καὶ ταχέως ἐκ Μελιτιανῶν Ἀρειανοὶ γεγόνασιν. ἂν δὲ καὶ ἕτερόν τι προστάξῃ βασιλεύς, καὶ εἰς τοῦτο πάλιν εἰσὶν ἕτοιμοι μεταβάλλεσθαι. ἡ γὰρ τῆς εὐσεβείας ἄγνοια ταχέως ἐπὶ τὴν συνήθη καὶ τὴν ἐξ ἀρχῆς ἣν μεμαθήκασιν ἀφροσύνην καταφέρει τούτους. καὶ γὰρ οὐδέν ἐστιν αὐτοῖς «ἀνέμῳ παντὶ καὶ κλύδωνι περιφέρεσθαι», ἕως μόνον εἰσὶν ἀλειτούργητοι καὶ προστασίαν ἀνθρωπίνην ἔχουσι, τάχα δὲ οὐδὲ μεταβάλλεσθαι, οἷοι καὶ πρὸ τούτου ἦσαν, καὶ οἷοι ἦσαν, ὅτε πάλιν Ἕλληνες ἐτύγχανον.

ἀμέλει τοιοῦτοι τὸν τρόπον ὄντες εὔκολοι καὶ νομίζοντες πολιτείαν βουλῆς εἶναι τὴν ἐκκλησίαν καὶ τὰ τῶν εἰδώλων φρονοῦντες ὥσπερ ἔθνη εἰσελθόντες εἰς «τὸ καλὸν ὄνομα» τοῦ σωτῆρος ἐμίαναν τὴν Αἴγυπτον πᾶσαν, ποιήσαντες κἂν ὅλως ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ᾽ ἐσπούδασαν καὶ ταύτῃ φθόνον ἐπαγαγεῖν οἱ δυσσεβεῖς, μᾶλλον δὲ οὐκ αὐτοί, ἀλλ᾽ ὁ κινήσας αὐτοὺς διάβολος, ἵν᾽ ἐλθὼν ὁ τούτου κῆρυξ ἀντίχριστος εὕρῃ καὶ ἐν τῇ Αἰγύπτῳ τὰς ἐκκλησίας ἑαυτοῦ γενομένας τούς τε Μελιτιανοὺς προκατηχηθέντας ἤδη τὰ ἐκείνου καὶ ἐπιγνῷ ἑαυτὸν ἐν ἐκείνοις ἤδη μορφωθέντα.

Τοιοῦτον μὲν οὖν ἐστι τὸ ἐξελθὸν παρὰ Κωνσταντίου παράνομον πρόσταγμα, τῶν δὲ λαῶν προθυμία μὲν ἦν εἰς μαρτύριον καὶ μᾶλλον μῖσος κατὰ τῆς ἀσεβεστάτης αἱρέσεως, πένθος δὲ ὅμως διὰ τὰς ἐκκλησίας καὶ στεναγμὸς παρὰ πάντων βοώντων πρὸς τὸν κύριον· ’«φεῖσαι, κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος» τοῖς ἐχθροῖς σου, ἀλλὰ καὶ τάχυνον τοῦ ἐξελέσθαι ἡμᾶς ἐκ χειρὸς ἀνόμων. ἰδοὺ γὰρ τῶν μέν σου θεραπόντων οὐκ ἐφείσαντο, τῷ δὲ ἀντιχρίστῳ τὴν ὁδὸν παρασκευάζουσιν‘. οὐ γὰρ ἀντιστήσονταί ποτε Μελιτιανοὶ τούτῳ οὐδὲ φροντίσουσι περὶ ἀληθείας οὐδὲ ἀρνήσασθαι τὸν Χριστὸν φαῦλον ἡγήσονται, ἄνθρωποι μηδόλως γνησίως προσελθόντες τῷ λόγῳ, πρὸς πάντα κατὰ τὸν χαμαιλέοντα σχηματιζόμενοι καὶ μισθωτοὶ τῶν ἀνυόντων αὐτῶν τὴν χρείαν γιγνόμενοι. οὐ γὰρ πρὸς τὴν ἀλήθειαν ἔχουσι τὸν σκοπόν, ἀλλὰ ταύτης τὴν παραυτίκα προκρίνουσιν ἡδονήν, καὶ μόνον λέγουσι· «φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν».

τῶν μὲν οὖν ὑποκριτῶν [πικριτιανῶν ἀντὶ Μελιτιανῶν] ἡ πρόθεσις τοιαύτη καὶ ὁ τρόπος ἄπιστος· οἱ δὲ πιστοὶ δοῦλοι τοῦ σωτῆρος καὶ ἀληθῶς ἐπίσκοποι, οἱ γνησίως πιστεύσαντες καὶ μὴ ἑαυτοῖς, ἀλλὰ τῷ κυρίῳ ζῶντες, οὗτοι πιστῶς εὐσεβοῦντες εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ γιγνώσκοντες, καθὰ προεῖπον, ὡς κατὰ τῆς ἀληθείας προφάσεις εἰσὶ ψευδεῖς καὶ φανερῶς ἐπλάσθησαν διὰ τὴν ἀρειανὴν αἵρεσιν· καὶ γὰρ καὶ ἐκ τῆς Οὐρσακίου καὶ Οὐάλεντος μετανοίας κατεμάνθανον τὴν κατὰ Ἀθανασίου συντεθεῖσαν συκοφαντίαν, ἵνα αὐτὸν μὲν ἐκποδὼν ἄρωσι, τὴν δὲ ἀσέβειαν τῶν χριστομάχων εἰς τὰς ἐκκλησίας εἰσάξωσι—ταῦτα συνορῶντες ὡς ἀληθείας ὄντες ὑπέρμαχοι καὶ κήρυκες ὑβρισθῆναι καὶ ἐξορισθῆναι μᾶλλον εἵλοντο καὶ ὑπέμειναν ἢ κατ᾽ αὐτοῦ ὑπογράψαι καὶ τοῖς Ἀρειομανίταις κοινωνῆσαι. οὐ γὰρ ἐπελάθοντο ἃ ἐδίδαξαν, ἀλλὰ καὶ μᾶλλον γιγνώσκουσιν, ὡς τοῖς μὲν προδόταις ἀτιμία πολλή, τοῖς δὲ ὁμολογοῦσι τὴν ἀλήθειαν βασιλεία οὐρανῶν.

καὶ τοῖς μὲν ὀλιγώροις καὶ φοβηθεῖσι Κωνστάντιον οὐδὲν ἔσται ἀγαθόν, τοῖς δὲ ὑπομείνασι τὰς ὧδε θλίψεις, ὡς ἐκ χειμῶνος ναύταις εὔδιος λιμήν, ὡς ἀθληταῖς μετὰ τὸν ἀγῶνα στέφανος, οὕτω καὶ αὐτοῖς μεγάλη καὶ αἰώνιος χαρὰ καὶ εὐφροσύνη ἐν τοῖς οὐρανοῖς γενήσεται, οἵαν ἔσχεν Ἰωσὴφ μετὰ τὰς θλίψεις ἐκείνας, οἵαν ὁ μέγας Δανιὴλ μετὰ τοὺς πειρασμοὺς καὶ τὰς πολλὰς ἐπιβουλὰς τῶν βασιλικῶν, οἵαν ἔχει νῦν ὁ Παῦλος στεφανούμενος ὑπὸ τοῦ σωτῆρος, οἵαν προσδοκῶντες καὶ οἱ πανταχοῦ τοῦ θεοῦ λαοὶ ταῦτα βλέποντες οὐκ ἠσθένησαν τῇ προαιρέσει, ἀλλὰ μᾶλλον ἐνεδυναμώθησαν τῇ πίστει καὶ πλέον ηὔξησαν τὴν προθυμίαν. πληροφορηθέντες γὰρ ὑπὲρ τῆς συκοφαντίας καὶ ἀσεβείας τῶν αἱρετικῶν καταγινώσκουσι μὲν τοῦ διώκοντος, συντρέχουσι δὲ τοῖς διωκομένοις τῇ γνώμῃ καὶ τῇ ὁμοφροσύνῃ, ἵνα καὶ αὐτοὶ τὸν τῆς ὁμολογίας ἀπολάβωσι στέφανον.

Πολλὰ μὲν οὖν ἄν τις δύναιτο λέγειν κατὰ τῆς μυσαρᾶς καὶ χριστομάχου ταύτης αἱρέσεως, πολλὰ δὲ καὶ ἀποδείξειεν ἄν τις εἶναι προοίμια τοῦ ἀντιχρίστου τὰ ἐπιτηδεύματα Κωνσταντίου. ἐπειδὴ δὲ, ὡς εἶπεν ὁ προφήτης, «ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐδέν ἐστιν εὔλογον ἐν αὐτῇ», παντὸς δὲ ῥύπου καὶ πάσης ἀσεβείας πεπλήρωται, ὥστε καὶ μόνον ἐξ ἀκοῆς φευκτέαν αὐτὴν εἶναι, ὡς ἐξέραμα κυνὸς καὶ δρακόντων ἰόν, ἔστι δὲ καὶ Κοστύλλιος ἐκ φανεροῦ τὴν εἰκόνα φέρων τοῦ ἀντικειμένου. ἵνα μὴ μακρὸς ὁ λόγος γένηται, διὰ τοῦτο καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τοῦτο· «ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅψησθε, ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου».

τοῦτο γὰρ πρὸς διδασκαλίαν ἀρκεῖ πᾶσιν, ἵν᾽, εἰ μέν τις ἠπατήθη παρ᾽ αὐτῶν ἐξελθὼν ὡς ἀπὸ Σοδόμων, μηκέτι πρὸς αὐτοὺς ἐπιστρέψῃ, μήποτε πάθῃ τὰ τῆς γυναικὸς τοῦ Λώτ, εἰ δέ τις καθαρὸς ἐξ ἀρχῆς ἀπὸ τῆς ἀσεβοῦς ταύτης αἱρέσεως διέμεινεν, ἔχῃ τὸ καύχημα ἐν Χριστῷ λέγων· «οὐκ ἐξεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον» οὐδὲ «προσεκυνήσαμεν τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν» οὐδὲ «ἐλατρεύσαμεν τῇ κτίσει παρὰ σὲ τὸν κτίσαντα» τὰ πάντα θεὸν διὰ τοῦ σοῦ λόγου τοῦ μονογενοῦς υἱοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ σοὶ τῷ πατρὶ καὶ σὺν αὐτῷ τῷ λόγῳ ἐν πνεύματι ἁγίῳ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. (Ἀθανασίου ἐπισκόπου πρὸς τοὺς ἁπανταχοῦ μοναχοὺς περὶ τῶν γεγενημένων παρὰ τῶν Ἀρειανῶν ἐπὶ Κωνσταντίου, οὗτος ὁ λόγος διόλου κατὰ Κωνσταντίου συντέτακται τῷ πάπᾳ)