Ἔργον
Μέγας Αθανάσιος – Ἱστορία τῶν Ἀρειανῶν
Η επιστολή και τα παθήματα του Οσίου Κορδούης
Η θαρραλέα επιστολή του Οσίου προς τον αυτοκράτορα με την οποία υπερασπίζεται την ανεξαρτησία της Εκκλησίας, και η επακόλουθη εξορία του στο Σίρμιο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η επιστολή και τα παθήματα του Οσίου Κορδούης
Η θαρραλέα επιστολή του Οσίου προς τον αυτοκράτορα με την οποία υπερασπίζεται την ανεξαρτησία της Εκκλησίας, και η επακόλουθη εξορία του στο Σίρμιο.
Τοιαῦτα δὲ καὶ τοσαῦτα ποιήσαντες οἱ δυσσεβεῖς οὐδὲν ἐνόμιζον πεποιηκέναι, ἕως ὁ μέγας Ὅσιος ἀπείρατος ἦν αὐτῶν τῆς πονηρίας. καὶ γὰρ καὶ κατὰ τοῦ τηλικούτου γέροντος ἐκτεῖναι τὴν μανίαν ἑαυτῶν ἐσκέψαντο. καὶ οὔθ᾽ ὅτι πατήρ ἐστι τῶν ἐπισκόπων ᾐσχύνθησαν, οὔθ᾽ ὅτι γέγονεν ὁμολογητὴς ηὐλαβήθησαν, οὔτε τὸν χρόνον τῆς ἐπισκοπῆς, ὅτι ἑξήκοντα ἔτη καὶ πλεῖον ἔχει ἐν αὐτῇ, ᾐδέσθησαν, ἀλλὰ πάντα ἐξουθένουν καὶ πρὸς μόνην τὴν αἵρεσιν ἔβλεπον, ἄνθρωποι ἀληθῶς «μήτε τὸν θεὸν φοβούμενοι μήτε ἄνθρωπον ἐντρεπόμενοι». προσελθόντες τοίνυν Κωνσταντίῳ τοιούτοις πάλιν ἐχρήσαντο ῥήμασι· ‘πάντα μὲν πεποιήκαμεν καὶ ἐξωρίσαμεν τὸν Ῥωμαίων ἐπίσκοπον, ἐξωρίσαμεν δὲ καὶ πρὸ αὐτοῦ πλείστους ὅσους ἐπισκόπους, πάντα τε τόπον φόβου πεπληρώκαμεν· ἀλλ᾽ εἰς οὐδὲν ἡμῖν ἐστι τὰ τηλικαῦτά σου ἔργα οὐδὲ κατώρθωται ὁτιοῦν ἡμῖν, ἕως Ὅσιος περιλείπεται. ἐκείνου γὰρ ὄντος ἐν τοῖς ἰδίοις καὶ πάντες ἐν ταῖς ἰδίαις ἐκκλησίαις εἰσίν, ἱκανός ἐστιν ἐν λόγῳ καὶ πίστει πείθειν πάντας καθ᾽ ἡμῶν. οὗτος καὶ συνόδων καθηγεῖται καὶ γράφων ἀκούεται πανταχοῦ· οὗτος καὶ τὴν ἐν Νικαίᾳ πίστιν ἐξέθετο καὶ τοὺς Ἀρειανοὺς ἐκήρυξεν αἱρετικοὺς εἶναι πανταχοῦ. ἂν τοίνυν οὗτος μείνῃ, περιττὸς ὁ τῶν ἑτέρων ἐξορισμὸς γέγονεν· ἡ γὰρ αἵρεσις ἡμῶν ἐκποδὼν γίγνεται. ἄρξαι τοίνυν καὶ τοῦτον διώκειν καὶ μὴ φείσῃ, κἂν ἀρχαῖος ᾖ.
καὶ γὰρ ἡ αἵρεσις ἡμῶν οὐκ οἶδεν οὐδὲ γερόντων τιμᾶν πολιάν’.
Ταῦτα ἀκούων οὐκ ἐμέλλησε βασιλεύς, ἀλλ᾽ εἰδὼς τὸν ἄνθρωπον καὶ τὸ ἱκανὸν τοῦ γέροντος γράφει καὶ κελεύει τοῦτον ἐλθεῖν πρὸς αὐτόν, ἡνίκα καὶ Λιβέριον κατὰ τὴν ἀρχὴν ἐπείραζεν. ἐλθόντα δὴ οὖν αὐτὸν ἠξίου καὶ προέτρεπε τὰ συνήθη λέγων, οἷς δὴ καὶ τοὺς ἄλλους ἀπατᾶν ἐνόμιζεν, ἵνα καθ᾽ ἡμῶν μὲν γράψῃ, πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔχῃ τὴν κοινωνίαν. ὁ δὲ γέρων καὶ τὴν ἀκοὴν ἀηδῶς ἐνέγκας καὶ λυπηθείς, ὅτι κἂν ὅλως ἐφθέγξατό τι τοιοῦτον, ἐπιπλήξας καὶ πείσας αὐτὸν ἀνεχώρησεν εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν ἑαυτοῦ. ἀλλὰ τῶν αἱρετικῶν ἀποδυρομένων καὶ πάλιν παροξυνόντων (εἶχε δὲ καὶ τοὺς εὐνούχους ὑπομιμνήσκοντας καὶ μᾶλλον παροξύνοντας) γράφει λοιπὸν βασιλεὺς μετὰ ἀπειλῆς. καὶ ὑβρίζεται μὲν ὁ Ὅσιος, οὐ κινεῖται δὲ διὰ τὸν φόβον τῆς ἐπιβουλῆς, ἀλλ᾽ ἑστηκὼς τῷ φρονήματι καὶ ἐπὶ τὴν πέτραν οἰκοδομήσας ἑαυτοῦ τὴν τῆς πίστεως οἰκίαν ἐπαρρησιάζετο κατὰ τῆς αἱρέσεως ῥανίδας καὶ πνοὰς ἀνέμων ἡγούμενος τὰς ἐκ τῶν γραμμάτων ἀπειλάς. πολλάκις γοῦν γράψαντος Κωνσταντίου καὶ τὰ μὲν κολακεύοντος ὡς πατέρα, τὰ δὲ ἀπειλοῦντος καὶ τοὺς ἐξορισθέντας ὀνομάζοντος καὶ λέγοντος· ‘ἔτι σὺ μόνος τυγχάνεις ὁ κατὰ τῆς αἱρέσεως; πείσθητι καὶ γράψον κατὰ Ἀθανασίου. ὁ γὰρ κατ᾽ ἐκείνου γράφων πάντως τὰ Ἀρειανῶν μεθ᾽ ἡμῶν φρονήσει’.
οὐ κατορρωδήσας ὁ Ὅσιος, ἀλλὰ καὶ πάσχων ὕβρεις ἔγραψε καὶ αὐτὸς τοιαῦτα, καὶ τὴν ἐπιστολὴν ἀνέγνωμεν, καὶ ἔστιν ἐν τῷ τέλει γεγραμμένη. ... Ἐγὼ μὲν ὡμολόγησα καὶ τὸ πρῶτον, ὅτε διωγμὸς γέγονεν ἐπὶ τῷ πάππῳ σου Μαξιμιανῷ. εἰ δὲ καὶ σύ με διώκεις, ἕτοιμος καὶ νῦν πᾶν ὁτιοῦν ὑπομένειν ἢ ἐκκενοῦν ἀθῶον αἵμα καὶ προδιδόναι τὴν ἀλήθειαν, σὲ δὲ οὐκ ἀποδέχομαι τοιαῦτα γράφοντα καὶ ἀπειλοῦντα. παῦσαι τοῦ τοιαῦτα γράφειν καὶ μὴ φρόνει τὰ Ἀρείου, μηδὲ ἄκουε τῶν ἀνατολικῶν μηδὲ πίστευε τοῖς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα. ἃ γὰρ ἐκεῖνοι λέγουσιν, οὐ δι᾽ Ἀθανάσιον φθέγγονται, ἀλλὰ διὰ τὴν ἰδίαν αἵρεσιν. πίστευέ μοι, Κωνστάντιε, πάππος εἰμί σου καθ᾽ ἡλικίαν. ἐγενόμην αὐτὸς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ, ὅτε σύ τε καὶ ὁ μακαρίτης ἀδελφός σου Κώνστας πάντας ἡμᾶς συνήγαγε. καὶ δι᾽ ἐμαυτοῦ τοὺς ἐχθροὺς Ἀθανασίου προσεκαλεσάμην ἐλθόντας αὐτοὺς εἰς τὴν ἐκκλησίαν, ἐν ᾗ ᾤκουν ἐγώ, ἵν᾽, εἴ τι ἔχοιεν κατ᾽ αὐτοῦ, λέγωσιν, ἐπαγγειλάμενος αὐτοῖς θαρρεῖν καὶ μὴ ἄλλο τι προσδοκᾶν ἢ ὀρθὸν τὸ κριτήριον ἐπὶ πᾶσιν ἔσεσθαι.
τοῦτο δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον ἐποίησα προτρέπων, εἰ μὴ θέλοιεν ἐπὶ πάσης τῆς συνόδου, κἂν ἐπ᾽ ἐμοῦ μόνου, ἐπαγγειλάμενος πάλιν ὅτι, ἂν μὲν ὑπεύθυνος δειχθῇ, πάντως ἀποβληθήσεται καὶ παρ᾽ ἡμῶν, ἂν δὲ ἀναίτιος εὑρεθῇ καὶ ἐλέγξῃ συκοφάντας ὑμᾶς, εἰ παραιτεῖσθε τὸν ἄνθρωπον, ἐγὼ μετ᾽ ἐμαυτοῦ πείθω τὸν Ἀθανάσιον ἐλθεῖν εἰς τὰς Σπανίας. καὶ ὁ μὲν Ἀθανάσιος ἐπὶ τούτοις ἐπείθετο καὶ οὐκ ἀντέλεγεν, ἐκεῖνοι δὲ πρὸς πάντα μὴ θαρροῦντες ἴσως ἀνένευον. ἐγένετο δὲ πάλιν ὁ Ἀθανάσιος εἰς τὸ σὸν στρατόπεδον, ἡνίκα μετεπέμψω γράψας αὐτῷ, καὶ παρόντας ἐν αὐτῇ τῇ Ἀντιοχείᾳ τοὺς ἐχθροὺς κληθῆναι πάντας ἢ ἕκαστον αὐτῶν ἠξίωσεν, ἵν᾽ ἢ ἐλέγξωσιν ἢ ἐλεγχθῶσι, καὶ ἵνα ἢ παρόντα δείξωσιν οἷον λέγουσιν ἢ ἀπόντα μὴ διαβάλλωσι. καὶ οὔτε σὺ λέγοντος ἠνέσχου, ἀλλὰ κἀκεῖνοι παρῃτήσαντο. τί τοίνυν ἀκούεις ἔτι τῶν κακολογούντων αὐτόν; πῶς ἀνέχῃ Οὐάλεντος καὶ Οὐρσακίου, καίτοι μετανοησάντων αὐτῶν καὶ ἐγγράφως αὐτῶν ὁμολογησάντων τὴν συκοφαντίαν; ὡμολόγησαν γὰρ οὐ βίαν παθόντες, ὡς αὐτοὶ προφασίζονται, οὐ στρατιωτῶν ἐπικειμένων, οὐκ εἰδότος τοῦ ἀδελφοῦ σου (οὐκ ἐγίγνετο γὰρ παρ᾽ αὐτῷ τοιαῦτα, οἷα νῦν γίγνεται, μὴ γένοιτο), ἀλλ᾽ αὐτοὶ θέλοντες ἑαυτοῖς ἀνῆλθον εἰς τὴν Ῥώμην καὶ τοῦ ἐπισκόπου καὶ τῶν πρεσβυτέρων παρόντων ἔγραψαν. γράψαντες πρότερον καὶ Ἀθανασίῳ φιλικὴν καὶ εἰρηνικὴν ἐπιστολήν.
εἰ δὲ βίαν προφασίζονται, καὶ τοῦτο γιγνώσκουσι κακόν, οὐκ ἀποδέχῃ δὲ οὐδὲ σύ. παῦσαι τοῦ βιάζεσθαι καὶ μήτε γράφε μήτε πέμπε κόμητας. ἀλλὰ καὶ τοὺς ἐξορισθέντας ἀπόλυσον, ἵνα μὴ βίαν αἰτιωμένου σου μείζονας βίας ἐκεῖνοι ποιῶσι. τί γὰρ τοιοῦτον γέγονε παρὰ Κώνσταντος; τίς ἐπίσκοπος ἐξωρίσθη; πότε κρίσεως ἐκκλησιαστικῆς μέσος γέγονε; ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνεις, φοβήθητι τὴν ἡμέραν τῆς κρίσεως, φύλαξον σεαυτὸν εἰς ἐκείνην καθαρόν. μὴ τίθει σεαυτὸν εἰς τὰ ἐκκλησιαστικά, μηδὲ σὺ περὶ τούτων ἡμῖν παρακελεύου, ἀλλὰ μᾶλλον παρ᾽ ἡμῶν σὺ μάνθανε ταῦτα. σοὶ βασιλείαν ὁ θεὸς ἐνεχείρισεν, ἡμῖν τὰ τῆς ἐκκλησίας ἐπίστευσε. καὶ ὥσπερ ὁ τὴν σὴν ἀρχὴν ὑποκλέπτων ἀντιλέγει τῷ διαταξαμένῳ θεῷ, οὕτω φοβήθητι, μὴ καὶ σὺ τὰ τῆς ἐκκλησίας εἰς ἑαυτὸν ἕλκων ὑπεύθυνος ἐγκλήματι μεγάλῳ γένῃ. «ἀπόδοτε», γέγραπται, «τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ». οὔτε τοίνυν ἡμῖν ἄρχειν ἐπὶ τῆς γῆς ἔξεστιν οὔτε σὺ τοῦ θυμιᾶν ἐξουσίαν ἔχεις, βασιλεῦ. ταῦτα μὲν οὖν κηδόμενος τῆς σῆς σωτηρίας γράφω, περὶ δὲ ὧν ἐπέστειλας ταύτης εἰμὶ τῆς γνώμης.
ἐγὼ οὔτε Ἀρειανοῖς συγκατατίθεμαι, ἀλλὰ καὶ τὴν αἵρεσιν αὐτῶν ἀναθεματίζω, οὔτε κατὰ Ἀθανασίου γράφω, ὃν ἡμεῖς τε καὶ ἡ Ῥωμαίων ἐκκλησία καὶ πᾶσα ἡ σύνοδος ἐκαθάρισε. καὶ γὰρ ταῦτα καὶ σὺ συνορῶν μετεπέμψω τὸν ἄνθρωπον καὶ συνεχώρησας αὐτῷ μετὰ τιμῆς εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν ἐπανελθεῖν. τίς τοίνυν γέγονε πρόφασις τῆς τοσαύτης μεταβολῆς; οἱ αὐτοὶ γὰρ ἐχθροὶ οἱ καὶ πρότερον ὄντες καὶ νῦν εἰσιν αὐτοῦ. καὶ ἃ νῦν ψιθυρίζουσιν (οὐ γὰρ παρόντος αὐτοῦ φθέγγονται), ταῦτα καὶ πρὶν μεταπέμψῃ τὸν Ἀθανάσιον κατελάλουν. ταῦτα καὶ ἐλθόντες εἰς τὴν σύνοδον διεθρύλουν καὶ ἀπαιτούμενοι παρ᾽ ἐμοῦ, καθὰ προεῖπον, τὰς ἀποδείξεις οὐκ ἴσχυσαν παρασχεῖν· εἰ γὰρ εἶχον, οὐκ ἂν ἔφυγον οὕτως αἰσχρῶς. τίς οὖν ἔπεισέ σε μετὰ τοσοῦτον χρόνον ἐπιλαθέσθαι τῶν σαυτοῦ γραμμάτων καὶ ῥημάτων; ἐπίσχες καὶ μὴ πείθου κακοῖς ἀνθρώποις, ἵνα μὴ διὰ τὸ πρὸς ἀλλήλους καθῆκον σαυτὸν ὑπεύθυνον ποιήσῃς. ὧδε γὰρ τούτοις καθηκεύεις ἐν δὲ τῇ κρίσει μόνος μέλλεις ἀπολογεῖσθαι. οὗτοι τὸν ἴδιον ἐχθρὸν διὰ σοῦ θέλουσιν ἀδικεῖν καὶ βούλονταί σε διάκονον τῆς ἑαυτῶν πονηρίας γενέσθαι, ἵνα διὰ σοῦ καὶ τὴν μυσαρὰν αἵρεσιν εἰς τὴν ἐκκλησίαν ἐπισπείρωσιν. οὐκ ἔστι δὲ φρόνιμον δι᾽ ἄλλων ἡδονὴν ἑαυτὸν εἰς προῦπτον κίνδυνον ἐμβάλλειν. παῦσαι, παρακαλῶ, καὶ πείσθητί μοι, Κωνστάντιε.
ταῦτα γὰρ πρέπει καὶ ἐμὲ γράφειν καὶ σὲ τούτων μὴ καταφρονεῖν ...
Ταῦτα μὲν ὁ Ἀβραμιαῖος γέρων, ὁ ἀληθῶς Ὅσιος ἐφρόνησέ τε καὶ ἔγραψεν, ὁ δὲ οὔτε τοῦ ἐπιβουλεύειν ἀνεχώρει οὔτε πρόφασιν κατ᾽ αὐτοῦ ζητῶν πέπαυται, ἀλλὰ καὶ ἀπειλῶν ἐπέμενε δεινῶς, ἵνα ἢ βιαζόμενος μεταγάγῃ ἢ μὴ πειθόμενον ἐξορίσῃ. πρόφασιν μὲν οὖν ὥσπερ οἱ τακτικοὶ καὶ σατράπαι τῆς Βαβυλῶνος ζητοῦντες «οὐχ εὕρισκον κατὰ τοῦ Δανιὴλ εἰ μὴ ἐν νόμοις θεοῦ αὐτοῦ», οὕτω καὶ οἱ νῦν σατράπαι τῆς ἀσεβείας οὐδὲ πλάσασθαι κατὰ τοῦ γέροντος ἄλλην ἠδυνήθησαν (πᾶσι γὰρ γνώριμος ἦν ὁ ἀληθῶς Ὅσιος καὶ ὁ τούτου βίος ἀνεπίληπτος), εἰ μὴ τὸ κατὰ τῆς αἱρέσεως μῖσος. διαβάλλουσι τοίνυν καὶ αὐτὸν οὐκέτι ὡς ἐκεῖνον Δαρείῳ (ἀηδῶς γὰρ ἤκουε Δαρεῖος κατὰ τοῦ Δανιήλ), ἀλλ᾽ ὡς Ἰεζάβελ κατὰ τοῦ Ναβουθαὶ καὶ ὡς οἱ Ἰουδαῖοι τῷ Ἡρώδῃ λέγοντες· ‘οὐ μόνον οὐχ ὑπογράφει κατὰ Ἀθανασίου, ἀλλὰ καὶ ἡμᾶς δι᾽ αὐτὸν κατακρίνει καὶ τὴν αἵρεσιν οὕτω μισεῖ, ὡς καὶ ἄλλοις γράφειν θάνατον μᾶλλον ὑπομένειν ἢ προδότας γίγνεσθαι τῆς ἀληθείας. δι᾽ αὐτὴν γὰρ καὶ ὁ ἀγαπητὸς ἡμῶν Ἀθανάσιος διώκεται καὶ Λιβέριος ὁ Ῥωμαίων ἐπίσκοπος καὶ οἱ ἄλλοι πάντες ἐπιβουλεύονται’. ταῦτα ἀκούσας ὁ τῆς ἀσεβείας προστάτης καὶ τῆς αἱρέσεως βασιλεὺς Κωνστάντιος καί, ὅτι μάλιστα καὶ ἕτεροί εἰσι κατὰ τὰς Σπανίας ταυτὰ τῷ Ὁσίῳ φρονοῦντες, πειράσας κἀκείνους ὑπογράψαι καὶ μὴ δυνηθεὶς ἀναγκάσαι μεταπέμπεται τὸν Ὅσιον.
καὶ ἀντὶ ἐξορισμοῦ κατέχει τοῦτον ὅλον ἐνιαυτὸν ἐν τῷ Σερμίῳ οὔτε τὸν θεὸν φοβηθεὶς ὁ ἄθεος οὔτε τοῦ πατρὸς τὴν διάθεσιν, ἣν εἶχε πρὸς τὸν Ὅσιον, αἰδεσθεὶς ὁ ἀνόσιος οὔτε τὸ γῆρας (ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ᾽ ἡμῶν γενόμενος. τοσαύτην γὰρ βίαν πεποίηκε τῷ γέροντι καὶ τοσοῦτον αὐτὸν συνέσχεν, ὡς θλιβέντα αὐτὸν μόγις κοινωνῆσαι μὲν τοῖς περὶ Οὐάλεντα καὶ Οὐρσάκιον, μὴ ὑπογράψαι δὲ κατὰ Ἀθανασίου. ἀλλὰ καὶ οὕτως οὐκ ἠμέλησεν ὁ γέρων, μέλλων γὰρ ἀποθνήσκειν ὥσπερ διατιθέμενος ἐμαρτύρατο τὴν βίαν καὶ τὴν ἀρειανὴν αἵρεσιν ἀνεθεμάτιζε καὶ παρήγγελλε μηδένα ταυτὴν ἀποδέχεσθαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.