Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἱστορία τῶν Ἀρειανῶν

Μέγας Αθανάσιος

Η στρατιωτική επίθεση του Συριανού στην Αλεξάνδρεια

Ο διωγμός ως προοίμιο του αντιχρίστου, η απομόνωση του Αθανασίου, η βίαιη εισβολή του Συριανού στους ναούς και ο θεολογικός έλεγχος των πράξεων του Κωνσταντίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 11

Τίς ταῦτα βλέπων ἢ καὶ μόνον ἀκούων οὐκ ἐξίσταται καὶ αὐτὸς καὶ καταβοήσει πρὸς κύριον λέγων· «μὴ ἆρα εἰς ἐξάλειψιν σὺ ποιήσῃς τὸν Ἰσραήλ;» τίς ταῦτα κατανοῶν οὐκ εὐκαίρως καὶ αὐτὸς ἀναβοήσει λέγων· «ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς» καὶ «ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἡ γῆ ἐπὶ πλεῖον ἔφριξε σφόδρα»; οἱ πατέρες τῶν λαῶν καὶ διδάσκαλοι τῆς πίστεως αἴρονται καὶ οἱ ἀσεβεῖς εἰς τὰς ἐκκλησίας εἰσάγονται. τίς, ὅτε Λιβέριος ὁ ἐπίσκοπος Ῥώμης ἐξωρίσθη καὶ ὁ πατὴρ τῶν ἐπισκόπων ὁ μέγας Ὅσιος, [οὕτω πάσχοντα ἢ τίς] ὁρῶν τοσούτους ἐπισκόπους ἀπὸ τῆς Σπανίας καὶ τῶν ἄλλων μερῶν ἐξοριζομένους οὐκ ἐπέγνω, κἂν ὀλίγην αἴσθησιν ἔχῃ, ὅτι καὶ τὰ κατὰ Ἀθανάσιον καὶ τοὺς ἄλλους προφάσεις εἰσὶ ψευδεῖς καὶ πάντα συκοφαντίας μεστά· τούτου γὰρ χάριν κἀκεῖνοι πάντα παθεῖν ὑπέμειναν συνορῶντες τὴν γενομένην ἐκ συκοφαντίας ἐκείνων ἐπιβουλήν. ἐπεὶ ποῖον ἔγκλημα καὶ Λιβερίῳ; ἢ ποία κατηγορία κατὰ τοῦ γέροντος Ὁσίου; τίς κἂν ἐψεύσατο κατὰ Παυλίνου καὶ Λουκιφέρου καὶ Διονυσίου καὶ Εὐσεβίου; ἢ ποῖον ἁμάρτημα κατὰ τῶν ἄλλων ἐξορισθέντων ἐπισκόπων καὶ πρεσβυτέρων καὶ διακόνων;

οὐκ ἔστι τοῦτο, μὴ γένοιτο, οὐ γὰρ δι᾽ ἐγκλήματα γεγόνασιν αἱ συσκευαὶ οὐδὲ διὰ κατηγορίαν ἕκαστος ἐξωρίσθη, ἀλλ᾽ ἐπανάστασίς ἐστι τῆς ἀσεβείας κατὰ τῆς εὐσεβείας, καὶ σπουδὴ μὲν ὑπὲρ τῆς ἀρειανῆς αἱρέσεως, προοίμια δὲ τῆς τοῦ ἀντιχρίστου παρόδου Κωνσταντίου ταύτην προκατασκευάζοντος ἐκείνῳ.

Μετὰ γὰρ τὸ διαπράξασθαι πάντα, ὅσαπερ ἠθέλησεν εἰς τὰς ἐκκλησίας τὰς ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἄλλα μέρη, μετὰ τὸ τοὺς μὲν ἐξορίσαι, τοὺς δὲ ἀναγκάσαι καὶ πληρῶσαι φόβου τὰ πανταχοῦ λοιπὸν εἰς Ἀλεξάνδρειαν ὥσπερ τι νόσημα τὸν ἑαυτοῦ θυμὸν ἔστρεψεν· ἐγίγνετο δὲ τοῦτο πανούργως παρὰ τῶν χριστομάχων. ἵνα γὰρ φαντασίαν ἔχωσιν ὑπογραφῆς πολλῶν ἐπισκόπων, καὶ ἵνα διωχθεὶς Ἀθανάσιος μὴ ἔχῃ κἂν ἀποδύρεσθαι πρὸς ἐπίσκοπον, διὰ τοῦτο προλαμβάνοντες τὰ πανταχοῦ πεπληρώκασι φόβου. καὶ τοῦτον ἔφεδρον εἰς τὴν ἐπιβουλὴν ἐτήρησαν οὐκ εἰδότες οἱ ἄφρονες ὅτι οὐ προαίρεσιν ἐπισκόπων, ἀλλὰ τὴν παρ᾽ αὐτῶν γενομένην βίαν ἐπεδείκνυντο, καὶ ὅτι, κἂν ἀδελφοὶ καταλείψωσι, κἂν φίλοι καὶ γνώριμοι μακρὰν ἀποστῶσι καὶ μηδεὶς εὑρεθῇ συλλυπούμενος καὶ παρακαλῶν, ἀλλ᾽ ὑπὲρ πάντα μᾶλλον ἡ πρὸς θεὸν ἐξαρκεῖ καταφυγή. μόνος γὰρ ἦν καὶ Ἠλίας διωκόμενος καὶ πάντα καὶ ἐν πᾶσιν ἦν ὁ θεὸς τῷ ἁγίῳ. καὶ τοῦτον δὲ τύπον δέδωκεν ἡμῖν ὁ σωτὴρ καὶ μόνος καταλειφθεὶς ὑπὸ τῶν ἐχθρῶν ἐπεβουλεύετο, ἵνα, κἂν ἡμεῖς διωκόμενοι καταλειφθῶμεν ὑπὸ ἀνθρώπων, μὴ ἐκκακῶμεν, ἄλλ᾽ ἔχωμεν εἰς αὐτὸν τὴν ἐλπίδα καὶ μὴ προδίδωμεν τὴν ἀλήθειαν, ἥτις, κἂν κατὰ τὴν ἀρχὴν θλίβεσθαι δόξῃ, ἀλλ᾽ ὕστερον καὶ οἱ διώκοντες αὐτὴν ἐπιγνώσονται.

Παροξύνουσι τοίνυν καὶ γράφει τὸ πρῶτον βασιλεὺς καὶ πέμπει πρός τε τὸν δοῦκα καὶ τοὺς στρατιώτας ἀπειλήν. νοτάριοί τε Διογένιός τε καὶ Ἱλάριος καὶ παλατῖνοι σὺν αὐτοῖς ἀποστέλλονται. καὶ γέγονε τὰ τοσαῦτα δεινὰ καὶ ὠμὰ κατὰ τῆς ἐκκλησίας, ἃ μικρῷ πρόσθεν δι᾽ ὀλίγων εἴρηται καὶ πάντες ἔγνωσαν, ἐξ ὧν ἔθηκαν οἱ λαοὶ διαμαρτυριῶν, ἃς καὶ ἀναγνῶναι δύναταί τις γραφείσας ἐν τῷ τέλει τούτων. εἶτα μετὰ τὸ γενέσθαι τὰ παρὰ Συριανοῦ, μετὰ τὸ γενέσθαι τὰ τοσαῦτα καὶ τὰς κατὰ τῶν παρθένων ὕβρεις ἀποδεξάμενος τὰ οὕτω καὶ τὰ τοιαῦτα κακὰ γράφει πάλιν τῇ βουλῇ καὶ τῷ δήμῳ τῆς Ἀλεξανδρείας παροξύνων τοὺς νεωτέρους, ἵνα πάντες συνελθόντες ἢ διώξωσιν Ἀθανάσιον ἢ γινώσκοιεν ἐχθροὺς αὐτοῦ τυγχάνειν αὐτούς. αὐτὸς μὲν οὖν καὶ πρὶν ἐλθεῖν ταῦτα, ἐξ οὗ τῇ ἐκκλησίᾳ Συριανὸς ἐπῆλθεν, ἀναχωρήσας ἦν εἰδὼς τὸ γεγραμμένον· «ἀλλ᾽ ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργή», τῶν δὲ γραμμάτων τούτων γίνεται διάκονος Ἡράκλειός τις τῷ ἀξιώματι κόμης προοδεύων τινὸς Γεωργίου τοῦ ἀποστελλομένου παρὰ τοῦ βασιλέως κατασκόπου· οὐ γὰρ ἂν εἴη ἐπίσκοπος ὁ παρ᾽ ἐκείνου πεμπόμενος, μὴ γένοιτο, ὡς καὶ αὐτὰ τὰ γενόμενα καὶ τὰ προοίμια τῆς εἰσόδου δείκνυσι.

Τὰ μὲν οὖν γράμματα προὔθηκε δημοσίᾳ καὶ πολλὴν αἰσχύνην ἐδείκνυον τοῦ γράφοντος. ἐπειδὴ γὰρ, ὡς ἔγραψεν ὁ μέγας Ὅσιος, οὐχ ηὕρισκε πιθανὴν πρόφασιν τῆς ἑαυτοῦ μεταβολῆς, ἐπενόησε πολλῷ καὶ μᾶλλον ἀπρεπεστέραν ἑαυτῷ καὶ τοῖς τούτῳ συμβουλεύσασιν, ἔφησε γάρ· ‘τὴν πρὸς τὸν ἀδελφὸν αἰδούμενος φιλίαν τὸν τῆς θείας καὶ εὐσεβοῦς μνήμης ἐπὶ καιρὸν αὐτῷ τὴν ὡς ὑμᾶς γενέσθαι πάροδον ἠνεσχόμην’. τοῦτο δὲ καὶ τὴν ἐπαγγελίαν ψευσάμενον καὶ πρὸς τὸν ἀδελφὸν μετὰ θάνατον ἀγνώμονα δείκνυσιν. εἶτα ‘θείας καὶ εὐσεβοῦς αὐτὸν μνήμης’ ὡσπεροῦν καὶ ἔστιν ἄξιον ὀνομάζει, οὗ τὴν ἐντολὴν καὶ τὴν ‘φιλίαν 〈αἰδεῖται〉’, ὡς αὐτὸς ἔγραψε, καίτοι, εἰ καὶ διὰ τὸν μακαρίτην Κώνσταντα συγχωρήσας ἦν, ὤφειλε μὴ ἀκαθήκων περὶ τὸν ἀδελφὸν γενέσθαι, ἵν᾽ ὥσπερ τῆς βασιλείας οὕτω καὶ τῆς γνώμης αὐτοῦ κληρονόμος γένηται.

Ἀλλὰ τὸν μὲν Βρετανίωνα καθεῖλεν ἐθελήσας τὸ δίκαιον ἀπαιτεῖν λέγων· ‘τίνι μετὰ θάνατον ἀδελφῶν ἡ κληρονομία γίγνεται;’ διὰ δὲ τὴν μυσαρὰν αἵρεσιν τῶν χριστομάχων οὔτε τὸ δίκαιον οἶδεν, ἀλλὰ καὶ πρὸς τοὺς ἀδελφοὺς ἀκαθήκων γίγνεται· δι᾽ ἣν αἵρεσιν οὐδὲ τοῦ πατρὸς ὁλόκληρον τὴν γνώμην φυλάττειν ἐνενόησεν, ἀλλ᾽ εἰς μὲν τὸ ἀρέσκον τοῖς ἀσεβέσι τοῦτο τηρεῖν ὑποκρίνεται, εἰς δὲ τὸ λυποῦν ἐκείνους οὐκ οἶδεν οὐδὲ τὸ πρὸς τὸν πατέρα σέβας φυλάξαι. ἀπέστειλε μὲν γὰρ ἐκεῖνος τὸν ἐπίσκοπον ἐκ διαβολῆς τῶν περὶ Εὐσέβιον εἰς τὰς Γαλλίας ἐπὶ καιρὸν διὰ τὴν τῶν ἐπιβουλευόντων ὠμότητα—τοῦτο γὰρ ὁ μακαρίτης Κωνσταντῖνος ὁ τούτου ἀδελφὸς μετὰ θάνατον τοῦ πατρὸς ἐδήλωσεν ὡς ἐκ τῶν γραμμάτων αὐτοῦ δείκνυται—, οὐκ ἐπείσθη δὲ τοῖς περὶ Εὐσέβιον ἀποστεῖλαι ὃν ἤθελον ἐπίσκοπον αὐτοί, ἀλλὰ καὶ θέλοντας ἐκώλυσε καὶ ἐπιχειρήσαντας ἐπέσχε μετὰ δεινῆς ἀπειλῆς.

Πῶς οὖν, εἰ τὰ τοῦ ἑαυτοῦ γεννήτορος, ὡς γράφει, φυλάττειν ἤθελεν, ἀπέστειλε τὸ μὲν πρῶτον Γρηγόριον καὶ νῦν δὲ τὸν ταμειοφάγον Γεώργιον; ἢ διὰ τί τοὺς Ἀρειανούς, οὓς ἐκεῖνος Πορφυριανοὺς ὠνόμασε, τούτους οὗτος εἰς τὴν ἐκκλησίαν εἰσαγαγεῖν σπουδάζει καὶ τούτων προιστάμενος ἄλλους ἐξορίζει; εἰ δὲ καὶ ἑώρακεν Ἄρειον ὁ πατὴρ αὐτοῦ, ἀλλ᾽ ἐπιορκήσας Ἄρειος καὶ ῥαγεὶς ἔλυσε τὴν τοῦ πατρὸς φιλανθρωπίαν· καὶ γὰρ καὶ αὐτὸς μαθὼν ὡς αἱρετικοῦ κατέγνω λοιπόν. πῶς δὲ καὶ προφασιζόμενος φροντίζειν τοῦ ἐκκλησιαστικοῦ κανόνος πάντα παρὰ τοῦτον ἐπενόησε πράττειν; ποῖος γὰρ κανὼν ἀπὸ παλατίου πέμπεσθαι τὸν ἐπίσκοπον; ἢ ποῖος κανὼν στρατιώτας ἐπιβαίνειν ἐκκλησίαις; ἢ τίς παραδέδωκε κόμητας καὶ τοὺς ἀλογίστους σπάδοντας κατάρχειν τῶν ἐκκλησιαστικῶν καὶ διατάγματι τὴν κρίσιν τῶν λεγομένων ἐπισκόπων δηλοῦσθαι; πάντα ψεύδεται διὰ τὴν ἀνόσιον αἵρεσιν· καὶ γὰρ παρὰ γνώμην τοῦ πατρὸς καὶ τότε Φιλάγριον τὸ δεύτερον ἔπεμψεν ἔπαρχον καὶ τὰ νῦν γενόμενα γέγονε. καὶ διὰ τὸν ἀδελφὸν δὲ οὐκ ἀληθεύει. καὶ γὰρ καὶ μετὰ τὸν ἐκείνου θάνατον οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ τρίτον ἔγραψε τῷ ἐπισκόπῳ. καὶ πάλιν ἐπηγγείλατο μὴ μεταβάλλεσθαι, ἀλλὰ καὶ θαρρεῖν παρεκελεύσατο, ὥστε παρὰ μηδενὸς αὐτὸν ταράττεσθαι, ἀλλὰ καὶ μένειν ἐν τῇ ἐκκλησίᾳ μετὰ πάσης ἀμεριμνίας.

καὶ ἐντολὰς δὲ δι᾽ Ἀστερίου κόμητος καὶ Παλλαδίου νοταρίου ἔπεμψε Φιλικισσίμῳ τῷ τότε δουκὶ καὶ Νεστορίῳ τῷ ἐπάρχῳ, ἵνα, εἴτε Φίλιππος ὁ ἔπαρχος εἴτε τις ἄλλος ἐπιβουλεύειν Ἀθανασίῳ τολμήσῃ, τοῦτον ἐκεῖνοι κωλύωσι.

Διὰ τοῦτο γὰρ καὶ ὅτε Διογένης ἦλθε καὶ Συριανὸς ἐνήδρευσεν, αὐτοί τε καὶ ἡμεῖς καὶ ὁ λαὸς ἀπῃτοῦμεν γράμματα βασιλέως νομίζοντες, ὅτι, ὥσπερ γέγραπται, «μηδὲν ψεῦδος ἀπὸ στόματος λεγέσθω βασιλεῖ» οὕτω καὶ βασιλεὺς ἐπαγγειλάμενος οὔτε ψεύσεται οὔτε μεταβληθήσεται. πῶς οὖν, εἰ διὰ τὸν ἀδελφὸν συνεχώρησεν, ἔγραψε καὶ μετὰ θάνατον αὐτοῦ; εἰ δὲ καὶ τότε διὰ τὴν ἐκείνου μνήμην ἔγραψε, διὰ τί μετὰ ταῦτα τὸ ὅλον ἠγνωμόνησεν αὐτὸν διώκων τὸν ἄνθρωπον καὶ τοιαῦτα γράφων, ἐν οἷς προφασίζεται μὲν κρίσιν ἐπισκόπων, πράττει δὲ αὐτός, ὡς ἂν αὐτῷ δοκῇ, οὐ λανθάνων ὅμως, ἀλλὰ καὶ ἐγγὺς ἔχων τὸν ἔλεγχον τῆς πανουργίας; εἰ γὰρ ἐπισκόπων ἐστὶ κρίσις, τί κοινὸν ἔχει πρὸς ταύτην βασιλεύς; εἰ δὲ βασιλέως ἐστὶν ἀπειλή, τίς ἐνταῦθα χρεία τῶν λεγομένων ἐπισκόπων; πότε γὰρ ἐκ τοῦ αἰῶνος ἠκούσθη τοιαῦτα; πότε κρίσις ἐκκλησίας παρὰ βασιλέως ἔσχε τὸ κῦρος ἢ ὅλως ἐγνώσθη τοῦτο τὸ κρῖμα; πολλαὶ σύνοδοι πρὸ τούτου γεγόνασι, πολλὰ κρίματα τῆς ἐκκλησίας γέγονεν, ἀλλ᾽ οὔτε οἱ πατέρες ἔπεισάν ποτε περὶ τούτων βασιλέα οὔτε βασιλεὺς τὰ τῆς ἐκκλησίας περιειργάσατο.

Παῦλος ἀπόστολος εἶχε φίλους τοὺς τῆς τοῦ Καίσαρος οἰκίας καὶ γράφων ἠσπάζετο τοὺς Φιλιππησίους ἀπὸ τούτων, ἀλλ᾽ οὐκ εἰς κρίματα τούτους κοινωνοὺς παρελάμβανε. νῦν δὲ θέαμα καινὸν καὶ τοῦτο τῆς ἀρειανῆς αἱρέσεώς ἐστιν εὕρημα. συνῆλθον γὰρ αἱρετικοὶ καὶ βασιλεὺς Κωνστάντιος, ἵνα κἀκεῖνος τὴν ἐπισκόπων ἔχων πρόφασιν τῇ ἐξουσίᾳ καθ᾽ ὧν ἂν ἐθέλοι πράττῃ καὶ διώκων μὴ λέγηται διώκτης. καὶ οὗτοι δὲ τὴν βασιλέως ἔχοντες δυναστείαν ἐπιβουλεύωσιν οἷς ἂν ἐθέλωσι· θέλουσι δὲ τοῖς μὴ ἀσεβοῦσιν ὡς αὐτοί. τοῦτο δὲ ὡς ἐπὶ σκηνῆς ἄν τις ἴδοι κωμῳδούμενον παρ᾽ αὐτοῖς, καὶ τοὺς μὲν λεγομένους ἐπισκόπους ὑποκρινομένους, τὸν δὲ Κωνστάντιον τὰ ἐκείνων ἐνεργοῦντα καὶ πάλιν ἐπαγγελλόμενον μὲν τοῦτον, ὡς Ἡρώδης τῇ Ἡρωδιάδι, τούτους δὲ πάλιν ὀρχουμένους τὰς διαβολὰς ἐπὶ ἐξορισμῷ καὶ θανάτῳ τῶν εἰς τὸν κύριον εὐσεβούντων.

Τίνα οὖν οὐκ ἔβλαψαν διαβάλλοντες; τίνων οὐ γεγόνασιν ἐπίβουλοι οἱ χριστομάχοι; τίνα Κωνστάντιος οὐκ ἐξώρισε κατενεχθέντα παρ᾽ αὐτῶν; πότε καταθυμίως αὐτῶν οὐκ ἤκουσε; καὶ τὸ παράδοξον τίνα πώποτε λέγοντα κατ᾽ ἐκείνων ἐδέξατο καὶ οὐ μᾶλλον λέγοντας ἐκείνους, οἷα κἂν εἴπωσιν, ἀπεδέξατο; ποία ἐκκλησία νῦν μετ᾽ ἐλευθερίας τὸν Χριστὸν προσκυνεῖ; ἄν τε γὰρ εὐσεβὴς ᾖ, κινδυνεύει, ἄν τε ὑποκρίνηται, φοβεῖται. πάντα ὑποκρίσεως καὶ ἀσεβείας, ὅσον εἰς αὐτὸν ἧκε, πεπλήρωκεν. εἰ γὰρ καί πού τίς ἐστιν εὐσεβὴς καὶ φιλόχριστος (εἰσὶ δὲ πανταχοῦ πολλοὶ τοιοῦτοι ὡς οἱ προφῆται καὶ Ἠλίας ὁ μέγας), κρύπτονται, ἄν που καὶ αὐτοὶ ὡς τὸν Ἀβδιοῦ πιστὸν ἄνθρωπον εὕρωσι καὶ ἢ εἰς σπήλαιον καὶ τὰς ὀπὰς τῆς γῆς ἀπέλθωσιν ἢ ἐπ᾽ ἐρημίαις περιερχόμενοι διατρίψωσι. τοιαῦτα γὰρ διαβάλλουσιν οἱ ἄφρονες, οἷα καὶ ἡ Ἰεζάβελ ἐπλάσατο κατὰ τοῦ Ναβουθαὶ καὶ οἱ Ἰουδαῖοι κατὰ τοῦ σωτῆρος, καὶ λοιπὸν ἐκεῖνος προστάτης τῆς αἱρέσεως ὢν τήν τε ἀλήθειαν μεταστρέψαι θέλων ὡς ὁ Ἀχαὰβ τὸν ἀμπελῶνα εἰς κῆπον λαχανίας, ἃ θέλουσιν ἐκεῖνοι πράττει, ἐπεὶ καὶ αὐτὸς ἅπερ ἤθελεν ἤκουσε παρ᾽ αὐτῶν.