Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἱστορία τῶν Ἀρειανῶν

Μέγας Αθανάσιος

Λεηλασίες ναών, βιαιοπραγίες και μαρτύρια των πιστών

Η παράδοση των εκκλησιών στους Αρειανούς, η βεβήλωση ιερών σκευών, οι βασανισμοί γυναικών και φτωχών και ο μαρτυρικός θάνατος κληρικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 11

Οὕτω, καθὰ προεῖπον, τοὺς ἀληθινοὺς ἐπισκόπους, ἐπεὶ μὴ ἠσέβουν ὡς ἤθελεν αὐτός, ἐξώρισεν, οὕτως καὶ κατὰ Ἀθανασίου νῦν ἀπέστειλεν Ἡράκλειον τὸν κόμητα καὶ τὰ μὲν διατάγματα προέθηκε δημοσίᾳ, ἐντολὰς δὲ βασιλέως ἀπήγγειλεν, εἰ μὴ πεισθεῖεν τοῖς γράμμασιν, ἀφαίρεσιν τοῦ ἄρτου καὶ τῶν εἰδώλων ἔσεσθαι καταστροφὴν πολλῶν τε πολιτευτῶν καὶ τῶν ἀπὸ τοῦ δήμου πάντως αἰχμαλωσίαν γενήσεσθαι. εἶτα ταῦτα ἀπειλῶν οὐκ ᾐσχύνθη δημοσίᾳ μεγάλῃ τῇ φωνῇ λέγειν· ‘τὸν μὲν Ἀθανάσιον παραιτεῖται βασιλεύς, τοῖς δὲ Ἀρειανοῖς τὰς ἐκκλησίας παραδοθῆναι ἐκέλευσε’. πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· ‘εἰ Κωνστάντιος αἱρετικὸς γέγονε’; δέον ἐρυθριᾶν, ὁ δὲ μᾶλλον ἠνάγκαζε βουλευτὰς καὶ δημότας ἐθνικοὺς νεωκόρους τῶν εἰδώλων ἐπὶ τούτοις ὑπογράφειν καὶ ὁμολογεῖν, δέχεσθαι ὃν ἂν ἀποστείλῃ βασιλεὺς ἐπίσκοπον. πάνυ γε κανόνας ἐκκλησίας ἐκδικῶν ἐποίει τοῦτο γενέσθαι Κωνστάντιος. ἀντὶ γὰρ ἐκκλησίας τὴν ἀγοράν, ἀντὶ τῶν λαῶν τοὺς νεωκόρους ἀπῄτει γράμματα· ἐγίγνωσκε γὰρ οὐκ ἐπίσκοπον αὐτὸν Χριστιανοῖς, ἀλλά τινα φιλοπράγμονα πέμπειν αὐτοῖς τοῖς γράφουσιν.

Ἕλληνες μὲν οὖν ὥσπερ ὠνούμενοι τῇ ὑπογραφῇ τὴν τῶν εἰδώλων ἑαυτῶν ἀσυλίαν καί τινες τῶν ἐργασιῶν ἄκοντες μέν, ἔγραψαν δὲ ὅμως ὡς περὶ ἡγεμόνος ἢ ἄλλου τινὸς ἀποστελλομένου δικαστοῦ διὰ τὰς παρ᾽ ἐκείνου λεγομένας ἀπειλάς. τί γὰρ ἔμελλον Ἕλληνες ὄντες ποιεῖν ἢ τοῦθ᾽ ὅπερ δοκεῖ τῷ βασιλεῖ; τῶν δὲ λαῶν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ συνελθόντων (τετάρτη γὰρ ἦν σαββάτου) λαμβάνει μεθ᾽ ἑαυτοῦ τῇ ἑξῆς Ἡράκλειος ὁ κόμης τὸν ἔπαρχον τῆς Αἰγύπτου Καταφρόνιον καὶ Φαυστῖνον τὸν καθολικὸν τόν τε Βιθυνὸν αἱρετικὸν ὄντα καὶ παροξύνουσι τῶν ἀγοραίων τοὺς νεωτέρους καὶ σεβομένους εἴδωλα, ταύτην ἐντολὴν εἶναι βασιλέως λέγοντες, ἵν᾽ ἐπέλθωσι τῇ ἐκκλησίᾳ καὶ λιθάσωσι τοὺς λαούς. ἤδη μὲν οὖν ἦσαν οἱ πλεῖστοι τοῦ λαοῦ γενομένης ἀπολύσεως ἐξελθόντες, γυναικῶν δὲ ὀλίγων ἀπομεινασῶν γέγονεν ὡς προσέταξαν. καὶ θέαμα οἰκτρὸν ἦν· ἄρτι γὰρ ἦσαν ἀπὸ τῆς εὐχῆς ὀλίγαι καθεζόμεναι, καὶ γυμνοὶ μετὰ λίθων εὐθὺς καὶ ξύλων ἐπῆλθον οἱ νεώτεροι καὶ τὰς μὲν ἐλίθαζον, τὰ δὲ τῶν παρθένων ἅγια σώματα κατέκοπτον πληγαῖς οἱ ἄθεοι εἷλκόν τε τὰ σκεπάσματα καὶ τὰς κεφαλὰς αὐτῶν ἐγύμνουν καὶ ἀνθελκούσας ἐλάκτιζον τοῖς ποσὶν οἱ δείλαιοι. δεινὰ μὲν οὖν ταῦτα καὶ λίαν ἐστὶ δεινά, ἀλλὰ τὰ μετὰ ταῦτα δεινότερα καὶ πάσης ὕβρεως ἀφορητότερα γέγονεν.

εἰδότες γὰρ τὸ σεμνὸν τῶν παρθένων καὶ τὸ τῆς ἀκοῆς ἄχραντον, καὶ ὅτι μᾶλλον λίθους καὶ ξίφη ἢ τὰ τῆς αἰσχρορημοσύνης φέρειν δύνανται ῥήματα, τούτοις ἐχρῶντο κατ᾽ αὐτῶν ἐπερχόμενοι. Ἀρειανοὶ δὲ ταῦτα τοῖς νεωτέροις ὑπέβαλλον, καὶ γὰρ ἐγέλων τούτων λεγομένων καὶ γιγνομένων. καὶ αἱ μὲν ἅγιαι παρθένοι καὶ ἄλλαι σεμναὶ γυναῖκες ὡς ἀσπίδων δήγματα τὰ τοιαῦτα φθέγματα ἔφευγον, οἱ δὲ χριστομάχοι συνήργουν, τάχα δὲ καὶ συνεφθέγγοντο τοῖς νεωτέροις· καὶ γὰρ ἥδοντο τοῖς παρ᾽ ἐκείνων ἐκβαλλομένοις μετὰ ἀσελγείας ῥήμασιν.

Εἶτα ὡς τὸ ὅλον τῆς ἐντολῆς πληροῦντες (τοῦτο γὰρ ἦν τὸ σπουδαζόμενον, τοῦτο καὶ κόμης καὶ ὁ καθολικὸς παρήγγελλον), ἁρπάσαντες τὰ συμψέλλια καὶ τὸν θρόνον καὶ τὴν τράπεζαν (ξυλίνη γὰρ ἦν) καὶ τὰ βῆλα τῆς ἐκκλησίας τά τε ἄλλα, ὅσα ἠδυνήθησαν, ἐξενέγκαντες ἔκαυσαν ἔμπροσθεν τοῦ πυλῶνος ἐν τῇ πλατείᾳ τῇ μεγάλῃ καὶ λίβανον ἐπέβαλον. ὦ τίς ἀκούσας οὐ δακρύσειε, τάχα καὶ τὴν ἀκοὴν κλείσειεν, ἵνα μηδὲ ἑτέρου λέγοντος ἀνέχηται βλάβην ἡγούμενος καὶ τὸ μόνον ἀκοῦσαί τι τοιοῦτον; τά τε γὰρ εἴδωλα ἑαυτῶν εὐφήμουν καὶ ἔλεγον· ‘Ἕλλην γέγονε Κωνστάντιος καὶ οἱ Ἀρειανοὶ τὰ ἡμῶν ἐπέγνωσαν’. οὐ φροντίζουσι γὰρ οὐδὲ Ἑλληνισμὸν ὑποκρίνασθαι, ἵνα μόνον ἡ αἵρεσις ἔχῃ τὴν σύστασιν. καὶ γὰρ καὶ βοίδιον ἐπαντλοῦν τοὺς κηπευομένους ἐν τῷ Καισαρείῳ τόπους ἐπεχείρησαν ἐπιθῦσαι, καὶ ἔθυσαν ἂν, εἰ μὴ θῆλυ τοῦτο ἦν· τὰ τοιαῦτα γὰρ ἔλεγον μὴ ἐξεῖναι παρ᾽ αὐτοῖς θύεσθαι.

Τοιαῦτα μὲν οὖν οἱ δυσσεβεῖς Ἀρειανοὶ νομίζοντες εἰς ἡμῶν ὕβριν ταῦτα φθάνειν μετὰ τῶν Ἑλλήνων ἔπραττον. θεία δὲ δίκη τὴν πονηρίαν τούτων ἤλεγξε καὶ σημεῖόν τι μέγα καὶ ἐξαίρετον εἰργάσατο δεικνύουσα καὶ διὰ τούτου πᾶσι φανερῶς, ὅτι ὥσπερ ἀσεβοῦντες οὐκ εἰς ἄλλον ἀλλ᾽ εἰς τὸν κύριον τολμῶσιν, οὕτω ταῦτα ποιοῦντες εἰς αὐτοῦ πάλιν ὕβριν ἐπεχείρησαν πρᾶξαι· καὶ τοῦτο μᾶλλον ἐκ τοῦ γενομένου θαύματος φανερωτέραν ἔσχε τὴν ἀπόδειξιν. τῶν ἀσελγῶν γάρ τις νεώτερος εἰσδραμὼν καὶ τολμήσας ἐπεκάθισε τῷ θρόνῳ. καὶ καθίσας διὰ τῶν ῥινῶν τι πορνικὸν ἀπήχησεν ὁ ἄθλιος. εἶτα ἀναστὰς ἐβιάζετο τὸν θρόνον ἀποσπᾶν καὶ πρὸς ἑαυτὸν ἕλκειν, ἠγνόει δὲ καθ᾽ ἑαυτοῦ τὴν δίκην ἐπισπώμενος. ὡς γὰρ οἱ τότε τὴν Ἄζωτον κατοικοῦντες τολμήσαντες ἅψασθαι τῆς κιβωτοῦ, ᾗ κἂν προσβλέψαι θέμις οὐκ ἦν αὐτοῖς, παρ᾽ αὐτῆς εὐθὺς ἀπώλλυντο πρότερον διαφθειρόμενοι ταῖς βασάνοις τὰς ἕδρας, οὕτως καὶ οὗτος ὁ ἄθλιος μόνον ἐτόλμησεν ἕλκειν καί, ὅπερ εἷλκεν εἰς ἑαυτὸν ἐπεσπάσατο, καὶ ὡς ἀντιπεμπούσης τῆς δίκης τὸ ξύλον ἐν αὐτῷ τὴν ἰδίαν κοιλίαν ἔπληξε, καὶ ἀντὶ τοῦ θρόνου τῇ πληγῇ τὰ ἴδια ἐξήνεγκεν ἔντερα, καὶ μᾶλλον ὁ θρόνος ἐκείνου τὸ ζῆν ἀπέσπασεν ἢ αὐτὸς ἀπεσπάσθη παρ᾽ ἐκείνου. ἐξεχύθη γοῦν, ὡς γέγραπται κατὰ τὸν Ἰούδαν, τοῖς σπλάγχνοις καὶ καταπεσὼν ἐβαστάχθη καὶ μετὰ μίαν ἡμέραν ἀπώλετο.

καὶ ἕτερος δὲ μετὰ θαλλῶν εἰσελθὼν καὶ ὡς Ἕλλην κινῶν αὐτὰ τῇ χειρὶ καὶ χλευάζων εὐθὺς ἐσκοτώθη καὶ οὐκ ἔβλεπεν οὐδὲ ἐγίνωσκεν ἔτι λοιπόν, ὅποι γῆς ἐτύγχανε· μέλλων τε καὶ αὐτὸς καταπίπτειν χειραγωγούμενος ὑπὸ τῶν συνόντων καὶ ὑποβασταζόμενος ἐξήρχετο καὶ αὐτός, μόγις μεθ᾽ ἡμέραν διανήψας καὶ οὐ γινώσκων, οὔτε τί πεποίηκεν οὔτε τί πέπονθεν ὁ τολμηρός.

Ταῦτα βλέποντες Ἕλληνες μὲν ἐφοβήθησαν καὶ οὐδὲν πλέον ἐτόλμησαν, Ἀρειανοὶ δὲ οὐδὲ οὕτως ᾐσχύνθησαν, ἀλλ᾽ ὡς Ἰουδαῖοι σημεῖα βλέποντες οὐκ ἐπίστευον οἱ ἄπιστοι. μᾶλλον γὰρ ἐσκληρύνοντο κατὰ τὸν Φαραὼ τὰς ἐλπίδας ἔχοντες καὶ αὐτοὶ κάτω που κειμένας ἐν τῷ βασιλεῖ καὶ ἐν τοῖς εὐνούχοις αὐτοῦ. τοὺς μὲν οὖν Ἕλληνας, μᾶλλον δὲ τῶν Ἑλλήνων τοὺς ἐκβλητοτέρους τὰ προειρημένα ποιεῖν ἐπέτρεπον· εἶχον γὰρ τὸν ὑποκρινόμενον αὐτοῖς τὰ τοιαῦτα καὶ παροξύνοντα τοὺς Ἕλληνας Φαυστῖνον, τὸν καθολικὸν μὲν λεγόμενον, ἀγοραῖον δὲ τὸν τρόπον καὶ ἀσελγῆ τὴν ψυχήν. αὐτοὶ δὲ τὰ ὅμοια τούτοις ἀνεδέξαντο δι᾽ ἑαυτῶν ποιεῖν, ἵν᾽, ὥσπερ τὴν αἵρεσιν ἀπὸ τῶν ἄλλων αἱρέσεων ἀπεμάξαντο, οὕτω καὶ τὴν πονηρίαν μετὰ τῶν ἀσελγεστέρων ἔχωσι μεμερισμένην. τὰ μὲν οὖν ἄλλα δι᾽ ἐκείνων, καθὰ προεῖπον, ἔπραττον, ἃ δὲ δι᾽ ἑαυτῶν ἐπλημμέλουν, πῶς οὐ πᾶσαν ὑπερβάλλει πονηρίαν καὶ παντὸς δημίου νικᾷ κακίαν; ποῖον γὰρ οἶκον οὐκ ἐπόρθησαν; ποίαν οἰκίαν προφάσει τοῦ ἐρευνᾶν οὐ διήρπασαν; ποῖον κῆπον οὐ κατεπάτησαν καὶ τάφον οὐκ ἐπήνοιξαν; πρόφασιν μὲν ὡς Ἀθανάσιον ἐπιζητοῦντες προβαλλόμενοι, τὸ δ᾽ ὅλον ἦν αὐτοῖς σπουδαζόμενον διαρπάζειν καὶ σκυλεύειν τοὺς ἀπαντῶντας. πόσων ἐπεσφραγίσθησαν οἶκοι; πόσων τὰ ἐν ταῖς ξενίαις ἐκδεδώκασι τοῖς ὑπουργοῦσιν αὐτοῖς στρατιώταις; τίς τούτων ἀπείρατος τῆς κακίας γέγονε;

τίς τούτοις ἀπαντήσας οὐκ ἐκρύβη κατὰ τὴν ἀγοράν; τίς διὰ τούτους οὐ καταλείψας τὴν οἰκίαν ἐπὶ τῆς ἐρημίας διῆγε τὴν νύκτα; τίς τούτων χάριν φυλάξαι τὰ ἴδια σπεύδων οὐκ ἀπώλεσε τὰ πλεῖστα; τίς ἄπειρος θαλάττης οὐ μᾶλλον εἵλετο ταύτην καὶ τῶν ταύτης κινδύνων πεῖραν λαβεῖν ἢ τούτους ὁρᾶν ἀπειλοῦντας; πολλοὶ καὶ οἴκους μετῆλθον καὶ μετέστησαν ἀπὸ λαύρας εἰς λαῦραν καὶ ἀπὸ τῆς πόλεως εἰς τὰ προάστεια. πόσοι τε ζημίας πόσας ὑπέστησαν καὶ μὴ ἔχοντες ἐδανείσαντο παρ᾽ ἑτέρων, ἵνα μόνον τὰς ἐπιβουλὰς τούτων ἐκφύγωσι;

Πᾶσι γὰρ φοβεροὺς ἑαυτοὺς ἐδείκνυον καὶ πρὸς πάντας ἠλαζονεύοντο, βασιλέα πᾶσιν ὀνομάζοντες καὶ ἀπειλοῦντες μὲν τὸν ἐκείνου φόβον, ἔχοντες δὲ ὑπουργοὺς εἰς τὴν πονηρίαν τὸν δοῦκα Σεβαστιανόν, Μανιχαῖον ὄντα καὶ ἀσελγῆ νεώτερον, καὶ τὸν ἔπαρχον καὶ τὸν κόμητα καὶ ὑποκριτὴν τὸν καθολικόν. πολλὰς γοῦν παρθένους καταγνούσας αὐτῶν τῆς ἀσεβείας καὶ τὴν ἀλήθειαν ἐπιγνούσας κατήνεγκαν ἀπὸ τῶν οἰκιῶν καὶ ἄλλας περιπατούσας ὕβριζον καὶ ἐποίουν ὑπὸ τῶν παρ᾽ αὐτοῖς νεωτέρων γυμνοῦσθαι τὰς κεφαλὰς αὐτῶν· καὶ γυναιξὶ δὲ ταῖς παρ᾽ αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδόν, αἱ δὲ ὥσπερ μαινάδες καὶ ἐρινύες περιερχόμεναι συμφορὰν ἡγοῦντο τὸ μὴ εὑρίσκειν ἀδικεῖν καὶ τὴν ἡμέραν ἐκείνην μετὰ λύπης διῆγον, ἐν ᾗ μὴ ἠδύναντο κακοποιεῖν. καὶ ὅλως οὕτως ἦσαν πᾶσιν ἄγριοι καὶ πικροὶ ὥστε δημίους φονευτὰς ἀθεμίτους φιλοπράγμονας κακούργους καὶ πάντα μᾶλλον αὐτοὺς ἢ Χριστιανοὺς παρὰ πάντων καλεῖσθαι.

Καὶ γὰρ καὶ τοὺς Σκύθας μιμούμενοι ἥρπασαν Εὐτύχιον ὑποδιάκονον, ἄνδρα καλῶς ὑπηρετοῦντα τῇ ἐκκλησίᾳ, καὶ ποιήσαντες εἰς τὰ νῶτα ταυρείαις ἴσα θανάτῳ κατακοπῆναι ἠξίωσαν εἰς μέταλλον ἀποσταλῆναι, καὶ μέταλλον οὐχ ἁπλῶς, ἀλλ᾽ εἰς τὸ τῆς Φαινώ, ἔνθα καὶ φονεὺς καταδικαζόμενος ὀλίγας ἡμέρας μόγις δύναται ζῆσαι. καὶ τὸ παράδοξον οὐδὲ κἂν ὀλίγας ὥρας ἐπέτρεψαν αὐτὸν θεραπευθῆναι διὰ τὰς πληγάς, ἀλλ᾽ εὐθὺς ἐποίησαν ἀποσταλῆναι φάσκοντες· ‘εἰ τοῦτο γένηται, πάντες φοβηθήσονται καὶ μεθ᾽ ἡμῶν ἔσονται λοιπόν’. οὐ πολὺ δὲ διέστη καὶ μὴ δυνηθεὶς εἰς τὸ μέταλλον φθάσαι διὰ τὸν πόνον τῶν πληγῶν ἀπέθανεν ἐν τῇ ὁδῷ. καὶ ὁ μὲν ἐτελεύτα χαίρων ἔχων τὸ καύχημα τοῦ μαρτυρίου, οἱ δὲ ἀσεβεῖς οὐδὲ οὕτως ᾐσχύνοντο, κατὰ δὲ τὸ γεγραμμένον «ἀνελεήμονα σπλάγχνα ἔχοντες» καὶ τοῦτο μελετήσαντες σατανικόν τι πάλιν πεποιήκασιν. ἀξιούντων γὰρ τῶν λαῶν διὰ τὸν Εὐτύχιον καὶ δεομένων περὶ αὐτοῦ πεποιήκασιν ἁρπασθῆναι καλοὺς καὶ ἐλευθέρους ἄνδρας τέσσαρας, Ἑρμείαν λούοντα τοὺς ἀνεξόδους καὶ πάνυ γε τούτους πληγαῖς κατακόψας ἐνέβαλεν εἰς τὸ δεσμωτήριον ὁ δούξ. ἀλλ᾽ οἱ Ἀρειανοὶ καὶ Σκυθῶν ὠμότεροι τυγχάνοντες, ἐπεὶ ἑωράκασι μὴ τελευτήσαντας ἐκείνους ἀπὸ τῶν πληγῶν, ἐμέμφοντο καὶ ἠπείλουν· ‘γράφομεν’ λέγοντες ‘τοῖς εὐνούχοις, ὅτι μὴ μαστίζεις ὡς θέλομεν ἡμεῖς’.

ἐκεῖνός τε ἀκούσας καὶ φοβηθεὶς ἠναγκάσθη καὶ δεύτερον τύψαι τοὺς ἀνθρώπους. καὶ οἱ μὲν τυπτόμενοι εἰδότες, διὰ τί τύπτονται καὶ παρὰ τίνων διεβλήθησαν, οὐδὲν ἕτερον ἔλεγον ἤ· ‘διὰ μὲν τὴν ἀλήθειαν τυπτόμεθα, οὐ κοινωνοῦμεν δὲ τοῖς αἱρετικοῖς· τύπτε λοιπόν, ὡς θέλεις, καί σε μέλλει διὰ τοῦτο κρίνειν ὁ θεός’. οἱ μὲν οὖν ἀσεβεῖς ἤθελον αὐτοὺς καὶ ἐν τῷ δεσμωτηρίῳ κινδυνεῦσαι καὶ ἀποθανεῖν, ὁ δὲ τοῦ θεοῦ λαὸς εἰδὼς τὸν καιρὸν ἠξίωσαν καὶ μεθ᾽ ἡμέρας ἑπτά που ἢ καὶ πλέον ἀπελύθησαν.

Οἱ δὲ ὥσπερ λυπηθέντες ἕτερόν τι πάλιν ὠμότερον καὶ ἀνόσιον ποιεῖν ἐπεχείρησαν, ὠμὸν μὲν πρὸς πάντας, ἁρμόζον δὲ τῇ χριστομάχῳ αὐτῶν αἱρέσει. ὁ μὲν γὰρ κύριος ἐνετείλατο τῶν πτωχῶν μνημονεύειν «καὶ πωλήσατε», λέγων, «τὰ ὑπάρχοντα καὶ δότε ἐλεημοσύνην» καὶ «ἐπείνων καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψων, καὶ ἐποτίσατέ με. ἐφ᾽ ὅσον γὰρ ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, ἐμοὶ ἐποιήσατε». οὗτοι δὲ ὡς τῷ ὄντι κατὰ Χριστοῦ φρονοῦντες καὶ ἐν τούτοις ἀντιπρᾶξαι τῷ βουλήματι αὐτοῦ τετολμήκασι. τοὺς γὰρ δεομένους καὶ τὰς χήρας, ἐπειδὴ τὰς ἐκκλησίας παραδέδωκεν ὁ δοὺξ τοῖς Ἀρειανοῖς, καὶ ἐν αὐταῖς διατρίβειν οὐκ ἠδύναντο, καθεζομένας, ἐν οἷς ὥρισαν αὐταῖς τόποις οἱ πεπιστευμένοι τὰς χήρας κληρικοί, ἐπειδὴ ἔβλεπον τοὺς ἀδελφοὺς προθύμως ἐπιδιδόντας αὐταῖς καὶ τρέφοντας τὰς χήρας, αὐτάς τε κατὰ τῶν ποδῶν τύπτοντες ἐδίωκον καὶ τοὺς παρέχοντας διέβαλλον τῷ δουκί. καὶ τοῦτο ἐγίγνετο μὲν διὰ Δυναμίου τινὸς στρατιώτου, φίλον δὲ ἦν τοῦτο Σεβαστιανῷ· παρὰ Μανιχαίοις γὰρ ἔλεος οὐκ ἔστιν, ἀλλὰ καὶ ἐχθρόν ἐστι παρ᾽ αὐτοῖς τὸ ἐλεεῖν πένητα. ἦν τοίνυν καινὴ μέμψις καὶ δικαστήριον νῦν πρῶτον ἐπινοηθὲν παρ᾽ αὐτῶν· ἐπὶ εὐεργεσίᾳ τις ἐκρίνετο, καὶ ὁ μὲν ἐλεῶν κατηγορεῖτο, ὁ δὲ εὐεργετούμενος ἐτύπτετο· καὶ μᾶλλον ἤθελον πεινᾶν τὸν πένητα ἢ τὸν βουλόμενον ἐλεεῖν παρέχειν.

καὶ τοῦτο δὲ παρὰ τῶν παλαιῶν πάλιν Ἰουδαίων ἔμαθον νέοι ὄντες Ἰουδαῖοι καὶ αὐτοί· καὶ γὰρ κἀκεῖνοι βλέποντες τὸν ἐκ γενετῆς τυφλὸν λοιπὸν βλέποντα καὶ τὸν πολλῷ τῷ χρόνῳ παραλυτικὸν γενόμενον ὑγιῆ, τὸν μὲν εὐεργετήσαντα κύριον ᾐτιῶντο, τοὺς δὲ εὖ παθόντας ὡς παραβάτας ἔκρινον.

Τίς οὖν ἐπὶ τούτοις οὐκ ἐθαύμαζε; τίς οὐ κατηρᾶτο τὴν αἵρεσιν καὶ τοὺς ἐκδικοῦντας αὐτήν; τίς οὐκ ἐγίνωσκεν, ὅτι καὶ θηρίων ἀγριώτεροι τυγχάνουσιν οἱ Ἀρειανοί; οὐδὲ γὰρ οὐδὲ ὧν ἕνεκα ταῦτα ἐποίουν ἐκέρδαινον οἱ μιαροί, ἀλλὰ καὶ μᾶλλον τὸ καθ᾽ ἑαυτῶν μῖσος παρὰ πᾶσιν ηὔξανον. ἐνόμιζον ἐξ ἐπιβουλῆς καὶ φόβου βιάζεσθαί τινας εἰς τὴν αἵρεσιν, ὥστε καὶ συνάγεσθαι μετ᾽ αὐτῶν. ἀπέβαινε δὲ αὐτοῖς τὰ ἐναντία. οἱ μὲν γὰρ πάσχοντες ὡς μαρτύριον ὑπέφερον τὰ παρ᾽ ἐκείνων γιγνόμενα καὶ οὔτε προεδίδουν οὔτε ἠρνοῦντο τὴν εἰς Χριστὸν εὐσέβειαν, οἱ δὲ θεωροῦντες ἔξωθεν αὐτούς, λοιπὸν δὲ καὶ οἱ Ἕλληνες βλέποντες ὡς ἀντιχρίστους ὡς δημίους κατηρῶντο· φιλόπτωχον γὰρ καὶ συμπαθὲς τὸ τῶν ἀνθρώπων γένος. οὗτοι δὲ καὶ τὸν ἀνθρώπων λογισμὸν ἀπώλεσαν. καὶ οἱ πάσχοντες ἂν ηὔξαντο παρ᾽ ἑτέρων εὖ παθεῖν, αὐτοὶ τοῦτο παθεῖν τοὺς ἄλλους οὐκ ἐπέτρεπον ἔχοντες τὴν τῶν δικαστῶν καὶ μάλιστα τὴν παρὰ τοῦ δουκὸς ἐπιτριβὴν καὶ ἐξουσίαν.

Ἃ γὰρ καὶ τοῖς πρεσβυτέροις καὶ διακόνοις πεποιήκασι, καὶ πῶς αὐτοὺς ἐπὶ τοῦ δουκὸς καὶ τῶν δικαστῶν ἐφυγάδευσαν καταφέροντες ἐκ τῶν οἴκων τοὺς οἰκείους αὐτῶν διὰ τῶν στρατιωτῶν καὶ τοῦ στρατηγοῦ Γοργονίου καὶ πληγαῖς κατακόπτοντος, καὶ πῶς αὐτῶν (τό γε πάντων ὠμότερον) καὶ τῶν ἤδη τετελευτηκότων τοὺς ἄρτους μεθ᾽ ὅσης ὕβρεως διήρπασαν, οὐκ ἔστιν οὐδὲ λόγῳ φράσαι νικώσης τῆς ὠμότητος αὐτῶν τὴν ἐκ τῶν λόγων διήγησιν. τί γὰρ ἄν τις εἰπὼν εἰρηκέναι δόξειεν; ἢ ποίου πρώτου μνημονεύσας, οὐχ εὑρίσκει τὰ δεύτερα δεινότερα, τῶν δευτέρων τὰ μετὰ ταῦτα; πάντα γὰρ αὐτῶν τὰ ἐπιχειρήματα καὶ τὰ ἀσεβήματα φόνου καὶ ἀσεβείας πεπλήρωται. καὶ οὕτως εἰσὶ πανοῦργοι τὴν γνώμην καὶ ποικίλοι τὸν τρόπον, ὡς καὶ ἐπαγγελίᾳ προστασίας καὶ δόσει χρημάτων ἐπιχειρεῖν ἀπατᾶν, ἵν᾽, ἐπεὶ μὴ ἐξ εὐλόγων ἔχουσι τὴν σύστασιν, κἂν ἐκ τούτων δόξωσι φαντασίαν τινὰ τοῖς ἀκεραίοις ἐμποιεῖν.

Τίς οὖν ἔτι τούτους κἂν ἐθνικοὺς καλέσειεν ἁπλῶς, μήτιγε Χριστιανούς; τίς τούτων τὸν τρόπον ἀνθρώπινον καὶ μὴ μᾶλλον τοῦτον θηριώδη ὑπολάβοι διά τε τὸ ὠμὸν καὶ τὸ ἄγριον τῆς πράξεως; καὶ γὰρ καὶ δημίων εἰσὶ πονηρότεροι καὶ τῶν ἄλλων αἱρέσεων τολμηρότεροι.

Ἑλλήνων γὰρ πολὺ δεύτεροι, μᾶλλον δὲ καὶ μακρὰν αὐτῶν τυγχάνουσιν. ἐγὼ γὰρ ἤκουσα τῶν πατέρων καὶ πιστὸν ἡγοῦμαι τὸν ἐκείνων λόγον ὅτι τὸ πρῶτον, ὅτε γέγονε καὶ ἐπὶ Μαξιμιανῷ τῷ πάππῳ Κωνσταντίου διωγμός, Ἕλληνες ἔκρυπτον τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Χριστιανοὺς ζητουμένους. καὶ πολλάκις ἀπώλεσαν αὐτοὶ χρήματα δεσμωτηρίων τε ἐπειράθησαν, ἵνα μόνον τῶν φευγόντων μὴ γένωνται προδόται, ὡς γὰρ ἑαυτοὺς ἐφύλαττον τοὺς προσφεύγοντας καὶ κινδυνεύειν πρὸ αὐτῶν ἐβουλεύοντο. ἀλλὰ νῦν οἱ θαυμαστοὶ οὗτοι, οἱ τῆς νέας αἱρέσεως ἐφευρεταί, ἐκ μηδενὸς ἑτέρου ἢ ἐκ τοῦ ἐπιβουλεύειν ἐπιγινωσκόμενοι πάντα τἀναντία πράττουσιν. αὐτοί τε γὰρ δι᾽ ἑαυτῶν δήμιοι γιγνόμενοι πάντας ζητοῦσι παραδιδόναι καὶ τοὺς κρύπτοντας ἐπιβουλεύεσθαι ποιοῦσιν ἴσον ἐχθρὸν ἡγούμενοι τόν τε κρύπτοντα καὶ τὸν κρυπτόμενον· οὕτως εἰσὶ φονευταὶ καὶ τὴν Ἰούδα πονηρίαν ἐξήλωσαν οἱ κακοῦργοι.

Καὶ οὐκ ἔστι κατ᾽ ἀξίαν ὧν διαπράττονται κακῶν εἰπεῖν ἢ τοῦτο μόνον ὅτι γράφοντά με καὶ θέλοντα καταλέγειν τῆς πονηρίας ἐκείνων τὰς πράξεις ὑπεισέρχεται νοεῖν, μὴ ἆρα τῆς ἐν ταῖς Παροιμίαις «βδέλλης ἡ τετάρτη θυγάτηρ» ἐστὶν ἡ αἵρεσις αὕτη, ἥτις μετὰ τὰς τοσαύτας ἀδικίας καὶ τοὺς τοσούτους φόνους οὐκ εἶπεν ‘ἀρκεῖ’. ἔτι γὰρ νεανιεύεται· καὶ τοὺς μὲν μηδέπω γνωσθέντας αὐτῇ περιέρχεται ζητοῦσα, οὓς δὲ ἔφθασεν ἀδικῆσαι, πάλιν ἐπαδικεῖν σπουδάζει. ἰδοὺ γὰρ μετὰ τὴν νυκτερινὴν ἔφοδον, μετὰ τὰ ἐξ αὐτῆς γενόμενα κακά, μετὰ τὸν δι᾽ Ἡρακλείου γενόμενον διωγμὸν πάλιν οὐ παύονται διαβάλλοντες βασιλεῖ. θαρροῦσι γὰρ ὡς ἀσεβοῦντες ἀκούονται, ἵνα πλέον τι τοῦ ἐξορισμοῦ γένηται καὶ λοιπὸν οἱ μὴ πειθόμενοι ταῖς ἀσεβείαις αὐτῶν ἀναιρῶνται. οὕτω γὰρ καὶ νῦν καταθρασυνόμενοι Σεκοῦνδος μὲν ὁ παγκάκιστος Πενταπολίτης καὶ ὁ τούτου συνωμότης Στέφανος εἰδότες ὅτι, κἂν ἀδικῶσιν, ἔχουσι πρὸς ἀπολογίαν τὴν αἵρεσιν· ἐπειδὴ μὴ πειθόμενον αὐτοῖς ἐν Βάρκῃ πρεσβύτερον ἑωράκασι, Σεκοῦνδος δὲ ἐκαλεῖτο, (ὁμώνυμος μὲν οὐχ ὁμόπιστος δὲ τῷ αἱρετικῷ), ἀπέκτειναν λακτίσμασιν αὐτόν.

καὶ ὁ μὲν ἀναιρούμενος ἐμιμεῖτο τὸν ἅγιον λέγων· ‘μηδείς με παρὰ δικασταῖς ἐκδικείτω· ἔχω τὸν ἐκδικοῦντά με κύριον, δι᾽ ὃν καὶ ταῦτα πάσχω παρ᾽ αὐτῶν’, οἱ δὲ οὔτε λέγοντα ἠλέουν οὔτε τὰς ἡμέρας ἐδυσωποῦντο· ἐν αὐτῇ γὰρ τῇ τεσσαρακοστῇ λακτίζοντες ἀπέκτειναν τὸν ἄνθρωπον.