Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγοι γʹ

Μέγας Αθανάσιος

Το άτρεπτο του Λόγου και ο σκοπός της συγκαταβάσεως

Ανασκευή της κακοδοξίας περί τρεπτότητας του Υιού και ερμηνεία της αποστολικής διδασκαλίας περί κενώσεως και υψώσεως ως σχετιζόμενης με την ανθρώπινη φύση και τη σωτηρία του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 20

Περὶ δὲ τοῦ λέγειν αὐτοὺς εἰ τρεπτός ἐστιν ὁ Λόγος, περιττόν ἐστι περὶ τούτου ζητεῖν· ἀρκεῖ γὰρ, καὶ μόνον ἐγγράψαντά με τὰ παρ᾽ αὐτῶν λεγόμενα, δεῖξαι τὸ τολμηρὸν τῆς ἀσεβείας αὐτῶν. Ἔστι γὰρ ταῦτα ἃ ὡς ἐρωτῶντες φλυαροῦσιν· «Αὐτεξούσιός ἐστιν ἢ οὐκ ἔστι; Προαιρέσει κατὰ τὸ αὐτεξούσιον καλός ἐστι, καὶ δύναται, ἐὰν θελήσῃ, τραπῆναι, τρεπτῆς ὢν φύσεως· ἢ ὡς λίθος καὶ ξύλον, οὐκ ἔχει τὴν προαίρεσιν ἐλευθέραν εἰς τὸ κινεῖσθαι καὶ ῥέπειν εἰς ἑκάτερα;» Τῆς μὲν οὖν αἱρέσεως αὐτῶν οὐκ ἀλλότριόν ἐστι τοιαῦτα λέγειν τε καὶ φρονεῖν· ἅπαξ γὰρ πλάσαντες ἑαυτοῖς ἐξ οὐκ ὄντων Θεὸν καὶ κτιστὸν Υἱὸν, ἀκολούθως ὡς ἁρμόζοντα κτίσματι τὰ τοιαῦτα καὶ συνέλεξαν ἑαυτοῖς ῥήματα· ἐπειδὴ δὲ πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας διαμαχόμενοι, καὶ ἀκούοντες παρ᾽ αὐτῶν περὶ τοῦ ἀληθινοῦ καὶ μόνου Λόγου τοῦ Πατρὸς, τοιαῦτα περὶ αὐτοῦ φθέγγεσθαι τολμῶσι, τίς τούτου τοῦ δόγματος μιαρώτερον ἂν ἴδοι; Τίς τούτων καὶ μόνον ἀκούων, κἂν μὴ ἀντιλέγειν δύνηται, οὐ ταράττεται, καὶ τὴν ἀκοὴν ἀποκλείσει, ξενιζόμενος ἐφ᾽ οἷς ἐκεῖνοί τε λαλοῦσι, καὶ αὐτὸς καινῶν ἀκούει ῥημάτων, ἐχόντων αὐτόθεν καὶ ἀπ᾽ αὐτῆς τῆς προφορᾶς τὴν βλασφημίαν;

Εἰ γὰρ τρεπτὸς καὶ ἀλλοιούμενός ἐστιν ὁ Λόγος, ποῖ ἄρα στήσεται, καὶ ποῖον αὐτοῦ τὸ τέλος ἔσται τῆς ἐπιδόσεως; ἢ πῶς ὅμοιος τῷ ἀτρέπτῳ ὁ τρεπτὸς εἶναι δυνήσεται; Πῶς δὲ ὁ τὸν τρεπτὸν ἑωρακὼς, ἑωρακέναι τὸν ἄτρεπτον νομίσειεν; Ἐν ποίᾳ δὲ ἄρα ἐὰν γένηται καταστάσει, δυνήσεταί τις τὸν Πατέρα ἐν αὐτῷ βλέπειν; δῆλον γὰρ, ὡς οὐκ ἀεί τις ὄψεται ἐν αὐτῷ τὸν Πατέρα, διὰ τὸ ἀεὶ τρέπεσθαι τὸν Υἱὸν, καὶ ἀλλοιουμένης αὐτὸν εἶναι φύσεως.

Ὁ μὲν γὰρ Πατὴρ ἄτρεπτος καὶ ἀναλλοίωτος, καὶ ἀεὶ καὶ ὡσαύτως ἔχει, καὶ ὁ αὐτός ἐστιν· ὁ δὲ Υἱὸς εἰ κατ᾽ ἐκείνους τρεπτὸς, καὶ οὐκ ἀεὶ ὁ αὐτὸς, ἀλλ᾽ ἀεὶ ἀλλοιουμένης φύσεώς ἐστι, πῶς ὁ τοιοῦτος εἰκὼν τοῦ Πατρὸς εἶναι δύναται, οὐκ ἔχων τὸ ὅμοιον τῆς ἀτρεψίας; Πῶς δὲ καὶ ὅλως ἐν τῷ Πατρί ἐστιν, ἀμφίβολον ἔχων τὴν προαίρεσιν; Τάχα δὲ καὶ τρεπτὸς ὢν, καὶ καθ᾽ ἡμέραν προκόπτων, οὔπω τέλειός ἐστιν. Ἀλλ᾽ ἡ μὲν τοιαύτη τῶν Ἀρειανῶν οἰχέσθω μανία, ἡ δὲ ἀλήθεια λαμπέτω, καὶ δεικνύτω τούτους παραφρονοῦντας. Πῶς γὰρ οὐ τέλειος, ὁ ἴσος Θεῷ; Ἢ πῶς οὐκ ἄτρεπτος, ὁ μετὰ τοῦ Πατρὸς ἓν ὢν, καὶ τῆς οὐσίας ἴδιος ὢν Υἱὸς αὐτοῦ; Τῆς δὲ οὐσίας τοῦ Πατρὸς οὔσης ἀτρέπτου, ἄτρεπτον ἂν εἴη καὶ τὸ ἐξ αὐτῆς ἴδιον γέννημα. Εἰ δὲ τούτου οὕτως ὄντος, τοῦ Λόγου τροπὴν καταψεύδονται, μανθανέτωσαν ποῦ τούτων ὁ λόγος κινδυνεύει· ἐκ γὰρ τοῦ καρποῦ καὶ τὸ δένδρον ἐπιγινώσκεται· διὰ τοῦτο καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, καὶ ἡ τοῦ Υἱοῦ γνῶσις γνῶσίς ἐστι τοῦ Πατρός.

Οὐκοῦν ἀναλλοίωτος ἡ εἰκὼν τοῦ ἀτρέπτου Θεοῦ ἂν εἴη· Ἰησοῦς γὰρ Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Καὶ ὁ μὲν Δαυῒδ ψάλλων περὶ αὐτοῦ φησι· Καὶ σὺ κατ᾽ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται· σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ὁ δὲ Κύριος αὐτὸς περὶ ἑαυτοῦ διὰ τοῦ προφήτου λέγει· Ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι, καὶ, Οὐκ ἠλλοίωμαι. Εἰ γὰρ καὶ περὶ τοῦ Πατρὸς δύναται λέγειν τις εἶναι τοῦτο τὸ σημαινόμενον, ἀλλὰ καὶ τὸν Υἱὸν ἁρμόζει τοῦτο λέγειν, ὅτι μάλιστα γενόμενος ἄνθρωπος δείκνυσι τὴν ταὐτότητα καὶ τὸ ἄτρεπτον ἑαυτοῦ τοῖς νομίζουσι διὰ τὴν σάρκα ἠλλοιῶσθαι αὐτὸν, καὶ ἕτερόν τι γεγενῆσθαι. Ἀξιοπιστότεροι δὲ οἱ ἅγιοι καὶ μᾶλλον ὁ Κύριος τῆς τῶν ἀσεβῶν κακονοίας. Καὶ γὰρ κατὰ τὸ εἰρημένον ἀνάγνωσμα τῆς ὑμνῳδίας, πάντων τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως, διὰ τῆς οὐρανοῦ καὶ γῆς σημασίας, τρεπτὴν καὶ ἀλλοιωτὴν ἡ Γραφὴ τὴν φύσιν λέγουσα, καὶ τὸν Υἱὸν ὑπεξαίρουσα τούτων, δείκνυσι μηδόλως γενητὸν αὐτὸν εἶναι, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἀλλοιοῦντα τὰ ἄλλα, καὶ μὴ ἀλλοιούμενον αὐτὸν διδάσκει, δι᾽ ὧν φησι· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.

Καὶ εἰκότως γε· τὰ μὲν γὰρ γενητὰ ἐξ οὐκ ὄντων ὄντα, καὶ οὐκ ὄντα πρὶν γένηται, ὅλως ὅτι οὐκ ὄντα γίνεται, ἀλλοιουμένην ἔχει τὴν φύσιν· ὁ δὲ Υἱὸς, ἐκ τοῦ Πατρὸς ὢν, καὶ τῆς οὐσίας αὐτοῦ ἴδιος, ἀναλλοίωτος καὶ ἄτρεπτός ἐστιν, ὡς αὐτὸς ὁ Πατήρ. Οὐ γὰρ θέμις εἰπεῖν ἐκ τῆς οὐσίας τῆς ἀτρέπτου τρεπτὸν γεννᾶσθαι Λόγον καὶ ἀλλοιουμένην σοφίαν.

Πῶς γὰρ ἔτι Λόγος, εἰ τρεπτός ἐστιν; ἢ πῶς ἔτι σοφία τὸ ἀλλοιούμενον; εἰ μὴ ἄρα ὡς ἐν οὐσίᾳ συμβεβηκὸς, οὕτως εἶναι θέλουσιν, ὡς ἐν ἰδιαζούσῃ τινὶ οὐσίᾳ συμβεβηκέναι τινὰ χάριν καὶ ἕξιν ἀρετῆς, καὶ κεκλῆσθαι ταύτην οὕτως Λόγον, καὶ Υἱὸν καὶ Σοφίαν, ὥστε καὶ ἀφαιρεῖσθαι καὶ προστίθεσθαι αὐτῇ δύνασθαι. Τοιαῦτα γὰρ φρονοῦντες πολλάκις εἰρήκασιν.

Ἀλλ᾽ οὐκ ἔστι Χριστιανῶν ἡ πίστις αὕτη. Οὐδὲ γὰρ τοῦτο δείκνυσιν εἶναι Λόγον καὶ Υἱὸν ἀληθῶς Θεοῦ, οὔτε τὴν σοφίαν ἀληθῆ σοφίαν. Τὸ γὰρ τρεπόμενον καὶ ἀλλοιούμενον, οὐχ ἱστάμενον δὲ ἐν ἑνὶ καὶ τῷ αὐτῷ, πῶς δύναται εἶναι ἀληθές; Ὁ δέ γε Κύριος λέγει· Ἐγώ εἰμι ἡ ἀλήθεια· εἰ τοίνυν ὁ Κύριος αὐτὸς περὶ ἑαυτοῦ τοῦτο λέγει, καὶ τὸ ἄτρεπτον ἑαυτοῦ δείκνυσιν, οἵ τε ἅγιοι μαθόντες τοῦτο μαρτυροῦσιν, ἀλλὰ γὰρ καὶ αἱ περὶ Θεοῦ ἔννοιαι τοῦτο ἴσασιν εὐσεβὲς, πόθεν ταῦτ᾽ ἐπενόησαν οἱ δυσσεβεῖς; Ἀπὸ μὲν οὖν τῆς καρδίας ὡς ἀπὸ φθορᾶς αὐτὰ ἐξήμεσαν.

Ἐπειδὴ δὲ προφασίζονται τὰ θεῖα λόγια, καὶ βιάζονται παρεξηγεῖσθαι ταῦτα κατὰ τὸν ἴδιον νοῦν, ἀναγκαῖον τοσοῦτον ἀποκρίνασθαι τούτοις, ὅσον ἐκδικῆσαι τὰ ῥητὰ καὶ δεῖξαι ταῦτα μὲν ὀρθὴν ἔχοντα τὴν διάνοιαν, ἐκείνους δὲ κακῶς φρονοῦντας.

Φασὶ τοίνυν, ὅτι γέγραπται παρὰ μὲν τῷ Ἀποστόλῳ· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων· παρὰ δὲ τῷ Δαυΐδ· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Εἶτα ἐπιφέρουσιν ὡς σοφόν τι λέγοντες· Εἰ διὰ τοῦτο ὑψώθη, καὶ χάριν ἔλαβε, καὶ διὰ τοῦτο κέχρισται, μισθὸν τῆς προαιρέσεως ἔλαβε. Προαιρέσει δὲ πράξας, τρεπτῆς ἐστι πάντως φύσεως. Ταῦτα. οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τετολμήκασιν Εὐσέβιός τε καὶ Ἄρειος, καὶ οἱ ἀπ᾽ αὐτῶν δὲ λαλεῖν οὐκ ὀκνοῦσι κατὰ μέσην τὴν ἀγορὰν, οὐχ ὁρῶντες ὅσην μανίαν ὁ λόγος αὐτῶν ἔχει. Εἰ γὰρ μισθὸν προαιρέσεως ἔλαβεν ἃ ἔσχεν, οὐκ ἂν ἐσχηκὼς αὐτὰ εἰ μὴ τοῦ δεομένου τὸ ἔργον ἐνεδείξατο· ἐξ ἀρετῆς ἄρα καὶ βελτιώσεως ταῦτα ἐσχηκὼς, εἰκότως ἐλέχθη διὰ ταῦτα καὶ Υἱὸς καὶ Θεὸς, καὶ οὐκ ἔστιν ἀληθινὸς Υἱός. Τὸ μὲν γὰρ ἔκ τινος κατὰ φύσιν ἀληθινόν ἐστι γέννημα, οἷος ἦν Ἰσαὰκ τῷ Ἀβραὰμ, καὶ Ἰωσὴφ τῷ Ἰακὼβ, καὶ τὸ ἀπαύγασμα τῷ ἡλίῳ· οἱ δὲ ἐξ ἀρετῆς καὶ χάριτος λεγόμενοι μόνον εἰσὶν ἔχοντες ἀντὶ τῆς φύσεως τὴν ἐκ τοῦ λαβεῖν χάριν, καὶ ἄλλοι παρὰ τὸ δοθὲν αὐτοῖς ὄντες, οἷοί εἰσιν οἱ ἄνθρωποι οἱ κατὰ μετοχὴν Πνεῦμα λαβόντες, περὶ ὧν καὶ ἔλεγεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἀμέλει ἐπεὶ μὴ κατὰ φύσιν ἦσαν υἱοὶ, διὰ τοῦτο καὶ τραπέντων αὐτῶν ἀφῃρέθη τὸ Πνεῦμα, καὶ ἀπεκηρύχθησαν· καὶ πάλιν δὲ μετανοοῦντας αὐτοὺς δέξεται, καὶ διδοὺς τὸ φῶς, πάλιν υἱοὺς καλέσει ὁ καὶ κατὰ τὴν ἀρχὴν Θεὸς οὕτω τὴν χάριν αὐτοῖς δεδωκώς.

Εἰ τοίνυν οὕτω καὶ τὸν Σωτῆρα λέγουσι, δειχθήσεται μήτε ἀληθινὸς, μήτε Θεὸς, μήτε Υἱὸς, μήτε ὅμοιος τῷ Πατρὶ, μήτε ὅλως τοῦ εἶναι κατ᾽ οὐσίαν Πατέρα ἔχων τὸν Θεὸν, ἀλλὰ τῆς δοθείσης αὐτῷ μόνης χάριτος, τοῦ δὲ εἶναι κατ᾽ οὐσίαν κτίστην τὸν Θεὸν, καθ᾽ ὁμοιότητα τῶν πάντων, ἔχων. Τοιοῦτος δὲ ὢν, οἷον οὗτοι λέγουσι, φανήσεται μᾶλλον μηδὲ ἐξ ἀρχῆς ἐσχηκὼς τὸ ὄνομα Υἱὸς, εἴ γε τοῦτο τῶν ἔργων ἔπαθλον ἔσχε καὶ προκοπῆς, οὐκ ἄλλης ἢ τῆς ὅτε γέγονεν ἄνθρωπος, καὶ τὴν τοῦ δούλου μορφὴν ἀνέλαβε. Τότε γάρ ἐστιν, ὅτε γενόμενος ὑπήκοος μέχρι θανάτου, ὑπερυψῶσθαι λέγεται, καὶ χάριν εἰληφέναι τὸ ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ κάμψῃ πᾶν γόνυ. Τί οὖν ἦν πρὸ τούτου, εἰ νῦν ὑψώθη, καὶ νῦν ἤρξατο προσκυνεῖσθαι, καὶ νῦν Υἱὸς ἐλέχθη, ὅτε γέγονεν ἄνθρωπος; Φαίνεται γὰρ μηδὲν βελτιώσας αὐτὸς τὴν σάρκα, ἀλλὰ μᾶλλον αὐτὸς δι᾽ αὐτῆς βελτιωθεὶς, εἴ γε κατὰ τὴν κακόνοιαν αὐτῶν τότε ὑψώθη καὶ Υἱὸς ἐλέχθη, ὅτε γέγονεν ἄνθρωπος.

Τί οὖν ἦν πρὸ τούτου; Πάλιν γὰρ αὐτοὺς ἐρωτᾷν ἀνάγκη, ἵνα καὶ τὸ τέλος τῆς ἀσεβείας αὐτῶν θεωρηθῇ. Εἰ γάρ ἐστιν ὁ Κύριος Θεὸς, Υἱὸς, Λόγος, οὐκ ἦν δὲ ταῦτα πρὸ τοῦ γένηται ἄνθρωπος· ἢ ἄλλο τι ἦν παρὰ ταῦτα, καὶ ὕστερον τούτων ἐξ ἀρετῆς μετέσχεν, ὥσπερ εἴπαμεν· ἢ τὸ ἕτερον, ὅπερ εἰς τὰς ἐκείνων κεφαλὰς τραπείη, ἀνάγκη λέγειν αὐτοὺς, μηδὲ εἶναι πρὸ τούτου αὐτὸν, ἀλλὰ τὸ ὅλον ἄνθρωπον εἶναι φύσει, καὶ μηδὲν πλέον. Ἀλλ᾽ οὐκ ἔστι τοῦτο τῆς Ἐκκλησίας, τοῦ δὲ Σαμοσατέως ἐστὶ καὶ τῶν νῦν Ἰουδαίων τὸ φρόνημα. Διὰ τί οὖν τὰ ἐκείνων φρονοῦντες, οὐχὶ καὶ ὡς Ἰουδαῖοι περιτέμνονται, ἀλλ᾽ ὑποκρίνονται τὸν Χριστιανισμὸν, καὶ πρὸς αὐτὸν ἔχουσι τὴν μάχην; Εἰ γὰρ οὐκ ἦν, ἢ ἦν μὲν, ἐβελτιώθη δὲ ὕστερον, πῶς δι᾽ αὐτοῦ γέγονε τὰ πάντα, ἢ πῶς ἐν τούτῳ, εἴ γε μὴ τέλειος ἦν, προσέχαιρεν ὁ Πατήρ; Καὶ αὐτὸς δὲ, εἰ νῦν ἐβελτιώθη, πῶς πρὸ τούτου ηὐφραίνετο ἐν προσώπῳ τοῦ Πατρός; Πῶς δὲ, εἰ μετὰ τὸν θάνατον ἔλαβε τὸ προσκυνεῖσθαι, φαίνεται ὁ Ἀβραὰμ αὐτὸν ἐν τῇ σκηνῇ προσκυνῶν καὶ Μωσῆς ἐν τῇ βάτῳ; καὶ, ὡς εἶδε Δανιὴλ, μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ; Πῶς δὲ, εἰ νῦν κατ᾽ αὐτοὺς ἔσχε τὴν βελτίωσιν, τῆς πρὸ κόσμου καὶ τῆς ὑπερκοσμίου δόξης ἑαυτοῦ μνημονεύων ἔλεγεν αὐτὸς ὁ Υἱός· Δόξασόν με σὺ, Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.

Εἰ δὲ νῦν ὑψώθη κατ᾽ αὐτοὺς, πῶς πρὸ τούτου ἔκλινεν οὐρανοὺς καὶ κατέβη· καὶ πάλιν· Ἔδωκεν ὁ Ὕψιστος φωνὴν αὐτοῦ; Οὐκοῦν εἰ καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι τὴν δόξαν εἶχεν ὁ Υἱὸς, καὶ Κύριος τῆς δόξης ὕψιστός τε ἦν, καὶ ἐξ οὐρανοῦ κατέβη, καὶ ἀεὶ προσκυνητός ἐστιν, οὐκ ἄρα καταβὰς ἐβελτιώθη, ἀλλὰ μᾶλλον ἐβελτίωσεν αὐτὸς τὰ δεόμενα βελτιώσεως· καὶ εἰ τοῦ βελτιῶσαι χάριν καταβέβηκεν, οὐκ ἄρα μισθὸν ἔσχε τὸ λέγεσθαι Υἱὸς καὶ Θεὸς, ἀλλὰ μᾶλλον αὐτὸς υἱοποίησεν ἡμᾶς τῷ Πατρὶ, καὶ ἐθεοποίησε τοὺς ἀνθρώπους γενόμενος αὐτὸς ἄνθρωπος.

Οὐκ ἄρα ἄνθρωπος ὢν, ὕστερον γέγονε Θεός· ἀλλὰ Θεὸς ὢν, ὕστερον γέγονεν ἄνθρωπος, ἵνα μᾶλλον ἡμᾶς θεοποιήσῃ. Ἐπεὶ εἰ, ὅτε γέγονεν ἄνθρωπος, τότε Υἱὸς καὶ Θεὸς ἐλέχθη, πρὸ δὲ τοῦ γένηται ἄνθρωπος, υἱοὺς ἔλεγε τοὺς πάλαι λαοὺς ὁ Θεὸς, καὶ Μωσῆν ἐτίθει θεὸν τοῦ Φαραὼ, καὶ ἐπὶ πολλῶν ἡ Γραφή φησιν, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· δῆλόν ἐστιν, ὡς μετ᾽ αὐτοὺς καὶ Υἱὸς καὶ Θεὸς οὗτος ἐλέχθη. Πῶς οὖν πάντα δι᾽ αὐτοῦ, καὶ αὐτός ἐστι πρὸ πάντων; Ἢ πῶς πρωτότοκος πάσης τῆς κτίσεως, ἔχων τοὺς πρὸ ἑαυτοῦ κληθέντας υἱοὺς καὶ θεούς; Πῶς δὲ οἱ μέτοχοι πρῶτοι οὐ μετέχουσι Λόγου; οὐκ ἔστιν ἀληθὴς αὕτη δόξα· παρεύρεσίς ἐστι τῶν νῦν ἰουδαϊζόντων. Πῶς γὰρ ὅλως δύνανται τινες ἐπιγνῶναι Πατέρα τὸν Θεόν; οὔτε γὰρ υἱοθεσία γένοιτ᾽ ἂν χωρὶς τοῦ ἀληθινοῦ Υἱοῦ, λέγοντος αὐτοῦ· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.

Πῶς δὲ καὶ θεοποίησις γένοιτ᾽ ἂν χωρὶς τοῦ Λόγου, καὶ πρὸ αὐτοῦ, καίτοι λέγοντος αὐτοῦ πρὸς τοὺς ἀδελφοὺς τούτων Ἰουδαίους, Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο; Εἰ δὲ πάντες ὅσοι υἱοί τε καὶ θεοὶ ἐκλήθησαν, εἴτε ἐπὶ γῆς, εἴτε ἐν οὐρανοῖς, διὰ τοῦ Λόγου υἱοποιήθησαν καὶ ἐθεοποιήθησαν, αὐτὸς δὲ ὁ Υἱός ἐστιν ὁ Λόγος· δῆλον ὅτι δι᾽ αὐτοῦ μὲν οἱ πάντες, αὐτὸς δὲ πρὸ πάντων, μᾶλλον δὲ μόνον αὐτὸς ἀληθινὸς Υἱὸς, καὶ μόνος ἐκ τοῦ ἀληθινοῦ Θεοῦ Θεὸς ἀληθινός ἐστιν, οὐ μισθὸν ἀρετῆς ταῦτα λαβὼν, οὐδὲ ἄλλος ὢν παρὰ ταῦτα, ἀλλὰ φύσει κατ᾽ οὐσίαν ὢν ταῦτα. Γέννημα γὰρ τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχει, ὥστε μηδένα ἀμφιβάλλειν, ὅτι καθ᾽ ὁμοιότητα τοῦ ἀτρέπτου Πατρὸς ἄτρεπτός ἐστι καὶ ὁ Λόγος.

Τέως μὲν οὖν, ταῖς περὶ τοῦ Υἱοῦ ἐννοίαις χρώμενοι, οὕτως πρὸς τὰς ἀλόγους αὐτῶν ἐπινοίας, ὡς δέδωκεν αὐτὸς ὁ Κύριος, ἀπηντήσαμεν· καλὸν δὲ καὶ τὰ θεῖα λόγια παραθέσθαι λοιπὸν, ἵν᾽ ἔτι καὶ πλεῖον τοῦ μὲν Υἱοῦ τὸ ἄτρεπτον ἀποδειχθῇ, καὶ ἡ ἀναλλοίωτος αὐτοῦ πατρικὴ φύσις, τούτων δὲ ἡ κακοφροσύνη.

Γράφων τοίνυν Φιλιππησίοις ὁ Ἀπόστολός φησι· Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.

Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Τί τούτου λευκότερον καὶ ἀποδεικτικώτερον γένοιτο ἄν; Οὐ γὰρ ἐξ ἐλαττόνων βελτίων γέγονεν· ἀλλὰ μᾶλλον Θεὸς ὑπάρχων τὴν δούλου μορφὴν ἔλαβε, καὶ ἐν τῷ λαβεῖν, οὐκ ἐβελτιώθη, ἀλλ᾽ ἐταπείνωσεν ἑαυτόν.

Ποῦ τοίνυν ἐν τούτοις μισθὸς τῆς ἀρετῆς, ἢ ποία προκοπὴ καὶ βελτίωσις ἐν ταπεινώσει; Εἰ γὰρ Θεὸς ὢν, γέγονεν ἄνθρωπος, καὶ, ἐξ ὕψους καταβὰς, λέγεται ὑψοῦσθαι, ποῦ ὑψοῦται Θεὸς ὤν; Δήλου ὄντος πάλιν τούτου, ὅτι, τοῦ Θεοῦ ὑψίστου ὄντος, ἐξ ἀνάγκης εἶναι δεῖ καὶ τὸν τούτου Λόγον ὕψιστον. Ποῦ οὖν πλεῖον εἶχεν ὑψωθῆναι ὁ ἐν τῷ Πατρὶ ὢν, καὶ ὅμοιος κατὰ πάντα τοῦ Πατρός; Οὐκοῦν πάσης προσθήκης ἀπροσδεής ἐστι, καὶ οὐκ ἔστιν, ὡς ὑπονοοῦσιν οἱ Ἀρειανοί. Εἰ γὰρ διὰ τὸ ὑψωθῆναι καταβέβηκεν ὁ Λόγος, καὶ ταῦτα γέγραπται· τίς χρεία ἦν ὅλως καὶ ταπεινῶσαι ἑαυτὸν, ἵνα τοῦτο ζητήσῃ λαβεῖν ὅπερ εἶχε; Ποίαν δὲ καὶ χάριν ἔλαβεν ὁ τῆς χάριτος δοτήρ; Ἢ πῶς ἔλαβε τὸ ὄνομα εἰς τὸ προσκυνεῖσθαι, ὁ ἀεὶ ἐν τῷ ὀνόματι αὐτοῦ προσκυνούμενος; Καὶ πρὶν γένηται γοῦν ἄνθρωπος, παρακαλοῦσιν οἱ ἅγιοι· Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. Καὶ πάλιν· Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· καὶ ὑπὸ μὲν τῶν πατριαρχῶν προσεκυνεῖτο· περὶ δὲ τῶν ἀγγέλων γέγραπται· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.

Εἰ δὲ καὶ ὡς ψάλλει Δαυῒδ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν· πῶς ἐλάμβανεν ὃ εἶχεν ἀεὶ, καὶ πρὶν λαβεῖν νῦν αὐτό; Ἢ πῶς ὑψοῦται, ὁ καὶ πρὶν ὑψωθῆναι ὕψιστος ὤν; Ἢ πῶς ἔλαβε τὸ προσκυνεῖσθαι, ὁ καὶ, πρὶν τοῦτο νῦν λαβεῖν, ἀεὶ προσκυνούμενος; Οὐκ ἔστιν αἴνιγμα, ἀλλὰ μυστήριον θεῖον· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· δι᾽ ἡμᾶς δὲ ὕστερον οὗτος ὁ Λόγος σὰρξ ἐγένετο· καὶ τὸ λεγόμενον νῦν, ὑπερύψωσεν, οὐ τὴν οὐσίαν τοῦ Λόγου ὑψουμένην σημαίνει· ἦν γὰρ ἀεὶ καὶ ἔστιν ἴσα Θεῷ· ἀλλὰ τῆς ἀνθρωπότητός ἐστιν ἡ ὕψωσις. Οὐ πρὶν γοῦν εἴρηται ταῦτα, εἰ μὴ ὅτε γέγονε σὰρξ ὁ Λόγος, ἵνα γένητα φανερὸν, ὅτι τὸ, ἐταπείνωσε, καὶ τὸ, ὑπερύψωσεν ἐπὶ τοῦ ἀνθρωπίνου λέγεται· οὗ γάρ ἐστι τὸ ταπεινὸν, τούτου καὶ τὸ ὑψωθῆναι ἂν εἴη· καὶ εἰ διὰ τὴν πρόσληψιν τῆς σαρκὸς τὸ, ἐταπείνωσε, γέγραπται, δῆλόν ἐστιν, ὅτι καὶ τὸ, ὑπερύψωσε, δι᾽ αὐτήν ἐστι.

Τούτου γὰρ ἦν ἐνδεὴς ὁ ἄνθρωπος διὰ τὸ ταπεινὸν τῆς σαρκὸς καὶ τοῦ θανάτου. Ἐπεὶ οὖν εἰκὼν ὢν τοῦ Πατρὸς, καὶ ἀθάνατος ὢν ὁ Λόγος, ἔλαβε τὴν τοῦ δούλου μορφὴν, καὶ ὑπέμεινε δι᾽ ἡμᾶς ὡς ἄνθρωπος ἐν τῇ ἑαυτοῦ σαρκὶ τὸν θάνατον, ἵν᾽ οὕτως ἑαυτὸν ὑπὲρ ἡμῶν διὰ τοῦ θανάτου προσενέγκῃ τῷ Πατρί· διὰ τοῦτο καὶ ὡς ἄνθρωπος δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν λέγεται ὑπερυψοῦσθαι, ἵν᾽ ὥσπερ τῷ θανάτῳ αὐτοῦ πάντες ἡμεῖς ἀπεθάνομεν ἐν Χριστῷ, οὕτως, ἐν αὐτῷ τῷ Χριστῷ πάλιν ἡμεῖς ὑπερυγωθῶμεν, ἔκ τε τῶν νεκρῶν ἐγειρόμενοι, καὶ εἰς οὐρανοὺς ἀνερχόμενοι, ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, οὐκ εἰς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Εἰ δὲ νῦν ὑπὲρ ἡμῶν εἰς αὐτὸν τὸν οὐρανὸν εἰσῆλθεν ὁ Χριστὸς, καίτοι καὶ πρὸ τούτου καὶ ἀεὶ Κύριος ὢν καὶ δημιουργὸς τῶν οὐρανῶν· ὑπὲρ ἡμῶν ἄρα καὶ τὸ ὑψωθῆναι νῦν γέγραπται.

Καὶ ὥσπερ αὐτὸς πάντας ἁγιάζων, λέγει πάλιν τῷ Πατρὶ ἑαυτὸν ὑπὲρ ἡμῶν ἁγιάζειν, οὐχ ἵνα ἅγιος ὁ Λόγος γένηται, ἀλλ᾽ ἵνα αὐτὸς ἐν ἑαυτῷ ἁγιάσῃ πάντας ἡμᾶς· οὕτως ἄρα καὶ τὸ νῦν λεγόμενον, ὑπερύψωσεν αὐτὸν, οὐχ ἵνα αὐτὸς ὑψωθῇ· ὕψιστος γάρ ἐστιν· ἀλλ᾽ ἵνα αὐτὸς μὲν ὑπὲρ ἡμῶν δικαιοσύνη γένηται, ἡμεῖς δὲ ὑψωθῶμεν ἐν αὐτῷ, καὶ εἰς τὰς πύλας εἰσέλθωμεν τῶν οὐρανῶν, ἃς αὐτὸς πάλιν ὑπὲρ ἡμῶν ἀνέῳξε, λεγόντων τῶν προτρεχόντων· ᾌρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Καὶ ὧδε γὰρ οὐκ αὐτῷ ἦσαν αἱ πύλαι κεκλεισμέναι Κυρίῳ καὶ ποιητῇ τῶν πάντων ὄντι, ἀλλὰ δι᾽ ἡμᾶς καὶ τοῦτο γέγραπται, οἷς ἦν ἡ θύρα κεκλεισμένη τοῦ παραδείσου.

Διὸ καὶ ἀνθρωπίνως μὲν, δι᾽ ἣν ἐφόρει σάρκα, λέγεται περὶ αὐτοῦ τὸ, ᾌρατε πύλας· καὶ τὸ, Εἰσελεύσεται, ὡς ἀνθρώπου εἰσερχομένου· θεϊκῶς δὲ πάλιν περὶ αὐτοῦ λέγεται, ἐπειδὴ καὶ Θεός ἐστιν ὁ Λόγος, ὅτι οὗτός ἐστιν ὁ Κύριος καὶ ὁ βασιλεὺς τῆς δόξης. Τὴν δὲ τοιαύτην εἰς ἡμᾶς γενομένην ὕψωσιν προανεφώνει τὸ Πνεῦμα ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ λέγον· Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ. Εἰ δὲ δικαιοσύνη ἐστὶν ὁ Υἱὸς, οὐκ ἄρα αὐτός ἐστιν ὡς ἐνδεὴς ὑψούμενος, ἀλλ᾽ ἡμεῖς ἐσμεν οἱ ἐν τῇ δικαιοσύνῃ ὑψούμενοι, ἥτις ἐστὶν αὐτός.

Καὶ γὰρ καὶ τὸ, ἐχαρίσατο αὐτῷ, οὐ δι᾽ αὐτὸν τὸν Λόγον γέγραπται· ἦν γὰρ πάλιν, καὶ πρὶν ἄνθρωπος γένηται, προσκυνούμενος, ὥσπερ εἴπομεν, ὑπό τε τῶν ἀγγέλων καὶ πάσης τῆς κτίσεως, κατὰ τὴν πατρικὴν ἰδιότητα· ἀλλὰ δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῦτο πάλιν περὶ αὐτοῦ γέγραπται. Ὥσπερ γὰρ, ὡς ἄνθρωπος, ὁ Χριστὸς ἀπέθανε καὶ ὑψώθη· οὕτως, ὡς ἄνθρωπος, λέγεται λαμβάνειν ὅπερ εἶχεν ἀεὶ ὡς Θεὸς, ἵνα εἰς ἡμᾶς φθάσῃ καὶ ἡ τοιαύτη δοθεῖσα χάρις. Οὐ γὰρ ἠλαττώθη ὁ Λόγος σῶμα λαβὼν, ἵνα καὶ χάριν ζητήσῃ λαβεῖν, ἀλλὰ μᾶλλον καὶ ἐθεοποίησεν ὅπερ ἐνεδύσατο, καὶ πλέον ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων τοῦτο. Ὥσπερ γὰρ ἀεὶ προσεκυνεῖτο Λόγος ὢν καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων· οὕτως ὁ αὐτὸς ὢν καὶ ἄνθρωπος γενόμενος, κληθείς τε Ἰησοῦς, οὐδὲν ἧττον ἔχει πᾶσαν ὑπὸ πόδα τὴν κτίσιν, καὶ ἐν τῷ ὀνόματι τούτῳ τὰ γόνατα κάμπτουσαν αὐτῷ, καὶ ἐξομολογουμένην ὅτι καὶ τὸ γενέσθαι σάρκα τὸν Λόγον, καὶ θάνατον ὑπομεῖναι σαρκὶ, οὐκ ἐπ᾽ ἀδοξίᾳ τῆς θεότητος αὐτοῦ γέγονεν, ἀλλ᾽ εἰς δόξαν Θεοῦ Πατρός. Δόξα δὲ Πατρός ἐστι τὸν γενόμενον ἄνθρωπον καὶ ἀπολόμενον εὑρεθῆναι, καὶ νεκρωθέντα ζωοποιηθῆναι, καὶ ναὸν γενέσθαι Θεοῦ.

Καὶ γὰρ καὶ τῶν ἐν οὐρανοῖς δυνάμεων, ἀγγέλων τε καὶ ἀρχαγγέλων ἀεὶ μὲν προσκυνούντων αὐτὸν, προσκυνούντων δὲ καὶ νῦν ἐν τῷ ὀνόματι Ἰησοῦ τὸν Κύριον, ἡμῶν ἐστιν αὕτη ἡ χάρις καὶ ὑπερύψωσις, ὅτι τε καὶ ἄνθρωπος γενόμενος, προσκυνεῖται ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ οὐ ξενισθήσονται αἱ οὐράνιοι δυνάμεις βλέπουσαι τοὺς συσσώμους ἐκείνου πάντας ἡμᾶς εἰσαγομένους εἰς τὰς χώρας αὐτῶν. Ἄλλως δὲ οὐκ ἂν ἐγεγόνει τοῦτο, εἰ μὴ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων εἰλήφει δούλου μορφὴν, καὶ ταπεινώσας ἦν ἑαυτὸν, μέχρι θανάτου συγχωρήσας φθάσαι τὸ σῶμα.

Ἰδοὺ γοῦν τὸ νομιζόμενον παρὰ ἀνθρώποις μωρὸν τοῦ Θεοῦ διὰ τὸν σταυρὸν γέγονε πάντων ἐντιμότερον. Ἡ μὲν γὰρ ἀνάστασις ἡμῶν ἐν αὐτῷ ἀπόκειται· οὐκέτι δὲ μόνος ὁ Ἰσραὴλ, ἀλλὰ καὶ πάντα τὰ ἔθνη λοιπὸν, ὡς προείρηκεν ὁ προφήτης, τὰ μὲν εἴδωλα ἑαυτῶν καταλιμπάνουσι, τὸν δὲ ἀληθινὸν Θεὸν τὸν τοῦ Χριστοῦ Πατέρα ἐπιγινώσκουσι· καὶ ἡ μὲν τῶν δαιμόνων φαντασία κατήργηται, μόνος δὲ ὁ ὄντως Θεὸς ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσκυνεῖται. Τὸ δὲ καὶ ἐν σώματι γενόμενον τὸν Κύριον καὶ κληθέντα Ἰησοῦν προσκυνεῖσθαι, πιστεύεσθαί τε αὐτὸν Υἱὸν Θεοῦ, καὶ δι᾽ αὐτοῦ ἐπιγινώσκεσθαι τὸν Πατέρα, δῆλον ἂν εἴη, καθάπερ εἴρηται, ὅτι οὐχ ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλαβε τὴν τοιαύτην χάριν, ἀλλ᾽ ἡμεῖς. Διὰ γὰρ τὴν πρὸς τὸ σῶμα αὐτοῦ συγγένειαν ναὸς Θεοῦ γεγόναμεν καὶ ἡμεῖς, καὶ υἱοὶ Θεοῦ λοιπὸν πεποιήμεθα, ὥστε καὶ ἐν ἡμῖν ἤδη προσκυνεῖσθαι τὸν Κύριον, καὶ τοὺς ὁρῶντας ἀπαγγέλλειν, ὡς ὁ Ἀπόστολος εἴρηκεν, ὅτι ὄντως ὁ Θεὸς ἐν τούτοις ἐστί· καθάπερ καὶ ὁ Ἰωάννης ἐν μὲν τῷ Εὐαγγελίῳ φησίν· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· ἐν δὲ τῇ Ἐπιστολῇ γράφει· Ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ὑμῖν, ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν.

Γνώρισμα δέ ἐστι καὶ τοῦτο τῆς εἰς ἡμᾶς παρ᾽ αὐτοῦ γενομένης ἀγαθότητος, ὅτι ἡμεῖς μὲν ὑψώθημεν, διὰ τὸ ἐν ἡμῖν εἶναι τὸν ὕψιστον Κύριον, καὶ δι᾽ ἡμᾶς ἡ χάρις δίδοται, διὰ τὸ γενέσθαι ὡς ἡμᾶς ἄνθρωπον τὸν χορηγοῦντα τὴν χάριν Κύριον· αὐτὸς δὲ ὁ Σωτὴρ ἐταπείνωσεν ἑαυτὸν ἐν τῷ λαβεῖν τὸ ταπεινὸν ἡμῶν σῶμα· δούλου τε μορφὴν ἔλαβεν, ἐνδυσάμενος τὴν δουλωθεῖσαν σάρκα τῇ ἁμαρτίᾳ. Καὶ αὐτὸς μὲν οὐδὲν παρ᾽ ἡμῶν εἰς βελτίωσιν ἔσχηκεν· ἀνενδεὴς γάρ ἐστι καὶ πλήρης ὁ τοῦ Θεοῦ Λόγος· ἡμεῖς δὲ παρ᾽ αὐτοῦ μᾶλλον ἐβελτιώθημεν. Αὐτὸς γάρ ἐστι τὸ φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Καὶ μάτην ἐπερείδονται οἱ Ἀρειανοὶ τῷ, διὸ, συνδέσμῳ, διὰ τὸ λέγειν τὸν Παῦλον· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν.

Οὐ γὰρ ἆθλον ἀρετῆς, οὐδὲ βελτίωσιν προκοπῆς αὐτοῦ σημαίνων ἔλεγεν, ἀλλὰ τὸ αἴτιον τῆς εἰς ἡμᾶς γενομένης ὑψώσεως. Τί δὲ τοῦτό ἐστιν ἢ τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, καὶ εὐγενοῦς Πατρὸς Υἱὸν, ταπεινῶσαι ἑαυτὸν καὶ δοῦλον ἀνθ᾽ ἡμῶν καὶ ὑπὲρ, ἡμῶν γενέσθαι; Εἰ γὰρ μὴ ἄνθρωπος ὁ Κύριος ἐγεγόνει, οὐκ ἂν ἡμεῖς ἀπὸ ἁμαρτιῶν λυτρωθέντες ἐκ νεκρῶν ἀνέστημεν, ἀλλ᾽ ἐμένομεν ὑπὸ γῆν νεκροί· οὐδ᾽ ἂν ὑψώθημεν εἰς οὐρανοὺς, ἀλλ᾽ ἐκείμεθα ἐν τῷ ᾅδῃ. Δι᾽ ἡμᾶς ἄρα καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον ὑπερύψωσε, καὶ, ἐχαρίσατο.

Τοιαύτην μὲν οὖν ἡγοῦμαι τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ μάλα ἐκκλησιαστικὴν οὖσαν. Καὶ δεύτερον δὲ ὅμως τις ἐπιχειρήσειεν εἰς τὸ ῥητὸν, ἐκ παραλλήλου λέγων τὰ αὐτά· ὅτι οὐ τὸν Λόγον αὐτὸν, ᾗ Λόγος ἐστὶν, ὑψοῦσθαι σημαίνει· ἔστι γὰρ, ὡς προείρηται μικρῷ πρόσθεν, ὕψιστος καὶ ὅμοιος ὢν τῷ Πατρί· ἀλλὰ διὰ τὴν ἐνανθρώπησιν αὐτοῦ τῆς ἐκ νεκρῶν ἀναστάσεώς ἐστι δηλωτικὸν τὸ ῥητόν. Λέγων γοῦν, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, εὐθὺς ἐπήγαγε τὸ, διὰ τοῦτο ὑπερύψωσε· δεῖξαι θέλων, ὅτι, εἰ καὶ ὡς ἄνθρωπος λέγεται τεθνηκέναι, ἀλλ᾽ ὡς ζωὴ ὢν ὑψώθη τῇ ἀναστάσει· Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναστάς. Κατέβη γὰρ σωματικῶς· ἀνέστη δὲ, ὅτι Θεὸς ἦν αὐτὸς ἐν σώματι. Καὶ τοῦτο πάλιν ἐστὶν οὗ χάριν ἐπήγαγε τῇ διανοίᾳ ταύτῃ τὸν, διὸ, σύνδεσμον, οὐ μισθὸν ἀρετῆς οὐδὲ προκοπῆς, ἀλλ᾽ αἰτίας δηλωτικὸν, δι᾽ ἣν ἡ ἀνάστασις γέγονε· καὶ δι᾽ ἣν αἰτίαν οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ Ἀδὰμ καὶ μέχρι νῦν ἀπέθανον καὶ ἔμειναν νεκροὶ, οὗτος δὲ μόνος ὁλόκληρος ἐκ νεκρῶν ἀνέστη.