Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγοι γʹ

Μέγας Αθανάσιος

Η χρίση του Υιού και ο αγιασμός της ανθρώπινης φύσης

Ερμηνεία της χρίσεως του Χριστού και της καθόδου του Πνεύματος ως γεγονότων της οικονομίας για τον αγιασμό της προσληφθείσας ανθρώπινης φύσης και όχι ως ηθικής προκοπής του αϊδίου Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 20

Ἡ δὲ αἰτία αὕτη ἐστὶν, ἣν αὐτὸς προείρηκεν, ὅτι, Θεὸς ὢν, ἄνθρωπος γέγονεν. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι μόνον ἐξ Ἀδὰμ ὄντες ἀπέθανον, καὶ τὸν θάνατον εἶχον βασιλεύοντα κατ᾽ αὐτῶν· οὗτος δὲ ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ ἐστιν· ὁ γὰρ Λόγος σὰρξ ἐγένετο. Καὶ λέγεται ὁ τοιοῦτος ἄνθρωπος ἐξ οὐρανοῦ καὶ ἐπουράνιος, διὰ τὸ ἐξ οὐρανοῦ καταβεβηκέναι τὸν Λόγον· διὸ οὐδὲ κεκράτηται ὑπὸ τοῦ θανάτου. Εἰ γὰρ καὶ ἐταπείνωσεν ἑαυτὸν, συγχωρήσας μέχρι θανάτου φθάσαι τὸ ἴδιον ἑαυτοῦ σῶμα, διὰ τὸ εἶναι αὐτὸ δεκτικὸν θανάτου· ἀλλ᾽ ἐκ γῆς ὑπερυψώθη, διὰ τὸ εἶναι αὐτὸν ἐν σώματι Υἱὸν τοῦ Θεοῦ. Ἴσον γοῦν ἐστι τὸ ἐνταῦθα λεγόμενον· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε· τῷ λεγομένῳ ἐν ταῖς Πράξεσι παρὰ τοῦ Πέτρου· Ὃν ὁ Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ. Ὡς γὰρ παρὰ τῷ Παύλῳ γέγραπται· Ἐπειδὴ, ἐν μορφῇ Θεοῦ ὢν, γέγονεν ἄνθρωπος, καὶ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, διὸ καὶ ὁ Θεὸς ὑπερύψωσεν αὐτόν· οὕτως καὶ παρὰ τοῦ Πέτρου λέγεται· Ὅτι, ἐπειδὴ Θεὸς ὢν γέγονεν ἄνθρωπος, τὰ δὲ σημεῖα καὶ τὰ τέρατα ἀπέδειξεν αὐτὸν καὶ τοῖς ὁρῶσι Θεόν· διὰ τοῦτο δυνατὸν οὐκ ἦν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου.

Ἀνθρώπῳ δὲ δυνατὸν οὐκ ἦν τοῦτο κατορθῶσαι· ἴδιον γὰρ τῶν ἀνθρώπων ὁ θάνατος· διὰ τοῦτο Θεὸς ὢν ὁ Λόγος γέγονε σὰρξ, ἵνα, θανατωθεὶς σαρκὶ, ζωοποιήσῃ πάντας τῇ ἑαυτοῦ δυνάμει. Ἐπειδὴ δὲ αὐτὸς λέγεται ὑψῶσθαι, καὶ ὅτι ὁ Θεὸς αὐτῷ ἐχαρίσατο, καὶ νομίζουσιν οἱ αἱρετικοὶ ἐλάττωμα εἶναι ἢ πάθος τῆς τοῦ Λόγου οὐσίας, ἀναγκαῖον εἰπεῖν πῶς καὶ ταῦτα λέγεται. Ὑψῶσθαι γὰρ λέγεται αὐτὸς ἀπὸ τῶν κατωτέρων μερῶν τῆς γῆς, ἐπεὶ καὶ αὐτοῦ λέγεται ὁ θάνατος εἶναι. Αὐτοῦ δὲ λέγεται ἀμφότερα, ἐπειδὴ αὐτοῦ ἦν, καὶ οὐχ ἑτέρου σῶμα τὸ ὑψωθὲν ἀπό τε τῶν νεκρῶν καὶ εἰς οὐρανοὺς ἀναληφθέν. Αὐτοῦ δὲ πάλιν ὄντος τοῦ σώματος, καὶ οὐκ ὄντος ἐκτὸς αὐτοῦ τοῦ Λόγου, εἰκότως ὑψουμένου τοῦ σώματος, αὐτὸς ὡς ἄνθρωπος, διὰ τὸ σῶμα ὑψοῦσθαι λέγεται. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, μὴ λεγέσθω περὶ αὐτοῦ ταῦτα· εἰ δὲ ὁ Λόγος γέγονε σὰρξ, ἀνάγκη ὡς περὶ ἀνθρώπου λέγεσθαι αὐτοῦ τήν τε ἀνάστασιν καὶ τὴν ὕψωσιν, ἵν᾽ ὁ μὲν θάνατος λεγόμενος αὐτοῦ λύτρον ᾖ τῆς τῶν ἀνθρώπων ἁμαρτίας καὶ κατάργησις τοῦ θανάτου· ἡ δὲ ἀνάστασις καὶ ἡ ὕψωσις βεβαία δι᾽ αὐτὸν εἰς ἡμᾶς διαμένῃ.

Ἐπ᾽ ἀμφοτέρων δὲ εἴρηκεν· Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ, ὁ Θεὸς αὐτῷ ἐχαρίσατο· ἵνα καὶ ἐκ τούτου δείξῃ πάλιν, ὅτι μὴ ὁ Πατήρ ἐστιν ὁ γενόμενος σὰρξ, ἀλλ᾽ ὁ τούτου Λόγος ἐστὶν ὁ γενόμενος ἄνθρωπος, ὁ λαμβάνων ἀνθρωπίνως παρὰ τοῦ Πατρὸς, καὶ ὑψούμενος παρ᾽ αὐτοῦ, ὥσπερ εἴρηται.

Δῆλον δὲ, καὶ οὐκ ἂν ἀμφιβάλοι τις, ὅτι ἃ δίδωσιν ὁ Πατὴρ, διὰ τοῦ Υἱοῦ δίδωσι. Καὶ ἔστι παράδοξον καὶ ἐκπλῆξαι δυνάμενον ἀληθῶς· ἣν γὰρ δίδωσιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς χάριν, ταύτην αὐτὸς ὁ Υἱὸς λέγεται δέχεσθαι· καὶ τὴν ὕψωσιν, ἣν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς ποιεῖ, ταύτην ὡς αὐτὸς ὑψούμενός ἐστιν ὁ Υἱός. Αὐτὸς γὰρ ὁ ὢν τοῦ Θεοῦ Υἱὸς, αὐτὸς γέγονε καὶ Υἱὸς ἀνθρώπου· καὶ ὡς μὲν Λόγος, τὰ παρὰ τοῦ Πατρὸς δίδωσι· πάντα γὰρ, ἃ ποιεῖ καὶ δίδωσιν ὁ Πατὴρ, δι᾽ αὐτοῦ ποιεῖ τε καὶ παρέχει· ὡς δὲ Υἱὸς ἀνθρώπου, αὐτὸς ἀνθρωπίνως λέγεται τὰ παρ᾽ ἑαυτοῦ δέχεσθαι, διὰ τὸ μὴ ἑτέρου, ἀλλ᾽ αὐτοῦ εἶναι τὸ σῶμα, τὸ φύσιν ἔχον τοῦ δέχεσθαι τὴν χάριν, καθάπερ εἴρηται. Ἐλάμβανε γὰρ κατὰ τὸ ὑψοῦσθαι τὸν ἄνθρωπον. Ὕψωσις δὲ ἦν τὸ θεοποιεῖσθαι αὐτόν.

Αὐτὸς δὲ ὁ Λόγος εἶχεν ἀεὶ τοῦτο κατὰ τὴν πατρικὴν ἑαυτοῦ θεότητα καὶ τελειότητα. Τὸ μὲν οὖν παρὰ τῷ Ἀποστόλῳ γεγραμμένον, τοιοῦτον ἔχον τὸν νοῦν, ἐλέγχει τοὺς ἀσεβεῖς· τὸ δὲ παρὰ τῷ ὑμνῳδῷ λεγόμενον τὴν αὐτὴν πάλιν ἔχει διάνοιαν ὀρθὴν, ἣν παρεξηγοῦνται μὲν οὗτοι, ὁ δὲ ψαλμῳδὸς δείκνυσιν εὐσεβῆ· φησὶ γὰρ καὶ αὐτός· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἴδετε, ὦ Ἀρειανοὶ, καὶ ἐπίγνωτε κἂν ἐντεῦθεν τὴν ἀλήθειαν. Μετόχους τοῦ Κυρίου πάντας ἡμᾶς εἴρηκεν ὁ ψάλλων. Εἰ δὲ ἐξ οὐκ ὄντων ἦν καὶ τῶν γενητῶν εἷς, εἷς ἦν ἂν τῶν μετεχόντων καὶ αὐτός· ἐπειδὴ δὲ αὐτὸν μὲν Θεὸν αἰώνιον ὕμνησε λέγων· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὰ δὲ ἄλλα πάντα μετέχειν αὐτοῦ δεδήλωκε, τί δεῖ νοεῖν ἢ ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τοῦ δὲ Πατρὸς μόνος αὐτός ἐστι Λόγος ἀληθινὸς, ἀπαύγασμα καὶ σοφία, ἧς τὰ γενητὰ πάντα μετέχει, καὶ ἁγιάζεται παρ᾽ αὐτοῦ τῷ Πνεύματι. Καὶ ἐνταῦθα γοῦν χρίεται, οὐχ ἵνα Θεὸς γένηται· ἦν γὰρ καὶ πρὸ τούτου· οὐδ᾽ ἵνα βασιλεὺς γένηται· ἦν γὰρ ἀϊδίως βασιλεύων, εἰκὼν ὑπάρχων τοῦ Θεοῦ, ὡς τὸ λόγιον δείκνυσιν· ἀλλ᾽ ὑπὲρ ἡμῶν πάλιν καὶ τοῦτο γέγραπται.

Οἱ μὲν γὰρ κατὰ τὸν Ἰσραὴλ βασιλεῖς, ὅτε ἐχρίοντο, τότε βασιλεῖς ἐγίνοντο, οὐκ ὄντες πρότερον βασιλεῖς, ὡς Δαβὶδ, ὡς Ἐζεκίας, ὡς Ἰωσίας καὶ οἱ ἄλλοι· ὁ δὲ Σωτὴρ τὸ ἔμπαλιν Θεὸς ὢν καὶ τὴν βασιλείαν τοῦ Πατρὸς ἀεὶ βασιλεύων, τοῦ τε Πνεύματος τοῦ ἁγίου χορηγὸς ὢν αὐτὸς, ὅμως δὲ λέγεται νῦν χρίεσθαι, ἵνα πάλιν, ὡς ἄνθρωπος λεγόμενος τῷ Πνεύματι χρίεσθαι, ἡμῖν τοῖς ἀνθρώποις, καθάπερ τὸ ὑψωθῆναι καὶ τὸ ἀναστῆναι, οὕτως καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν καὶ οἰκειότητα κατασκευάσῃ.

Τοῦτο δὲ σημαίνων καὶ αὐτὸς δι᾽ ἑαυτοῦ ὁ Κύριος ἔλεγεν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Ἐγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον, καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. Τοῦτο δὲ λέγων ἔδειξεν, ὅτι μὴ αὐτός ἐστιν ὁ ἁγιαζόμενος, ἀλλ᾽ ὁ ἁγιάζων· οὐ γὰρ παρ᾽ ἑτέρου ἁγιάζεται, ἀλλ᾽ αὐτὸς ἑαυτὸν ἁγιάζει, ἵνα ἡμεῖς ἐν τῇ ἀληθείᾳ ἁγιασθῶμεν. Ὁ δὲ ἑαυτὸν ἁγιάζων Κύριός ἐστι τοῦ ἁγιάζειν. Πῶς οὖν τοῦτο γίνεται; πῶς δὲ τοῦτο λέγει ἢ ὅτι, Ἐγὼ Λόγος ὢν τοῦ Πατρὸς, αὐτὸς ἐμαυτῷ ἀνθρώπῳ γενομένῳ δίδωμι τὸ Πνεῦμα· καὶ ἐμαυτὸν ἄνθρωπον γενόμενον ἐν τούτῳ ἁγιάζω, ἵνα λοιπὸν ἐν ἐμοὶ ἀληθείᾳ ὄντι (Ὁ δὲ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν·) οἱ πάντες ἁγιασθῶσιν;

Εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει, καὶ τοῦτο ποιεῖ, ὅτε γέγονεν ἄνθρωπος, εὔδηλον, ὅτι καὶ ἡ εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τοῦ Πνεύματος γενομένη κάθοδος, εἰς ἡμᾶς ἦν γινομένη, διὰ τὸ φορεῖν αὐτὸν τὸ ἡμέτερον σῶμα. Καὶ οὐκ ἐπὶ βελτιώσει τοῦ Λόγου γέγονεν, ἀλλ᾽ εἰς ἡμῶν πάλιν ἁγιασμὸν, ἵνα τοῦ χρίσματος αὐτοῦ μεταλάβωμεν, καὶ περὶ ἡμῶν λεχθείη· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Τοῦ γὰρ Κυρίου, ὡς ἀνθρώπου, λουομένου εἰς τὸν Ἰορδάνην, ἡμεῖς ἦμεν οἱ ἐν αὐτῷ καὶ παρ᾽ αὐτοῦ λουόμενοι.

Καὶ δεχομένου δὲ αὐτοῦ τὸ Πνεῦμα, ἡμεῖς ἦμεν οἱ παρ᾽ αὐτοῦ γινόμενοι τούτου δεκτικοί. Διὰ τοῦτο οὐδ᾽ ὥσπερ Ἀαρὼν, ἢ Δαβὶδ, ἢ οἱ ἄλλοι πάντες, οὕτως καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ ἄλλως παρὰ πάντας τοὺς μετόχους αὐτοῦ, ἐλαίῳ ἀγαλλιάσεως· ὅπερ ἑρμηνεύων αὐτὸς εἶναι τὸ Πνεῦμα, διὰ τοῦ προφήτου φησί· Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· καθὼς καὶ ὁ Ἀπόστολος εἴρηκεν· Ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ.

Πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἢ ὅτε καὶ ἐν σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ, καὶ καταβέβηκεν ἐπ᾽ αὐτὸν τὸ Πνεῦμα; Καὶ μὴν αὐτὸς ὁ Κύριός φησι· Τὸ Πνεῦμα ἐκ τοῦ ἐμοῦ λήψεται· καὶ, Ἐγὼ αὐτὸ ἀποστέλλω· καὶ, Λάβετε Πνεῦμα ἅγιον, τοῖς μαθηταῖς. Καὶ ὅμως ὁ ἄλλοις παρέχων ὡς Λόγος καὶ ἀπαύγασμα τοῦ Πατρὸς λέγεται νῦν ἁγιάζεσθαι, ἐπειδὴ πάλιν γέγονεν ἄνθρωπος, καὶ τὸ ἁγιαζόμενον σῶμα αὐτοῦ ἐστιν. Ἐξ ἐκείνου γοῦν καὶ ἡμεῖς ἠρξάμεθα τοῦ τὸ χρίσμα καὶ τὴν σφραγῖδα λαμβάνειν, λέγοντος τοῦ μὲν Ἰωάννου, Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου· τοῦ δὲ Ἀποστόλου, Καὶ ὑμεῖς ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Οὐκοῦν δι᾽ ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον. Ποία τοίνυν καὶ ἐκ τούτου προκοπὴ βελτιώσεως καὶ μισθὸς ἀρετῆς ἢ ἁπλῶς πράξεως τοῦ Κυρίου δείκνυται; Εἰ μὲν γὰρ, ἐκ τοῦ μὴ εἶναι Θεὸς, Θεὸς ἐγεγόνει· εἰ, μὴ βασιλεὺς ὢν, εἰς βασιλείαν προήγετο, εἶχεν ἂν ὑμῶν ὁ λόγος σκιᾶς τινος πιθανότητα. Εἰ δὲ Θεός ἐστι, καὶ ὁ θρόνος αὐτοῦ τῆς βασιλείας αἰώνιός ἐστι, ποῦ εἶχε προκόψαι Θεός; ἢ τί ἔλειπε τῷ ἐπὶ τὸν θρόνον καθημένῳ τοῦ Πατρός;

Εἰ δὲ, καὶ ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, αὐτοῦ ἐστι τὸ Πνεῦμα, ἐκ τοῦ αὐτοῦ λαμβάνει, αὐτός τε αὐτὸ ἀποστέλλει· οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ᾗ Λόγος ἐστὶ καὶ σοφία, ὁ τῷ παρ᾽ αὐτοῦ διδομένῳ Πνεύματι χριόμενος, ἀλλ᾽ ἡ προσληφθεῖσα παρ᾽ αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ παρ᾽ αὐτοῦ χριομένη· ἵνα καὶ ὁ ἁγιασμὸς, ὡς εἰς ἄνθρωπον τὸν Κύριον γινόμενος, εἰς πάντας ἀνθρώπους γένηται παρ᾽ αὐτοῦ. Οὐ γὰρ ἀφ᾽ ἑαυτοῦ, φησὶ, τὸ Πνεῦμα λαλεῖ, ἀλλ᾽ ὁ Λόγος ἐστὶν, ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. Ὅμοιον γάρ ἐστι καὶ τοῦτο τῷ προειρημένῳ ῥητῷ· ὡς γὰρ ὁ Ἀπόστολος ἔγραψεν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· οὕτως ὁ Δαβὶδ ὑμνεῖ τὸν Κύριον, αἰώνιον μὲν ὄντα Θεὸν καὶ βασιλέα, ἀποσταλέντα δὲ πρὸς ἡμᾶς, καὶ προσλαβόντα τὸ ἡμέτερον σῶμα θνητὸν ὄν· τοῦτο γὰρ παρ᾽ αὐτοῦ σημαίνεται ἐν τῷ ψάλλειν· Σμύρνα, καὶ στακτὴ, καὶ κασία ἀπὸ τῶν ἱματίων σου. Παρὰ δὲ Νικοδήμου καὶ τῶν περὶ Μαριὰμ δείκνυται, ὅτε ὁ μὲν ἦλθε φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ἑκατὸν, αἱ δὲ ἅπερ ἦσαν ἑτοιμάσασαι ἀρώματα εἰς τὸν ἐνταφιασμὸν τοῦ σώματος τοῦ Κυρίου.

Ποία οὖν πάλιν προκοπὴ τῷ ἀθανάτῳ προσλαβόντι τὸ θνητόν; ἢ ποία βελτίωσις τῷ αἰωνίῳ ἐνδυσαμένῳ τὸ πρόσκαιρον; Ποῖος δὲ καὶ μισθὸς μείζων γένοιτ᾽ ἂν Θεῷ αἰωνίῳ καὶ βασιλεῖ, καὶ ὄντι ἐν τοῖς κόλποις τοῦ Πατρός; Ἆρ᾽ οὐ θεωρεῖτε, ὅτι καὶ τοῦτο δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονε καὶ γέγραπται, ἵνα ἄνθρωπος γενόμενος ὁ Κύριος, θνητοὺς ὄντας καὶ προσκαίρους ἡμᾶς ἀθανάτους κατασκευάσῃ, καὶ εἰς τὴν αἰώνιον βασιλείαν τῶν οὐρανῶν εἰσαγάγῃ;

Ἆρ᾽ οὐκ ἐρυθριᾶτε, καταψευδόμενοι τῶν θείων λογίων; Καὶ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημήσαντος, ἡμεῖς μὲν ἐβελτιώθημεν, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας· αὐτὸς δὲ ὁ αὐτός ἐστι· καὶ οὐκ ἐπειδὴ γέγονεν ἄνθρωπος, (πάλιν γὰρ τὸ αὐτὸ λεκτέον·) ἐτράπη· ἀλλὰ, καθὼς γέγραπται, Ὁ Λόγος τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ἀμέλει ὥσπερ πρὸ τῆς ἐνανθρωπήσεως Λόγος ὣν ἐχορήγει τοῖς ἁγίοις ὡς ἴδιον τὸ Πνεῦμα, οὕτως καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας τῷ Πνεύματι, καὶ λέγει τοῖς μαθηταῖς· Λάβετε Πνεῦμα ἅγιον· καὶ Μωϋσεῖ μὲν ἐδίδου καὶ τοῖς ἄλλοις τοῖς Ἑβδομήκοντα· δι᾽ αὐτοῦ τε ηὔχετο Δαβὶδ τῷ Πατρὶ λέγων· Τὸ Πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ.

Καὶ ἄνθρωπος δὲ γενόμενος ἔλεγεν· Ἀποστελῶ ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας· καὶ ἔπεμψεν ἀψευδὴς ὢν ὁ τοῦ Θεοῦ Λόγος. Οὐκοῦν Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας μένων ἄτρεπτος, καὶ ὁ αὐτός ἐστι διδοὺς καὶ λαμβάνων, διδοὺς μὲν ὡς Θεοῦ Λόγος, λαμβάνων δὲ ὡς ἄνθρωπος. Οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ᾗ Λόγος ἐστὶν, ὁ βελτιούμενος· εἶχε γὰρ πάντα καὶ ἀεὶ ἔχει· ἀλλ᾽ οἱ ἄνθρωποί εἰσιν, οἱ ἀρχὴν ἔχοντες τοῦ λαμβάνειν ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ. Αὐτοῦ γὰρ νῦν λεγομένου ἀνθρωπίνως χοίεσθαι, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ χριόμενοι· ἐπειδὴ καὶ βαπτιζομένου αὐτοῦ, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βαπτιζόμενοι. Περὶ δὲ τούτων πάντων μᾶλλον ὁ Σωτὴρ φανερὸν ποιεῖ λέγων τῷ Πατρί· Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν ἐσμεν. Δι᾽ ἡμᾶς ἄρα καὶ δόξαν ᾔτει, καὶ τὸ, ἔλαβε, καὶ τὸ, ἐχαρίσατο, καὶ τὸ, ὑπερύψωσε, λέλεκται· ἵν᾽ ἡμεῖς λάβωμεν, καὶ ἡμῖν χαρίσηται, καὶ ἡμεῖς ὑψωθῶμεν ἐν αὐτῷ, ὥσπερ καὶ ὑπὲρ ἡμῶν ἑαυτὸν ἁγιάζει, ἵν᾽ ἡμεῖς ἁγιασθῶμεν ἐν αὐτῷ.

Εἰ δὲ διὰ τὸ προσκεῖσθαι ἐν τῷ ψαλμῷ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἐκ τῆς διὰ τοῦτο λέξεως πρόφασιν πάλιν ἑαυτοῖς, εἰς ἃ βούλονται, πορίζονται· γνώτωσαν οἱ τῶν Γραφῶν ἀμαθεῖς, καὶ τῆς ἀσεβείας ἐφευρεταὶ, ὅτι καὶ ἐνταῦθα πάλιν τὸ, Διὰ τοῦτο, οὐ μισθὸν ἀρετῆς ἢ πράξεως σημαίνει τοῦ Λόγου, ἀλλὰ τὸ αἴτιον πάλιν τῆς εἰς ἡμᾶς αὐτοῦ καθόδου, καὶ τῆς ὑπὲρ ἡμῶν εἰς αὐτὸν γινομένης τοῦ Πνεύματος χρίσεως· οὐ γὰρ εἶπε, Διὰ τοῦτο ἔχρισέ σε, ἵνα γένῃ Θεὸς, ἢ βασιλεὺς, ἢ Υἱὸς, ἢ Λόγος· ἦν γὰρ καὶ πρὸ τούτου καὶ ἔστιν ἀεὶ, καθάπερ δέδεικται· ἀλλὰ μᾶλλον, Ἐπειδὴ Θεὸς εἶ καὶ βασιλεὺς, διὰ τοῦτο καὶ ἐχρίσθης· ἐπεὶ οὐδὲ ἄλλου ἦν συνάψαι τὸν ἄνθρωπον τῷ Πνεύματι τῷ ἁγίῳ, ἢ σοῦ τῆς εἰκόνος τοῦ Πατρὸς, καθ᾽ ἣν καὶ ἐξ ἀρχῆς γεγόναμεν· σοῦ γάρ ἐστι καὶ τὸ Πνεῦμα. Τῶν μὲν γὰρ γενητῶν ἡ φύσις οὐκ ἦν ἀξιόπιστος εἰς τοῦτο, ἀγγέλων μὲν παραβάντων, ἀνθρώπων δὲ παρακουσάντων.

Διὰ τοῦτο Θεοῦ χρεία ἦν, (Θεὸς δέ ἐστιν ὁ Λόγος·) ἵνα τοὺς ὑπὸ κατάραν γενομένους αὐτὸς ἐλευθερώσῃ. Εἰ μὲν οὖν ἐξ οὐκ ὄντων ἦν, οὐδ᾽ ἂν αὐτὸς ἦν ὁ Χριστὸς εἷς ὢν πάντων καὶ μέτοχος τυγχάνων καὶ αὐτός· ἐπειδὴ δὲ Θεός ἐστι, Θεοῦ Υἱὸς ὢν, βασιλεύς τε ἀΐδιός ἐστιν, ἀπαύγασμα καὶ χαρακτὴρ τοῦ Πατρὸς ὑπάρχων· διὰ τοῦτο εἰκότως αὐτός ἐστιν ὁ προσδοκώμενος Χριστὸς, ὃν ὁ Πατὴρ ἀπαγγέλλει τοῖς ἀνθρώποις, ἀποκαλύπτων τοῖς ἁγίοις αὐτοῦ προφήταις· ἵνα, ὥσπερ δι᾽ αὐτοῦ γεγόναμεν, οὕτω καὶ ἐν αὐτῷ τῶν πάντων λύτρωσις ἀπὸ τῶν ἁμαρτιῶν γένηται, καὶ τὰ πάντα παρ᾽ αὐτοῦ βασιλεύηται. Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς εἰς αὐτὸν γενομένης χρίσεως, καὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου, ἣν προορῶν καὶ ὁ ψαλμῳδὸς, τὴν μὲν θεότητα καὶ τὴν πατρικὴν βασιλείαν αὐτοῦ ὑμνῶν ἀναφωνεῖ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· τὴν δὲ εἰς ἡμᾶς αὐτοῦ κάθοδον ἀπαγγέλλων, λέγει· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Τί δὲ θαυμαστὸν ἢ τί ἄπιστον, εἰ ὁ τὸ Πνεῦμα διδοὺς Κύριος λέγεται νῦν αὐτὸς τῷ Πνεύματι χρίεσθαι, ὅπου γε, χρείας πάλιν ἀπαιτούσης, οὐ παρῃτήσατο διὰ τὸ ἀνθρώπινον ἑαυτοῦ εἰπεῖν ἑαυτὸν καὶ ἐλάττονα τοῦ Πνεύματος; Τῶν γὰρ Ἰουδαίων λεγόντων, ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια, ἀπεκρίθη καὶ εἶπεν αὐτοῖς εἰς τὸ ἐλέγξαι βλασφημοῦντας αὐτούς· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Ἰδοὺ γὰρ ὁ τοῦ Πνεύματος δοτὴρ ἐν Πνεύματι λέγει νῦν ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· τοῦτο δὲ οὐκ ἔστιν ἄλλως εἰρημένον ἢ διὰ τὴν σάρκα. Ὡς γὰρ τῆς ἀνθρώπων φύσεως οὐκ οὔσης ἱκανῆς ἀφ᾽ ἑαυτῆς ἐκβάλλειν τοὺς δαίμονας εἰ μὴ δυνάμει τοῦ Πνεύματος, διὰ τοῦτο ὡς ἄνθρωπος ἔλεγεν· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Ἀμέλει καὶ τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν γινομένην μείζονα τῆς ἀνθρωπότητος σημαίνων ἔλεγεν· Ὃς ἂν εἴπῃ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἕξει ἄφεσιν· οἷοι ἦσαν οἱ λέγοντες· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;

Οἱ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημοῦντες, καὶ τὰ τοῦ Λόγου ἔργα τῷ διαβόλῳ ἐπιγράφοντες, ἄφυκτον τιμωρίαν ἕξουσι. Τοιαῦτα μὲν οὖν τοῖς Ἰουδαίοις, ὡς ἄνθρωπος, ἔλεγεν ὁ Κύριος· τοῖς δὲ μαθηταῖς τὴν θεότητα καὶ τὴν μεγαλειότητα δεικνὺς ἑαυτοῦ; οὐκέτι δὲ ἐλάττονα τοῦ Πνεύματος ἑαυτὸν, ἀλλὰ ἴσον σημαίνων, ἐδίδου μὲν τὸ Πνεῦμα καὶ ἔλεγεν· Λάβετε τὸ Πνεῦμα ἅγιον, καὶ, Ἐγὼ αὐτὸ ἀποστέλλω· κἀκεῖνος ἐμὲ δοξάσει, καὶ, ὅσα ἀκούει λαλήσει. Ὥσπερ οὖν ἐνταῦθα αὐτὸς ὁ τοῦ Πνεύματος δοτὴρ ὁ Κύριος οὐ παραιτεῖται εἰπεῖν, ἐν Πνεύματι ἐκβάλλειν τὰ δαιμόνια, ὡς ἄνθρωπος· τὸν αὐτὸν τρόπον ὁ αὐτὸς ὢν τοῦ Πνεύματος δοτὴρ οὐ παρῃτήσατο λέγειν· Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, διὰ τὸ γεγενῆσθαι αὐτὸν σάρκα, ὡς εἶπεν ὁ Ἰωάννης, ἵνα δειχθῇ, ὅτι κατὰ τὰ ἀμφότερα ἡμεῖς ἐσμεν, οἱ καὶ ἐν τῷ ἁγιάζεσθαι δεόμενοι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μὴ δυνάμενοι δαίμονας ἐκβάλλειν ἄνευ τῆς τοῦ Πνεύματος δυνάμεως. Διὰ τίνος δὲ καὶ παρὰ τίνος ἔδει τὸ Πνεῦμα δίδοσθαι ἢ διὰ τοῦ Υἱοῦ, οὗ καὶ τὸ Πνεῦμά ἐστι; Πότε δὲ λαμβάνειν ἡμεῖς ἐδυνάμεθα, εἰ μὴ ὅτε ὁ Λόγος γέγονεν ἄνθρωπος;

Καὶ ὥσπερ τὸ παρὰ τοῦ Ἀποστόλου λεγόμενον δείκνυσιν, ὅτι οὐκ ἂν ἐλυτρώθημεν καὶ ὑπερυψώθημεν, εἰ μὴ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἔλαβε δούλου μορφήν· οὕτως καὶ ὁ Δαβὶδ δείκνυσιν, ὅτι οὐκ ἂν ἄλλως μετέσχομεν τοῦ Πνεύματος καὶ ἡγιάσθημεν, εἰ μὴ ὁ τοῦ Πνεύματος δοτὴρ αὐτὸς ὁ Λόγος ἔλεγεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πνεύματι χρίεσθαι. Διὸ καὶ βεβαίως ἐλάβομεν, αὐτοῦ λεγομένου κεχρίσθαι σαρκί. Τῆς γὰρ ἐν αὐτῷ σαρκὸς πρώτης ἁγιασθείσης, καὶ αὐτοῦ λεγομένου δι᾽ αὐτὴν εἰληφέναι, ὡς ἀνθρώπου· ἡμεῖς ἐπακολουθοῦσαν ἔχομεν τὴν τοῦ Πνεύματος χάριν, ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνοντες.

Τὸ δὲ, Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν, πρόσκειται ἐν τῷ ψαλμῷ, οὐχ, ὡς ὑμεῖς πάλιν νοεῖτε, τρεπτὴν δεικνύον τοῦ Λόγου τὴν φύσιν, ἀλλὰ μᾶλλον καὶ ἐκ τούτου τὸ ἄτρεπτον αὐτοῦ σημαῖνον. Ἐπειδὴ γὰρ τῶν γενητῶν ἡ φύσις ἐστὶ τρεπτή· καὶ οἱ μὲν παρέβησαν, οἱ δὲ παρήκουσαν, ὥσπερ εἴρηται· ἥ τε πρᾶξις αὐτῶν οὐκ ἔστι βεβαία, ἀλλὰ πολλάκις ἐνδέχεται τὸν νῦν ἀγαθὸν μετὰ ταῦτα τρέπεσθαι, καὶ ἕτερον γίνεσθαι, ὡς τὸν ἄρτι δίκαιον ἄδικον μετ᾽ ὀλίγον εὑρεθῆναι· διὰ τοῦτο πάλιν ἀτρέπτου χρεία ἦν, ἵνα τὸ ἀμετάβλητον τῆς τοῦ Λόγου δικαιοσύνης ἔχωσιν εἰκόνα καὶ τύπον πρὸς ἀρετὴν οἱ ἄνθρωποι. Ἡ δὲ τοιαύτη διάνοια ἔχει καὶ τὴν αἰτίαν τοῖς εὐφρονοῦσιν εὔλογον. Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ ἐτράπη, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, διὰ τοῦτο τὸν δεύτερον Ἀδὰμ ἔπρεπεν ἄτρεπτον εἶναι· ἵνα, κἂν πάλιν ὁ ὄφις ἐπιχειρήσῃ, αὐτοῦ μὲν τοῦ ὄφεως ἡ ἀπάτη ἐξασθενήσῃ, τοῦ δὲ Κυρίου ἀτρέπτου καὶ ἀναλλοιώτου ὄντος, πρὸς πάντας ὁ ὄφις ἀσθενὴς τοῖς ἐπιχειρήμασι γένηται. Ὥσπερ γὰρ, τοῦ Ἀδὰμ παραβάντος, εἰς πάντας ἀνθρώπους ἔφθασεν ἡ ἁμαρτία, οὕτως, τοῦ Κυρίου γενομένου ἀνθρώπου, καὶ τὸν ὄφιν ἀνατρέψαντος, εἰς πάντας ἀνθρώπους ἡ τοιαύτη ἰσχὺς διαβήσεται, ὥστε λέγειν ἕκαστον ἡμῶν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.

Οὐκοῦν εἰκότως ὁ Κύριος ὁ ἀεὶ καὶ φύσει ἄτρεπτος, ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἀδικίαν, χρίεται, καὶ αὐτὸς ἀποστέλλεται, ἵνα ὁ αὐτός τε ὢν καὶ αὐτὸς διαμένων, τὴν τρεπτὴν σάρκα λαβὼν, τὴν μὲν ἁμαρτίαν ἐν αὐτῇ κατακρίνῃ, ἐλευθέραν δὲ αὐτὴν κατασκευάσῃ εἰς τὸ δύνασθαι λοιπὸν τὸ δικαίωμα τοῦ νόμου πληροῦν ἐν αὐτῇ, ὥστε καὶ λέγειν δύνασθαι· Ἡμεῖς δὲ οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ᾽ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ἡμῖν.

Μάτην ὑμῖν ἄρα καὶ νῦν, ὦ Ἀρειανοὶ, ἡ τοιαύτη ὑπόνοια γεγένηται, καὶ μάτην ἐπροφασίσασθε τὰ ῥήματα τῶν Γραφῶν· ὁ Λόγος γὰρ ὁ τοῦ Θεοῦ ἄτρεπτός ἐστι, καὶ ἀεὶ καὶ ὡσαύτως ἔχει, οὐχ ἁπλῶς, ἀλλ᾽ ὡς ὁ Πατήρ. Ἐπεὶ πῶς ὅμοιος, εἰ μὴ οὕτως ἐστίν; Ἢ πῶς πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, εἰ μὴ καὶ τὸ ἄτρεπτον καὶ τὸ ἀναλλοίωτον τοῦ Πατρὸς ἔχει; Οὐχ ὡς ὑποκείμενος δὲ νόμοις, καὶ τὴν ἐπὶ θάτερα ῥοπὴν ἔχων, τὸ μὲν ἀγαπᾷ, τὸ δὲ μισεῖ, ἵνα μὴ, φόβῳ τοῦ ἐκπεσεῖν, τὸ ἕτερον προσλαμβάνῃ, καὶ ἄλλως πάλιν τρεπτὸς εἰσάγηται· ἀλλ᾽ ὡς Θεὸς ὢν καὶ Λόγος τοῦ Πατρὸς, κριτής ἐστι δίκαιος καὶ φιλάρετος, μᾶλλον δὲ καὶ χορηγὸς ἀρετῆς.

Δίκαιος οὖν φύσει καὶ ὅσιος ὢν, διὰ τοῦτο ἀγαπᾷν λέγεται δικαιοσύνην καὶ μισεῖν ἀδικίαν· ἴσον τῷ εἰπεῖν, ὅτι τοὺς μὲν ἐναρέτους ἀγαπᾷ καὶ προσλαμβάνεται, τοὺς δὲ ἀδίκους ἀποστρέφεται καὶ μισεῖ. Καὶ γὰρ καὶ περὶ τοῦ Πατρὸς τὸ αὐτὸ λέγουσιν αἱ θεῖαι Γραφαί· Δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησε· καὶ, Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· καὶ, Τὰς μὲν πύλας Σιὼν ἀγαπᾷ, τὰ δὲ σκηνώματα Ἰακὼβ οὐ περὶ πολλοῦ ποιεῖται· καὶ, Τὸν μὲν Ἰακὼβ ἠγάπησε, τὸν δὲ Ἠσαῦ ἐμίσησε· κατὰ δὲ τὸν Ἡσαΐαν, φωνὴ Θεοῦ ἐστι πάλιν λέγοντος· Ἐγώ εἰμι Κύριος, ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας.

Ἢ τοίνυν κἀκεῖνα τὰ ῥήματα ὡς ταῦτα ἐκλαμβανέτωσαν· καὶ γὰρ κἀκεῖνα περὶ τῆς εἰκόνος τοῦ Θεοῦ γέγραπται· ἢ καὶ ταῦτα ὡς ἐκεῖνα κακῶς διανοούμενοι, τρεπτὸν καὶ τὸν Πατέρα ἐπινοείτωσαν. Εἰ δὲ καὶ μόνον ἀκούειν τοῦτο λεγόντων ἑτέρων οὐκ ἔστιν ἀκίνδυνον, διὰ τοῦτο καλῶς διανοούμεθα τὸ λέγεσθαι τὸν Θεὸν δικαιοσύνας ἀγαπᾷν, καὶ μισεῖν ἁρπάγματα ἐξ ἀδικίας, οὐχ ὡς ἐπὶ θάτερα ῥοπὴν ἔχοντος αὐτοῦ καὶ δεκτικοῦ τοῦ ἐναντίου, ὥστε τοῦτο μὲν ἐκλέγεσθαι, ἐκεῖνο δὲ μὴ αἱρεῖσθαι· τοῦτο γὰρ τῶν γενητῶν ἴδιόν ἐστιν· ἀλλ᾽ ὅτι, ὡς κριτὴς, τοὺς μὲν δικαίους ἀγαπᾷ καὶ προσλαμβάνεται, τῶν δὲ φαύλων μακρὰν γίνεται ἀκόλουθον ἂν εἴη καὶ περὶ τῆς εἰκόνος τοῦ Θεοῦ τοιαῦτα νοεῖν, ὅτι οὕτως ἀγαπᾷ καὶ μισεῖ. Τοιαύτην γὰρ εἶναι τὴν φύσιν τῆς εἰκόνος δεῖ, οἷός ἐστιν ὁ ταύτης Πατὴρ, κἂν οἱ Ἀρειανοὶ, ὡς τυφλοὶ, μήτε ταύτην, μήτε ἄλλο τι τῶν θείων λογίων βλέπωσιν. Ἐκπεσόντες γὰρ τῶν ἀπὸ καρδίας αὐτῶν ἐννοιῶν, μᾶλλον δὲ παρανοιῶν, ἐπὶ ῥητὰ πάλιν τῶν θείων Γραφῶν καταφεύγουσιν, εἰς ἃ καὶ αὐτὰ συνήθως ἀναισθητοῦντες, οὐχ ὁρῶσι τὸν ἐν τούτοις νοῦν· ἀλλ᾽ ὡς κανόνα τινὰ τὴν ἰδίαν ἀσέβειαν θέμενοι, πρὸς τοῦτον πάντα τὰ θεῖα λόγια διαστρέφουσιν· οἵτινες καὶ μόνον αὐτὰ φθεγγόμενοι, οὐδὲν ἕτερον ἀκούειν εἰσὶν ἄξιοι ἢ, Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.

Ἂν δὲ καὶ ἐπιμένωσι, πάλιν ἐντρέπεσθαι καὶ ἀκούειν, Ἀπόδοτε τὰ τοῦ ἀνθρώπου τῷ ἀνθρώπῳ, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.

Γεγράφθαι τοίνυν, φασὶν, ἐν μὲν ταῖς Παροιμίαις· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ἐν δὲ τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, τοῦ Ἀποστόλου λέγοντος· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα· καὶ μετ᾽ ὀλίγα· Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ ἐν ταῖς Πράξεσι δὲ, Γνωστὸν οὖν ἔστω πᾶσιν ὑμῖν, πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.

Ταῦτα ἄνω καὶ κάτω προφέροντες, καὶ πλανώμενοι περὶ τὴν διάνοιαν, ἐνόμισαν ἐκ τούτων κτίσμα καὶ ποίημα εἶναι καὶ ἕνα τῶν γενητῶν τὸν τοῦ Θεοῦ Λόγον· οὕτω τε ἀπατῶσι τοὺς ἀνοήτους, πρόφασιν μὲν προβαλλόμενοι τὰ ῥητὰ, ἀντὶ δὲ τῆς ἀληθινῆς διανοίας τὸν ἴδιον τῆς αἱρέσεως ἰὸν ἐπισπείροντες· εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν ἠσέβουν εἰς τὸν Κύριον τῆς δόξης, οὐδὲ τὰ καλῶς γραφέντα παρηρμήνευον.

Εἰ μὲν οὖν ἐκ φανεροῦ λοιπὸν ἀναδεξάμενοι τὸν τοῦ Καϊάφα τρόπον, Ἰουδαΐζειν ἔκριναν, ὥστε ἀγνοεῖν τὸ γεγραμμένον, ὅτι ὄντως ὁ Θεὸς ἐπὶ τῆς γῆς κατοικήσει· μὴ ἐξεταζέτωσαν τὰς ἀποστολικὰς λέξεις· οὐ γὰρ Ἰουδαίων τοῦτο· εἰ δὲ καὶ, τοῖς ἀθέοις Μανιχαίοις ἑαυτοὺς ἐγκαταμίξαντες, ἀρνοῦνται τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, μὴ προφερέτωσαν τὰς Παροιμίας· ἀλλότριον γὰρ καὶ τῶν Μανιχαίων τοῦτο· εἰ δὲ διὰ τὸ πρόβλημα, καὶ ὅπερ ἐκ τούτου κέρδος τῆς φιλοχρηματίας ἐσχήκασι, διά τε τὴν ἐν τῷ δοκεῖν φιλοδοξίαν οὐ τολμῶσιν ἀρνεῖσθαι τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, ἐπειδὴ καὶ γέγραπται· ἢ καὶ τὰ ῥήματα τὰ περὶ τούτου γεγραμμένα διανοείσθωσαν ὀρθῶς εἰς τὴν ἐνσώματον παρουσίαν τοῦ Σωτῆρος· ἢ εἰ τὴν διάνοιαν ἀρνοῦνται, ἀρνείσθωσαν, ὅτι καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος. Ἀπρεπὲς γὰρ ὁμολογεῖν μὲν, ὅτι ὁ Λόγος σὰρξ ἐγένετο, ἐρυθριᾷν δὲ ἐπὶ τοῖς γεγραμμένοις περὶ αὐτοῦ, καὶ διὰ τοῦτο τὴν τούτων διάνοιαν διαφθείρειν.

Γέγραπται μὲν γὰρ, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· τοῦτο γὰρ ἐξετάσαι πρῶτον ἀναγκαῖον· δεῖ δὲ, ὡς ἐπὶ πάσης τῆς θείας Γραφῆς προσήκει ποιεῖν, καὶ ἀναγκαῖόν ἐστιν, οὕτω καὶ ἐνταῦθα, καθ᾽ ὃν εἶπεν ὁ Ἀπόστολος καιρὸν, καὶ τὸ πρόσωπον, καὶ τὸ πρᾶγμα, διόπερ ἔγραψε, πιστῶς ἐκλαμβάνειν, ἵνα μὴ παρὰ ταῦτα ἢ καὶ παρ᾽ ἕτερόν τι τούτων ἀγνοῶν ὁ ἀναγινώσκων ἔξω τῆς ἀληθινῆς διανοίας γένηται. Τοῦτο γὰρ καὶ ὁ φιλομαθὴς εὐνοῦχος ἐκεῖνος εἰδὼς, παρεκάλει τὸν Φίλιππον λέγων· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός;

Ἐφοβεῖτο γὰρ μὴ, παρὰ πρόσωπον ἐκλαβὼν τὴν ἀνάγνωσιν, πλανηθῇ τῆς ὀρθῆς διανοίας. Καὶ οἱ μαθηταὶ δὲ θέλοντες τὸν καιρὸν τῶν λεγομένων μαθεῖν, παρεκάλουν τὸν Κύριον λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας;

Καὶ αὐτοὶ, ἀκούοντες παρὰ τοῦ Σωτῆρος τὰ περὶ τοῦ τέλους, ἤθελον μαθεῖν καὶ τὸν καιρὸν, ἵνα μήτε αὐτοὶ πλανῶνται, ἀλλὰ καὶ τοὺς ἄλλους διδάσκειν δυνηθῶσι. Μαθόντες γοῦν, διωρθώσαντο μέλλοντας πλανᾶσθαι τοὺς ἀπὸ τῆς Θεσσαλονίκης. Ὅταν μὲν οὖν τῶν τοιούτων τις ἔχῃ καλῶς τὴν γνῶσιν, ὀρθὴν ἔχει καὶ ὑγιαίνουσαν τὴν τῆς πίστεως διάνοιαν· ἐὰν δὲ παρ᾽ ἕτερόν τις ἐκλαμβάνῃ τι τούτων, εὐθὺς εἰς αἵρεσιν ἐκπίπτει. Παρὰ καιρὸν μὲν οὖν ἐπλανήθησαν οἱ μὲν περὶ Ὑμέναιον καὶ Ἀλέξανδρον λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι· οἱ δὲ Γαλάται μετὰ τὸν καιρὸν, ἀγαπήσαντες νῦν τὴν περιτομήν. Παρὰ πρόσωπον δὲ πεπόνθασι καὶ πάσχουσι μέχρι νῦν Ἰουδαῖοι, νομίζοντες περὶ ἑνὸς ἐξ αὐτῶν λέγεσθαι τὸ, Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ᾽ ἡμῶν ὁ Θεός· καὶ ὅταν τὸ μὲν, Προφήτην ἡμῖν ἀναστήσει ὁ Θεὸς, νομίζωσι περὶ ἑνὸς τῶν προφητῶν λέγεσθαι· τὸ δὲ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, μὴ μανθάνωσι παρὰ τοῦ Φιλίππου, ἀλλ᾽ ὑπολαμβάνωσι περὶ τοῦ Ἡσαΐου λέγεσθαι, ἢ περὶ ἄλλου τινὸς τῶν γενομένων προφητῶν.

Τοιαῦτα δὴ οὖν καὶ οἱ χριστομάχοι παθόντες, εἰς μυσαρὰν αἵρεσιν ἐκπεπτώκασιν. Εἰ γὰρ ἐγνώκεισαν τό τε πρόσωπον καὶ τὸ πρᾶγμα καὶ τὸν καιρὸν τοῦ ἀποστολικοῦ ῥητοῦ, οὐκ ἂν, τὰ ἀνθρώπινα εἰς τὴν θεότητα ἐκλαμβάνοντες, τοσοῦτον ἠσέβουν οἱ ἄφρονες.