Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγοι γʹ

Μέγας Αθανάσιος

Η υπεροχή του Υιού έναντι των κτισμάτων

Ανάλυση της οντολογικής διαφοράς μεταξύ του κτιστού και του ακτίστου, με έμφαση στους όρους «κρείττων» και «γενόμενος» προς απόδειξη της θείας ουσίας του Λόγου έναντι των αγγέλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 20

Τοῦτο δὲ δυνατὸν ἰδεῖν, εἰ τὴν ἀρχὴν τοῦ ἀναγνώσματός τις καλῶς ἐκλάβοι. Φησὶ γὰρ ὁ Ἀπόστολος· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· εἶτα μετ᾽ ὀλίγα φησί· Δι᾽ ἑαυτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Περὶ τοῦ καιροῦ ἄρα καθ᾽ ὃν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὅτε καὶ τῶν ἁμαρτιῶν καθαρισμὸς γέγονε, μνημονεύει τὸ ἀποστολικὸν ῥητόν. Πότε δὲ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ; καὶ πότε γέγονε καθαρισμὸς τῶν ἁμαρτιῶν; πότε δὲ γέγονεν ἄνθρωπος ἢ μετὰ τοὺς προφήτας ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν; Εἶτα τοῦ διηγήματος ὄντος περὶ τῆς καθ᾽ ἡμᾶς οἰκονομίας, λέγων περὶ τῶν ἐσχάτων καιρῶν, ἀκολούθως ἐμνημόνευσεν, ὅτι μήτε τοὺς προτέρους χρόνους ἐσιώπησε τοῖς ἀνθρώποις ὁ Θεός· ἐλάλησε γὰρ αὐτοῖς διὰ τῶν προφητῶν. Καὶ ἐπειδὴ καὶ προφῆται διηκόνησαν, καὶ δι᾽ ἀγγέλων ὁ νόμος ἐλαλήθη, καὶ ὁ Υἱὸς δὲ ἐπεδήμησε, καὶ ἦλθε διακονῆσαι, ἀναγκαίως ἐπήγαγε τὸ, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, δεῖξαι θέλων, ὅτι ὅσον ὁ Υἱὸς διαφέρει δούλου, τοσοῦτον καὶ τῆς διακονίας τῶν δούλων ἡ τοῦ Υἱοῦ διακονία κρείττων γέγονε.

Τὴν διακονίαν ἄρα διακρίνων ὁ Ἀπόστολος τήν τε παλαιὰν καὶ τὴν καινὴν, παῤῥησιάζεται πρὸς Ἰουδαίους γράφων καὶ λέγων· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Διὰ τοῦτο γοῦν οὐδὲ τὸ ὅλον συγκριτικῶς εἴρηκε, μείζων, ἢ, τιμιώτερος γενόμενος, ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τις λογίσηται· ἀλλὰ, κρείττων, εἴρηκεν, ἵνα τὸ διαλλάττον τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὰ γεννητὰ γνωρίσῃ.

Καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν ἐκ τῶν θείων Γραφῶν, τοῦ μὲν Δαβὶδ ψάλλοντος, Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· τοῦ δὲ Σολομῶνος ἀναφωνοῦντος· Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. Πῶς γὰρ οὐκ εἰσὶν ἑτερούσια καὶ ἄλλα τὴν φύσιν ἡ σοφία καὶ οἱ ἀπὸ γῆς λίθοι; Ποία δὲ συγγένεια ταῖς οὐρανίοις αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις; Ἢ τί ὅμοιον τῶν αἰωνίων καὶ πνευματικῶν τὰ πρόσκαιρα καὶ τὰ θνητά;

Καὶ τοῦτο γὰρ ἦν ὃ Ἡσαΐας φησί· Τάδε λέγει Κύριος τοῖς εὐνούχοις· Ὅσοι ἂν φυλάξωνται τὰ Σάββατά μου, καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν· κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. Οὕτως ἄρα οὐδεμία συγγένεια τῷ Υἱῷ πρὸς τοὺς ἀγγέλους ἐστί· μηδεμιᾶς δὲ οὔσης τῆς συγγενείας, οὐκ ἄρα συγκριτικῶς ἐλέχθη τὸ, κρείττων, ἀλλὰ διακριτικῶς διὰ τὸ ἀλλάττον τῆς τούτου φύσεως ἀπ᾽ ἐκείνων. Καὶ αὐτὸς οὖν ὁ Ἀπόστολος τὸ, κρείττων, ἑρμηνεύων, οὐκ ἐν ἄλλῳ τινὶ ἢ ἐν τῇ διαφορᾷ τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων, ὅτι ὁ μὲν Υἱὸς, τὰ δὲ δοῦλα· καὶ ὁ μὲν ὡς Υἱὸς μετὰ τοῦ Πατρὸς ἐν δεξιᾷ κάθηται, τὰ δὲ ὡς δοῦλα παρέστηκε, καὶ ἀποστέλλεται, καὶ λειτουργεῖ.

Τούτων δὲ οὕτως γεγραμμένων, οὐ γενητὸς ἐκ τούτων ὁ Υἱὸς σημαίνεται, ὦ Ἀρειανοὶ, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς, ἐν τοῖς κόλποις ὢν αὐτοῦ. Καὶ γὰρ καὶ τὸ γεγραμμένον ἐνταῦθα, γενόμενος, οὔτε γενητὸν σημαίνει τὸν Υἱὸν, ὥσπερ ὑμεῖς νομίζετε. Εἰ μὲν γὰρ ἁπλῶς εἰρήκει τὸ, γενόμενος, καὶ ἐσιώπησεν, ἡ πρόφασις ἦν τοῖς Ἀρειανοῖς· ἐπειδὴ δὲ τὸν Υἱὸν προείρηκε, δι᾽ ὅλης τῆς περικοπῆς ἀποδείξας αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν, οὐδὲ τὸ, γενόμενος, ἀπολελυμένως ἔθηκεν, ἀλλὰ τὸ, κρείττων, συνῆψε τῷ, γενόμενος.

Ἀδιάφορον γὰρ ἡγήσατο τὴν λέξιν, εἰδὼς, ὡς ἐπὶ ὁμολογουμένου γνησίου Υἱοῦ ὁ λέγων τὸ, γενόμενος, ἴσον τῷ γεγενῆσθαι, καὶ ὅτι ἐστὶ κρείττων, λέγει. Τὸ μὲν γὰρ γεννητὸν οὐ διαφέρει, κἂν λέγῃ τις, γέγονεν, ἢ, πεποίηται· τὰ δὲ γενητὰ ἀδύνατον, δημιουργήματα ὄντα, λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα, μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσθαι καὶ αὐτὰ λέγονται· οὔτι γε διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ Υἱοῦ ἐν τῷ Πνεύματι. Καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία Γραφή· ἐπὶ μὲν τῶν γενητῶν λέγουσα, Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ, Πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπὶ δὲ τῶν υἱῶν τῶν γεννητῶν, Ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· καὶ, Ἀβραὰμ δὲ ἦν ἑκατὸν ἐτῶν, ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.

Ὁ δὲ Μωϋσῆς ἔλεγεν· Ἐὰν γένωνταί τινι υἱοί. Οὐκοῦν εἰ μὲν τῶν γενητῶν ἄλλος ἐστὶ, τῆς δὲ τοῦ Πατρὸς οὐσίας μόνον ἴδιον γέννημα ὁ Υἱὸς, μεματαίωται τοῖς Ἀρειανοῖς ἡ περὶ τοῦ, γενόμενος, πρόφασις. Κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζωνται πάλιν λέγειν συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ, καὶ διὰ τοῦτο εἶναι τὰ συγκρινόμενα ὁμογενῆ, ὥστε τὸν Υἱὸν τῆς τῶν ἀγγέλων εἶναι φύσεως· αἰσχυνθήσονται μὲν προηγουμένως ὡς τὰ Οὐαλεντίνου καὶ Καρποκράτους καὶ τῶν ἄλλων αἱρετικῶν ζηλοῦντες καὶ φθεγγόμενοι, ὧν ὁ μὲν τοὺς ἀγγέλους ὁμογενεῖς εἴρηκε τῷ Χριστῷ· ὁ δὲ Καρποκράτης ἀγγέλους τοῦ κόσμου δημιουργοὺς εἶναί φησι. Παρ᾽ αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι, συγκοίνουσι τὸν τοῦ Θεοῦ Λόγον τοῖς ἀγγέλοις.

Ἀλλ᾽ ἐντραπήσονται τοιαῦτα φανταζόμενοι παρὰ μὲν τοῦ ὑμνῳδοῦ λέγοντος, Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; καὶ, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; Ἀκούσονται δὲ ὅμως, ἐὰν ἄρα κἂν οὕτω μάθωσιν, ὡς ἐν μὲν τοῖς ὁμογενέσιν ὁμολογουμένως φιλεῖ τὰ τῆς συγκρίσεως γίνεσθαι, καὶ οὐκ ἐν τοῖς ἑτερογενέσιν. Οὐδεὶς γοῦν Θεὸν συγκρίνοι πρὸς ἄνθρωπον, οὐδὲ πάλιν ἄνθρωπον πρὸς τὰ ἄλογα, οὐδὲ ξύλα πρὸς λίθους, διὰ τὸ ἀνόμοιον τῆς φύσεως· ἀλλὰ Θεὸς μὲν ἀσύγκριτόν ἐστι πρᾶγμα· ἄνθρωπος δὲ πρὸς ἄνθρωπον συγκρίνεται, καὶ ξύλον πρὸς ξύλον, καὶ λίθος πρὸς λίθον· καὶ οὐκ ἄν τις ἐπὶ τούτων εἴποι τὸ, κρεῖττον, ἀλλὰ τὸ, μᾶλλον, καὶ τὸ, πλέον· οὕτως Ἰωσὴφ ὡραῖος ἦν μᾶλλον παρὰ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ Ῥαχὴλ τῆς Λείας· ἀστὴρ δὲ ἀστέρος οὐχὶ κρείσσων, ἀλλὰ μᾶλλον διαφέρει ἐν δόξῃ. Ἐπὶ δὲ τῶν ἑτερογενῶν, ὅταν ταῦτά τις παραβάλλῃ πρὸς ἄλληλα, τότε τὸ, κρεῖττον, πρὸς τὸ διαλλάττον λέγεται, καθάπερ ἐπὶ τῆς σοφίας καὶ τῶν λίθων εἴρηται.

Εἰ μὲν οὖν εἰρηκὼς ἦν ὁ Ἀπόστολος· Τοσούτῳ μᾶλλον ὁ Υἱὸς τῶν ἀγγέλων προάγει, ἢ, τοσούτῳ μείζων ἐστίν· ἦν ἂν ὑμῖν πρόφασις, ὡς συγκρινομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους· νῦν δὲ λέγων κρείττονα αὐτὸν εἶναι, καὶ τοσούτῳ διαφέρειν, ὅσῳ διέστηκεν υἱὸς δούλων, δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῆς τῶν ἀγγέλων φύσεως. Λέγων δὲ πάλιν αὐτὸν εἶναι τὸν θεμελιώσαντα τὰ πάντα, δείκνυσιν ἄλλον αὐτὸν εἶναι πάντων τῶν γενητῶν. Ἄλλου δὲ καὶ ἑτερουσίου αὐτοῦ ὄντος παρὰ τὴν τῶν γενητῶν φύσιν, ποία τῆς οὐσίας αὐτοῦ σύγκρισις ἢ ὁμοιότης πρὸς τὰ γενητά;

Κἂν γὰρ πάλιν ἐνθυμηθῶσί τι τοιοῦτον, διελέγξει τούτους τὰ αὐτὰ λέγων ὁ Παῦλος· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα Ἰδοὺ τῶν μὲν γενητῶν τὸ ποιεῖσθαι, καὶ ταῦτα ποιήματα εἶναι λέγει· πρὸς δὲ τὸν Υἱὸν οὐ ποίησιν, οὐδὲ τὸ γενέσθαι, ἀλλὰ τὸ ἀΐδιον, καὶ τὸ βασιλέα, καὶ τὸ εἶναι δημιουργὸν, προσφωνεῖ λέγων· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ σὺ κατ᾽ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Ἐξ ὧν καὶ αὐτοὶ συνιδεῖν ἠδύναντο, εἴπερ ἤθελον, ὅτι ἄλλος μέν ἐστιν ὁ δημιουργῶν, ἄλλα δὲ τὰ δημιουργήματα· καὶ ὁ μὲν Θεός ἐστι, τὰ δὲ γενητά ἐστιν ἐξ οὐκ ὄντων πεποιημένα.

Τὸ γὰρ λεγόμενον νῦν, αὐτοὶ ἀπολοῦνται, οὐχ ὡς εἰς ἀπώλειαν ἐσομένης τῆς κτίσεώς φησιν, ἀλλ᾽ ἵνα ἀπὸ τοῦ τέλους τὴν τῶν γενητῶν δείξῃ φύσιν. Τὰ γὰρ δυνάμενα ἀπολέσθαι, κἂν μὴ ἀπόληται διὰ τὴν χάριν τοῦ πεποιηκότος ταῦτα, ὅμως ἐξ οὐκ ὄντων γέγονε, καὶ τὸ μὴ εἶναί ποτε αὐτὰ μαρτυρεῖται. Διὰ τοῦτο γοῦν ὡς τούτων τοιαύτην ἐχόντων τὴν φύσιν, λέγεται ἐπὶ τοῦ Υἱοῦ τὸ, Σὺ δὲ διαμένεις, ἵνα τὸ ἀΐδιον αὐτοῦ δειχθῇ· οὐ γὰρ ἔχων τὸ δύνασθαι ἀπολέσθαι, ὥσπερ ἔχει τὰ γενητὰ, ἔχων δὲ τὸ διαμένειν ἀεὶ, ἀλλότριον μέν ἐστιν αὐτοῦ τὸ λέγεσθαι, Οὐκ ἦν, πρὶν γεννηθῇ, ἴδιον δὲ τὸ ἀεὶ εἶναι, καὶ συνδιαμένειν σὺν τῷ Πατρί. Εἰ μὲν οὖν μὴ ταῦτα γράψας ἦν ὁ Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, κἂν ἐκ τῶν ἄλλων Ἐπιστολῶν αὐτοῦ, καὶ πάσης τῆς Γραφῆς ἀληθῶς ἐκωλύοντό τι τοιοῦτον φαντάζεσθαι περὶ τοῦ Λόγου· ἐπειδὴ δὲ αὐτός τε ἔγραψε, καὶ ἐν τοῖς ἔμπροσθεν δέδεικται γέννημα τῆς τοῦ Πατρὸς οὐσίας ὢν ὁ Υἱός· καὶ αὐτὸς μὲν δημιουργὸς, τὰ δὲ δημιουργεῖται παρ᾽ αὐτοῦ· καὶ αὐτὸς μὲν ἀπαύγασμα καὶ Λόγος, καὶ εἰκὼν, καὶ σοφία τοῦ Πατρός ἐστι, τὰ δὲ γενητὰ κάτω που τῆς Τριάδος ἐστὶ παραστήσοντα καὶ δουλεύοντα· ἑτερογενὴς ἄρα καὶ ἑτερούσιός ἐστιν ὁ Υἱὸς τῶν γενητῶν, καὶ μᾶλλον τῆς τοῦ Πατρὸς οὐσίας ἴδιος καὶ ὁμοφυὴς τυγχάνει.

Διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Υἱὸς οὐκ εἴρηκεν, Ὁ Πατήρ μου κρείττων μοῦ ἐστιν, ἵνα μὴ ξένον τις τῆς ἐκείνου φύσεως αὐτὸν ὑπολάβοι· ἀλλὰ μείζων εἶπεν, οὐ μεγέθει τινὶ, οὐδὲ χρόνῳ, ἀλλὰ διὰ τὴν ἐξ αὐτοῦ τοῦ Πατρὸς γέννησιν· πλὴν ὅτι καὶ ἐν τῷ εἰπεῖν, μείζων ἐστὶν, ἔδειξε πάλιν τὴν τῆς οὐσίας ἰδιότητα Καὶ ὁ Ἀπόστολος δὲ αὐτὸς οὐ τὴν οὐσίαν τοῦ Λόγου προηγουμένως συγκρῖναι θέλων πρὸς τὰ γενητὰ ἔλεγε, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· ἀσύγκριτος γὰρ, μᾶλλον δὲ ἄλλο καὶ ἄλλο ἐστίν· ἀλλὰ πρὸς τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ Λόγου βλέπων καὶ τὴν τότε παρ᾽ αὐτοῦ γενομένην οἰκονομίαν, ἠθέλησε δεῖξαι οὐχ ὅμοιον εἶναι τοῦτον τοῖς πρότερον· ἵνα, ὅσῳ τῇ φύσει διαφέρει τῶν προαποσταλέντων παρ᾽ αὐτοῦ, τοσούτῳ καὶ πλέον ἡ παρ᾽ αὐτοῦ καὶ δι᾽ αὐτοῦ γενομένη χάρις κρείττων τῆς δι᾽ ἀγγέλων διακονίας γένηται. Δούλων μὲν γὰρ ἦν ἀπαιτεῖν μόνον τοὺς καρπούς· Υἱοῦ δὲ καὶ δεσπότου χαρίσασθαι τὰς ὀφειλὰς, καὶ μεταθεῖναι τὸν ἀμπελῶνα. Καὶ τὰ ἐπιφερόμενα γοῦν παρὰ τοῦ Ἀποστόλου δείκνυσι τὴν διαφορὰν τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ λέγοντος· Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, μήποτε παραῤῥυῶμεν.

Εἰ γὰρ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν· πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου ὑπὸ τῶν ἀκουσάντων, εἰς ἡμᾶς ἐβεβαιώθη.

Εἰ δὲ τῶν γενητῶν εἷς ἦν ὁ Υἱὸς, οὐ κρείττων αὐτῶν ἦν, οὔτε ἐν τῇ παρακοῇ τὸ μεῖζον τῆς τιμωρίας δι᾽ αὐτὸν ἀπέκειτο. Οὐδὲ γὰρ ἐν τῇ διακονίᾳ τῶν ἀγγέλων ἐνῆν καθ᾽ ἕκαστον αὐτῶν τὸ μεῖζον καὶ ἔλαττον ἐν τοῖς παραβαίνουσιν· ἀλλ᾽ εἶς ἦν ὁ νόμος, καὶ μία ἡ κατὰ τῶν παραβαινόντων ἐκδικία. Ἐπειδὴ δὲ οὐκ ἔστι τῶν γενητῶν ὁ Λόγος, ἀλλ᾽ Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο ὅσῳ κρείττων αὐτὸς, καὶ τὰ δι᾽ αὐτοῦ κρείττονα καὶ παρηλλαγμένα ἐστὶ, τοσούτῳ καὶ ἡ τιμωρία χείρων γένοιτο. Θεασάσθωσαν γοῦν τὴν διὰ τοῦ Υἱοῦ χάριν, καὶ ἐπιγνώτωσαν καὶ ἐκ τῶν ἔργων μαρτυρούμενον αὐτὸν, ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, μόνος δὲ αὐτὸς Υἱὸς ἀληθινὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν αὐτῷ. Ὁ νόμος δὲ δι᾽ ἀγγέλων ἐλαλήθη, καὶ οὐδένα τετελείωκε δεόμενος τῆς τοῦ Λόγου ἐπιδημίας, ὡς εἴρηκεν ὁ Παῦλος.

Ἡ δὲ τοῦ Λόγου ἐπιδημία τετελείωκε τὸ ἔργον τοῦ Πατρός. Καὶ τότε μὲν ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως ὁ θάνατος ἐβασίλευσεν· ἡ δὲ τοῦ Λόγου παρουσία κατήργησε τὸν θάνατον· καὶ οὐκέτι μὲν ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν· ἐν δὲ τῷ Χριστῷ πάντες ζωοποιούμεθα. Καὶ τότε μὲν ἀπὸ Δὰν μέχρι Βηρσαβεὲ ὁ νόμος κατηγγέλλετο, καὶ ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς ἦν ὁ Θεός· νῦν δὲ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ πᾶσα ἡ γῆ πεπλήρωται τῆς περὶ Θεοῦ γνώσεως, οἵ τε μαθηταὶ ἐμαθήτευσαν πάντα τὰ ἔθνη, καὶ πεπλήρωται νῦν τὸ γεγραμμένον· Ἔσονται πάντες διδακτοὶ Θεοῦ Καὶ τότε μὲν τύπος ἦν τὰ δεικνύμενα· ἄρτι δὲ ἡ ἀλήθεια πεφανέρωται· καὶ τοῦτο πάλιν αὐτὸς ὁ Ἀπόστολος μετὰ ταῦτα φανερώτερον ἐξηγεῖται λέγων· Κατὰ τοσοῦτον κρείττονος Διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς· καὶ πάλιν· Νῦν δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι Διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται· καὶ, Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος. Καὶ αὖθίς φησιν· Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. Τὸ ἄρα κρεῖττον καὶ νῦν καὶ δι᾽ ὅλων τῷ Κυρίῳ ἀνατίθησι, τῷ κρείττονι καὶ ἄλλῳ παρὰ τὰ γενητὰ τυγχάνοντι.

Κρείττων γὰρ ἡ δι᾽ αὐτοῦ θυσία· κρείττων ἡ ἐν αὐτῷ ἐλπίς· καὶ αἱ δι᾽ αὐτοῦ ἐπαγγελίαι, οὐχ ὡς πρὸς μικρὰ μεγάλαι συγκρινόμεναι, ἀλλ᾽ ὡς ἄλλαι πρὸς ἄλλα τὴν φύσιν τυγχάνουσαι· ἐπεὶ καὶ ὁ ταῦτα οἰκονομήσας κρείττων τῶν γενητῶν ἐστι.

Καὶ τὸ λεγόμενον πάλιν, γέγονεν ἔγγυος, τὴν ὑπὲρ ἡμῶν ἐγγύην τὴν παρ᾽ αὐτοῦ γενομένην σημαίνει. Ὡς γὰρ Λόγος ὢν, σὰρξ ἐγένετο, καὶ τὸ γενέσθαι τῇ σαρκὶ λογιζόμεθα· (γενητὴ γάρ ἐστιν αὕτη καὶ κτιστὴ τυγχάνει οὖσα·) οὕτω καὶ ἐνταῦθα τὸ, γέγονεν, ἵνα τοῦτο κατὰ δεύτερον σημαινόμενον ἐκλάβωμεν, διὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ γνῶσιν οἱ φιλονεικοῦντες, ὅτι καὶ ἀπὸ ταύτης τῆς κακονοίας ἑαυτῶν ἐκπίπτουσιν, ἀκουέτωσαν, ὅτι οὐ τὴν οὐσίαν αὐτοῦ γεγενῆσθαι σημαίνει ὁ Παῦλος, ὁ εἰδὼς αὐτὸν Υἱὸν καὶ Σοφίαν, καὶ ἀπαύγασμα, καὶ εἰκόνα τοῦ Πατρὸς, ἀλλ᾽ εἰς τὴν τῆς Διαθήκης διακονίαν τὸ γενέσθαι καὶ νῦν λογίζεται, καθ᾽ ἣν ὁ ποτὲ βασιλεύων θάνατος κατηργήθη. Καὶ γὰρ καὶ κατὰ τοῦτο κρείττων ἡ δι᾽ αὐτοῦ διακονία γέγονεν, ὅτι καὶ τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἐκστήσας ἀπ᾽ αὐτῆς τὸ παράπτωμα, ἐν ᾧ διαπαντὸς ᾐχμαλωτίζετο, ὥστε μὴ δέχεσθαι τὸν θεῖον νοῦν. Τὴν δὲ σάρκα δεκτικὴν τοῦ Λόγου κατασκευάσας, ἐποίησεν ἡμᾶς μηκέτι κατὰ σάρκα περιπατεῖν, ἀλλὰ κατὰ πνεῦμα, καὶ πολλάκις λέγειν· Ἡμεῖς δὲ οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ᾽ ἐν πνεύματι· καὶ, Ὅτι ἦλθεν ὁ τοῦ Θεοῦ Υἱὸς εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα πάντας λυτρώσηται, καὶ σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.

Τότε μὲν γὰρ ὡς ὑπεύθυνος ὁ κόσμος ἐκρίνετο ὑπὸ τοῦ νόμου· ἄρτι δὲ ὁ Λόγος εἰς ἑαυτὸν ἐδέξατο τὸ κρῖμα, καὶ τῷ σώματι παθὼν ὑπὲρ πάντων, σωτηρίαν τοῖς πᾶσιν ἐχαρίσατο. Τοῦτο δὲ βλέπων κέκραγεν Ἰωάννης· Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Κρείττων δὲ ἡ χάρις ἢ ὁ νόμος, καὶ ἡ ἀλήθεια παρὰ τὴν σκιάν.

Τὸ οὖν, κρείττων, ὥσπερ εἴρηται, οὐχ οἷόν τε ἦν δι᾽ ἑτέρου τινὸς γενέσθαι ἢ διὰ τοῦ Υἱοῦ, τοῦ καθημένου ἐν δεξιᾷ τοῦ Πατρός. Τί δὲ τοῦτο σημαίνει, ἢ τὸ γνήσιον τοῦ Υἱοῦ, καὶ τὴν θεότητα τοῦ Πατρὸς ταύτην εἶναι τοῦ Υἱοῦ; Τήν τε γὰρ τοῦ Πατρὸς βασιλείαν βασιλεύων ὁ Υἱὸς, ἐπὶ τὸν αὐτὸν θρόνον τῷ Πατρὶ κάθηται, καὶ τῇ τοῦ Πατρὸς θεότητι θεωρούμενος, Θεός ἐστιν ὁ Λόγος, καὶ ὁ βλέπων τὸν Υἱὸν βλέπει τὸν Πατέρα· καὶ οὕτως εἷς Θεός ἐστιν. Ἐκ δεξιῶν γοῦν καθήμενος, ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα· ἀλλ᾽ ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει, καὶ λέγει· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Διὰ τοῦτο γὰρ καὶ καθήμενος ἐκ δεξιῶν ὁ Υἱὸς ὁρᾷ τὸν Πατέρα καὶ αὐτὸς ἐκ δεξιῶν, κἂν ὡς ἄνθρωπος γενόμενος λέγῃ· Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ.

Δείκνυται γὰρ πάλιν καὶ ἐν τούτῳ, ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Δεξιοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἐν τῷ δεξιῷ ἐστιν ὁ Υἱός· καὶ καθημένου τοῦ Υἱοῦ ἐκ δεξιῶν, ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ. Καὶ οἱ μὲν ἄγγελοι διακονοῦσιν ἀνερχόμενοι καὶ κατερχόμενοι· περὶ δὲ τοῦ Υἱοῦ φησι· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ ὅτε μὲν ἄγγελοι διακονοῦσι, λέγουσιν ὅτι, Ἀπεστάλην πρὸς σέ· καὶ, Κύριος ἐνετείλατο· ὁ δὲ Υἱὸς, κἂν λέγῃ ἀνθρωπίνως, ὅτι, Ἀπεστάλην, καὶ ἔρχεται τὸ ἔργον τελειῶσαι καὶ διακονῆσαι, λέγει ὅμως, ὡς Λόγος καὶ εἰκὼν ὑπάρχων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· καὶ, Ὁ Πατὴρ ἐν ἐμοὶ μένων, αὐτὸς τὰ ἔργα ποιεῖ· ἃ γὰρ ἐν τῇ εἰκόνι τις ταύτῃ θεωρεῖ, ταῦτα τοῦ Πατρός ἐστιν ἔργα. Ἔστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς αὐτὴν τὴν ἀλήθειαν· εἰ δ᾽ ὅτι γέγραπται, γενόμενος κρείττων, τὸ, γενόμενος, οὐ θέλουσιν, ὡς περὶ Υἱοῦ λεγόμενον, ἴσον ἀκοῦσαι, γεγενῆσθαι, καὶ, ἔστιν, ἢ διὰ τὸ γεγενῆσθαι τὴν κρείττονα διακονίαν τὸ, γενόμενος, λαβεῖν καὶ νοεῖν, ὥσπερ εἴπομεν· ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν Λόγον· εἰρημένων ἐπελάθοντο.

Εἰ μὲν ἐκ τῶν ἀγγέλων ἐστὶν ὁ Υἱὸς, ἔστω καὶ ἐπ᾽ αὐτοῦ ὡς ἐπ᾽ ἐκείνων τὸ, γενόμενος, καὶ μηδὲν αὐτῶν κατὰ τὴν φύσιν διαφερέτω· ἀλλ᾽ ἔστωσαν ἢ καὶ οὗτοι υἱοὶ, ἢ κἀκεῖνος ἄγγελος, καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ Πατρός· ἢ μετὰ πάντων καὶ ὁ Υἱὸς παρεστηκέτω ὡς λειτουργικὸν πνεῦμα εἰς διακονίαν ἀποστελλόμενος καὶ αὐτὸς ὁμοίως ἐκείνων. Εἰ δὲ διίστησιν ὁ Παῦλος τὸν Υἱὸν ἀπὸ τῶν γενητῶν, λέγων· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ; καὶ οὗτος μὲν δημιουργεῖ τὸν οὐρανὸν καὶ τὴν γῆν, αὐτοὶ δὲ παρ᾽ αὐτοῦ γίνονται· καὶ αὐτὸς μὲν μετὰ τοῦ Πατρὸς καθέζεται, οἱ δὲ παρεστήκασι λειτουργοῦντες· τίνι πάλιν οὐκ ἔστι φανερὸν, ὅτι οὐκ ἐπὶ τῆς οὐσίας τοῦ Λόγου ἔλεγε τὸ, γενόμενος, ἀλλ᾽ ἐπὶ τῆς δι᾽ αὐτοῦ γενομένης διακονίας; Ὡς γὰρ Λόγος ὢν, γέγονε σὰρξ, οὕτω, γενόμενος ἄνθρωπος, γέγονε τοσούτῳ κρείττων ἐν τῇ διακονίᾳ τῆς διὰ τῶν ἀγγέλων γενομένης διακονίας, ὅσῳ διαφέρει δούλων υἱὸς, καὶ δὲ δημιουργὸς τῶν δημιουργουμένων· ὥστε παυσάσθωσαν ἐπὶ τῆς οὐσίας τοῦ Υἱοῦ λαμβάνειν τὸ, γενόμενος· οὐκ ἔστι γὰρ τῶν γενητῶν· καὶ γνώτωσαν, ὅτι τῆς διακονίας καὶ τῆς γενομένης οἰκονομίας σημαντικόν ἐστι τὸ, γενόμενος. Πῶς δὲ γέγονε κρείττων ἐν τῇ διακονίᾳ, κρείττων ὢν τῇ φύσει παρὰ τὰ γενητὰ, δείκνυσι τὰ προειρημένα, καὶ ἡγοῦμαι μὲν κἂν οὕτως αὐτοὺς αἰσχύνεσθαι.

Ἂν δ᾽ ἄρα φιλονεικῶσιν, ἀκόλουθον ἂν εἴη πρὸς τὴν ἀλόγιστον αὐτῶν τόλμαν ὁμόσε χωρῆσαι τούτοις, καὶ τὰ ὅμοια ῥητὰ περὶ αὐτοῦ τοῦ Πατρὸς εἰρημένα ἀντιθεῖναι τούτοις, ἵνα ἢ δυσωπηθέντες παύσωσιν ἑαυτῶν τὴν γλῶτταν ἀπὸ κακῶν, ἢ γνῶσιν εἰς ὅσον βάθος εἰσὶν ἀνοίας. Γέγραπται τοίνυν· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με· καὶ πάλιν· Ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι· καὶ ὅσα τοιαῦτα ἐν ταῖς θείαις Γραφαῖς εὑρίσκεται. Εἰ μὲν οὖν εἰς τὸν Υἱὸν εἰρῆσθαι ταῦτα λέγουσιν, ὃ καὶ τάχα καὶ μᾶλλον ἀληθές ἐστιν· ἐπιγνώτωσαν, ὅτι μὴ ὄντα γενητὸν αὐτὸν ἀξιοῦσι γενέσθαι βοηθὸν ἑαυτοῖς καὶ οἶκον καταφυγῆς οἱ ἅγιοι· καὶ λοιπὸν τὸ, γενόμενος, καὶ τὸ, ἐποίησε, καὶ τὸ, ἔκτισεν, εἰς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν λαμβανέτωσαν.

Τότε γὰρ γέγονε βοηθὸς καὶ οἶκος καταφυγῆς, ὅτε τῷ σώματι ἑαυτοῦ τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐπὶ τὸ ξύλον, καὶ ἔλεγε· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἂν δὲ εἰς τὸν Πατέρα λέγωσιν εἰρῆσθαι τὰ ῥητὰ, ἆρ᾽ ἐπειδὴ καὶ ἐνταῦθα γέγραπται τὸ, γενοῦ, καὶ τὸ, ἐγένετο, τοσούτῳ ἐπιχειρήσουσιν, ὥστε εἰπεῖν γενητὸν εἶναι τὸν Θεόν; Ναὶ τολμήσουσιν, ὥσπερ καὶ περὶ τοῦ Λόγου αὐτοῦ τοιαῦτα διαλογίζονται· φέρει γὰρ αὐτοὺς ἡ ἀκολουθία τοιαῦτα καὶ περὶ τοῦ Πατρὸς ὑπονοεῖν, οἷα καὶ περὶ τοῦ Λόγου αὐτοῦ φαντάζονται. Ἀλλὰ μὴ γένοιτο μηδὲ εἰς νοῦν ποτέ τινος τῶν πιστῶν ἐλθεῖν τὸ τοιοῦτον!

Οὔτε γὰρ ὁ Υἱὸς τῶν γενητῶν ἐστιν, οὔτε τὸ γεγραμμένον καὶ τὸ λεγόμενον ὧδε, γενοῦ, καὶ, ἐγένετο, ἀρχὴν τοῦ εἶναι σημαίνει, ἀλλὰ τὴν γενομένην βοήθειαν τοῖς δεομένοις. Ὁ μὲν γὰρ Θεὸς ἀεὶ καὶ ὁ αὐτός ἐστιν· οἱ δὲ ἄνθρωποι μετὰ ταῦτα γεγόνασι διὰ τοῦ Λόγου, ὅτε αὐτὸς ὁ Πατὴρ ἠθέλησε· καὶ ἔστιν ὁ Θεὸς ἀόρατος καὶ ἀπρόσιτος τοῖς γενητοῖς, καὶ μάλιστα τοῖς ἐπὶ γῆς ἀνθρώποις. Ὅταν τοίνυν ἀσθενοῦντες οἱ ἄνθρωποι παρακαλῶσιν, ὅταν διωκόμενοι δέωνται βοηθείας, ὅταν ἀδικούμενοι προσεύχωνται· τότε φιλάνθρωπος ὢν ὁ ἀόρατος ἐπιφαίνεται διὰ τῆς ἑαυτοῦ εὐεργεσίας, ἣν διὰ τοῦ ἰδίου αὐτοῦ Λόγου καὶ ἐν αὐτῷ ποιεῖται· καὶ λοιπὸν πρὸς τὴν χρείαν ἑκάστῳ γίνεται τὰ τῆς θεοφανείας· καὶ γίνεται τοῖς μὲν ἀσθενοῦσιν ἰσχὺς, τοῖς δὲ διωκομένοις καταφυγὴ καὶ οἶκος σωτηρίας· τοῖς δὲ ἀδικουμένοις λέγει· Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι.

Ὅπερ οὖν εἰς ἀντίληψιν ἑκάστῳ διὰ τοῦ Υἱοῦ γίνεται, τοῦτο τὸν Θεὸν ἕκαστος ἑαυτῷ γεγενῆσθαι λέγει· ἐπειδὴ καὶ βοήθεια παρ᾽ αὐτοῦ τοῦ Θεοῦ διὰ τοῦ Λόγου γίνεται. Τοῦτο οἶδε καὶ ἡ συνήθεια τῶν ἀνθρώπων, καὶ τοῦτο καὶ πᾶς ὁστισοῦν ὁμολογήσει καλῶς εἰρῆσθαι. Πολλάκις καὶ παρὰ ἀνθρώπων γέγονεν ἀνθρώποις βοήθεια· καὶ ὁ μὲν ἀδικουμένῳ συνέκαμεν, ὡς ὁ Ἀβραὰμ τῷ Λώτ· ὁ δὲ διωκομένῳ τὸν οἶκον ἠνέῳξεν, ὡς ὁ Ἀβδίας τοῖς υἱοῖς τῶν προφητῶν· καὶ ὁ μὲν τὸν ξένον ἀνέπαυσεν, ὡς ὁ Λὼτ τοὺς ἀγγέλους· ὁ δὲ τοῖς δεομένοις κεχορήγηκεν, ὡς ὁ Ἰὼβ τοῖς αἰτοῦσιν αὐτόν. Ὥσπερ οὖν ἕκαστος τῶν εὖ παθόντων εἰ λέγοι, Ὁ δεῖνά μοι γέγονε βοηθός· καὶ ἄλλος εἰ λέγοι, Κἀμοὶ καταφυγὴ, καὶ τούτῳ χορηγός· λέγοντες δὲ ταῦτα, οὐ τὴν ἀρχὴν τῆς γενέσεως, οὐδὲ τὴν οὐσίαν τῶν εὖ ποιησάντων σημαίνουσιν, ἀλλὰ τὴν εἰς αὐτοὺς γινομένην παρ᾽ ἐκείνων εὐεργεσίαν· οὕτως ὅταν λέγωσι περὶ τοῦ Θεοῦ οἱ ἅγιοι τὸ, ἐγένετο, καὶ τὸ, γενοῦ, οὐκ ἀρχήν τινα γενέσεως σημαίνουσιν· ἄναρχος γὰρ καὶ οὐ γενητὸς ὁ Θεός· ἀλλὰ τὴν εἰς ἀνθρώπους παρ᾽ αὐτοῦ γενομένην σωτηρίαν.

Τούτου δὲ οὕτως νοουμένου, ἀκόλουθον ἂν εἴη καὶ ἐπὶ τοῦ Υἱοῦ, ὅσα δ᾽ ἂν καὶ ὁσάκις ἂν λέγηται, ἐγένετο, καὶ, γενοῦ, τὴν αὐτὴν διάνοιαν σώζειν· ὥστε καὶ τὸ λεγόμενον, γενόμενος κρείττων τῶν ἀγγέλων, καὶ, ἐγένετο, ἀκούοντας, μὴ ἀρχήν τινα τοῦ γίνεσθαι ἐπινοεῖν τοῦ Λόγου, μηδὲ ὅλως ἐκ τούτων γενητὸν αὐτὸν φαντάζεσθαι· ἀλλ᾽ ἐπὶ τῆς διακονίας καὶ οἰκονομίας, ὅτε γέγονεν ἄνθρωπος, νοεῖν τὸ λεγόμενον παρὰ τοῦ Παύλου. Ὅτε γὰρ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἦλθέ τε ἵνα διακονήσῃ καὶ πᾶσι σωτηρίαν χαρίσηται· τότε ἡμῖν ἐγένετο σωτηρία, καὶ ἐγένετο ζωὴ, καὶ ἐγένετο ἱλασμός· τότε ἡ ὑπὲρ ἡμῶν αὐτοῦ οἰκονομία κρείττων γέγονε τῶν ἀγγέλων, καὶ ἐγένετο ὁδὸς, καὶ ἐγένετο ἀνάστασις. Καὶ ὥσπερ τὸ, Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, οὐκ οὐσίας γένεσιν σημαίνει αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τὴν φιλανθρωπίαν, ὥσπερ εἴρηται· οὕτως καὶ νῦν τὸ, γενόμενος κρείττων τῶν ἀγγέλων, καὶ, ἐγένετο, καὶ, τοσούτῳ κρείττων γέγονεν ἔγγυος ὁ Ἰησοῦς, οὐ τὴν οὐσίαν τοῦ Λόγου γενητὴν σημαίνει, μὴ γένοιτο! ἀλλὰ τὴν γενομένην ἐκ τῆς ἐνανθρωπήσεως αὐτοῦ εἰς ἡμᾶς εὐεργεσίαν· κἂν ἀχάριστοι τυγχάνωσιν οἱ αἱρετικοὶ, καὶ φιλόνεικοι πρὸς ἀσέβειαν.