Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγοι γʹ

Μέγας Αθανάσιος

Δεύτερος Λόγος: Ο Λόγος ως Δημιουργός έναντι της αρειανικής παρερμηνείας του όρου «εποίησε»

Εισαγωγή στον Δεύτερο Λόγο και ανασκευή της παρερμηνείας του χωρίου προς Εβραίους «πιστόν όντα τω ποιήσαντι αυτόν», αποδεικνύοντας ότι το ρήμα αναφέρεται στην ενανθρώπηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 20

ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Ἐγὼ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτὰς ἐπὶ τοῖς προειρημένοις πρὸ τούτου κατ᾽ αὐτῶν ἐλέγχοις, καὶ ταῖς περὶ τῆς ἀληθείας ἀποδείξεσιν ἀρκεῖσθαι, καὶ παυομένους λοιπὸν, μεταγινώσκειν ἐφ᾽ οἷς ἐφρόνησάν τε καὶ ἐλάλησαν κακῶς περὶ τοῦ Σωτῆρος· αὐτοὶ δὲ, οὐκ οἶδ᾽ ὅπως, οὐδὲ οὕτως καταδύονται· ἀλλ᾽ ὡς χοῖροι καὶ κύνες περὶ τὰ ἴδια ἐξεράματα καὶ τὸν ἑαυτῶν βόρβορον κυλιόμενοι, μᾶλλον ἐφευρίσκουσιν ἑαυτοῖς ἐπινοίας εἰς ἀσέβειαν.

Μὴ νοοῦντες γοῦν μήτε τὸ ἐν ταῖς Παροιμίαις γεγραμμένον, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, μήτε τὸ παρὰ τοῦ Ἀποστόλου εἰρημένον, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, φιλονεικοῦσιν ἁπλῶς, λέγοντες ποίημα καὶ κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Καὶ ἤρκει μὲν ἀπὸ τῶν προειρημένων αὐτοὺς συνιδεῖν, εἰ μὴ τέλεον καὶ τὰς αἰσθήσεις ἀπώλεσαν, ὡς τῆς ἀληθείας μαρτυρησάσης, μὴ εἶναι ἐξ οὐκ ὄντων μηδὲ ὅλως τῶν γενητῶν τὸν Υἱόν· Θεὸς γὰρ ὢν, οὐδ᾽ ἂν εἴη ποίημα, οὐδὲ θέμις λέγειν αὐτὸν κτίσμα. Κτισμάτων γὰρ καὶ ποιημάτων ἴδιον τὸ λέγεσθαι ἐξ οὐκ ὄντων, καὶ, Οὐκ ἦν πρὶν γεννηθῇ· ἀλλ᾽ ἐπειδὴ, ὥσπερ δεδιότες ἀποστῆναι τῆς ἰδίας μυθοπλαστίας, προφασίζονται συνήθως τὰ προειρημένα ῥητὰ τῶν θείων Γραφῶν, τὰ καλῶς μὲν γεγραμμένα, ῥᾳδιουργηθέντα δὲ παρ᾽ αὐτῶν φέρε, πάλιν ἐπαναλαβόντες τὸν νοῦν τῶν προειρημένων, τοὺς μὲν πιστοὺς ὑπομνήσωμεν, τούτους δὲ δείξωμεν καὶ ἐξ ἑκάστου τούτων, μηδ᾽ ὅλως εἰδέναι τὸν Χριστιανισμόν.

Εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν ἑαυτοὺς συνέκλειον εἰς τὴν τῶν νῦν Ἰουδαίων ἀπιστίαν, ἀλλ᾽ ἐρωτῶντες ἐμάνθανον, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὅτε δὲ εὐδοκήσαντος τοῦ Πατρὸς ὁ Λόγος αὐτὸς γέγονεν ἄνθρωπος, τότε εἰκότως εἴρηται περὶ αὐτοῦ παρὰ μὲν τοῦ Ἰωάννου τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο· παρὰ δὲ τοῦ Πέτρου, Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησε· καὶ διὰ μὲν Σολομῶνος, ὡς παρ᾽ αὐτοῦ τοῦ Κυρίου, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· παρὰ δὲ τοῦ Παύλου· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· καὶ πάλιν, Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· καὶ αὖθις, Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· τὰ τοιαῦτα γὰρ πάντα ῥητὰ τὴν αὐτὴν ἔχει δύναμιν καὶ διάνοιαν βλέπουσαν εἰς εὐσέβειαν, καὶ δεικνύουσαν τὴν θεότητα τοῦ Λόγου, καὶ τὰ ἀνθρωπίνως λεγόμενα περὶ αὐτοῦ, διὰ τὸ γεγενῆσθαι αὐτὸν καὶ υἱὸν ἀνθρώπου.

Καὶ εἰ καὶ αὐτάρκη ταῦτα πρὸς ἀπόδειξιν κατ᾽ αὐτῶν, ὅμως ἐπειδὴ μὴ νοοῦντες τὸ παρὰ τοῦ Ἀποστόλου λεγόμενον, ἵνα τούτου πρῶτον μνησθῶ, νομίζουσιν ἓν τῶν ποιημάτων εἶναι τὸν τοῦ Θεοῦ Λόγον, διὰ τὸ γεγράφθαι, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ἀναγκαῖον ἡγησάμην τοῦτο πάλιν λέγοντας αὐτοὺς ἐντρέπειν, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ἐλέγομεν, λαμβάνοντες παρ᾽ αὐτῶν τὸ λῆμμα.

Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, λεγέσθω καὶ ποίημα· πάντα τε τὰ ἐπὶ τῶν ποιημάτων κατηγορείσθω καὶ ἐπ᾽ αὐτοῦ· καὶ μόνος μὴ λεγέσθω Υἱός· μὴ Λόγος, μὴ Σοφία· καὶ αὐτὸς δὲ ὁ Θεὸς μὴ λεγέσθω Πατὴρ, ἀλλὰ μόνον δημιουργὸς καὶ κτίστης τῶν γινομένων ὑπ᾽ αὐτοῦ. Καὶ ἔστω ἡ μὲν κτίσις, εἰκὼν καὶ χαρακτὴρ τῆς δημιουργικῆς βουλήσεως αὐτοῦ· αὐτὸς δὲ κατ᾽ ἐκείνους μὴ ἔστω γεννητικῆς φύσεως· ὥστε τῆς ἰδίας οὐσίας αὐτοῦ μὴ εἶναι Λόγον, μὴ Σοφίαν, μηδ᾽ ὅλως εἰκόνα. Εἰ γὰρ μή ἐστιν Υἱὸς, οὐδὲ εἰκών. Μὴ ὄντος δὲ Υἱοῦ, πῶς ἄρα τὸν Θεὸν κτίστην εἶναι λέγετε, εἴ γε διὰ Λόγου καὶ ἐν Σοφίᾳ πάντα τὰ γινόμενα γίνεται, χωρίς τε τούτου οὐκ ἄν τι γένοιτο, οὐκ ἔχει δὲ καθ᾽ ὑμᾶς ἐν ᾧ καὶ δι᾽ οὗ τὰ πάντα ποιεῖ; Εἰ δὲ μὴ καρπογόνος ἐστὶν αὐτὴ ἡ θεία οὐσία, ἀλλ᾽ ἔρημος, κατ᾽ αὐτοὺς, ὡς φῶς μὴ φωτίζον, καὶ πηγὴ ξηρὰ, πῶς δημιουργικὴν ἐνέργειαν ἔχειν αὐτὸν λέγοντες οὐκ αἰσχύνονται;

Καὶ ἀναιροῦντες δὲ τὸ κατὰ φύσιν, πῶς τὸ κατὰ βούλησιν προηγεῖσθαι θέλοντες οὐκ ἐρυθριῶσιν; Εἰ δὲ τὰ ἐκτὸς καὶ οὐκ ὄντα πρότερον, βουλόμενος δὲ αὐτὰ εἶναι, δημιουργεῖ, καὶ γίνεται τούτων ποιητής· πολλῷ πρότερον εἴη ἂν πατὴρ γεννήματος ἐκ τῆς ἰδίας οὐσίας. Εἰ γὰρ τὸ βούλεσθαι περὶ τῶν μὴ ὄντων διδόασι τῷ Θεῷ, διὰ τί μὴ τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ Θεοῦ; Ὑπεραναβέβηκε δὲ τῆς βουλήσεως τὸ πεφυκέναι καὶ εἶναι αὐτὸν πατέρα τοῦ ἰδίου Λόγου. Εἰ τοίνυν τὸ πρότερον, ὅπερ ἐστὶ κατὰ φύσιν, οὐχ ὑπῆρξε κατὰ τὴν ἐκείνων ἄνοιαν, πῶς τὸ δεύτερον, ὅπερ ἐστὶ κατὰ βούλησιν, γένοιτ᾽ ἄν; Πρότερον δέ ἐστιν ὁ Λόγος, καὶ δεύτερον ἡ κτίσις. Ἀλλ᾽ ἔστιν ὁ Λόγος, κἂν πλείονα τολμῶσιν οἱ ἀσεβεῖς· δι᾽ αὐτοῦ γὰρ γέγονεν ἡ κτίσις· καὶ δῆλον ἂν εἴη, ὅτι, ποιητὴς ὢν ὁ Θεὸς, ἔχει καὶ τὸν δημιουργικὸν Λόγον οὐκ ἔξωθεν, ἀλλ᾽ ἴδιον ἑαυτοῦ· πάλιν γὰρ τὸ αὐτὸ ῥητέον. Εἰ τὸ βούλεσθαι ἔχει, καὶ τὸ βούλημα αὐτοῦ ποιητικόν ἐστι, καὶ ἀρκεῖ τὸ βούλημα αὐτοῦ πρὸς σύστασιν τῶν γινομένων· ὁ δὲ Λόγος ἐστὶν αὐτοῦ ποιητικὸς, καὶ δημιουργός· οὐκ ἀμφίβολον, ὅτι αὐτός ἐστιν ἡ τοῦ Πατρὸς ζῶσα βουλὴ, καὶ ἐνούσιος ἐνέργεια, καὶ Λόγος ἀληθινὸς, ἐν ᾧ καὶ συνέστηκε καὶ διοικεῖται τὰ πάντα καλῶς. Οὐδεὶς δὲ οὐδὲ διστάξειεν, ὡς ὁ ἁρμόζων τῆς ἁρμονίας καὶ τῶν ἁρμοζομένων πρόεστι.

Καὶ δεύτερόν ἐστι, καθὰ προεῖπον, τὸ δημιουργεῖν τοῦ γεννᾷν τὸν Θεόν. Τὸ μὲν γὰρ Υἱὸς ἴδιον καὶ ἀληθῶς ἐκ τῆς μακαρίας ἐκείνης καὶ ἀεὶ οὔσης οὐσίας ἐστί· τὰ δὲ ἐκ βουλήσεως αὐτῆς ἔξωθεν συνιστάμενα γίνεται, καὶ δημιουργεῖται διὰ τοῦ ἰδίου καὶ ἐξ αὐτῆς γεννήματος.

Οὐκοῦν τοῦ Λόγου δεικνύντος πολλὴν ἀτοπίαν κατὰ τῶν λεγόντων μὴ εἶναι Υἱὸν Θεοῦ, ἀλλὰ ποίημα· ἀνάγκη λοιπὸν ἡμᾶς συνομολογεῖν Υἱὸν εἶναι τὸν Κύριον. Εἰ δὲ Υἱός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ὡμολόγηται δὲ ὁ Υἱὸς οὐκ ἔξωθεν, ἀλλ᾽ ἐκ τοῦ γεννῶντος εἶναι· μὴ διαφερέσθωσαν ταῖς λέξεσι, καθὰ προεῖπον, ἐὰν καὶ ἐπ᾽ αὐτοῦ τοῦ Λόγου ἀντὶ τοῦ, τῷ γεννήσαντι, τῷ ποιήσαντι ὀνομάζουσιν οἱ ἅγιοι, ὡς ἀδιαφόρου τοῦ ῥήματος ὄντος ἐπὶ τῶν τοιούτων, ἕως τὸ κατὰ φύσιν ὁμολογεῖται. Οὐ γὰρ αἱ λέξεις τὴν φύσιν παραιροῦνται· ἀλλὰ μᾶλλον ἡ φύσις τὰς λέξεις εἰς ἑαυτὴν ἕλκουσα μεταβάλλει. Καὶ γὰρ οὐ πρότεραι τῶν οὐσιῶν αἱ λέξεις, ἀλλ᾽ αἱ οὐσίαι πρῶται, καὶ δεύτεραι τούτων αἱ λέξεις. Διὸ καὶ ὅταν ἡ οὐσία ποίημα ἢ κτίσμα ᾖ, τότε τὸ, ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισε, κυρίως ἐπ᾽ αὐτῶν λέγεταί τε καὶ σημαίνει τὸ ποίημα. Ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱὸς, τότε τὸ, ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισεν, οὐκ ἔτι κυρίως ἐπ᾽ αὐτοῦ κεῖται, οὐδὲ ποίημα σημαίνει· ἀλλ᾽ ἀντὶ τοῦ, ἐγέννησε, τῷ, ἐποίησεν, ἀδιαφόρως τις κέχρηται ῥήματι.

Πολλάκις γοῦν πατέρες τοὺς ἐξ αὐτῶν φύντας υἱοὺς δούλους ἑαυτῶν ὀνομάζουσι· καὶ οὐκ ἀρνοῦνται τὸ γνήσιον τῆς φύσεως· καὶ πολλάκις τοὺς ἰδίους δούλους φιλοφρονούμενοι, τέκνα καλοῦσι· καὶ οὐ κρύπτουσι τὴν ἐξ ἀρχῆς αὐτῶν κτῆσιν· τὸ μὲν γὰρ ἐπ᾽ ἐξουσίας, ὡς πατέρες λέγουσι· τὸ δὲ φιλανθρώπως ὀνομάζουσι. Σάῤῥα γοῦν τὸν Ἀβραὰμ κύριον ἐκάλει, καίτοι μὴ δούλη, ἀλλὰ σύζυγος οὖσα· καὶ ὁ μὲν Ἀπόστολος Φιλήμονι τῷ κτησαμένῳ συνῆπτεν ὡς ἀδελφὸν Ὠνήσιμον τὸν δοῦλον· ἡ δὲ Βηρσαβεὲ, καίτοι μήτηρ οὖσα, τὸν υἱὸν ἐκάλει δοῦλον, λέγουσα τῷ πατρί· Τὸν δοῦλόν σου Σολομῶνα· εἶτα καὶ Νάθαν ὁ προφήτης, εἰσελθὼν, τὰ αὐτὰ ἐκείνῃ ἔλεγε τῷ Δαβὶδ, ὅτι Σολομῶνα τὸν δοῦλόν σου· καὶ οὐκ ἔμελεν αὐτοῖς τὸν υἱὸν εἰπεῖν δοῦλον. Ἀκούων γὰρ κἀκεῖνος ἐπεγίνωσκε τὴν φύσιν, καὶ οὗτοι δὲ λέγοντες οὕτως, οὐκ ἠγνόουν τὸ γνήσιον. Κληρονόμον γοῦν ἠξίουν αὐτὸν τοῦ πατρὸς γενέσθαι, ὃν ὡς δοῦλον ἐκάλουν· ἦν γὰρ υἱὸς τῇ φύσει τοῦ Δαβίδ.

Ὥσπερ τοίνυν ἀναγινώσκοντες ταῦτα διανοούμεθα καλῶς· καὶ ἀκούοντες δοῦλον τὸν Σολομῶνα, οὐ νομίζομεν αὐτὸν εἶναι δοῦλον, ἀλλὰ φύσει καὶ γνήσιον υἱόν· οὕτως ἐὰν καὶ περὶ τοῦ Σωτῆρος τοῦ ἀληθῶς ὁμολογουμένου Υἱοῦ, καὶ φύσει Λόγου ὄντος λέγωσιν οἱ ἅγιοι· Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· ἢ αὐτὸς περὶ ἑαυτοῦ ἐὰν λέγῃ· Κύριος ἔκτισέ με· καὶ, Ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου· καὶ ὅσα τοιαῦτα· μὴ διὰ τοῦτο ἀρνείσθωσάν τινες τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ ἰδιότητα· ἀλλ᾽, ὡς ἐπὶ Σολομῶνος καὶ τοῦ Δαβὶδ, διανοείσθωσαν ὀρθῶς περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ἐπεὶ, εἰ ἀκούοντες Σολομῶνα δοῦλον, ὁμολογοῦσιν υἱὸν, πῶς οὐ πολλάκις ἀπολωλέναι δίκαιοί εἰσιν, ὅτι τὴν αὐτὴν ἐπὶ τοῦ Κυρίου διάνοιαν οὐ σώζουσιν; ἀλλ᾽ ὅταν μὲν ἀκούωσι γέννημα, καὶ Λόγον, καὶ Σοφίαν, βιάζονται παρερμηνεύειν καὶ ἀρνεῖσθαι τὴν φύσει καὶ γνησίαν γέννησιν τὴν ἐκ τοῦ Πατρὸς τοῦ Υἱοῦ· ἀκούοντες δὲ ποιήματος φωνὰς καὶ λέξεις, εὐθὺς εἰς τὸ νομίζειν φύσει ποίημα τὸν Υἱὸν καταφέρονται, καὶ ἀρνοῦνται τὸν Λόγον· καίτοι δυνάμενοι, διὰ τὸ γεγενῆσθαι αὐτὸν ἄνθρωπον, πάσας τὰς τοιαύτας λέξεις ἐπιῤῥίπτειν ἐπὶ τὸ ἀνθρώπινον αὐτοῦ.

Πῶς οὖν καὶ οὗτοι οὐ βδελυκτοὶ παρὰ τῷ Κυρίῳ δείκνυνται, δισσὰ στάθμια παρ᾽ ἑαυτοῖς ἔχοντες, καὶ τῷ μὲν ἐκεῖνα λογιζόμενοι, τῷ δὲ τὸν Κύριον βλασφημοῦντες; Ἀλλ᾽ ἴσως τὸ μὲν, δοῦλος, ὡς κατὰ διάθεσιν λεγόμενον συντίθενται· τὸ δὲ, τῷ ποιήσαντι, κατέχουσιν, ὡς μέγα τι βοήθημα τῆς αἱρέσεως αὐτῶν. Ἔστι δὲ αὐτοῖς καὶ τοῦτο κάλαμος τεθλασμένος τὸ ἔρεισμα· καταγνώσονται γὰρ εὐθὺς ἑαυτῶν, εἰ μάθοιεν τὸ τῆς Γραφῆς ἰδίωμα. Καὶ γὰρ ὥσπερ δοῦλος λέγεται ὁ Σολομὼν, καίπερ ὢν υἱός· οὕτως, ἵνα τὰ ἐν τοῖς προτέροις εἰρημένα πάλιν εἴπωμεν, εἰ καὶ ποιουμένους καὶ κτιζομένους καὶ γινομένους τοὺς ἐξ ἑαυτῶν φυομένους υἱοὺς λέγοιεν οἱ γονεῖς, οὐδὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεχίας, ὡς ἐν τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἂ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου. Καὶ αὐτὸς μὲν ἔλεγε, ποιήσω· ὁ δὲ προφήτης ἔν τε αὐτῷ τῷ βιβλίῳ, καὶ τῇ τετάρτῃ τῶν Βασιλειῶν οὕτω φησί· Καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ. Ἀντὶ τοῦ γεννᾷν, ἄρα τὸ, ποιήσω, εἴρηκε· καὶ τοὺς ἐξ αὐτοῦ φυομένους, ὡς ποιουμένους φησί. Καὶ οὐ διαφέρεταί τις, ὡς περὶ τοῦ φύσει γεννήματός ἐστιν ἡ λέξις. Καὶ Εὔα δὲ τεκοῦσα τὸν Κάϊν, εἶπεν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ἀντὶ τοῦ, τεκεῖν, ἄρα καὶ αὐτὴ τὸ, ἐκτησάμην, εἴρηκε.

Καὶ γὰρ πρότερον ἰδοῦσα τὸν τόκον, ὕστερον εἶπε τὸ, ἐκτησάμην.

Καὶ οὐ διὰ τὸ, ἐκτησάμην, νομίσειεν ἄν τις ἔξωθεν ἠγοράσθαι τὸν Κάϊν, καὶ μὴ ἐξ αὐτῆς τετέχθαι. Καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ ἔλεγε τῷ Ἰωσήφ· Νῦν οὖν οἱ δύο υἱοί σου, οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς.

Καὶ ἡ Γραφὴ δὲ περὶ τοῦ Ἰώβ φησιν· Ἐγένοντο αὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς· ὥσπερ καὶ Μωϋσῆς εἴρηκεν ἐν τῷ νόμῳ· Ἐὰν δὲ γένωνταί τινι υἱοί· καὶ, ἐὰν ποιήσῃ υἱόν. Ἰδοὺ πάλιν τοὺς γεννηθέντας, ὡς γενομένους καὶ ποιηθέντας εἰρήκασιν, εἰδότες, ὅτι ἕως ὁμολογοῦνται υἱοὶ, κἂν λέγῃ τις, ἐγένοντο, ἢ ἐκτησάμην, ἢ ἐποίησα, οὐδὲν διαφέρει. Ἡ γὰρ φύσις καὶ ἡ ἀλήθεια ἕλκει τὴν διάνοιαν εἰς ἑαυτήν. Διὸ καὶ πρὸς τοὺς ζητοῦντας, εἰ κτίσμα καὶ ποίημά ἐστιν ὁ Κύριος, χρὴ πρότερον ζητεῖν εἰ Υἱός ἐστι, καὶ Λόγος, καὶ Σοφία. Τούτων γὰρ ἀποδεικνυμένων, ἐκβάλλεται εὐθὺς καὶ παύεται ἡ περὶ τοῦ ποιήματος καὶ κτίσματος ὑπόνοια· οὔτε γὰρ τὸ ποίημα Υἱὸς καὶ Λόγος ἂν εἴη, οὔτε ὁ Υἱὸς ποίημα ἂν εἴη.

Τούτων δὲ πάλιν οὕτως ὄντων, φανερὰ πᾶσιν ἀπόδειξις, ὡς ἡ λέξις ἡ λέγουσα, τῷ ποιήσαντι αὐτὸν, οὐκ εἰς ὄνησίν ἐστι τῇ αἱρέσει αὐτῶν, ἀλλὰ μᾶλλον εἰς κατάγνωσιν. Δέδεικται γὰρ ὅτι ἡ τοῦ, ἐποίησε, λέξις, καὶ ἐπὶ τῶν γνησίων καὶ φύσει τέκνων ἐν τῇ θείᾳ κεῖται Γραφῇ· ὅθεν τοῦ Κυρίου ἀποδεικνυμένου φύσει καὶ γνησίου Υἱοῦ, Λόγου, καὶ Σοφίας τοῦ Πατρὸς, κἂν λέγηται ἐπ᾽ αὐτοῦ τὸ, ἐποίησεν, ἢ τὸ, ἐγένετο. οὐχ ὡς ποιήματος ὄντος αὐτοῦ λέγεται, ἀλλ᾽ ἀδιαφόρως τῇ λέξει χρῶνται οἱ ἅγιοι, ὡς ἐπὶ τοῦ Σολομῶνος, καὶ τῶν Ἐζεχίου τέκνων. Καὶ γὰρ καὶ αὐτῶν γεννησάντων ἐξ ἑαυτῶν, γέγραπται· ἐποίησα, καὶ, ἐκτησάμην, καὶ, ἐγένετο. Οὐκοῦν τὰ τοιαῦτα λεξείδια πολλάκις προφασισάμενοι οἱ θεομάχοι, ὀφείλουσι κἂν ὀψέ ποτε ἐκ τῶν εἰρημένων ἀποθέσθαι τὴν ἀσεβῆ φρόνησιν, καὶ φρονῆσαι περὶ τοῦ Κυρίου ὅτι Υἱός ἐστιν ἀληθινὸς, Λόγος καὶ Σοφία τοῦ Πατρὸς, οὐ ποίημα, οὐ κτίσμα. Εἰ γὰρ ποίημά ἐστιν ὁ Υἱὸς, ἐν ποίῳ ἆρα λόγῳ καὶ ἐν ποίᾳ σοφίᾳ γέγονεν αὐτός; Πάντα γὰρ τὰ ποιήματα διὰ τοῦ Λόγου καὶ τῆς Σοφίας γέγονε, καθὼς γέγραπται· Πάντα ἐν Σοφίᾳ ἐποίησας· καὶ, Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.

Εἰ δὲ αὐτός ἐστιν ὁ Λόγος καὶ ἡ Σοφία, ἐν ᾗ πάντα γίνεται, οὐκ ἄρα τῶν ποιουμένων ἐστὶν, οὐδὲ ὅλως τῶν γενητῶν, ἀλλὰ τοῦ Πατρὸς γέννημα. Σκοπεῖτε γὰρ ὁπόσον ἔχει πτῶμα τὸ λέγειν ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Λέγει που Σολομὼν ἐν τῷ Ἐκκλησιαστῇ, ὅτι Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωρωμένῳ, ἐὰν ἀγαθὸν, καὶ ἐὰν πονηρόν. Οὐκοῦν εἰ ποίημά ἐστιν ὁ Λόγος, ἀχθήσεται καθ᾽ ὑμᾶς καὶ αὐτὸς εἰς κρίσιν; Καὶ ποῦ λοιπὸν ἡ κρίσις, κρινομένου τοῦ κριτοῦ; τίς δὲ τοῖς μὲν δικαίοις τὰς εὐλογίας δώσει, τοῖς δὲ ἀναξίοις τὰς ἐπιτιμίας, ἑστηκότος τοῦ Κυρίου καθ᾽ ὑμᾶς μετὰ πάντων ἐν κρίσει; Ποίῳ δὲ καὶ νόμῳ κριθήσεται αὐτὸς ὁ νομοθέτης;

Ταῦτα τῶν ποιημάτων ἴδιά ἐστι, τὸ κρίνεσθαι, τὸ παρὰ τοῦ Υἱοῦ εὐλογεῖσθαι καὶ ἐπιτιμᾶσθαι. Φοβήθητε λοιπὸν τὸν κριτὴν, καὶ πείσθητε τῷ Σολομῶνι λέγοντι. Εἰ γὰρ σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν κρινομένων, ἀλλὰ καὶ μᾶλλον συμπάντων τῶν ποιημάτων αὐτός ἐστιν ὁ κριτής· πῶς οὐ λαμπρότερον ἡλίου δείκνυται μὴ ποίημα ὢν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς Λόγος, ἐν ᾧ τὰ ποιήματα γίνεταί τε καὶ κρίνεται; Εἰ δ᾽, ὅτι γέγραπται, πιστὸν ὄντα, πάλιν ταράττει αὐτοὺς νομίζοντας, ὡς ἐπὶ πάντων λέγεσθαι, καὶ ἐπ᾽ αὐτοῦ τὸ, πιστὸν, ὅτι πιστεύων ἐκδέχεται τῆς πίστεως τὸν μισθόν· ὥρα καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἐγκαλεῖν Μωσεῖ μὲν λέγοντι· Ὁ Θεὸς πιστὸς καὶ ἀληθινός· τῷ δὲ Παύλῳ γράφοντι· Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε. Ἀλλὰ ταῦτα λέγοντες οἱ ἅγιοι, οὐκ ἀνθρώπινα περὶ τοῦ Θεοῦ διενοοῦντο· ἀλλ᾽ ἐγίνωσκον διπλοῦν εἶναι τὸν νοῦν ἐν τῇ Γραφῇ περὶ τοῦ πιστοῦ· τὸ μὲν ὡς πιστεῦον, τὸ δὲ, ὡς ἀξιόπιστον· καὶ τὸ μὲν ἐπ᾽ ἀνθρώπων, τὸ δὲ ἐπὶ Θεοῦ ἁρμόζειν. Πιστὸς γοῦν ὁ Ἀβραὰμ, ὅτι τῷ λαλοῦντι πεπίστευκε Θεῷ, πιστὸς δὲ ὁ Θεὸς, ὅτι, καθὼς ψάλλει Δαβὶδ, Πιστός ἐστιν ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ ὁ Κύριος, καὶ ἀξιόπιστός ἐστι, καὶ ἀδύνατόν ἐστιν, αὐτὸν ψεύσασθαι. Καὶ, Εἴ τίς ἐστι πιστὴ χήρας ἔχουσα, διὰ τὸ καλῶς πιστεύειν, πιστὴ καλεῖται.

Πιστὸς δὲ ὁ Λόγος, ὅτι ὃ εἴρηκεν, ὀφείλει πιστεύεσθαι· ἀληθὲς γάρ ἐστι, καὶ οὐκ ἔστιν ἄλλως.

Καὶ τὸ γεγράφθαι τοίνυν, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, οὐ πρὸς ἄλλους ἔχει τὴν ὁμοιότητα· οὐδ᾽ ὅτι πιστεύων, εὐάρεστος γέγονεν, ἀλλ᾽ ὅτι Υἱὸς ὢν τοῦ ἀληθινοῦ Θεοῦ, πιστός ἐστι καὶ αὐτὸς ὀφείλων πιστεύεσθαι, ἐν οἷς ἂν λέγῃ καὶ ποιῇ, αὐτὸς ἄτρεπτος μένων, καὶ μὴ ἀλλοιούμενος ἐν τῇ ἀνθρωπίνῃ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ παρουσίᾳ.

Οὕτως μὲν οὖν ἄν τις, πρὸς τὴν ἀναίδειαν αὐτῶν χωρῶν, δύναται καὶ ἐκ μόνης τῆς, ἐποίησε, λέξεως, διελέγχειν αὐτοὺς πλανωμένους, καὶ νομίζοντας εἶναι ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Ἐπειδὴ δὲ καὶ ἡ διάνοια τῶν γεγραμμένων ἐστὶν ὀρθὴ, δεικνύουσα τὴν, ἐποίησε, λέξιν, πότε καὶ πρὸς τί λεγομένη σημαίνεται· ἀναγκαῖον καὶ ἐξ αὐτῆς δεῖξαι τῶν αἱρετικῶν τὴν ἀλογίαν, ἐὰν μάλιστα, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, καὶ τούτου τὸν καιρὸν καὶ τὴν χρείαν λάβοιμεν. Οὐ τοίνυν τὰ πρὸ τῆς κτίσεως διηγούμενος ὁ Ἀπόστολος ταῦτα εἴρηκεν, ἀλλ᾽ ὅτε ὁ Λόγος σὰρξ ἐγένετο· οὕτω γὰρ γέγραπται· Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. Πότε οὖν ἀπεστάλη, ἢ ὁπηνίκα τὴν ἡμετέραν ἐνεδύσατο σάρκα; Πότε δὲ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν γέγονεν, ἢ ὅτε, προσενέγκας ἑαυτὸν ὑπὲρ ἡμῶν, ἤγειρεν ἐκ νεκρῶν τὸ σῶμα, καὶ νῦν αὐτὸς τοὺς προσερχομένους αὐτοῦ τῇ πίστει προσάγει καὶ προσφέρει τῷ Πατρὶ, λυτρούμενος πάντας, καὶ ὑπὲρ πάντων ἱλασκόμενος τὰ πρὸς τὸν Θεόν; Οὐ τὴν οὐσίαν ἄρα τοῦ Λόγου, οὐδὲ τὴν ἐκ τοῦ Πατρὸς φυσικὴν γέννησιν σημᾶναι θέλων ὁ Ἀπόστολος εἴρηκε, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· μὴ γένοιτο!

ποιῶν γάρ ἐστιν ὁ Λόγος, οὐ ποιούμενος αὐτός· ἀλλὰ τὴν εἰς ἀνθρώπους αὐτοῦ κάθοδον καὶ ἀρχιερωσύνην γενομένην, ἣν καλῶς ἄν τις ἴδοι ἐκ τῆς κατὰ τὸν νόμον καὶ τὸν Ἀαρὼν ἱστορίας. Οὕτως Ἀαρὼν οὐ γεγέννηται ἀρχιερεὺς, ἀλλὰ ἄνθρωπος, καὶ μετὰ χρόνον, ὅτε ὁ Θεὸς ἠθέλησε, γέγονεν ἀρχιερεύς· καὶ γέγονεν οὐχ ἁπλῶς, οὐδὲ ἐκ τῶν συνήθων ἱματίων γνωριζόμενος, ἀλλ᾽ ἐπενδιδυσκόμενος τὴν ἐπωμίδα, τὸ λογεῖον, τὸν ποδήρη, ἃ αἱ γυναῖκες μὲν εἰργάσαντο προστάξει τοῦ Θεοῦ, ἐν τούτοις δὲ εἰσερχόμενος εἰς τὰ ἅγια, τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσέφερε· καὶ ἐν τούτοις ὥσπερ ἐμεσίτευε τῇ ὀπτασίᾳ τοῦ Θεοῦ, καὶ ταῖς τῶν ἀνθρώπων θυσίαις. Οὕτω τοίνυν καὶ ὁ Κύριος ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὅτε δὲ ἠθέλησεν ὁ Πατὴρ ὑπὲρ πάντων λύτρα δοθῆναι, καὶ πᾶσι χαρίσασθαι, τότε δὴ ὁ Λόγος, ὡς Ἀαρὼν τὸν ποδήρη, οὕτως αὐτὸς ἔλαβε τὴν ἀπὸ γῆς σάρκα, Μαρίαν ἀντὶ τῆς ἀνεργάστου γῆς ἐσχηκὼς μητέρα τοῦ σώματος, ἵνα ἔχων τὸ προσφερόμενον αὐτὸς, ὡς ἀρχιερεὺς, ἑαυτὸν προσενέγκῃ τῷ Πατρὶ, καὶ τῷ ἰδίῳ αἵματι πάντας ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν καθαρίσῃ, καὶ ἀπὸ τῶν νεκρῶν ἀναστήσῃ.

Τούτου γὰρ ἦν τὰ παλαιὰ σκιά· καὶ ὅπερ πεποίηκεν ἐλθὼν ὁ Σωτὴρ, τοῦτο κατὰ τὸν νόμον ἐσκιογράφει ὁ Ἀαρών. Ὥσπερ οὖν ὁ Ἀαρὼν ὁ αὐτὸς ὢν οὐκ ἠλλάσσετο περιτιθέμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα, ἀλλὰ μένων ὁ αὐτὸς, ἐκαλύπτετο μόνον· καὶ εἰ ἔλεγέ τις ἑωρακὼς αὐτὸν προσφέροντα, Ἰδοὺ γέγονε σήμερον ὁ Ἀαρὼν ἀρχιερεὺς, οὐκ ἐσήμαινεν αὐτὸν ἄνθρωπον τότε γεγενῆσθαι· ἦν γὰρ, καὶ πρὸ τοῦ αὐτὸν ἀρχιερέα γενέσθαι, ἄνθρωπος· ἀλλ᾽ ὅτι τῇ λειτουργείᾳ πεποίηται ἀρχιερεὺς, περιθέμενος τὰ πεποιημένα καὶ κατασκευασθέντα ἱμάτια τῇ ἀρχιερατείᾳ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Κυρίου δυνατόν ἐστι καλῶς νοεῖν, ὡς οὐκ ἄλλος γέγονε τὴν σάρκα λαβὼν, ἀλλ᾽ ὁ αὐτὸς ὢν, ἐκαλύπτετο ταύτῃ· καὶ τὸ, γέγονε, καὶ τὸ, πεποίηται, οὐχ ὅτι ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, πεποίηται νοεῖν θέμις· ἀλλ᾽ ὅτι Λόγος ὢν δημιουργὸς, ὕστερον πεποίηται ἀρχιερεὺς, ἐνδυσάμενος σῶμα τὸ γενητὸν καὶ ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται, διὸ καὶ λέγεται πεποιῆσθαι. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος ὁ Κύριος, μαχέσθωσαν οἱ Ἀρειανοί· εἰ δὲ ὁ Λόγος σὰρξ ἐγένετο, τί ἔδει περὶ γεγονότος ἀνθρώπου λέγειν ἢ, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν; Ὡς γὰρ ἴδιον περὶ τοῦ Λόγου εἰπεῖν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὕτως ἀνθρώπων ἴδιόν ἐστι τὸ γίνεσθαι καὶ ποιεῖσθαι.

Τίς γοῦν ἰδὼν τὸν Κύριον, ὡς ἄνθρωπον περιπατοῦντα, καὶ Θεὸν ἐκ τῶν ἔργων δεικνύμενον, οὐκ ἂν ἠρώτησε, τίς τοῦτον ἐποίησεν ἄνθρωπον;

Τίς δὲ πάλιν οὕτως ἐρωτηθεὶς οὐκ ἂν ἀπεκρίνετο, ὅτι ὁ Πατὴρ τοῦτον ἐποίησεν ἄνθρωπον, καὶ ἀπέστειλεν αὐτὸν ἡμῖν ἀρχιερέα; τὴν δὲ τοιαύτην διάνοιαν καὶ τὸν καιρὸν, καὶ τὸ πρόσωπον, αὐτὸς ὁ Ἀπόστολος ὁ καὶ γράψας, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, δηλῶσαι μᾶλλον ἱκανός ἐστιν, ἐὰν τὰ ἔμπροσθεν λάβωμεν· μία γὰρ ἀκολουθία ἐστὶ, καὶ περὶ τοῦ αὐτοῦ τὸ ἀνάγνωσμα τυγχάνει. Γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Ἑβραίους ταῦτα· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διαπαντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.

Τίς τὴν περικοπὴν ταύτην ὅλην ἀναγινώσκων, οὐ τῶν μὲν Ἀρειανῶν καταγινώσκει, τὸν δὲ μακάριον Ἀπόστολον θαυμάζει, καλῶς εἰρηκότα; Πότε γὰρ πεποίηται, καὶ πότε ἀπόστολος γέγονεν, εἰ μὴ ὅτε παραπλησίως ἡμῖν μετέσχε καὶ αὐτὸς αἵματος καὶ σαρκός; Καὶ πότε γέγονεν ἐλεήμων καὶ πιστὸς ἀρχιερεὺς, ἢ ὅτε κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη; ὡμοιώθη δὲ τότε, ὅτε γέγονεν ἄνθρωπος, ἐνδυσάμενος τὴν ἡμετέραν σάρκα. Οὐκοῦν περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τοῦ Λόγου γράφων ὁ Παῦλος ἔλεγε, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, καὶ οὐ περὶ τῆς οὐσίας τοῦ Λόγου. Μηκέτι τοίνυν μαίνεσθε λέγοντες ποίημα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἔστι γὰρ αὐτὸς Υἱὸς φύσει μονογενής.

Τότε δὲ ἔσχεν ἀδελφοὺς, ὅτε τὴν ὁμοίαν ἡμῖν ἐνεδύσατο σάρκα, ἣν καὶ προσφέρων αὐτὸς δι᾽ αὐτοῦ, ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἑαυτὸν ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, οὐ πίστεως μετέχων, οὐδὲ εἴς τινα πιστεύων ὥσπερ ἡμεῖς· ἀλλὰ πιστεύεσθαι ὀφείλων περὶ ὧν ἐὰν λέγῃ καὶ ποιῇ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν.

Αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμεναι οὐκ εἶχον τὸ πιστὸν, καθ᾽ ἡμέραν παρερχόμεναι, καὶ δεόμεναι πάλιν καθαρσίου· ἡ δὲ τοῦ Σωτῆρος θυσία ἅπαξ γενομένη τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε μένουσα διὰ παντός. Καὶ Ἀαρὼν μὲν ἔσχε τοὺς διαδεχομένους, καὶ ὅλως ἡ κατὰ νόμον ἱερατεία χρόνῳ καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ Κύριος ἀπαράβατον καὶ ἀδιάδεκτον ἔχων τὴν ἀρχιερωσύνην πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γενόμενος, εἰς τὸ ἐπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους. Τοῦτο δὲ πάλιν καὶ ἀπὸ τῆς Ἐπιστολῆς τοῦ μεγάλου Πέτρου μαθεῖν ἔξεστι, λέγοντος· Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς· πιστὸς γάρ ἐστιν, οὐκ ἀλλασσόμενος, ἀλλ᾽ ἀεὶ διαμένων, καὶ ἀποδιδοὺς ἃ ἐπηγγείλατο.

Ἑλλήνων μὲν οὖν οἱ λεγόμενοι παρ᾽ αὐτοῖς ψευδώνυμοι θεοὶ οὔτε τῷ εἶναι, οὔτε τῷ ἐπαγγέλλεσθαί εἰσι πιστοί· οὔτε γὰρ οἱ αὐτοί εἰσι πανταχοῦ, ἀλλὰ καὶ οἱ κατὰ τόπους, τῷ χρόνῳ διαφθείρονται, καὶ περὶ ἑαυτοὺς καταῤῥέουσι· διὸ καὶ κατ᾽ αὐτῶν ὁ Λόγος βοᾷ, ὅτι πίστις οὐκ ἴσχυσεν ἐν αὐτοῖς, καὶ ὕδωρ ψευδές εἰσι, καὶ οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Ὁ δὲ τῶν ὅλων καὶ μόνος τῷ ὄντι ὄντως καὶ ἀληθινὸς ὢν Θεὸς πιστός ἐστιν, ὁ αὐτὸς ὢν, καὶ λέγων· Ἴδετέ με, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ, οὐκ ἠλλοίωμαι· διὸ καὶ ὁ τούτου Υἱὸς πιστός ἐστιν, ἀεὶ ὢν, καὶ οὐκ ἀλλοιούμενος, οὐδὲ διαψευδόμενος οὔτε ἐν τῷ εἶναι, οὔτε ἐν τῷ ἐπαγγέλλεσθαι, καθάπερ πάλιν ὁ Ἀπόστολος γράφων Θεσσαλονικεῦσι μέν φησι· Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει· ἐν γὰρ τῷ ποιεῖν ἃ ἐπαγγέλλεται, πιστός ἐστι λαλῶν· Ἑβραίοις δὲ περὶ τοῦ σημαίνειν τὴν λέξιν ταύτην καὶ τὸ ἀναλλοίωτον οὕτως γράφει· Εἰ ἀπιστήσομεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.

Οὐκοῦν εἰκότως ὁ Ἀπόστολος τὴν σωματικὴν τοῦ Λόγου παρουσίαν διηγούμενός φησιν· Ἀπόστολον καὶ πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, δεικνὺς, ὅτι καὶ ἄνθρωπος γενόμενος Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας ἀναλλοίωτός ἐστι. Καὶ ὥσπερ τῆς ἐνανθρωπήσεως αὐτοῦ διὰ τῆς ἀρχιερωσύνης μνημονεύει γράφων ὁ Ἀπόστολος· οὕτω καὶ πάλιν οὐκ ἐσιώπησε μακρὰν, ἀλλ᾽ εὐθὺς περὶ τῆς θεότητος αὐτοῦ μνημονεύει, πανταχοῦ τῆς ἀσφαλείας γινόμενος, ἔνθα μάλιστα τὸ ταπεινὸν ὀνομάζει, ἵν᾽ εὐθὺς αὐτοῦ τὴν ὑψηλότητα καὶ τὴν πατρικὴν μεγαλειότητα γινώσκωμεν. Φησὶ γοῦν· Ὁ μὲν Μωσῆς θεράπων, ὁ δὲ Χριστὸς Υἱός· κἀκεῖνος μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον, ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν.

Ὁ μὲν γὰρ Μωσῆς, ἄνθρωπος φύσει ὢν, πιστὸς ἐγένετο, πιστεύων τῷ διὰ τοῦ Λόγου λαλοῦντι αὐτῷ Θεῷ· ὁ δὲ Λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσμαστι, ἀλλὰ Θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς, καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπ᾽ αὐτοῦ. Καὶ οἱ μὲν ἄνθρωποι ἕνεκα τοῦ εἶναι καὶ ὑφεστάναι σάρκα περιβέβληνται· ὁ δὲ τοῦ Θεοῦ Λόγος ἕνεκα τοῦ ἁγιάζειν τὴν σάρκα γέγονεν ἄνθρωπος· καὶ Κύριος ὢν, ἐν τῇ μορφῇ τοῦ δούλου ἦν· δούλη γὰρ τοῦ Λόγου ἡ πᾶσα κτίσις, ἡ παρ᾽ αὐτοῦ γενομένη καὶ ποιηθεῖσα. Ἐκ δὲ τούτου συνέστηκεν, ὅτι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἀποστόλῳ, ἐποίησεν, οὐ ποιούμενον δείκνυσι τὸν Λόγον, ἀλλ᾽ ὅπερ ἔλαβεν ὅμοιον ἡμῖν σῶμα· διὸ καὶ ἀδελφὸς ἡμῶν ἐχρημάτισε γενόμενος ἄνθρωπος.

Εἰ δὲ δέδεικται, ὅτι, κἂν ἐπ᾽ αὐτοῦ τοῦ Λόγου τις λέγῃ τὸ, ἐποίησεν, ἀντὶ τοῦ, ἐγέννησε, λέγει· ποίαν ἄρα παρεξευρεῖν ἐπίνοιαν ἔτι μᾶλλον κακονοίας εἰς τοῦτο δυνήσονται, ὅπου γε πανταχόθεν ὁ Λόγος τὸ ῥητὸν διακαθάρας, ἔδειξε μὴ εἶναι ποίημα τὸν Υἱὸν, ἀλλὰ τῇ μὲν οὐσίᾳ γέννημα τοῦ Πατρὸς, τῇ δὲ οἰκονομίᾳ κατ᾽ εὐδοκίαν τοῦ Πατρὸς, ἐποιήθη δι᾽ ἡμᾶς ἄνθρωπος καὶ συνίσταται; καὶ διὰ τοῦτο ἄρα λέγεται παρὰ μὲν τῷ Ἀποστόλῳ, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ἐν δὲ ταῖς Παροιμίαις καὶ τὸ κτίζεσθαι. Ἕως γὰρ ὁμολογεῖται γενόμενος ἄνθρωπος, οὐδὲν διαφέρει λέγειν, καθάπερ προείρηται, εἴτε ἐγένετο, εἴτε πεποίηται, εἴτε ἔκτισται, εἴτε πέπλασται, εἴτε δοῦλος, εἴτε υἱὸς παιδίσκης, εἴτε υἱὸς ἀνθρώπου, εἴτε κατεστάθη, εἴτε ἀπεδήμησεν, εἴτε νυμφίος, εἴτε ἀδελφιδοῦς, εἴτε ἀδελφός. Πάντα γὰρ ταῦτα τὰ λεξείδια τῆς ἀνθρώπων συστάσεως ἴδια τυγχάνει ὄντα· καὶ τὰ τοιαῦτα οὐ τὴν οὐσίαν τοῦ Λόγου, ἀλλὰ τὸ ἄνθρωπον αὐτὸν γεγενῆσθαι σημαίνει.