Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγοι γʹ

Μέγας Αθανάσιος

Πρώτος Λόγος: Προοίμιο και έκθεση της αρειανής διδασκαλίας

Εισαγωγή στο έργο με την καταδίκη της «Θαλείας» του Αρείου, τη διαπίστωση του δόλιου και αντιχρίστου χαρακτήρα της αιρέσεως και την υπεράσπιση της εκκλησιαστικής ορολογίας έναντι των κακοδοξιών περί κτιστότητος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 20

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Αἱ μὲν αἱρέσεις ὅσαι τῆς ἀληθείας ἀπέστησαν, ἐπινοήσασαι μανίαν ἑαυταῖς φανεραὶ τυγχάνουσι, καὶ τούτων ἡ ἀσέβεια πάλαι πᾶσιν ἔκδηλος γέγονε.

Τὸ γὰρ ἐξελθεῖν ἀφ᾽ ἡμῶν τοὺς ταῦτα ἐφευρόντας δῆλον ἂν εἴη, ὡς ἔγραψεν ὁ μακάριος Ἰωάννης, ὅτι τῶν τοιούτων οὔτε ἦν, οὔτε νῦν ἐστι μεθ᾽ ἡμῶν τὸ φρόνημα. Διὸ καὶ, ὡς εἶπεν ὁ Σωτὴρ, Μὴ συνάγοντες μεθ᾽ ἡμῶν, σκορπίζουσι μετὰ τοῦ διαβόλου, παρατηρούμενοι τοὺς κοιμωμένους, ἵνα, τὸν ἴδιον ἰὸν τῆς ἀπωλείας ἐπισπείραντες, ἔχωσι τοὺς συναποθνήσκοντας ἑαυτοῖς.

Ἐπειδὴ δὲ ἡ μία τῶν αἱρέσεων ἡ ἐσχάτη, καὶ νῦν ἐξελθοῦσα πρόδρομος τοῦ Ἀντιχρίστου, ἡ Ἀρειανὴ καλουμένη, δόλιος οὖσα καὶ πανοῦργος, βλέπουσα τὰς πρεσβυτέρας ἑαυτῆς ἀδελφὰς ἄλλας αἱρέσεις ἐκ φανεροῦ στηλιτευθείσας, ὑποκρίνεται περιβαλλομένη τὰς τῶν Γραφῶν λέξεις, ὡς ὁ πατὴρ αὐτῆς ὁ διάβολος, καὶ βιάζεται πάλιν εἰσελθεῖν εἰς τὸν παράδεισον τῆς Ἐκκλησίας, ἵνα, πλάσασα ἑαυτὴν ὡς Χριστιανὴν, ἀπατήσῃ τινὰς κατὰ Χριστοῦ φρονεῖν τῇ πιθανότητι τῶν παραλογισμῶν· εὔλογον γὰρ οὐδὲν παρ᾽ αὐτῇ· καὶ ἐπλάνησέ γε τῶν ἀφρόνων ἤδη τινὰς, ὥστε τούτους μὴ μόνον φθαρῆναι τῇ ἀκοῇ, ἀλλὰ καὶ λαβόντας κατὰ τὴν Εὔαν γεύσασθαι, καὶ λοιπὸν ἀγνοοῦντας νομίζειν τὸ πικρὸν γλυκὺ, καὶ τὴν βδελυκτὴν αἵρεσιν λέγειν καλήν· ἀναγκαῖον ἡγησάμην προτραπεὶς παρ᾽ ὑμῶν διελεῖν τὴν πτύξιν τοῦ θώρακος τῆς μιαρᾶς αἱρέσεως ταύτης, καὶ δεῖξαι τὴν δυσωδίαν τῆς ἀφροσύνης αὐτῆς· ἵνα οἱ μὲν πόῤῥωθεν ὄντες αὐτῆς ἔτι φύγωσιν αὐτὴν, οἱ δ᾽ ἀπατηθέντες ἀπ᾽ αὐτῆς μεταγνῶσι, καὶ ἠνεῳγμένοις τοῖς ὀφθαλμοῖς τῆς καρδίας νοήσωσιν, ὅτι, ὥσπερ τὸ σκότος οὐκ ἔστι φῶς, οὐδὲ τὸ ψεῦδος ἀλήθεια, οὕτως οὐδὲ ἡ Ἀρειανὴ αἵρεσίς ἐστι καλή. Ἀλλὰ καὶ οἱ τούτους καλοῦντες Χριστιανοὺς πολὺ καὶ λίαν πλανῶνται, ὡς μήτε τὰς Γραφὰς ἀνεγνωκότες, μήτε ὅλως εἰδότες τὸν Χριστιανισμὸν καὶ τὴν ἐν αὐτῷ πίστιν.

Τί γὰρ ὅμοιον ἑωρακότες τῆς αἱρέσεως πρὸς τὴν εὐσεβῆ πίστιν φλυαροῦσιν ὡς μηδὲν κακὸν λεγόντων ἐκείνων; Τοῦτό ἐστιν ἀληθῶς καὶ τὸν Καϊάφαν αὐτοὺς εἰπεῖν Χριστιανὸν, καὶ τὸν προδότην Ἰούδαν ἔτι συναριθμεῖν τοῖς ἀποστόλοις, τούς τε τὸν Βαραβᾶν αἰτησαμένους ἀντὶ τοῦ Σωτῆρος, λέγειν μηδὲν κακὸν πεποιηκέναι· καὶ Ὑμέναιον δὲ καὶ Ἀλέξανδρον συνιστάνειν ὡς καλῶς φρονοῦντας, καὶ ψεύδεσθαι κατ᾽ αὐτῶν τὸν Ἀπόστολον. Ἀλλ᾽ οὔτε ταῦτ᾽ ἂν ἀκοῦσαι Χριστιανὸς ἀνάσχοιτο, οὔτε τὸν τολμῶντα λέγειν τοῦτο ὑγιαίνειν ἄν τις τοῦτον ταῖς φρεσὶν ὑπολάβοι. Ἀντὶ γὰρ Χριστοῦ παρ᾽ αὐτοῖς Ἄρειος, ὡς παρὰ Μανιχαίοις Μανιχαῖος, ἀντὶ δὲ Μωϋσέως καὶ τῶν ἄλλων ἁγίων Σωτάδης τις ἐξεύρηται παρ᾽ αὐτοῖς ὁ καὶ παρ᾽ Ἕλλησι γελώμενος, καὶ ἡ θυγάτηρ Ἡρωδιάδος. Τοῦ μὲν γὰρ τὸ κεκλασμένον καὶ θηλυκὸν ἦθος μεμίμηται γράφων Ἄρειος καὶ αὐτὸς Θαλίας· τῆς δὲ τὴν ὄρχησιν ἐζήλωσεν ἐξορχούμενος καὶ παίζων ἐν ταῖς κατὰ τοῦ Σωτῆρος δυσφημίαις, ὥστε τοὺς ἐμπίπτοντας εἰς τὴν αἵρεσιν διαστρέφεσθαι μὲν τὸν νοῦν καὶ ἀφρονεῖν, ἀλλάσσειν δὲ τὸ ὄνομα τοῦ Κυρίου τῆς δόξης ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ ἀντὶ Χριστιανῶν λοιπὸν Ἀρειανοὺς ὀνομάζεσθαι, τοῦτό τε τῆς ἀσεβείας ἔχειν τὸ γνώρισμα.

Μὴ γὰρ προφασιζέσθωσαν, μηδὲ ὀνειδιζόμενοι καταψευδέσθωσαν κατὰ τῶν μὴ ὄντων ὡς εἰσὶν, οὕτω καλοῦντες καὶ αὐτοὶ τοὺς Χριστιανοὺς ἀπὸ τῶν διδασκάλων, ἵνα δόξωσι καὶ αὐτοὶ οὕτως καλεῖσθαι Χριστιανοί· μηδὲ αἰσχυνόμενοι τὸ ἐπονείδιστον ἑαυτῶν ὄνομα, παιζέτωσαν· εἰ δὲ αἰσχύνονται, ἐγκαλυπτέσθωσαν, ἢ ἀποπηδάτωσαν ἀπὸ τῆς ἑαυτῶν ἀσεβείας. Οὐδὲ πώποτε γὰρ λαὸς ἀπὸ τῶν οἰκείων ἐπισκόπων ἔσχε τὴν ἐπωνυμίαν, ἀλλ᾽ ἀπὸ τοῦ Κυρίου, εἰς ὃν καὶ τὴν πίστιν ἔχομεν· τῶν γοῦν μακαρίων ἀποστόλων διδασκάλων ἡμῶν γενομένων, καὶ διακονησάντων τὸ τοῦ Σωτῆρος Εὐαγγέλιον, οὐκ ἐξ ἐκείνων ἐκλήθημεν, ἀλλ᾽ ἀπὸ τοῦ Χριστοῦ Χριστιανοὶ καὶ ἐσμὲν, καὶ ὀνομαζόμεθα.

Οἱ δὲ παρ᾽ ἑτέρων ἔχοντες τὴν ἀρχὴν ἧς νομίζουσι πίστεως, ἐκείνων εἰκότως ἔχουσι καὶ τὴν ἐπωνυμίαν, ὡς αὐτῶν γενόμενοι κτῆμα. Ἀμέλει πάντων ἡμῶν ἀπὸ τοῦ Χριστοῦ Χριστιανῶν ὄντων καὶ καλουμένων, ἐξεβλήθη πάλαι Μαρκίων αἵρεσιν ἐφευρών· καὶ οἱ μὲν παραμείναντες μετὰ τοῦ ἐκβαλόντος ἐκεῖνον ἔμειναν Χριστιανοί· οἱ δ᾽ ἀκολουθήσαντες Μαρκίωνι οὐκέτι μὲν Χριστιανοὶ, Μαρκιωνισταὶ δὲ λοιπὸν ἐκλήθησαν. Οὕτω καὶ Οὐαλεντῖνος, καὶ Βασιλίδης, καὶ Μανιχαῖος, καὶ Σίμων ὁ μάγος τοῖς ἀκολουθήσασι μεταδεδώκασι τοῦ ἰδίου ὀνόματος· καὶ οἱ μὲν Οὐαλεντινιανοὶ, οἱ δὲ Βασιλιδιανοὶ, οἱ δὲ Μανιχαῖοι, κἀκεῖνοι Σιμωνιανοὶ, καὶ ἄλλοι κατὰ Φρύγας ἀπὸ Φρυγίας, καὶ ἀπὸ Νοουάτου Νοουατιανοὶ προσαγορεύονται. Οὕτω καὶ Μελέτιος, ἐκβληθεὶς παρὰ Πέτρου τοῦ ἐπισκόπου καὶ μάρτυρος, οὐκέτι Χριστιανοὺς ἀλλὰ Μελιτιανοὺς ἐκάλεσε τοὺς ἰδίους· οὕτως ἄρα καὶ τοῦ μακαρίτου Ἀλεξάνδρου τὸν Ἄρειον ἐκβαλόντος, οἱ μὲν μετὰ Ἀλεξάνδρου μείναντες ἔμειναν Χριστιανοί· οἱ δὲ συνεξελθόντες Ἀρείῳ τὸ μὲν ὄνομα τοῦ Σωτῆρος ἡμῖν τοῖς μετὰ Ἀλεξάνδρου καταλελοίπασιν, Ἀρειανοὶ δὲ λοιπὸν ἐκλήθησαν ἐκεῖνοι.

Ἰδοὺ γοῦν καὶ μετὰ θάνατον τοῦ Ἀλεξάνδρου, οἱ κοινωνοῦντες τῷ διαδεξαμένῳ τοῦτον Ἀθανασίῳ, καὶ οἷς ὁ αὐτὸς Ἀθανάσιος κοινωνεῖ, τὸν αὐτὸν ἔχουσι τύπον· καὶ οὔτε ἐκείνων τὸ τούτου τινὲς ἔχουσιν ὄνομα, οὔτε αὐτὸς ἐξ ἐκείνων ὀνομάζεται, ἀλλὰ πάντες πάλιν καὶ συνήθως Χριστιανοὶ καλοῦνται. Κἂν γὰρ διδασκάλων διαδόχους ἔχωμεν, καὶ μαθηταὶ τούτων γινώμεθα· ἀλλά γε τὰ τοῦ Χριστοῦ παρ᾽ αὐτῶν διδασκόμενοι, Χριστιανοὶ οὐδὲν ἧττον ἐσμὲν καὶ καλούμεθα.

Οἱ δέ γε τοῖς αἱρετικοῖς ἀκολουθοῦντες, κἂν μυρίους διαδόχους ἔχωσιν, ἀλλὰ πάντως τὸ ὄνομα τοῦ τὴν αἵρεσιν ἐφευρόντος φέρουσιν. Ἀμέλει τελευτήσαντος Ἀρείου, πολλῶν δὲ τῶν ἰδίων αὐτὸν διαδεξαμένων, ὅμως οἱ τὰ ἐκείνου φρονοῦντες ἐξ Ἀρείου γνωριζόμενοι Ἀρειανοὶ καλοῦνται. Καὶ θαυμαστόν γε τούτου τεκμήριον, οἱ μὲν ἐξ Ἑλλήνων καὶ νῦν εἰς τὴν Ἐκκλησίαν ἐρχόμενοι, ἀφιέντες τὴν τῶν εἰδώλων δεισιδαιμονίαν, οὐ τῶν κατηχούντων λαμβάνουσι τὴν ἐπωνυμίαν, ἀλλὰ τὴν τοῦ Σωτῆρος, καὶ ἀντὶ Ἑλλήνων ἄρχονται Χριστιανοὶ καλεῖσθαι· οἱ δὲ πρὸς ἐκείνους ἀπιόντες, ἢ ὅσοι δ᾽ ἂν ἀπὸ τῆς Ἐκκλησίας πρὸς τὴν αἵρεσιν μεταβάλλονται, τὸ μὲν Χριστοῦ καταλιμπάνουσιν ὄνομα, καὶ λοιπὸν δὲ Ἀρειανοὶ καλοῦνται, ὡς οὐκέτι τὴν Χριστοῦ πίστιν ἔχοντες, ἀλλὰ τῆς Ἀρείου γενόμενοι μανίας διάδοχοι.

Πῶς τοίνυν Χριστιανοὶ οἱ μὴ Χριστιανοὶ, ἀλλὰ Ἀρειομανῖται; Ἢ πῶς τῆς καθολικῆς Ἐκκλησίας εἰσὶν οἱ τὴν ἀποστολικὴν ἀποτιναξάμενοι πίστιν, καὶ καινῶν κακῶν ἐφευρεταὶ γενόμενοι, οἱ τὰ μὲν τῶν θείων Γραφῶν λόγια καταλείψαντες, τὰς δὲ Θαλείας Ἀρείου σοφίαν καινὴν ὀνομάζοντες; Εἰκότως τοῦτο λέγοντες καινὴν γὰρ αἵρεσιν ἀπαγγέλλουσι.

Διὸ καὶ θαυμάσειεν ἄν τις, ὅτι πολλὰ πολλῶν συντάγματα καὶ πλείστας ὁμιλίας εἴς γε τὴν Παλαιὰν καὶ τὴν Καινὴν γραψάντων, καὶ παρὰ μηδενὶ Θαλείας εὑρισκομένης, ἀλλὰ μηδὲ παρὰ τοῖς σπουδαίοις τῶν Ἑλλήνων, ἢ παρὰ μόνοις τοῖς ᾄδουσι τὰ τοιαῦτα παρὰ πότον μετὰ κρότου καὶ σκωμμάτων ἐν παιδιαῖς, ἕνεκεν τοῦ γελᾶσθαι παρ᾽ ἑτέρων, ὁ θαυμαστὸς Ἄρειος οὐδὲν σεμνὸν μιμησάμενος, ἀλλὰ καὶ τὰ τῶν σπουδαίων ἀγνοήσας, πλεῖστά τε τῶν ἄλλων αἱρέσεων ὑποκλέψας, τὴν τοῦ Σωτάδου μόνου γελοιολογίαν ἐζήλωσε. Τί γὰρ ἔπρεπε ποιεῖν αὐτὸν, ἢ θέλοντα κατὰ τοῦ Σωτῆρος ὀρχήσασθαι, τὰ δύστηνα ἑαυτοῦ ῥημάτια τῆς ἀσεβείας ἐν ἐκλύτοις καὶ παρειμένοις μέλεσι σημαίνειν; ἵν᾽ ὥσπερ ἡ σοφία φησὶν, Ἀπὸ ἐξόδου λόγου ἐπιγνωσθήσεται ἀνὴρ, οὕτως ἀπ᾽ ἐκείνων τὸ τῆς ψυχῆς μὴ ἀνδρῶδες, καὶ τῆς διανοίας ἡ φθορὰ τοῦ γράψαντος γινώσκηται.

Καὶ γὰρ οὐδὲ ἔλαθεν ὁ δόλιος, ἀλλὰ καίτοι πολλάκις, ὡς ὁ ὄφις, ἄνω καὶ κάτω στρέφων ἑαυτὸν, ὅμως πέπτωκεν εἰς τὴν πλάνην τῶν Φαρισαίων. Ὡς γὰρ ἐκεῖνοι, θέλοντες παρανομεῖν, ἐσχηματίζοντο τὰ τοῦ νόμου μελετᾷν ῥήματα, καὶ θέλοντες ἀρνεῖσθαι τὸν προσδοκηθέντα καὶ παρόντα Κύριον, ὑπεκρίνοντο μὲν ὀνομάζειν τὸν Θεὸν, ἠλέγχοντο δὲ βλασφημοῦντες ἐν τῷ λέγειν, διὰ τί σὺ, ἄνθρωπος ὢν Θεὸν σεαυτὸν ποιεῖς, καὶ λέγεις, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, οὕτω καὶ ὁ κίβδηλος καὶ Σωτάδειος Ἄρειος ὑποκρίνεται μὲν ὡς περὶ Θεοῦ λέγων, παρεντιθεὶς τὰς τῶν Γραφῶν λέξεις, ἐλέγχεται δὲ πανταχόθεν Ἄρειος ἄθεος, ἀρνούμενος τὸν Υἱὸν, καὶ τοῖς ποιήμασιν αὐτὸν συναριθμῶν.

Ἡ μὲν οὖν ἀρχὴ τῆς Ἀρειανῆς Θαλείας καὶ κουφολογίας, ἦθος ἔχουσα καὶ μέλος θηλυκὸν, αὕτη· «Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, συνετῶν Θεοῦ, παίδων ἁγίων, ὀρθοτόμων, ἅγιον Θεοῦ πνεῦμα λαβόντων, τάδε ἔμαθον ἔγωγε ὑπὸ τῶν σοφίας μετεχόντων, ἀστείων, θεοδιδάκτων, κατὰ πάντα σοφῶν τε. Τούτων κατ᾽ ἴχνος ἦλθον ἐγὼ βαίνων ὁμοδόξως ὁ περικλυτὸς, ὁ πολλὰ παθὼν διὰ τὴν Θεοῦ δόξαν, ὑπό τε Θεοῦ μαθὼν σοφίαν καὶ γνῶσιν ἐγὼ ἔγνων.» Τὰ δὲ ἐν αὐτῇ κροτούμενα παρ᾽ αὐτοῦ σκώμματα φευκτὰ καὶ μεστὰ δυσσεβείας τοιαῦτά ἐστιν. «Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν· ἀλλ᾽ ἦν ὅτε ὁ Θεὸς μόνος ἦν, καὶ οὔπω Πατὴρ ἦν ὕστερον δὲ ἐπιγέγονε Πατήρ.

Οὐκ ἀεὶ ἦν ὁ Υἱός· πάντων γὰρ γενομένων ἐξ οὐκ ὄντων, καὶ πάντων ὄντων κτισμάτων καὶ ποιημάτων γενομένων, καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐξ οὐκ ὄντων γέγονε, καὶ ἦν ποτε, ὅτε οὐκ ἦν· καὶ οὐκ ἦν πρὶν γένηται, ἀλλ᾽ ἀρχὴν τοῦ κτίζεσθαι ἔσχε καὶ αὐτός.

Ἦν γὰρ, φησὶ, μόνος ὁ Θεὸς, καὶ οὔπω ἦν ὁ Λόγος καὶ ἡ σοφία. Εἶτα θελήσας ἡμᾶς δημιουργῆσαι, τότε δὴ πεποίηκεν ἕνα τινὰ, καὶ ὠνόμασεν αὐτὸν Λόγον, καὶ Σοφίαν καὶ Υἱὸν, ἵνα ἡμᾶς δι᾽ αὐτοῦ δημιουργήσῃ. Δύο γοῦν σοφίας φησὶν εἶναι, μίαν μὲν τὴν ἰδίαν καὶ συνυπάρχουσαν τῷ Θεῷ, τὸν δὲ Υἱὸν ἐν ταύτῃ τῇ σοφίᾳ γεγενῆσθαι, καὶ ταύτης μετέχοντα ὠνομάσθαι μόνον Σοφίαν καὶ Λόγον. Ἡ Σοφία γὰρ, φησὶ, τῇ σοφίᾳ ὑπῆρξε σοφοῦ Θεοῦ θελήσει.

Οὕτω καὶ Λόγον ἕτερον εἶναι λέγει παρὰ τὸν Υἱὸν ἐν τῷ Θεῷ, καὶ τούτου μετέχοντα τὸν Υἱὸν ὠνομάσθαι πάλιν κατὰ χάριν Λόγον καὶ Υἱὸν αὐτόν.» Ἔστι δὲ καὶ τοῦτο τῆς αἱρέσεως αὐτῶν ἴδιον φρόνημα, δηλούμενον ἐν ἑτέροις αὐτῶν συγγράμμασιν, «ὅτι πολλαὶ δυνάμεις εἰσί· καὶ ἡ μὲν μία τοῦ Θεοῦ ἐστιν ἰδία φύσει καὶ ἀΐδιος· ὁ δὲ Χριστὸς πάλιν οὐκ ἔστιν ἀληθινὴ δύναμις τοῦ Θεοῦ, ἀλλὰ μία τῶν λεγομένων δυνάμεών ἐστι καὶ αὐτὸς, ὧν μία καὶ ἡ ἀκρὶς καὶ ἡ κάμπη οὐ δύναμις μόνον, ἀλλὰ καὶ μεγάλη προσαγορεύεται· αἱ δ᾽ ἄλλαι πολλαὶ καὶ ὅμοιαί εἰσι τῷ Υἱῷ, περὶ ὧν καὶ Δαβὶδ ψάλλει λέγων· Κύριος τῶν δυνάμεων· καὶ τῇ μὲν φύσει, ὥσπερ πάντες, οὕτω καὶ αὐτὸς ὁ Λόγος ἐστὶ τρεπτὸς, τῷ δὲ ἰδίῳ αὐτεξουσίῳ, ἕως βούλεται, μένει καλός· ὅτε μέντοι θέλει, δύναται τρέπεσθαι καὶ αὐτὸς ὥσπερ καὶ ἡμεῖς, τρεπτῆς ὢν φύσεως. Διὰ τοῦτο γὰρ, φησὶ, καὶ προγινώσκων ὁ Θεὸς ἔσεσθαι καλὸν αὐτὸν, προλαβὼν αὐτῷ ταύτην τὴν δόξαν δέδωκεν, ἢν ἄνθρωπος καὶ ἐκ τῆς ἀρετῆς ἔσχε μετὰ ταῦτα· ὥστε ἐξ ἔργων αὐτοῦ, ὧν προέγνω ὁ Θεὸς, τοιοῦτον αὐτὸν νῦν γεγονέναι πεποίηκε. »Εἰπεῖν δὲ πάλιν ἐτόλμησεν, ὅτι οὐδὲ Θεὸς ἀληθινός ἐστιν ὁ Λόγος. Εἰ δὲ καὶ λέγεται Θεὸς, ἀλλ᾽ οὐκ ἀληθινός ἐστιν· ἀλλὰ μετοχῇ χάριτος, ὥσπερ καὶ οἱ ἄλλοι πάντες, οὕτω καὶ αὐτὸς λέγεται ὀνόματι μόνον Θεός.

Καὶ πάντων ξένων καὶ ἀνομοίων ὄντων τοῦ Θεοῦ κατ᾽ οὐσίαν, οὕτω καὶ ὁ Λόγος ἀλλότριος μὲν καὶ ἀνόμοιος κατὰ πάντα τῆς τοῦ Πατρὸς οὐσίας καὶ ἰδιότητός ἐστι· τῶν δὲ γενητῶν καὶ κτισμάτων ἴδιος καὶ εἷς αὐτῶν τυγχάνει. Μετὰ τούτων δὲ ὥσπερ καὶ διάδοχος τῆς προπετείας τοῦ διαβόλου γενόμενος, ἔθηκεν ἐν τῇ Θαλείᾳ, ὡς ἄρα καὶ τῷ Υἱῷ ὁ Πατὴρ ἀόρατος ὑπάρχει, καὶ οὔτε ὁρᾷν, οὔτε γινώσκειν τελείως καὶ ἀκριβῶς δύναται ὁ Λόγος τὸν ἑαυτοῦ Πατέρα· ἀλλὰ καὶ ὃ γινώσκει καὶ ὃ βλέπει, ἀναλόγως τοῖς ἰδίοις μέτροις οἶδε καὶ βλέπει, ὥσπερ καὶ ἡμεῖς γινώσκομεν κατὰ τὴν ἰδίαν δύναμιν.

Καὶ γὰρ καὶ ὁ Υἱὸς, φησὶν, οὐ μόνον τὸν Πατέρα ἀκριβῶς οὐ γινώσκει· λείπει γὰρ αὐτῷ εἰς τὸ καταλαβεῖν· ἀλλὰ καὶ αὐτὸς ὁ Υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδε· καὶ ὅτι μεμερισμέναι τῇ φύσει, καὶ ἀπεξενωμέναι καὶ ἀπεσχοινισμέναι, καὶ ἀλλότριοι, καὶ ἀμέτοχοί εἰσιν ἀλλήλων αἱ οὐσίαι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, καὶ, ὡς αὐτὸς ἐφθέγξατο, ἀνόμοιοι πάμπαν ἀλλήλων ταῖς τε οὐσίαις καὶ δόξαις εἰσὶν ἐπ᾽ ἄπειρον. Τὸν γοῦν Λόγον φησὶν εἰς ὁμοιότητα δόξης καὶ οὐσίας ἀλλότριον εἶναι παντελῶς ἑκατέρων τοῦ τε Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· τούτοις γὰρ ἐφθέγξατο τοῖς ῥήμασιν ὁ ἀσεβής· καὶ διῃρημένον δὲ εἶναι καθ᾽ ἑαυτὸν, καὶ ἀμέτοχον κατὰ πάντα τοῦ Πατρὸς τὸν Υἱὸν ἔφησε.» Ταῦτα μέρη τῶν ἐν τῷ γελοίῳ συγγράμματι κειμένων μυθιδίων ἐστὶν Ἀρείου.

Τίς τοίνυν, τῶν τοιούτων καὶ τοῦ μέλους τῆς Θαλείας ἀκούσας, οὐ μισήσειεν ἐν δίκῃ παίζοντα τὸν Ἄρειον ὡς ἐπὶ σκηνῆς περὶ τοιούτων; Τίς οὐ θεωρεῖ τοῦτον διὰ τοῦ δοκεῖν ὀνομάζειν Θεὸν καὶ περὶ Θεοῦ λέγειν, ὡς τὸν ὄφιν συμβουλεύοντα τῇ γυναικί, Τίς δὲ, τοῖς ἑξῆς ἐντυγχάνων, οὐ βλέπει τὴν ἀσέβειαν αὐτοῦ, ὥσπερ καὶ τοῦ ὄφεως τὴν μετὰ ταῦτα πλάνην, εἰς ἣν παρήγαγε σοφισάμενος τὴν γυναῖκα;

Τίς ἐπὶ ταῖς τοιαύταις βλασφημίαις οὐκ ἐξίσταται; Ὁ μὲν οὖν οὐρανὸς, ὡς ὁ προφήτης φησὶν, ἐξέστη, καὶ ἡ γῆ ἔφριξεν ἐπὶ τῇ παραβάσει τοῦ νόμου· ὁ δὲ ἥλιος πλέον ἀγανακτῶν, καὶ μὴ φέρων τότε τὰς κατὰ τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου γενομένας σωματικὰς ὕβρεις, ἃς ἑκὼν αὐτὸς ὑπὲρ ἡμῶν ὑπέμεινεν, ἀπεστράφη, καὶ τὰς ἀκτῖνας συστείλας, τὴν ἡμέραν ἐκείνην ἀνήλιον ἔδειξεν· ἐπὶ δὲ ταῖς Ἀρείου βλασφημίαις πῶς οὐ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἀφασίᾳ πληγήσεται, καὶ κλείσει μὲν τὰς ἀκοὰς, καμμύσει δὲ τοὺς ὀφθαλμοὺς, ἵνα μήτε ἀκοῦσαι τοιούτων, μήτ᾽ ἰδεῖν τὸν ταῦτα γράψαντα δυνηθῇ; ὁ δὲ Κύριος αὐτὸς πῶς οὐ μᾶλλον δικαίως κατὰ τούτων, ὡς ἀσεβῶν, ἀλλὰ καὶ ἀχαρίστων βοήσει, ἃ καὶ διὰ τοῦ προφήτου Ὠσηὲ προείρηκεν, Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ.

Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελάλησαν κατ᾽ ἐμοῦ ψευδῆ. Καὶ μετ᾽ ὀλίγα· Καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρὰ, ἀπεστράφησαν εἰς οὐδέν. Τὸν γὰρ ὄντα τοῦ Θεοῦ Λόγον ἀποστραφέντες, πλάσαντες δὲ ἑαυτοῖς τὸν οὐκ ὄντα, εἰς τὸ μηδὲν πεπτώκασι. Διὰ τοῦτο γὰρ καὶ ἡ οἰκουμενικὴ σύνοδος ταῦτα λέγοντα τὸν Ἄρειον ἐξέβαλε τῆς Ἐκκλησίας, καὶ ἀνεθεμάτισεν οὐ φέρουσα τὴν ἀσέβειαν· καὶ λοιπὸν αἵρεσις ἐλογίσθη ἡ Ἀρείου πλάνη ἔχουσά τι πλέον τῶν ἄλλων αἱρέσεων, ὅτι καὶ χριστομάχος ἐκλήθη, καὶ πρόδρομος ἐλογίσθη τοῦ Ἀντιχρίστου. Εἰ καὶ τὰ μάλιστα τοίνυν, ὡς προεῖπον, αὐτάρκης ἡ τοσαύτη κρίσις κατὰ τῆς ἀσεβοῦς αἱρέσεως πεῖσαι πάντας φεύγειν ἀπ᾽ αὐτῆς· ὅμως, ἐπειδή τινες τῶν λεγομένων Χριστιανῶν, ἢ ἀγνοοῦντες, ἢ ὑποκρινόμενοι, καθάπερ εἴρηται πρόσθεν, ἀδιάφορον πρὸς τὴν ἀλήθειαν ἡγοῦνται τὴν αἵρεσιν, καὶ τοὺς ταῦτα φρονοῦντας Χριστιανοὺς ὀνομάζουσι, φέρε κατὰ δύναμιν ἐρωτῶντες αὐτοὺς, ἀποκαλύψωμεν τὴν πανουργίαν τῆς αἱρέσεως. Τάχα κἂν οὕτω συμποδισθέντες ἐπιστομισθῶσι καὶ φύγωσιν ἀπ᾽ αὐτῆς ὡς ἀπὸ προσώπου ὄφεως.

Εἰ μὲν οὖν, διὰ τὸ λέξεις τινὰς τῆς θείας Γραφῆς ἐν τῇ Θαλείᾳ γράψαι, νομίζουσι καὶ τὰς βλασφημίας εὐφημίας εἶναι, πάντως που καὶ τοὺς νῦν Ἰουδαίους ὁρῶντες ἀναγινώσκοντας τὸν νόμον καὶ τοὺς προφήτας, ἀρνήσονται καὶ αὐτοὶ διὰ τοῦτο σὺν ἐκείνοις τὸν Χριστόν· ἀκούοντες δὲ τάχα καὶ Μανιχαίων λεγόντων μέρη τινὰ τῶν Εὐαγγελίων ἀρνήσονται σὺν αὐτοῖς τὸν νόμον καὶ τοὺς προφήτας. Εἰ δὲ ἀγνοοῦντες οὕτω χειμάζονται καὶ τοιαῦτα βαττολογοῦσι, μαθέτωσαν ἀπὸ τῶν Γραφῶν, ὅτι καὶ ὁ τὰς αἱρέσεις ἐπινοήσας διάβολος διὰ τὴν ἰδίαν τῆς κακίας δυσωδίαν κιχρᾶται τὰς λέξεις τῶν Γραφῶν, ἵνα, αὐτὰς ἔχων ἐπικάλυμμα, τὸν ἴδιον ἰὸν ἐπισπείρας, ἀπατήσῃ τοὺς ἀκεραίους. Οὕτω τὴν Εὔαν ἠπάτησεν· οὕτω καὶ τὰς ἄλλας αἱρέσεις ἔπλασε· οὕτω καὶ νῦν Ἄρειον ἔπεισεν εἰπεῖν καὶ σχηματίσασθαι δῆθεν κατὰ τῶν αἱρέσεων, ἵνα λάθῃ τὴν ἰδίαν ἐπιβάλλων αἵρεσιν. Καὶ ὅμως οὐκ ἔλαθεν οὐδὲ οὕτως ὁ πανοῦργος· εἰς γὰρ τὸν τοῦ Θεοῦ Λόγον ἀσεβήσας. πάντων εὐθὺς ἐξέπεσε, καὶ δέδεικται πᾶσιν, ὅτι καὶ περὶ τῶν ἄλλων ἠγνόησε, καὶ μηδὲν ὅλως ἀληθὲς φρονῶν ὑποκρίνεται. Πῶς γὰρ ἂν ἀληθεύσῃ περὶ τοῦ Πατρὸς ὁ τὸν Υἱὸν ἀρνούμενος, τὸν ἀποκαλύπτοντα περὶ αὐτοῦ; Ἢ πῶς περὶ τοῦ Πνεύματος ὀρθὰ φρονήσει, δυσφημῶν εἰς τὸν τοῦτο χορηγοῦντα λόγον;

Τίς δὲ πιστεύσει λέγοντι τούτῳ περὶ ἀναστάσεως, ἀρνουμένῳ τὸν ἐκ νεκρῶν δι᾽ ἡμᾶς πρωτότοκον γενόμενον Χριστόν; Πῶς δὲ οὐκ, ἄντικρυς ἀγνοήσας τὴν ἐκ Πατρὸς τοῦ Υἱοῦ γνησίαν καὶ ἀληθινὴν γέννησιν, πλανηθήσεται καὶ περὶ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ; Οὕτω γὰρ καὶ οἱ τότε Ἰουδαῖοι, ἀρνησάμενοι τὸν Λόγον, καὶ λέγοντες, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα, πάντων ἀθρόως ἀφῃρέθησαν, καὶ γεγόνασιν ἔρημοι φωτὸς λύχνου, ὀσμῆς μύρου, προφητείας γνώσεως, καὶ αὐτῆς τῆς ἀληθείας, καὶ νῦν οὐδὲν συνιέντες, ὡς ἐν σκότῳ περιπατοῦντές εἰσι. Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; Ἢ πόθεν ἢ παρὰ τίνος οἱ κόλακες καὶ δωροδόκοι τῆς αἱρέσεως ἤκουσαν τοιαῦτα; Τίς, ὅτε κατηχοῦντο, τοιαῦτα λελάληκεν αὐτοῖς; Τίς αὐτοῖς εἴρηκεν, ὅτι, τὴν εἰς τὴν κτίσιν λατρείαν ἀφέντες, κτίσματι καὶ ποιήματι πάλιν προσέρχεσθε λατρεύειν; Εἰ δὲ καὶ αὐτοὶ πρῶτον νῦν ὁμολογοῦσιν ἀκηκοέναι τὰ τοιαῦτα, μὴ ἀρνείσθωσαν ἀλλοτρίαν καὶ μὴ ἐκ πατέρων εἶναι τὴν αἵρεσιν ταύτην. Τὸ δὲ μὴ ἐκ πατέρων, ἀλλὰ νῦν ἐφευρεθὲν, τί ἂν εἴη ἕτερον ἡ περὶ οὗ προείρηκεν ὁ μακάριος Παῦλος· Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, καὶ ἀποστρεφομένων τὴν ἀλήθειαν.

Ἰδοὺ γὰρ ἡμεῖς μὲν ἐκ τῶν θείων Γραφῶν παῤῥησιαζόμεθα περὶ τῆς εὐσεβοῦς πίστεως, καὶ ὡς λύχνον ἐπὶ τῆς λυχνίας τιθέαμεν λέγοντες· Υἱὸς ἀληθινὸς φύσει καὶ γνήσιός ἐστι τοῦ Πατρὸς, ἴδιος τῆς οὐσίας αὐτοῦ, Σοφία μονογενὴς, καὶ Λόγος ἀληθινὸς καὶ μόνος τοῦ Θεοῦ οὗτός ἐστιν· οὐκ ἔστι κτίσμα οὔτε ποίημα, ἀλλ᾽ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα. Διὸ Θεός ἐστιν ἀληθινὸς, ἀληθινοῦ Πατρὸς ὁμοούσιος ὑπάρχων. Τὰ δ᾽ ἄλλα, οἷς εἶπεν, Ἐγὼ εἶπα· Θεοί ἐστε, μόνον μετοχῇ τοῦ Λόγου διὰ τοῦ Πνεύματος ταύτην ἔχουσι τὴν χάριν παρὰ τοῦ Πατρός. Χαρακτὴρ γάρ ἐστι τῆς τοῦ Πατρὸς ὑποστάσεως, καὶ φῶς ἐκ φωτὸς, καὶ δύναμις καὶ εἰκὼν ἀληθινὴ τῆς τοῦ Πατρὸς οὐσίας. Τοῦτο γὰρ πάλιν εἶπεν ὁ Κύριος· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα.

Ἀεὶ δὲ ἦν καὶ ἔστι, καὶ οὐδέποτε οὐκ ἦν. Ἀϊδίου γὰρ ὄντος τοῦ Πατρὸς, ἀΐδιος ἂν εἴη καὶ ὁ τούτου Λόγος καὶ ἡ Σοφία. Αὐτοὶ δὲ τί ἄρα ἡμῖν ἐκ τῆς πανεγκλήτου Θαλίας προφέρουσιν; Ἢ πρῶτον ἀναγνώτωσαν αὐτὴν, μιμούμενοι τὸ ἦθος τοῦ γράψαντος, ἵνα κἂν παρ᾽ ἑτέρων χλευαζόμενοι μάθωσιν ἐν ποίῳ κεῖνται πτώματι, καὶ οὕτω λοιπὸν λεγέτωσαν. Τί δ᾽ ἂν εἴποιεν ἐξ αὐτῆς, ἢ ὅτι «Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, ἀλλ᾽ ὕστερον γέγονεν· οὐκ ἀεὶ ἦν ὁ Υἱὸς, οὐ γὰρ ἦν πρὶν γεννηθῇ. Οὐκ ἔστιν ἐκ τοῦ Πατρός· ἀλλ᾽ ἐξ οὐκ ὄντων ὑπέστη καὶ αὐτός. Οὐκ ἔστιν ἴδιος τῆς οὐσίας τοῦ Πατρός· κτίσμα γάρ ἐστι καὶ ποίημα.

Καὶ οὐκ ἔστιν ἀληθινὸς Θεὸς ὁ Χριστὸς, ἀλλὰ μετοχῇ καὶ αὐτὸς ἐθεοποιήθη. Οὐκ οἶδε τὸν Πατέρα ἀκριβῶς ὁ Υἱὸς, οὔτε ὁρᾷ ὁ Λόγος τὸν Πατέρα τελείως, καὶ οὔτε συνιεῖ, οὔτε γινώσκει ἀκριβῶς ὁ Λόγος τὸν Πατέρα· οὐκ ἔστιν ὁ ἀληθινὸς καὶ μόνος αὐτὸς τοῦ Πατρὸς Λόγος, ἀλλ᾽ ὀνόματι μόνον λέγεται Λόγος καὶ Σοφία, καὶ χάριτι λέγεται Υἱὸς καὶ δύναμις.

Οὐκ ἔστιν ἄτρεπτος, ὡς ὁ Πατὴρ, ἀλλὰ τρεπτός ἐστι φύσει, ὡς τὰ κτίσματα, καὶ λείπει αὐτῷ εἰς κατάληψιν τοῦ γνῶναι τελείως τὸν Πατέρα.» Θαυμαστή γε ἡ αἵρεσις μηδὲ τὸ πιθανὸν ἔχουσα, ἀλλὰ καὶ εἰς τὸ μὴ εἶναι κατὰ τοῦ ὄντος φανταζομένη, καὶ ἀντὶ εὐφημίας δυσφημίας διόλου προβαλλομένη. Εἴ τις ἄρα, τὰ παρ᾽ ἀμφοτέρων ἐξετάσας, ἐρωτηθείη τὴν ὁποτέρου πίστιν ἂν ἕλοιτο, ἢ τὰ τίνος ἂν εἴποι ῥήματα πρέποντα εἶναι Θεῷ· μᾶλλον δὲ καὶ εἰπάτωσαν αὐτοὶ οἱ τῆς ἀσεβείας κόλακες, τί πρέπει περὶ Θεοῦ (Θεὸς γὰρ ἦν ὁ Λόγος·) ἐρωτώμενον ἀποκρίνασθαι, ἀπὸ γὰρ τούτου καὶ τὸ ὅλον ἑκατέρων τῶν προβληθέντων γνωσθήσεται τί πρέπει λέγειν, τὸ ἦν, ἢ τὸ οὐκ ἦν· τὸ ἀεὶ, ἢ τὸ πρὶν γενέσθαι· τὸ ἀΐδιον, ἢ τὸ ἀφ᾽ οὗ καὶ ἐξότε· ἀληθινὸν, ἢ θέσει καὶ μετοχῇ καὶ κατ᾽ ἐπίνοιαν· τῶν γενητῶν ἕνα λέγειν αὐτὸν, ἢ τῷ Πατρὶ συνάπτειν αὐτόν· ἀνόμοιον αὐτὸν εἶναι κατ᾽ οὐσίαν τοῦ Πατρὸς, ἢ ὅμοιον καὶ ἴδιον τοῦ Πατρὸς εἶναι· κτίσμα εἶναι, ἢ δι᾽ αὐτοῦ τὰ κτίσματα γεγενῆσθαι· αὐτὸν εἶναι τὸν τοῦ Πατρὸς Λόγον, ἢ ἕτερον παρὰ τοῦτον, καὶ δι᾽ ἐκείνου τοῦτον γεγενῆσθαι καὶ δι᾽ ἄλλης σοφίας· καὶ τοῦτον ὀνόματι μόνον Σοφίαν καὶ Λόγον κεκλῆσθαι, κἀκείνης τῆς σοφίας τοῦτον μέτοχον καὶ δεύτερον γεγενῆσθαι.

Τὰ τίνων ἄρα ῥήματα θεολογεῖ καὶ δεικνύει Θεὸν εἶναι καὶ Υἱὸν τοῦ Πατρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Ταῦθ᾽ ἅπερ ὑμεῖς ἐξημέσατε, ἢ ἅπερ ἡμεῖς ἐκ τῶν Γραφῶν εἰρήκαμεν καὶ λέγομεν; Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς οὐδὲ Λόγος οὐδὲ Υἱὸς ὁ Σωτὴρ, ἐξέστω λέγειν, ὥσπερ τοῖς Ἕλλησι καὶ τοῖς νῦν Ἰουδαίοις, οὕτω καὶ ὑμῖν, ἃ βούλεσθε· εἰ δὲ Λόγος τοῦ Πατρὸς καὶ Υἱὸς ἀληθινός ἐστι, καὶ ἐκ Θεοῦ Θεός ἐστι, καὶ ἐπὶ πάντων εὐλογημένος εἰς τοὺς αἰῶνας, πῶς οὐκ ἄξιον ἀφανίσαι καὶ ἀπαλεῖψαι τά τε ἄλλα ῥήματα καὶ τὴν Ἀρειανὴν Θαλείαν, ὡς εἰκόνα κακῶν καὶ πάσης ἀσεβείας γέμουσαν; εἰς ἣν ἐμπίπτων οὐκ οἶδεν, ὅτι γηγενεῖς παρ᾽ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ. Καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ, καὶ ὡς πανοῦργοι κρύπτουσι, μὴ θαῤῥοῦντες ἐκλαλεῖν αὐτὰ, ἀλλ᾽ ἕτερα φθεγγόμενοι παρὰ ταῦτα. Ἐάν τε γὰρ εἴπωσι, καταγνωσθήσονται· ἐάν τε ὑπονοηθῶσι, βληθήσονται παρὰ πάντων τοῖς ἐκ τῶν Γραφῶν ἐλέγχοις.

Διὰ τοῦτο γοῦν ὡς υἱοὶ τοῦ αἰῶνος τούτου ὄντες, πανούργως τὸν νομιζόμενον ἑαυτῶν λύχνον ἅψαντες ἐκ τῆς ἀγριελαίου, καὶ φοβούμενοι μὴ ταχέως ἀποσβεσθῇ, (Φῶς γὰρ, φησὶν, ἀσεβῶν σβέννυται·) τοῦτον μὲν κρύπτουσιν ὑπὸ τὸν μόδιον τῆς ὑποκρίσεως, ἕτερα δὲ φθέγγονται, καὶ προστασίας φίλων, καὶ Κωνσταντίου φόβον ἐπαγγέλλονται, ἵν᾽ οἱ εἰσερχόμενοι πρὸς αὐτοὺς ὑπὸ τῆς ὑποκρίσεως καὶ τῆς ἐπαγγελίας μὴ βλέπωσι τὴν τῆς αἱρέσεως ῥυπαρίαν. Πῶς οὖν οὐκ ἀξία καὶ κατὰ τοῦτο πάλιν μίσους ἡ αἵρεσις, ὅπουγε καὶ παρ᾽ αὐτῶν τῶν ἰδίων ὡς μὴ ἔχουσα παῤῥησίαν κρύπτεται, καὶ ὡς ὄφις θάλπεται; Πόθεν γὰρ ἑαυτοῖς συνεφόρησαν τὰ ῥημάτια ταῦτα; Ἢ παρὰ τίνος ἄρα λαβόντες, τοιαῦτα τετολμήκασι λέγειν; Ἀνθρώπων μὲν οὖν οὐδένα ἂν εἴποιεν τὸν ταῦτα παρασχόντα. Τίς γάρ ἐστιν ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὅστις ὃν ὁμολογεῖ Θεὸν, τοῦτον τολμᾷ λέγειν ἕνα εἶναι τῶν κτισμάτων, καὶ, Οὐκ ἦν πρὶν ποιηθῇ; ἢ τίς ἐστιν, ὅστις ᾧ πεπίστευκε Θεῷ, ἀπιστεῖ λέγοντι, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, φάσκων, ὅτι οὐκ ἔστιν υἱὸς, ἀλλὰ ποίημα; Πλέον γὰρ ἀγανακτήσουσι πάντες κατ᾽ αὐτῶν τοιαῦτα μαινομένων. Ἀλλ᾽ οὐδὲ ἐκ τῶν Γραφῶν ἔχουσι τὰς προφάσεις. Ἐδείχθη γὰρ πολλάκις, δειχθήσεται δὲ καὶ νῦν ἀλλότρια ταῦτα τῶν θείων λογίων.

Οὐκοῦν ἐπειδὴ λείπει λοιπὸν εἰπεῖν, ὅτι παρὰ τοῦ διαβόλου λαβόντες ἐμάνησαν· (τούτων γὰρ ἐκεῖνος μόνος ἐστὶ σπορεύς·) φέρε, πρὸς αὐτὸν ἀντιστῶμεν· πρὸς ἐκεῖνον γάρ ἐστιν ἡμῖν διὰ τούτων ἡ πάλη· ἵνα, τοῦ Κυρίου βοηθοῦντος, κἀκείνου συνήθως πίπτοντος τοῖς ἐλέγχοις, αἰσχυνθῶσιν οὗτοι, βλέποντες ἀποροῦντα τὸν ἐπισπείραντα τὴν αἵρεσιν αὐτοῖς, καὶ μάθωσι κἂν ὀψέποτε, ὅτι, Ἀρειανοὶ ὄντες, οὐκ εἰσὶ Χριστιανοί.