Ὅτι δὲ οὐ ταὐτόν ἐστι κτίσμα καὶ γέννημα, ἀλλὰ διεστήκασιν ἀλλήλων τῇ τε φύσει καὶ τῇ ἐκ τῶν λέξεων σημασίᾳ, αὐτὸς ὁ Κύριος ἐν αὐταῖς ταῖς Παροιμίαις δείκνυσιν. Εἰρηκὼς γὰρ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, ἐπήγαγε· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Εἰ μὲν οὖν ἦν φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ὁ Λόγος, καὶ διαφορὰ ἦν τοῦ γεννήματος πρὸς τὸ κτίσμα, οὐκ ἂν ἐπήγαγε τὸ, γεννᾷ με, ἀλλ᾽ ἠρκεῖτο τῷ, ἔκτισεν, ὡς τῆς λέξεως ταύτης σημαινούσης τὸ, ἐγέννησε· νῦν δὲ εἰρηκὼς, Ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἐπήγαγεν οὐχ ἁπλῶς τὸ, γεννᾷ με, ἀλλὰ μετὰ συμπλοκῆς τοῦ, δὲ, συνδέσμου, ὡς ἀσφαλιζόμενος ἐν τούτῳ τὴν τοῦ, ἔκτισε, λέξιν, λέγων· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Τὸ γὰρ, γεννᾷ με, τῷ, ἔκτισε, συμπεπλεγμένως ἐπιφερόμενον μίαν ποιεῖ τὴν διάνοιαν καὶ δείκνυσιν, ὅτι τὸ μὲν, ἔκτισε, διά τι εἴρηται· τὸ δὲ γεννᾷ με, πρὸ τοῦ, ἔκτισεν, ἐστίν. Ὥσπερ γὰρ εἰ ἔμπαλιν εἰρήκει, Κύριος γεννᾷ με, καὶ ἐπέφερε· Πρὸ δὲ πάντων βουνῶν ἔκτισέ με, πάντως προηγεῖτο τοῦ, ἐγέννησε, τὸ, ἔκτισεν· οὕτως εἰρηκὼς πρῶτον, ἔκτισεν, εἶτα ἐπαγαγὼν, πρὸ δὲ πάντων γεννᾷ με, ἐξ ἀνάγκης δείκνυσι προηγεῖσθαι τὸ, ἐγέννησε, τοῦ, ἔκτισε.