Εἰ δὲ καὶ πρωτότοκος τῆς κτίσεως λέγεται, ἀλλ᾽ οὐχ ὡς ἐξισούμενος τοῖς κτίσμασι, καὶ πρῶτος αὐτῶν κατὰ χρόνον, πρωτότοκος λέγεται· (πῶς γὰρ, ὅπου γε Μονογενής ἐστιν αὐτός;) ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν τοῦ Λόγου, καθ᾽ ἢν καὶ πολλῶν γέγονεν ἀδελφός. Ὁ γάρ τοι μονογενὴς, οὐκ ὄντων ἄλλων ἀδελφῶν, μονογενής ἐστιν· ὁ δὲ πρωτότοκος διὰ τοὺς ἄλλους ἀδελφοὺς πρωτότοκος λέγεται. Διὰ τοῦτο γοῦν οὐδαμοῦ τῶν Γραφῶν εἴρηται, πρωτότοκος τοῦ Θεοῦ, οὐδὲ, κτίσμα τοῦ Θεοῦ· ἀλλὰ τὸ, Μονογενὴς, καὶ τὸ, Υἱὸς, καὶ, ὁ Λόγος, καὶ, ἡ Σοφία, εἰς τὸν Πατέρα τὴν ἀναφορὰν ἔχει καὶ τὴν ἰδιότητα· Ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· καὶ, Ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν Μονογενῆ· καὶ, Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει· καὶ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· καὶ, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· καὶ, Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος. Τὸ δὲ, πρωτότοκος, εἰς τὴν κτίσιν ἔχει τὴν συγκατάβασιν· αὐτῆς γὰρ καὶ πρωτότοκος ἐλέχθη. Καὶ τὸ, ἔκτισε, δὲ εἰς τὰ ἔργα τὴν χάριν ἔχει· εἰς αὐτὰ γὰρ καὶ κτίζεται. Εἰ μὲν οὖν Μονογενής ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ἑρμηνευέσθω τὸ, πρωτότοκος· εἰ δὲ πρωτότοκός ἐστι, μὴ ἔστω Μονογενής.