Κτίζων τοίνυν ἡμᾶς διὰ τοῦ ἰδίου Λόγου ὁ τῶν ὅλων Θεὸς, καὶ εἰδὼς τὰ ἡμῶν ὑπὲρ ἡμᾶς, προγινώσκων τε, ὅτι, καλοὶ γενόμενοι, ὕστερον παραβάται τῆς ἐντολῆς ἐσόμεθα, καὶ ἐκ τοῦ παραδείσου ἐκβληθησόμεθα διὰ τὴν παρακοὴν, φιλάνθρωπος καὶ ἀγαθὸς ὢν, προετοιμάζει ἐν τῷ ἰδίῳ Λόγῳ, δι᾽ οὗ καὶ ἔκτισεν ἡμᾶς, τὴν περὶ τῆς σωτηρίας ἡμῶν οἰκονομίαν, ἵνα, κἂν ἀπατηθέντες παρὰ τοῦ ὄφεως ἐκπέσωμεν, μὴ τέλεον ἀπομείνωμεν νεκροὶ, ἀλλ᾽ ἔχοντες ἐν τῷ Λόγῳ τὴν προητοιμασμένην ἡμῖν λύτρωσίν τε καὶ σωτηρίαν, πάλιν ἀναστάντες, ἀθάνατοι διαμείνωμεν, ὅταν αὐτὸς ὑπὲρ ἡμῶν ἀρχὴ τῶν ὁδῶν κτισθῇ, καὶ ὁ πρωτότοκος τῆς κτίσεως γένηται πρωτότοκος ἀδελφῶν, καὶ αὐτὸς ἀπαρχὴ τῶν νεκρῶν ἀναστῇ. Τοῦτο Παῦλος ὁ μακάριος ἀπόστολος γράφων διδάσκει· τὸ γὰρ ἐν ταῖς Παροιμίαις, Πρὸ τοῦ αἰῶνος, καὶ, Πρὸ τοῦ τὴν γῆν γενέσθαι, διερμηνεύων, οὕτω φησὶ πρὸς μὲν Τιμόθεον· Συγκακοπάθησον τῷ Εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ· οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ τὴν ζωήν.