Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγοι γʹ

Μέγας Αθανάσιος

Η θεμελίωση της Σοφίας και η διαφορά της από τον κτιστό τύπο της

Ανάπτυξη του προαιώνιου σχεδίου για τη σωτηρία εν Χριστώ και ερμηνεία του ρητού «εθεμελίωσέ με», διαστέλλοντας την άκτιστη Σοφία από τον τύπο της που ενυπάρχει στα δημιουργήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 13 από 20

Εἰ δὲ πᾶσα μὲν ἡ κτίσις συστενάζει ἐλευθερίας χάριν τῆς ἀπὸ τῆς φθορᾶς τῆς δουλείας, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν στεναζόντων, οὐδὲ τῶν δεομένων ἐλευθερίας, ἀλλ᾽ αὐτός ἐστιν ὁ υἱοποιῶν καὶ ἐλευθερῶν τὰ πάντα, λέγων τοῖς τότε Ἰουδαίοις· Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα· ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε· λευκότερον φωτὸς ἀποδείκνυται καὶ ἐκ τούτων, ὅτι οὐκ ἔστι κτίσμα ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ᾽ Υἱὸς ἀληθινὸς καὶ φύσει γνήσιος τοῦ Πατρός. Περὶ μὲν οὖν τοῦ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν, εἰ καὶ δι᾽ ὀλίγων, ἀλλ᾽ ἱκανά ἐστιν, ὥς γε νομίζω, πρόφασιν παρασχεῖν ταῦτα τοῖς λογιωτέροις πλείονα κατασκευάζειν εἰς ἀναίρεσιν τῆς Ἀρειανῆς αἱρέσεως· ἐπειδὴ δὲ καὶ τὸν ἑξῆς στίχον ἀναγινώσκοντες οἱ αἱρετικοὶ, κακῶς καὶ περὶ τούτου ἐνθυμούμενοι νομίζουσιν, ἐπειδὴ γέγραπται, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, εἰς τὴν θεότητα τοῦ Λόγου καὶ μὴ εἰς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν εἰρῆσθαι καὶ ταῦτα, ἀναγκαῖον, καὶ τοῦτον τὸν στίχον διαλύοντας, δεῖξαι τὴν πλάνην ἐκείνων.

Γέγραπται· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· εἰ τοίνυν τῇ σοφίᾳ ἡ γῆ τεθεμελίωται, πῶς ὁ θεμελιῶν θεμελιοῦται; Ἀλλὰ παροιμιωδῶς ἐστιν εἰρημένον καὶ τοῦτο· καὶ δεῖ καὶ τούτου τὸν νοῦν ζητεῖν, ἵνα γινώσκωμεν, ὅτι τῇ μὲν σοφίᾳ ὁ Πατὴρ δημιουργεῖ, καὶ θεμελιοῖ τὴν γῆν εἰς τὸ εἶναι ἑδραίαν καὶ διαμένειν αὐτήν· αὐτὴ δὲ ἡ σοφία ἐθεμελιοῦτο εἰς ἡμᾶς, ἵνα ἀρχὴ καὶ θεμέλιος τῆς καινῆς ἡμῶν κτίσεως καὶ ἀνακαινίσεως γένηται. Οὐκ εἴρηκε γοῦν οὐδὲ ἐν τούτοις, Πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με πεποίηκεν, ἵνα μὴ ὡς ἀρχὴν ἔχῃ τοῦ ποιεῖσθαι· τοῦτο γὰρ πρὸ πάντων δεῖ ζητεῖν, εἰ Υἱός ἐστι, καὶ περὶ τούτου τὰς Γραφὰς προηγουμένως ἐρευνᾷν. Τοῦτο γὰρ καὶ τῶν ἀποστόλων ἐρωτηθέντων ὁ Πέτρος ἀπεκρίνατο λέγων· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· τοῦτο γὰρ καὶ ὁ πατὴρ τῆς Ἀρειανῆς αἱρέσεως ἐν πρώτοις ἠρώτησεν, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ. ᾜδει γὰρ, ὅτι τοῦτό ἐστιν ἡ ἀλήθεια, καὶ τὸ κύριον τῆς πίστεως ἡμῶν· καὶ ὅτι, ἐὰν μὲν αὐτὸς ᾖ ὁ Υἱὸς, τέλος ἕξει ἡ διαβολικὴ τυραννίς· ἐὰν δὲ κτίσμα ᾖ, εἷς ἐστι καὶ αὐτὸς τῶν ἐκ τοῦ Ἀδὰμ τοῦ ἀπατηθέντος παρ᾽ αὐτοῦ, καὶ οὐδεμία φροντὶς ἦν αὐτῷ. Διὰ τοῦτο καὶ οἱ τότε Ἰουδαῖοι ἠγανάκτουν, ὅτι ὁ Κύριος Υἱὸν Θεοῦ ἑαυτὸν καὶ Πατέρα ἴδιον ἔλεγεν ἑαυτοῦ εἶναι τὸν Θεόν.

Εἰ γὰρ ἦν ἑαυτὸν ἕνα τῶν κτισμάτων εἰρηκὼς, ἢ ὅτι Ποίημά εἰμι, οὐκ ἐξενίζοντο ἀκούοντες, οὐδὲ βλασφημίαν ἐνόμιζον τὰ τοιαῦτα ῥήματα, εἰδότες καὶ ἀγγέλων ἐπιδημίαν γενομένην πρὸς τοὺς πατέρας· ἀλλ᾽ ἐπειδὴ Υἱὸν ἑαυτὸν ἔλεγεν, ἐθεώρουν μὴ κτίσματος εἶναι τὸ τοιοῦτον γνώρισμα, ἀλλὰ θεότητος καὶ φύσεως πατρικῆς.

Ἔδει τοίνυν τοὺς Ἀρειανοὺς, κἂν τὸν πατέρα ἑαυτῶν τὸν διάβολον μιμουμένους, περιεργάζεσθαι· καὶ εἰ μὲν εἴρηκε, Λόγον ἢ Υἱόν με ἐθεμελίωσε, φρονεῖν, ὡς φρονοῦσιν· εἰ δὲ μὴ οὕτως εἴρηκε, μὴ ἐπινοεῖν ἑαυτοῖς τὰ μὴ ὄντα. Οὐ γὰρ εἴρηκε, Πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με ἐθεμελίωσεν· ἀλλ᾽ ἁπλῶς, ἐθεμελίωσέ με, ἵνα δείξῃ πάλιν, καθάπερ εἶπον, ὅτι οὐ δι᾽ ἑαυτὸν, διὰ δὲ τοὺς ἐποικοδομουμένους ἐπ᾽ αὐτὸν παροιμιωδῶς καὶ τοῦτο λέγει.

Τοῦτο γὰρ εἰδὼς καὶ ὁ Ἀπόστολος γράφει· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ. Ἀνάγκη δὲ τὸν θεμέλιον τοιοῦτον εἶναι, οἷα καὶ τὰ ἐποικοδομούμενά ἐστιν, ἵνα καὶ συναρμολογεῖσθαι δυνηθῇ. Λόγος μὲν οὖν ὢν, ᾗ Λόγος ἐστὶν, οὐκ ἔχει τοιούτους, οἷός ἐστι καὶ αὐτὸς, τοὺς συναρμολογουμένους αὐτῷ· μονογενὴς γάρ ἐστιν· ἄνθρωπος δὲ γενόμενος ἔχει τοὺς ὁμοίους, ὧν καὶ τὴν ὁμοίαν ἐνεδύσατο σάρκα.

Οὐκοῦν κατὰ τὸ ἀνθρώπινον θεμελιοῦται, ἵνα καὶ ἡμεῖς ἐπ᾽ αὐτὸν ὡς λίθοι τίμιοι ἐποικοδομεῖσθαι δυνηθῶμεν, καὶ γενώμεθα ναὸς τοῦ ἐν ἡμῖν οἰκοῦντος ἁγίου Πνεύματος. Ὥσπερ δὲ θεμέλιος αὐτὸς, ἡμεῖς δὲ λίθοι ἐποικοδομούμενοι ἐπ᾽ αὐτόν· οὕτως αὐτὸς πάλιν ἄμπελός ἐστιν, ἡμεῖς δὲ ὡς κλήματα συνημμένα, οὐ κατὰ τὴν οὐσίαν τῆς θεότητος· ἀδύνατον γὰρ τοῦτό γε· ἀλλὰ πάλιν κατὰ τὸ ἀνθρώπινον· ὅμοια γὰρ εἶναι δεῖ τὰ κλήματα τῇ ἀμπέλῳ· ἐπεὶ καὶ ἡμεῖς ὅμοιοι κατὰ τὴν σάρκα τυγχάνομεν ὄντες αὐτοῦ. Ἄλλως τε ἀνθρώπινα φρονοῦντας τοὺς αἱρετικοὺς, ἀνθρωπίνοις παραδείγμασι διελέγχειν προσήκει διὰ τῶν αὐτῶν λόγων. Οὐκ εἴρηκε γοῦν, ὅτι Θεμέλιόν με πεποίηκεν, ἵνα μὴ, ὡς ποιήματος καὶ ἀρχὴν ἔχοντος αὐτοῦ τοῦ γίνεσθαι, κἂν ἐν τούτῳ πρόφασιν εὕρωσιν ἀναίσχυντον πρὸς ἀσέβειαν· ἀλλ᾽ ὅτι Ἐθεμελίωσέ με.

Τὸ δὲ θεμελιούμενον θεμελιοῦται μὲν διὰ τοὺς ἐπιβαλλομένους ἐπ᾽ αὐτὸ λίθους· γίνεται δὲ οὐχ ἁπλῶς, ἀλλ᾽ ὅταν ἐξ ὄρους μετενεχθῇ λίθος, καὶ εἰς τὸ βάθος τῆς γῆς κατατεθῇ. Καὶ ἕως μὲν ἐν τῷ ὄρει λίθος ἐστὶν, οὔπω τεθεμελίωται· ἐπειδὰν δὲ ἡ χρεία ἀπαιτῇ, καὶ μετενεχθῇ, καὶ περιβάληται τὸ βάθος τῆς γῆς· τότε λοιπὸν, εἰ λάβοι φωνὴν ὁ λίθος, εἴποι ἄν· Νῦν ἐθεμελίωσέ με, ὁ ἐξ ὄρους ὧδε μεταθείς. Οὐκοῦν οὐχ ὁ Κύριος καὶ ὅτε τεθεμελίωται, ἀρχὴν ἔχει τοῦ εἶναι (ἦν γὰρ καὶ πρὸ τούτου Λόγος)· ἀλλ᾽ ὅτε τὸ ἡμέτερον ἐνεδύσατο σῶμα, ὅπερ ἐκ Μαρίας τμηθὲν ἔλαβε, τότε φησὶν, Ἐθεμελίωσέ με· ἴσον τῷ εἰπεῖν· Λόγον ὄντα με περιέβαλε γηΐνῳ σώματι. Οὕτω γὰρ δι᾽ ἡμᾶς θεμελιοῦται, τὰ ἡμῶν ἀναδεχόμενος, ἵνα ἡμεῖς, ὡς σύσσωμοι συναρμολογούμενοι καὶ συνδεθέντες ἐν αὐτῷ διὰ τῆς ὁμοιώσεως τῆς σαρκὸς, εἰς ἄνδρα τέλειον καταντήσαντες, ἀθάνατοι καὶ ἄφθαρτοι διαμείνωμεν.

Τὸ δὲ, Πρὸ τοῦ αἰῶνος, καὶ, Πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, μηδένα ταραττέτω· πάνυ γὰρ καὶ τοῦτο καλῶς συνῆψε τῷ, ἐθεμελίωσε, καὶ τῷ, ἔκτισε· τοῦτο γὰρ πάλιν τῆς κατὰ σάρκα οἰκονομίας ἅπτεται. Ἡ γὰρ παρὰ τοῦ Σωτῆρος εἰς ἡμᾶς γενομένη χάρις, ἄρτι μὲν ἐπεφάνη, ὡς εἶπεν ὁ Ἀπόστολος, καὶ γέγονεν ἐπιδημήσαντος αὐτοῦ· προητοίμαστο δὲ αὕτη καὶ πρὶν γενέσθαι ἡμᾶς, μᾶλλον δὲ καὶ πρὸ τῆς καταβολῆς τοῦ κόσμου· καὶ ἡ αἰτία χρηστὴ καὶ θαυμαστή πώς ἐστιν. Οὐκ ἔπρεπε τὸν Θεὸν ὕστερον περὶ ἡμῶν βουλεύεσθαι, ἵνα μὴ ὡς ἀγνοῶν τὰ καθ᾽ ἡμᾶς φαίνηται.

Κτίζων τοίνυν ἡμᾶς διὰ τοῦ ἰδίου Λόγου ὁ τῶν ὅλων Θεὸς, καὶ εἰδὼς τὰ ἡμῶν ὑπὲρ ἡμᾶς, προγινώσκων τε, ὅτι, καλοὶ γενόμενοι, ὕστερον παραβάται τῆς ἐντολῆς ἐσόμεθα, καὶ ἐκ τοῦ παραδείσου ἐκβληθησόμεθα διὰ τὴν παρακοὴν, φιλάνθρωπος καὶ ἀγαθὸς ὢν, προετοιμάζει ἐν τῷ ἰδίῳ Λόγῳ, δι᾽ οὗ καὶ ἔκτισεν ἡμᾶς, τὴν περὶ τῆς σωτηρίας ἡμῶν οἰκονομίαν, ἵνα, κἂν ἀπατηθέντες παρὰ τοῦ ὄφεως ἐκπέσωμεν, μὴ τέλεον ἀπομείνωμεν νεκροὶ, ἀλλ᾽ ἔχοντες ἐν τῷ Λόγῳ τὴν προητοιμασμένην ἡμῖν λύτρωσίν τε καὶ σωτηρίαν, πάλιν ἀναστάντες, ἀθάνατοι διαμείνωμεν, ὅταν αὐτὸς ὑπὲρ ἡμῶν ἀρχὴ τῶν ὁδῶν κτισθῇ, καὶ ὁ πρωτότοκος τῆς κτίσεως γένηται πρωτότοκος ἀδελφῶν, καὶ αὐτὸς ἀπαρχὴ τῶν νεκρῶν ἀναστῇ. Τοῦτο Παῦλος ὁ μακάριος ἀπόστολος γράφων διδάσκει· τὸ γὰρ ἐν ταῖς Παροιμίαις, Πρὸ τοῦ αἰῶνος, καὶ, Πρὸ τοῦ τὴν γῆν γενέσθαι, διερμηνεύων, οὕτω φησὶ πρὸς μὲν Τιμόθεον· Συγκακοπάθησον τῷ Εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ· οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ τὴν ζωήν.

Πρὸς δὲ τοὺς Ἐφεσίους· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ᾽ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν.

Πῶς οὖν ἐξελέξατο, πρὶν γενέσθαι ἡμᾶς, εἰ μὴ, ὡς αὐτὸς εἴρηκεν, ἐν αὐτῷ ἦμεν προτετυπωμένοι; Πῶς δὲ ὅλως, πρὶν ἀνθρώπους κτισθῆναι, ἡμᾶς προώρισεν εἰς υἱοθεσίαν, εἰ μὴ αὐτὸς ὁ Υἱὸς πρὸ τοῦ αἰῶνος τεθεμελίωτο, ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν; Ἢ πῶς, ὡς ἐπιφέρει λέγων ὁ Ἀπόστολος, ἐκληρώθημεν προορισθέντες, εἰ μὴ αὐτὸς ὁ Κύριος, πρὸ τοῦ αἰῶνος ἦν θεμελιωθεὶς, ὥστε αὐτὸν πρόθεσιν ἔχειν ὑπὲρ ἡμῶν πάντα τὸν καθ᾽ ἡμῶν κλῆρον τοῦ κρίματος ἀναδέξασθαι διὰ τῆς σαρκὸς, καὶ λοιπὸν ἡμᾶς ἐν αὐτῷ υἱοποιηθῆναι; Πῶς δὲ καὶ πρὸ χρόνων αἰωνίων ἐλαμβάνομεν, μήπω γεγονότες, ἀλλ᾽ ἐν χρόνῳ γεγονότες, εἰ μὴ ἐν τῷ Χριστῷ ἦν ἀποκειμένη ἡ εἰς ἡμᾶς φθάνουσα χάρις; διὸ καὶ ἐν τῇ κρίσει, ὅταν ἕκαστος κατὰ τὴν πρᾶξιν ἀπολαμβάνῃ, φησί· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Πῶς οὖν ἢ ἐν τίνι, πρὶν γενέσθαι ἡμᾶς, ἡτοιμάσθη, εἰ μὴ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰῶνος εἰς τοῦτο θεμελιωθέντι, ἵν᾽ ἡμεῖς, ὡς ἐπ᾽ αὐτὸν ἐποικοδομούμενοι, μεταλάβωμεν, ὡς λίθοι εὐάρμοστοι, τῆς παρ᾽ αὐτοῦ ζωῆς τε καὶ χάριτος.

Τοῦτο δὲ γέγονεν, ὥς γε μετρίως ἐπέρχεταί τινι νοεῖν εὐσεβῶς, ἵνα, καθὰ προεῖπον, ἀναστάντες ἀπὸ τοῦ πρὸς ὀλίγον θανάτου, αἰωνίως ζῆσαι δυνηθῶμεν· οὐκ ἂν δυνηθέντες ἄνθρωποι τυγχάνοντες ἀπὸ γῆς, εἰ μὴ πρὸ τοῦ αἰῶνος ἦν προετοιμασθεῖσα ἡμῖν ἐν Χριστῷ ἡ τῆς ζωῆς καὶ σωτηρίας ἐλπίς. Οὐκοῦν εἰκότως ἐπιβαίνων ὁ Λόγος εἰς τὴν ἡμετέραν σάρκα, καὶ ἐν αὐτῇ κτιζόμενος ἀρχὴ ὁδῶν εἰς ἔργα αὐτοῦ, θεμελιοῦται οὕτως, ὥσπερ ἦν ἐν αὐτῷ τὸ βούλημα τοῦ Πατρὸς, καθάπερ εἴρηται, πρὸ τοῦ αἰῶνος, καὶ πρὸ τοῦ τὴν γῆν γενέσθαι, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, καὶ πρὸ τοῦ τὰς πηγὰς προελθεῖν· ἵνα κἂν ἡ γῆ, καὶ τὰ ὄρη, καὶ τὰ σχήματα τῶν φαινομένων παρέλθῃ ἐν τῇ συντελείᾳ τοῦ ἐνεστῶτος αἰῶνος, μὴ κατ᾽ αὐτὰ παλαιωθῶμεν καὶ ἡμεῖς· ἀλλὰ δυνηθῶμεν καὶ μετὰ ταῦτα ζῇν, ἔχοντες τὴν πρὸ τούτων ἑτοιμασθεῖσαν ἡμῖν ἐν αὐτῷ τῷ Λόγῳ, κατ᾽ ἐκλογὴν, ζωήν τε καὶ εὐλογίαν πνευματικήν. Οὕτω γὰρ δυνησόμεθα μὴ πρόσκαιρον ἔχειν ζωὴν, ἀλλὰ μετὰ ταῦτα διαμεῖναι ζῶντες ἐν Χριστῷ· ἐπειδὴ καὶ πρὸ τούτων, ἡ ζωὴ ἡμῶν ἐτεθεμελίωτο καὶ ἡτοίμαστο ἐν Χριστῷ Ἰησοῦ.

Οὐδὲ γὰρ οὐδὲ ἐν ἄλλῳ θεμελιωθῆναι τὴν ζωὴν ἡμῶν ἔπρεπεν ἢ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰώνων ὄντι, δι᾽ οὗ καὶ οἱ αἰῶνες γεγόνασιν, ἵν᾽ ὡς ἐν αὐτῷ αὐτῆς οὔσης, δυνηθῶμεν καὶ ἡμεῖς αἰώνιον κληρονομῆσαι ζωήν. Ἀγαθὸς γὰρ ὁ Θεός· ἀγαθὸς δὲ ὢν ἀεὶ, τοῦτο βεβούληται, γινώσκων τὴν ἡμετέραν ἀσθενῆ φύσιν χρῄζουσαν τῆς παρ᾽ αὐτοῦ βοηθείας τε καὶ σωτηρίας. Καὶ ὥσπερ ἂν εἴ τις ἀρχιτέκτων σοφὸς, προθέμενος οἰκίαν οἰκοδομεῖν, βουλεύεται ἅμα, ἵνα, ἐάν ποτε καὶ φθαρῇ μετὰ τὸ γενέσθαι ταύτην, πάλιν ἀνανεώσηται, τοῦτο δὲ βουλευόμενος προετοιμάζει, καὶ δίδωσι τῷ ἐργασαμένῳ τὴν εἰς ἀνανέωσιν παρασκευὴν, καὶ γίνεται πρὸ τῆς οἰκίας ἡ τῆς ἀνανεώσεως προπαρασκευή· τὸν αὐτὸν τρόπον πρὸ ἡμῶν ἡ τῆς ἡμετέρας σωτηρίας ἀνανέωσις θεμελιοῦται ἐν τῷ Χριστῷ, ἵν᾽ ἐν αὐτῷ καὶ ἀνακτισθῆναι δυνηθῶμεν. Καὶ ἡ μὲν βουλὴ καὶ ἡ πρόθεσις πρὸ τοῦ αἰῶνος ἡτοιμάσθη· τὸ δὲ ἔργον γέγονεν, ὅτε ἡ χρεία ἀπῄτησε, καὶ ἐπεδήμησεν ὁ Σωτήρ· αὐτὸς γὰρ ὁ Κύριος ἀντὶ πάντων ἡμῖν ἐν τοῖς οὐρανοῖς γενήσεται, προσλαμβάνων ἡμᾶς εἰς τὴν αἰώνιον ζωήν. Ἤρκει μὲν οὖν ταῦτα πρὸς ἀπόδειξιν τοῦ μὴ εἶναι κτίσμα τὸν τοῦ Θεοῦ Λόγον, ἀλλὰ καὶ ὀρθὴν εἶναι τὴν τοῦ ῥητοῦ διάνοιαν. Ἐπειδὴ δὲ διερευνώμενον τὸ ῥητὸν, ὀρθὸν ἔχει πανταχόθεν τὸν νοῦν, ἀκόλουθον καὶ τοῦτον τὸν νοῦν εἰπεῖν· ἴσως ἐκ πολλῶν ἐντραπῶσιν οἱ ἀνόητοι.

Χρεία δὲ πάλιν τῶν προειρημένων· περὶ γὰρ τῆς αὐτῆς παροιμίας καὶ τῆς αὐτῆς σοφίας ἐστὶ τὸ προκείμενον. Οὐκ εἴρηκεν ἑαυτὸν εἶναι τῇ φύσει κτίσμα ὁ Λόγος, ἀλλ᾽ ἐν Παροιμίαις εἴρηκε τὸ, Κύριος ἔκτισέ με· καὶ δῆλόν ἐστιν ὅτι νοῦν τινα οὐ παῤῥησίᾳ, ἀλλὰ τοῦτον κεκρυμμένον σημαίνει, ὅντινα καὶ ἡμᾶς δυνατὸν εὑρεῖν, εἰ Περιέλοιμεν τὸ κάλυμμα τῆς παροιμίας. Τίς γὰρ ἀκούων τῆς δημιουργοῦ σοφίας, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, φασκούσης, οὐκ εὐθὺς ζητεῖ τὴν διάνοιαν, λογιζόμενος πῶς δύναται ἡ κτίζουσα κτίζεσθαι; Τίς, ἀκούσας τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ λέγοντος, ἀρχὴν ὁδῶν ἑαυτὸν κτίζεσθαι, οὐκ ἐρευνᾷ τὸν νοῦν, θαυμάζων, πῶς δύναται ὁ μονογενὴς Υἱὸς ἄλλων πολλῶν ἀρχὴ γίνεσθαι; Αἴνιγμα μὲν ἔστιν· Ὁ δὲ νοήμων, φησὶ, νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.

Ἡ μὲν οὖν μονογενὴς καὶ αὐτοσοφία τοῦ Θεοῦ κτίζουσα καὶ δημιουργός ἐστι τῶν πάντων· Πάντα γὰρ, φησὶν, ἐν σοφίᾳ ἐποίησας, καὶ, Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Ἵνα δὲ μὴ μόνον ὑπάρχῃ τὰ γενόμενα, ἀλλὰ καὶ καλῶς ὑπάρχῃ, ηὐδόκησεν ὁ Θεὸς συγκαταβῆναι τὴν ἑαυτοῦ Σοφίαν τοῖς κτίσμασιν· ὥστε τύπον τινὰ καὶ φαντασίαν εἰκόνος αὐτῆς ἐν πᾶσί τε κοινῇ καὶ ἑκάστῳ ἐνθεῖναι, ἵνα καὶ σοφὰ τὰ γενόμενα, καὶ ἄξια τοῦ Θεοῦ ἔργα δείκνυται.

Ὡς γὰρ Λόγου ὄντος τοῦ Υἱοῦ τοῦ Θεοῦ εἰκών ἐστιν ὁ ἡμέτερος λόγος, οὕτως ὄντος αὐτοῦ Σοφίας εἰκὼν πάλιν ἐστὶν ἡ ἐν ἡμῖν γενομένη σοφία· ἐν ᾗ τὸ εἰδέναι καὶ τὸ φρονεῖν ἔχοντες, δεκτικοὶ γινόμεθα τῆς δημιουργοῦ Σοφίας, καὶ δι᾽ αὐτῆς γινώσκειν δυνάμεθα τὸν αὐτῆς Πατέρα. Ὁ γὰρ ἔχων, φησὶ, τὸν Υἱὸν, ἔχει καὶ τὸν Πατέρα· καὶ, Ὁ δεχόμενός με, δέχεται τὸν ἀποστείλαντά με. Τοιούτου τοίνυν τύπου τῆς Σοφίας κτισθέντος ἐν ἡμῖν τε καὶ ἐν πᾶσι τοῖς ἔργοις ὄντος, εἰκότως ἡ ἀληθινὴ καὶ δημιουργὸς Σοφία, τὰ τοῦ τύπου ἑαυτῆς εἰς ἑαυτὴν ἀναλαμβάνουσα, φησὶ τὸ, Κύριος ἔκτισέ με εἰς ἔργα αὐτοῦ. Ἃ γὰρ ἡ ἐν ἡμῖν σοφία εἶπε, ταῦτα αὐτὸς ὁ Κύριος ὡς ἴδια λέγει· καὶ οὐκ ἔστι μὲν αὐτὸς κτιζόμενος κτίστης ὢν, διὰ δὲ τὴν ἐν τοῖς ἔργοις εἰκόνα κτισθεῖσαν αὐτοῦ, ταῦτα αὐτὸς ὡς περὶ ἑαυτοῦ λέγει. Καὶ ὥσπερ αὐτὸς ὁ Κύριος εἴρηκεν· Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, διὰ τὸ τὸν τύπον αὐτοῦ ἐν ἡμῖν εἶναι· οὕτως, καίτοι μὴ ὢν τῶν κτιζομένων, ὅμως διὰ τὸ τὴν εἰκόνα αὐτοῦ καὶ τύπον ἐν τοῖς ἔργοις κτίζεσθαι, ὡς αὐτὸς ὢν, λέγει· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.

Οὕτω δὲ γέγονεν ὁ ἐν τοῖς ἔργοις τῆς σοφίας τύπος, ἵνα, καθὰ προεῖπον, ὁ κόσμος ἐν αὐτῇ γινώσκῃ τὸν ἑαυτοῦ δημιουργὸν Λόγον, καὶ δι᾽ αὐτοῦ τὸν Πατέρα. Καὶ τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Παῦλος· Διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστι ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.

Ὥστε οὐκ ἔστι κτίσμα τῇ οὐσίᾳ ὁ Λόγος, ἀλλὰ περὶ τῆς ἐν ἡμῖν οὔσης καὶ λεγομένης σοφίας, ἐστὶ τὸ ἐν ταῖς Παροιμίαις ῥητόν. Εἰ δὲ καὶ τούτοις ἀπιστοῦσι, λεγέτωσαν ἡμῖν αὐτοὶ, εἰ ἔστι τις σοφία ἐν τοῖς κτίσμασι, ἢ οὐκ ἔστιν; Εἰ μὲν οὖν οὐκ ἔστι, πῶς ὁ Ἀπόστολος αἰτιᾶται, λέγων· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν; Ἢ πῶς, εἰ μή ἐστι σοφία, πλῆθος σοφῶν ἐν τῇ Γραφῇ εὑρίσκεται; Καὶ, Σοφὸς γὰρ φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ· καὶ, Μετὰ σοφίας οἰκοδομεῖται οἶκος. Ὁ δὲ Ἐκκλησιαστὴς λέγει· Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ· καὶ μέμφεται τοῖς προπετευομένοις, λέγων· Μὴ εἴπῃς· Τί ἐγένετο, ὅτι αἱ ἡμέραι αἱ πρότερον ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; Ὅτι οὐκ ἐν σοφίᾳ ἠρώτησας περὶ τούτου.

Εἰ δέ ἐστιν, ὥσπερ οὖν καὶ ὁ τοῦ Σιράχ φησιν· Ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν. Ἡ δὲ τοιαύτη ἔκχυσις οὐ τῆς οὐσίας τῆς Αὐτοσοφίας καὶ μονογενοῦς ἐστι γνώρισμα, ἀλλὰ τῆς ἐν τῷ κόσμῳ ἐξεικονισθείσης· τί ἄπιστον εἰ αὐτὴ ἡ δημιουργὸς καὶ ἀληθινὴ Σοφία, ἧς τύπος ἐστὶν ἡ ἐν κόσμῳ ἐκχυθεῖσα σοφία καὶ ἐπιστήμη, ὡς περὶ ἑαυτῆς ἐστι, καθὰ προεῖπον, λέγουσα· Κύριος ἔκτισέ με εἰς ἔργα αὐτοῦ. Οὐ γὰρ ἡ ἐν κόσμῳ σοφία κτίζουσά ἐστιν, ἀλλ᾽ ἡ ἐγκτιζομένη τοῖς ἔργοις, καθ᾽ ἣν οἱ μὲν οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οἱ δὲ ἄνθρωποι, εἰ ταύτην ἐν ἑαυτοῖς φέροιεν, ἐπιγνώσονται τὴν ἀληθινὴν τοῦ Θεοῦ Σοφίαν· καὶ γνωσθήσονται, ὅτι ὄντως κατ᾽ εἰκόνα Θεοῦ γεγόνασι. Καὶ ὥσπερ ἂν εἴ τις βασιλέως υἱὸς, θέλοντος πατρὸς οἰκοδομῆσαι πόλιν, καὶ ποιῶν ἐν ἑκάστῳ τῶν γινομένων ἔργων ἐγγραφῆναι τὸ ἑαυτοῦ ὄνομα, ἀσφαλείας τε χάριν τοῦ διαμένειν τὰ ἔργα διὰ τὴν ἐν ἑκάστῳ τοῦ ὀνόματος αὐτοῦ φαντασίαν· καὶ ἵν᾽ ἐκ τοῦ ὀνόματος ἀναμιμνήσκεσθαι αὐτοῦ τε καὶ τοῦ πατρὸς αὐτοῦ δύνωνται· τελειώσας δὲ εἰ ἐρωτηθείη περὶ τῆς πόλεως, πῶς γέγονεν, εἴποι ἄν· Ἀσφαλῶς γέγονε· κατὰ γὰρ τὸ βούλημα τοῦ πατρὸς, ἐν ἑκάστῳ ἔργῳ ἐξεικονίσθην· τὸ γὰρ ἐμὸν ὄνομα ἐν τοῖς ἔργοις ἐνεκτίσθη.

Τοῦτο δὲ λέγων, οὐ τὴν ἑαυτοῦ οὐσίαν κτισθεῖσαν σημαίνει, ἀλλὰ τὸν ἑαυτοῦ τύπον διὰ τοῦ ὀνόματος· τὸν αὐτὸν τρόπον κατὰ τὴν ὁμοιότητα τοῦ παραδείγματος τοῖς θαυμάζουσι τὴν ἐν τοῖς κτίσμασι σοφίαν ἀποκρίνεται ἡ ἀληθινὴ Σοφία· Κύριος ἔκτισέ με εἰς ἔργα· ἐμοῦ γὰρ τύπος ἐστὶν ὁ ἐν αὐτοῖς· κἀγὼ οὕτω συγκατέβην τῇ δημιουργίᾳ.

Οὐ δεῖ δὲ πάλιν ξενίζεσθαι, εἰ τὸν ἐν ἡμῖν τύπον ὄντα ὡς περὶ ἑαυτοῦ ἐστι λέγων ὁ Υἱὸς, ὅπου γε (τὸ αὐτὸ γὰρ λέγειν οὐκ ὀκνητέον)· καὶ Σαύλου τότε διώκοντος τὴν Ἐκκλησίαν, ἐν ᾗ τύπος ἦν αὐτοῦ καὶ εἰκὼν, ὡς αὐτὸς διωκόμενος ἔλεγε· Σαῦλε, τί με διώκεις; Οὐκοῦν ὥσπερ εἴρηται, εἰ ἔλεγεν αὐτὸς ὁ τύπος τῆς σοφίας ὁ ὢν ἐν τοῖς ἔργοις τὸ, Κύριος ἔκτισέ με εἰς ἔργα, οὐκ ἄν τις ἐξενίσθη· οὕτως ἐὰν καὶ αὐτὴ ἡ ἀληθινὴ καὶ δημιουργὸς Σοφία, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, λέγῃ τὰ τῆς εἰκόνος ἑαυτοῦ ὡς περὶ ἑαυτοῦ τὸ, Κύριος ἔκτισέ με εἰς ἔργα, μηδεὶς, ἀφεὶς τὴν ἐν κόσμῳ καὶ τοῖς ἔργοις ἐγκτισθεῖσαν, νομιζέτω περὶ τῆς οὐσίας τῆς Αὐτοσοφίας εἰρῆσθαι τὸ, ἔκτισεν, ἵνα μὴ, τὸν οἶνον ὕδατι μίσγων, κλέπτειν δοκῇ τὴν ἀλήθειαν. Αὕτη μὲν γὰρ κτίζουσα καὶ δημιουργός ἐστιν· ὁ δὲ ταύτης τύπος ἐγκτίζεται τοῖς ἔργοις, ὥσπερ καὶ τῆς εἰκόνος τὸ κατ᾽ εἰκόνα. Ἀρχὴν δὲ ὁδῶν λέγει, ἐπειδὴ ἡ τοιαύτη σοφία, ἀρχή τις καὶ ὥσπερ στοιχείωσις τῆς ἐπὶ Θεὸν γνώσεως γίνεται· ταύτῃ γὰρ πρώτῃ ὥσπερ ἐπιβάς τις τῇ ὁδῷ, καὶ ταύτην φυλάττων τῷ φόβῳ τοῦ Θεοῦ, ὡς εἶπεν ὁ Σολομὼν, Ἀρχὴ σοφίας φόβος Κυρίου, εἶτα ἐπαναβαίνων τῇ διανοίᾳ, καὶ νοήσας τὴν ἐν τῇ κτίσει δημιουργὸν Σοφίαν, νοήσει ἐν αὐτῇ καὶ τὸν αὐτῆς Πατέρα, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν· Ὁ ἐμὲ ἑωρακὸς, ἑώρακε τὸν Πατέρα.

Καὶ ὡς ὁ Ἰωάννης γράφει· Ὁ ὁμολογῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει. Πρὸ τοῦ αἰῶνος δὲ, φησὶν, ἐθεμελίωσέ με, ἐπειδὴ ἐν τῷ αὐτῆς τύπῳ ἑδραῖα καὶ ἀεὶ μένει τὰ ἔργα. Εἶτα ἵνα μή τις, ἀκούων περὶ τῆς οὕτως ἐν τοῖς ἔργοις κτισθείσης σοφίας, νομίσῃ τὴν ἀληθινὴν Σοφίαν τὸν τοῦ Θεοῦ Υἱὸν εἶναι τῇ φύσει κτίσμα, ἀναγκαίως ἐπήγαγε· Πρὸ τοῦ ὄρη, καὶ, πρὸ τοῦ τὴν γῆν, καὶ, πρὸ τῶν ὑδάτων, καὶ, πρὸ πάντων βουνῶν γεννᾷ με· ἵνα ἐν μὲν τῷ λέγειν πρὸ πάσης κτίσεως (τὴν γὰρ πᾶσαν κτίσιν ἐν τούτοις ἐδήλωσε·) δείξῃ, ὅτι μὴ κατ᾽ οὐσίαν συνεκτίσθη τοῖς ἔργοις. Εἰ γὰρ εἰς τὰ ἔργα ἐκτίσθη, πρὸ δὲ τῶν ἔργων ἐστὶ, δῆλον, ὅτι καὶ πρὸ τοῦ ἐκτίσθαι ἐστίν. Οὐκ ἄρα τῇ φύσει καὶ οὐσίᾳ κτίσμα ἐστὶν, ἀλλ᾽, ὡς αὐτὸς ἐπήγαγε, γέννημά ἐστι. Τί δὲ διαφέρει ἢ πῶς διέστηκε τὴν φύσιν κτίσμα γεννήματος, δέδεικται ἐν τοῖς ἔμπροσθεν.

Ἐπειδὴ δὲ ἐπάγει λέγουσα, ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, εἰδέναι χρὴ, ὅτι οὐχ ὡς μὴ δι᾽ αὐτῆς ἑτοιμάζοντος τὸν οὐρανὸν τοῦ Πατρὸς, ἢ τὰ ἄνω νέφη, ταῦτά φησιν· οὐ γὰρ ἀμφίβολον, ὅτι πάντα ἐν Σοφίᾳ ἐκτίσθη, καὶ χωρὶς αὐτῆς ἐγένετο οὐδὲ ἕν· ἀλλὰ τοῦτό ἐστιν ὃ λέγει· Πάντα μὲν ἐν ἐμοὶ καὶ δι᾽ ἐμοῦ γέγονε· χρείας δὲ οὔσης ἐγκτίζεσθαι σοφίαν τοῖς ἔργοις, τὴν μὲν οὐσίαν ἤμην σὺν τῷ Πατρὶ, τῇ δὲ πρὸς τὰ γενητὰ συγκαταβάσει, ἤμην ἁρμόζουσα τὸν παρ᾽ ἐμοὶ τύπον τοῖς ἔργοις, ὥστε καὶ ὡς ἑνὶ σώματι πάντα τὸν κόσμον μὴ στασιάζειν, ἀλλ᾽ ὁμονοεῖν πρὸς ἑαυτόν. Ὅσοι μὲν οὖν ὀρθῇ τῇ διανοίᾳ κατὰ τὴν ἑαυτοῖς δοθεῖσαν σοφίαν θεωροὶ τῶν κτισμάτων γίνονται, δύνανται λέγειν καὶ αὐτοί· Τῇ διατάξει σου διαμένει τὰ πάντα· οἱ δὲ τούτου κατολιγωρήσαντες ἀκούσονται· Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν· τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι, γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἀλλ᾽ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα τὰ πάντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.

Καὶ ἐντραπήσονταί γε ἀκούοντες· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, κατὰ τὸν προειρημένον τρόπον, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Οὐκέτι γὰρ, ὡς ἐν τοῖς προτέροις χρόνοις, δι᾽ εἰκόνος καὶ σκιᾶς τῆς σοφίας, τῆς ἐν τοῖς κτίσμασιν οὔσης, ἠθέλησε γινώσκεσθαι ὁ Θεός· ἀλλ᾽ αὐτὴν τὴν ἀληθινὴν Σοφίαν ἐποίησε σάρκα λαβεῖν, καὶ γενέσθαι ἄνθρωπον, θάνατόν τε ὑπομεῖναι σταυροῦ, ἵνα διὰ τῆς ἐν τούτῳ πίστεως πάντες λοιπὸν οἱ πιστεύοντες σώζεσθαι δύνωνται. Ἡ αὐτὴ μέντοι Σοφία τοῦ Θεοῦ ἐστιν, ἥτις πρότερον μὲν διὰ τῆς ἐν τοῖς κτίσμασιν εἰκόνος ἑαυτῆς, δι᾽ ἣν καὶ λέγεται κτίζεσθαι, ἐφανέρου ἑαυτὴν, καὶ δι᾽ ἑαυτῆς τὸν ἑαυτῆς Πατέρα· ὕστερον δὲ αὐτὴ, οὖσα Λόγος, γέγονε σὰρξ, ὡς εἶπεν ὁ Ἰωάννης, καὶ μετὰ τὸ καταργῆσαι τὸν θάνατον καὶ σῶσαι τὸ γένος ἡμῶν ἔτι καὶ πλέον ἀπεκάλυψεν ἑαυτόν τε καὶ δι᾽ ἑαυτοῦ τὸν ἑαυτοῦ Πατέρα, λέγων· Δὸς αὐτοῖς, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.

Ἐπληρώθη γοῦν πᾶσα ἡ γῆ τῆς γνώσεως αὐτοῦ· μία γὰρ γνῶσις Πατρὸς δι᾽ Υἱοῦ ἐστι, καὶ Υἱοῦ παρὰ Πατρὸς, καὶ χαίρει τούτῳ ὁ Πατήρ· καὶ τῇ χαρᾷ ταύτῃ εὐφραίνεται ἐν τῷ Πατρὶ ὁ Υἱὸς, λέγων· Ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθ᾽ ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ. Ταῦτα δὲ δείκνυσι πάλιν μὴ εἶναι τὸν Υἱὸν ἀλλότριον, ἀλλ᾽ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας. Ἰδοὺ γὰρ οὐ δι᾽ ἡμᾶς, ὡς οἱ ἀσεβεῖς λέγουσι, γέγονεν, οὐδὲ ὅλως ἐξ οὐκ ὄντων ἐστίν· οὐδὲ γὰρ ἔξωθεν ἑαυτῷ ὁ Θεὸς περιεποιήσατο χαρᾶς ποιητικόν· ἀλλ᾽ ἰδίου καὶ ὁμοίου γνώρισμά ἐστι τὸ λεγόμενον. Πότε οὖν ἦν ὅτε οὐκ ἔχαιρεν ὁ Πατήρ; Εἰ δὲ ἀεὶ ἔχαιρεν, ἀεὶ ἦν ἐν ᾧ ἔχαιρεν.

Ἐν τίνι δὲ ὁ Πατὴρ χαίρει, ἢ βλέπων ἑαυτὸν ἐν τῇ ἰδίᾳ εἰκόνι, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ; Εἰ δὲ καὶ ἐν υἱοῖς ἀνθρώπων ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας, ὡς ἐν αὐταῖς ταῖς Παροιμίαις γέγραπται, ἀλλὰ καὶ τοῦτο τὴν αὐτὴν ἔχει διάνοιαν. Ηὐφραίνετο γὰρ καὶ οὕτως, οὐκ ἐπιγενομένης αὐτῷ χαρᾶς, ἀλλὰ πάλιν βλέπων κατὰ τὴν ἑαυτοῦ εἰκόνα γενόμενα τὰ ἔργα· ὥστε καὶ τὸ οὕτω χαίρειν τὸν Θεὸν τῆς εἰκόνος αὐτοῦ τὴν πρόφασιν εἶναι. Πῶς δὲ καὶ ὁ Υἱὸς εὐφραίνεται, ἢ βλέπων ἑαυτὸν ἐν τῷ Πατρί; Ἴσον γάρ ἐστι καὶ τοῦτο τῷ λέγειν· Ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα, καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Κενὸν ὑμῶν ἄρα τὸ καύχημα πανταχόθεν δέδεικται, ὦ χριστομάχοι, καὶ μάτην ἐνεπομπεύσατε καὶ τεθρυλήκατε πανταχοῦ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, παρεξηγούμενοι τὴν διάνοιαν αὐτοῦ καὶ μᾶλλον τὴν ἑαυτῶν ἐπίνοιαν, ἢ τὸν νοῦν τοῦ Σολομῶνος ἀπαγγέλλοντες. Ἰδοὺ γὰρ τὸ μὲν ὑμῶν φρόνημα δέδεικται μόνον φαντασία· τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καὶ πάντα τὰ προειρημένα δείκνυσι μὴ εἶναι τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα τὸν Υἱὸν, ἀλλ᾽ ἴδιον γέννημα τοῦ Πατρὸς, σοφίαν καὶ Λόγον ἀληθινὸν, δι᾽ οὗ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.