Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγοι γʹ

Μέγας Αθανάσιος

Το ταυτόσημο της ουσίας και η κοινή ενέργεια Πατρός και Υιού

Αντιμετώπιση των αρειανικών κατηγοριών περί πολυθεΐας μέσω της απόδειξης της μίας και αδιαίρετης θεότητας, όπως φαίνεται από τη χορήγηση της κοινής χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 15 από 20

Ἐπειδὴ δὲ οἱ ἀσεβεῖς καὶ ταῦτα φέροντες δυσφημοῦσι μὲν τὸν Κύριον, ὀνειδίζουσι δὲ ἡμῖν λέγοντες· Ἰδοὺ εἷς, καὶ μόνος, καὶ πρῶτος λέγεται ὁ Θεὸς, πῶς ὑμεῖς λέγετε τὸν Υἱὸν εἶναι Θεόν; Εἰ γὰρ ἦν Θεὸς, οὐκ ἂν ἔλεγεν, Ἐγὼ μόνος, οὐδὲ ὅτι εἷς ἐστιν ὁ Θεός· ἀναγκαῖον τὸν νοῦν καὶ τούτων τῶν ῥητῶν, ὡς δυνατόν ἐστιν, εἰπεῖν, ἵνα πάντες γνῶσι καὶ ἐκ τούτων, ὅτι ὄντως εἰσὶν οἱ Ἀρειανοὶ θεομάχοι.

Εἰ μὲν οὖν ἅμιλλα τῷ Υἱῷ ἐστι πρὸς τὸν Πατέρα, τοιαύτας ἀκουέτω φωνάς· καὶ εἰ ὥσπερ Δαβὶδ ἤκουσε περὶ τοῦ Ἀδωνίου καὶ τοῦ Ἀβεσσαλὼμ, οὕτω καὶ ὁ Πατὴρ βλέπει τὸν Υἱόν· πρὸς ἑαυτὸν λεγέτω καὶ προφερέτω τοιαῦτα ῥήματα, μήποτε ὁ Υἱὸς, λέγων ἑαυτὸν Θεὸν, ἀποστήσῃ τινὰς ἀπὸ τοῦ Πατρός· εἰ δὲ ὁ γινώσκων τὸν Υἱὸν γινώσκει μᾶλλον τὸν Πατέρα, ἀποκαλύπτοντος τοῦτον αὐτῷ τοῦ Υἱοῦ, καὶ ἐν τῷ Λόγῳ ὄψεται μᾶλλον τὸν Πατέρα, καθάπερ εἴρηται· ἐλθὼν δὲ ὁ Υἱὸς, οὐχ ἑαυτὸν, ἀλλὰ τὸν Πατέρα ἐδόξασε, λέγων μὲν τῷ προσερχομένῳ· Τί με λέγεις ἀγαθόν;

Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· ἀποκρινόμενος δὲ τῷ ἐρωτῶντι, ποία ἐντολὴ ἐν τῷ νόμῳ μείζων, ὅτι, Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ τοῖς μὲν ὄχλοις λέγων· Ἐγὼ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· τοὺς δὲ μαθητὰς διδάσκων, ὅτι, Ὁ Πατήρ μου μείζων μού ἐστι· καὶ, Ὁ ἐμὲ τιμῶν τιμᾷ τὸν πέμψαντά με. Καὶ εἰ τοιοῦτός ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ποία ἐναντιότης, ἵνα καὶ τοιαύτην τις ὑπόνοιαν λάβῃ περὶ τῶν τοιούτων ῥητῶν;

Ἄλλως τε εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, τίς οὕτως ἐστὶν ἄφρων, πλὴν τῶν χριστομάχων, ὡς νομίζειν ὅτι, τὸν ἑαυτοῦ Λόγον διαβάλλων καὶ ἀναιρῶν, τὰ τοιαῦτα λελάληκεν ὁ Θεός; Οὐκ ἔστιν οὗτος ὁ νοῦς Χριστιανῶν· μὴ γένοιτο! Οὐ γὰρ διὰ τὸν Υἱὸν ταῦτα γέγραπται, ἀλλ᾽ εἰς ἀναίρεσιν τῶν πλασθέντων παρὰ τῶν ἀνθρώπων ψευδωνύμων θεῶν· καὶ ἡ διάνοια τῶν τοιούτων ῥητῶν ἔχει τὴν αἰτίαν εὔλογον.

Ἐπειδὴ γὰρ οἱ προσκείμενοι τοῖς ψευδωνύμοις θεοῖς ἀφίστανται τοῦ ἀληθινοῦ Θεοῦ, διὰ τοῦτο ἀγαθὸς ὢν καὶ κηδόμενος τῶν ἀνθρώπων ὁ Θεὸς, ἀνακαλούμενος τοὺς πλανηθέντας, φησίν· Ἐγὼ Θεὸς μόνος· καὶ, Ἐγώ εἰμι· καὶ, Πλὴν ἐμοῦ οὐκ ἔστι Θεός· καὶ ὅσα τοιαῦτά ἐστι ῥητά· ἵνα τὰ μὲν μὴ ὄντα διαβάλῃ, ἐπιστρέψῃ δὲ πάντας εἰς ἑαυτόν.

Καὶ ὥσπερ ἂν εἴ τις ἡμέρας οὔσης καὶ ἡλίου φαίνοντος ζωγραφοίη ξύλον ἁπλῶς, οὐδὲ κἂν φαντασίαν ἔχον φωτὸς, καὶ λέγοι τὴν εἰκόνα ταύτην αἰτίαν εἶναι τοῦ φωτός· ὁ δὲ ἥλιος τοῦτο βλέπων εἰ λέγοι· Ἐγὼ μόνος εἰμὶ τὸ φῶς τῆς ἡμέρας, καὶ οὐκ ἔστιν ἄλλο φῶς τῆς ἡμέρας πλὴν ἐμοῦ· οὐ πρὸς τὸ ἑαυτοῦ ἀπαύγασμα βλέπων ταῦτα λέγει, ἀλλὰ πρὸς τὴν πλάνην διὰ τὴν εἰκόνα τοῦ ξύλου καὶ ἀνομοιότητα τῆς ματαίας φαντασίας· οὕτως ἐστὶ καὶ τὸ, Ἐγώ εἰμι, καὶ, Ἐγὼ μόνος Θεὸς, καὶ, Οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· ἵνα τῶν ψευδωνύμων ἀποστήσῃ τοὺς ἀνθρώπους, καὶ μάθωσιν αὐτὸν λοιπὸν τὸν ἀληθινὸν Θεόν. Ἀμέλει ταῦτα λέγων ὁ Θεὸς διὰ τοῦ Λόγου ἑαυτοῦ ἔλεγεν· εἰ μὴ ἄρα καὶ τοῦτο προσθῶσιν οἱ νῦν Ἰουδαῖοι, ὅτι μὴ διὰ τοῦ Λόγου ταῦτα λελάληκεν· ἀλλ᾽ οὕτως εἴρηται, κἂν μαίνωνται οἱ διαβολικοί. Ἐγένετο γὰρ Λόγος Κυρίου πρὸς τὸν προφήτην, καὶ ταῦτα ἠκούετο. Εἰ δὲ αὐτοῦ ἦν ὁ Λόγος, καὶ δι᾽ αὐτοῦ ταῦτ᾽ ἐλέγετο· καὶ οὐκ ἔστι τι ὃ λέγει καὶ ποιεῖ ὁ Θεὸς, ὃ μὴ ἐν τῷ Λόγῳ λέγει καὶ ποιεῖ· οὐκ ἄρα δι᾽ αὐτὸν εἴρηται, ὦ θεομάχοι, ἀλλὰ διὰ τὰ ἀλλότρια καὶ μὴ ὄντα παρ᾽ αὐτοῦ.

Καὶ γὰρ καὶ κατὰ τὴν εἰρημένην εἰκόνα, καὶ ὁ ἥλιος εἰ τὰς φωνὰς ἔλεγεν ἐκείνας, οὐκ ἐκτὸς ἔχων τὸ ἑαυτοῦ ἀπαύγασμα, ἀλλ᾽ ἐν τῷ ἀπαυγάσματι δεικνὺς ἑαυτοῦ τὸ φῶς ἤλεγχε τὴν πλάνην, καὶ εἶπεν ἂν τοιαῦτα. Οὐκοῦν οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ, οὐδὲ δι᾽ αὐτόν ἐστι τὰ τοιαῦτα ῥητὰ, ἀλλ᾽ εἰς ἀθέτησιν τοῦ ψεύδους. Ἐξ ἀρχῆς γοῦν ὁ Θεὸς οὐκ εἶπε τῷ Ἀδὰμ τὰς τοιαύτας φωνὰς, καίτοι ὄντος τοῦ Λόγου σὺν αὐτῷ, δι᾽ οὗ τὰ πάντα ἐγένετο· οὐ γὰρ ἦν χρεία, μήπω γενομένων εἰδώλων. Ὅτε δὲ ἀντῆραν ἄνθρωποι κατὰ τῆς ἀληθείας καὶ ὠνόμασαν ἑαυτοῖς οὓς ἤθελον θεοὺς, τότε δὴ καὶ τοιούτων χρεία γέγονε ῥημάτων εἰς ἀναίρεσιν τῶν μὴ ὄντων θεῶν. Ἐγὼ δ᾽ ἂν εἴποιμι προσθεὶς, ὅτι καὶ πρὸς τὴν τῶν χριστομάχων ἀφροσύνην προείρηται τὰ τοιαῦτα ῥητὰ, ἵνα γνῶσιν, ὅτι ὃν ἂν ἔξωθεν τῆς οὐσίας τοῦ Πατρὸς ἐπινοήσωσι Θεὸν, οὗτος οὐκ ἔστιν ἀληθινὸς, οὐδὲ τοῦ μόνου καὶ πρώτου εἰκὼν καὶ υἱός.

Ἐὰν τοίνυν καὶ μόνος ἀληθινὸς Θεὸς ὁ Πατὴρ λέγηται, οὐκ εἰς ἀθέτησιν τοῦ λέγοντος, Ἐγώ εἰμι ἡ ἀλήθεια, εἴρηται, ἀλλ᾽ εἰς ἀναίρεσιν πάλιν τῶν μὴ πεφυκότων εἶναι ἀληθινῶν, οἷός ἐστιν ὁ Πατὴρ καὶ ὁ τούτου Λόγος. Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος εὐθὺς συνῆψε, Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Εἰ δὲ κτίσμα ἦν, οὐκ ἂν συνῆψε, καὶ συνηρίθμησεν ἑαυτὸν τῷ κτίσαντι αὐτόν. Ποία γὰρ κοινωνία τῷ ἀληθινῷ καὶ τῷ μὴ ἀληθινῷ; Νῦν δὲ, συνάψας ἑαυτὸν τῷ Πατρὶ, ἔδειξεν, ὅτι τῆς φύσεως τοῦ Πατρός ἐστι, καὶ ἔδωκεν ἡμῖν γινώσκειν, ὅτι τοῦ ἀληθινοῦ Πατρὸς ἀληθινόν ἐστι γέννημα. Τοῦτο καὶ Ἰωάννης μαθὼν ἐδίδαξε γράφων ἐν τῇ Ἐπιστολῇ· Καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος. Καὶ τοῦ μὲν προφήτου περὶ τῆς κτίσεως λέγοντος, Ὁ τανύσας τὸν οὐρανὸν μόνος· τοῦ δὲ Θεοῦ, Ἐγὼ μόνος τὸν οὐρανὸν ἐξέτεινα· παντὶ δῆλον γέγονεν, ὅτι ἐν τῷ μόνῳ καὶ ὁ τοῦ μόνου σημαίνεται Λόγος, ἐν ᾧ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Οὐκοῦν εἰ διὰ τοῦ Λόγου γέγονε, φησὶ δὲ, Ἐγὼ μόνος, νοεῖται δὲ σὺν τῷ μόνῳ καὶ ὁ Υἱὸς, δι᾽ οὗ γέγονεν ὁ οὐρανός· οὕτως ἄρα καὶ ἐὰν λέγηται, Εἷς Θεὸς, καὶ, Ἐγὼ μόνος, καὶ, Ἐγὼ πρῶτος, ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ συνὼν νοεῖται ὁ Λόγος, ὥσπερ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα.

Τοῦτο δὲ οὐκ ἂν ἐπὶ ἄλλου νοηθείη, εἰ μὴ ἐπὶ μόνου τοῦ Λόγου. Τὰ μὲν γὰρ ἄλλα πάντα ἐκ τοῦ μὴ ὄντος ὑπέστη διὰ τοῦ Υἱοῦ, καὶ πολλὴν ἔχει τῇ φύσει τὴν διάστασιν· αὐτὸς δὲ ὁ Υἱὸς ἐκ τοῦ Πατρός ἐστι φύσει καὶ ἀληθινὸν γέννημα· διὸ καὶ ὃ προφέρειν ἔδοξαν οἱ ἀνόητοι ῥητὸν, τὸ, Ἐγὼ πρῶτος, εἰς ἀπολογίαν τῆς αἱρέσεως αὐτῶν, τοῦτο μᾶλλον ἐλέγχει αὐτῶν τὴν κακόνοιαν. Φησὶν ὁ Θεός· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα. Εἰ μὲν οὖν ὡς συναριθμούμενος τοῖς μετ᾽ αὐτὸν λέγεται τούτων πρῶτος, ἵνα κἀκεῖνα δεύτερα τούτου ᾖ, ἔσται καθ᾽ ὑμᾶς τῶν ποιημάτων καὶ αὐτὸς μόνῳ τῷ χρόνῳ προάγων· ἀλλὰ τοῦτο μόνον πᾶσαν ἀσέβειαν ὑπερβάλλει. Εἰ δὲ εἰς ἀπόδειξιν τοῦ μὴ εἶναι αὐτὸν ἔκ τινος, μηδὲ πρὸ αὐτοῦ τινα, ἀλλ᾽ αὐτὸν εἶναι τῶν πάντων ἀρχὴν καὶ αἴτιον, καὶ εἰς ἀναίρεσιν τῶν παρ᾽ Ἕλλησι μύθων εἴρηκεν, Ἐγὼ πρῶτος· δῆλον, ὅτι καὶ τὸ λέγεσθαι τὸν Υἱὸν πρωτότοκον, οὐ διὰ τὸ συναριθμεῖσθαι αὐτὸν τῇ κτίσει, λέγεται πρωτότοκος, ἀλλ᾽ εἰς ἀπόδειξιν τῆς τῶν πάντων διὰ τοῦ Υἱοῦ δημιουργίας καὶ υἱοποιήσεως.

Καὶ γὰρ ὥσπερ ὁ Πατὴρ πρῶτός ἐστιν, οὕτω καὶ αὐτὸς πρῶτος μέν ἐστιν, ὡς εἰκὼν τοῦ πρώτου, καὶ ἐν αὐτῷ ὄντος τοῦ πρώτου, γέννημα δὲ ἐκ τοῦ Πατρός· καὶ ἐν αὐτῷ πᾶσα ἡ κτίσις κτίζεται καὶ υἱοποιεῖται. Ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν ἐπιχειροῦσι φιλονεικεῖν ταῖς ἰδίαις μυθοπλαστίαις, λέγοντες μὴ οὕτως εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα ἓν, μηδὲ ὅμοιον, ὡς ἡ Ἐκκλησία κηρύσσει, ἀλλ᾽ ὡς αὐτοὶ θέλουσι.

Φασὶ γάρ· Ἐπεὶ ἃ θέλει ὁ Πατὴρ, ταῦτα θέλει καὶ ὁ Υἱὸς, καὶ οὔτε τοῖς νοήμασιν οὔτε τοῖς κρίμασιν ἀντίκειται, ἀλλ᾽ ἐν πᾶσίν ἐστι σύμφωνος αὐτῷ, τὴν ταὐτότητα τῶν δογμάτων καὶ τὸν ἀκόλουθον καὶ συνηρτημένον τῇ τοῦ Πατρὸς διδασκαλίᾳ ἀποδιδοὺς λόγον· διὰ τοῦτο αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι.

Ταῦτα γὰρ οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τινὲς ἐξ αὐτῶν τετολμήκασι. Τούτου δὲ τί ἄν τις ἀτοπώτερον ἢ ἀλογώτερον εἴποι; Εἰ γὰρ διὰ ταῦτα ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ Πατὴρ, καὶ εἰ οὕτως ὅμοιός ἐστιν ὁ Λόγος τῷ Πατρί· ὥρα καὶ τοὺς ἀγγέλους, καὶ τὰ ἄλλα ἡμῶν τὰ ὑπερκείμενα, ἀρχάς τε καὶ ἐξουσίας, καὶ θρόνους καὶ κυριότητας, καὶ τὰ φαινόμενα, ἥλιόν τε καὶ σελήνην, καὶ τοὺς ἀστέρας εἶναι καὶ αὐτοὺς, ὡς τὸν Υἱὸν, υἱούς· λέγεσθαι δὲ καὶ περὶ τούτων, ὅτι αὐτοὶ καὶ ὁ Πατὴρ ἕν εἰσι· καὶ ἕκαστος εἰκὼν καὶ Λόγος ἐστὶ τοῦ Θεοῦ. Ἃ γὰρ θέλει ὁ Θεὸς, ταῦτα θέλουσι καὶ αὐτοί· καὶ οὔτε τοῖς κρίμασιν οὔτε τοῖς δόγμασι διαφωνοῦσιν, ἀλλ᾽ ἐν πᾶσίν εἰσιν ὑπήκοοι τῷ πεποιηκότι. Οὐκ ἂν γὰρ ἔμειναν ἐν τῇ ἰδίᾳ δόξῃ, εἰ μὴ, ἅπερ ἤθελεν ὁ Πατὴρ, ταῦτα καὶ αὐτοὶ ἠβούλοντο. Ὁ γοῦν μὴ μείνας, ἀλλὰ παραφρονήσας ἤκουσε· Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; πῶς οὖν, τούτων οὕτως ὄντων, μόνος οὗτος Υἱὸς μονογενὴς καὶ Λόγος καὶ Σοφία ἐστίν; ἢ πῶς, τοσούτων ὄντων ὁμοίων τῷ Πατρὶ, μόνος οὗτος εἰκών ἐστι;

Καὶ γὰρ καὶ ἐν ἀνθρώποις εὑρεθήσονται πολλοὶ ὅμοιοι τῷ Πατρὶ, πλεῖστοι μὲν μάρτυρες γενόμενοι, καὶ πρὸ αὐτῶν οἱ ἀπόστολοι καὶ προφῆται, καὶ πάλιν πρὸ τούτων οἱ πατριάρχαι· πολλοί τε καὶ νῦν ἐφύλαξαν τὴν τοῦ Σωτῆρος ἐντολὴν, γενόμενοι οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, καὶ τηρήσαντες τὸ, Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Μιμηταὶ δὲ γεγόνασι καὶ τοῦ Παύλου πολλοὶ, ὡς κἀκεῖνος τοῦ Χριστοῦ· καὶ ὅμως οὐδεὶς τούτων οὔτε Λόγος, οὔτε Σοφία, οὔτε μονογενὴς Υἱὸς, οὔτε εἰκών ἐστιν, οὔτε τις τούτων ἀπετόλμησεν εἰπεῖν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἢ, Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἀλλὰ περὶ μὲν πάντων εἴρηται, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; καὶ, Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; περὶ δὲ αὐτοῦ, ὅτι μόνος εἰκὼν ἀληθινὴ καὶ φύσει τοῦ Πατρός ἐστιν. Εἰ γὰρ καὶ κατ᾽ εἰκόνα γεγόναμεν, καὶ εἰκὼν καὶ δόξα Θεοῦ ἐχρηματίσαμεν, ἀλλ᾽ οὐ δι᾽ ἑαυτοὺς πάλιν, ἀλλὰ διὰ τὴν ἐνοικήσασαν ἐν ἡμῖν εἰκόνα καὶ ἀληθῆ δόξαν τοῦ Θεοῦ, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ, ὁ δι᾽ ἡμᾶς ὕστερον γενόμενος σὰρξ, ταύτην τῆς κλήσεως ἔχομεν τὴν χάριν.

Ἀπρεποῦς δὴ οὖν καὶ ἀλόγου καὶ τῆς τοιαύτης φρονήσεως ἐκείνων φαινομένης, ἀνάγκη τὴν ὁμοίωσιν καὶ τὴν ἑνότητα ἐπ᾽ αὐτὴν τὴν οὐσίαν τοῦ Υἱοῦ φέρειν· εἰ γὰρ μὴ οὕτω τις λάβοι οὔτε πλέον τι τῶν γενητῶν ἔχων φανήσεται, ὥσπερ εἴρηται, οὔτε τοῦ Πατρὸς ὅμοιος ἔσται, ἀλλὰ τῶν τοῦ Πατρὸς ὅμοιος ἔσται δογμάτων· καὶ τοῦ Πατρὸς διαφέρει ὅτι ὁ μὲν Πατὴρ πατήρ ἐστι, τὰ δὲ δόγματα καὶ ἡ διδασκαλία τοῦ Πατρός ἐστιν. Εἰ τοίνυν κατὰ τὰ δόγματα καὶ τὴν διδασκαλίαν ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ὁ μὲν Πατὴρ κατ᾽ αὐτοὺς ὀνόματι μόνον Πατὴρ ἔσται· ὁ δὲ Υἱὸς οὐκ ἀπαράλλακτος εἰκὼν, μᾶλλον οὐδὲ ὅλως ἰδιότητα ἢ ὁμοίωσίν τινα τοῦ Πατρὸς ἔχων φανήσεται. Ποία γὰρ ὁμοίωσις καὶ ἰδιότης τῷ παρεξηλλαγμένῳ παρὰ τὸν Πατέρα; Καὶ γὰρ καὶ ὁ Παῦλος ὅμοια τῷ Σωτῆρι διδάσκων, οὐκ ἦν κατ᾽ οὐσίαν ὅμοιος αὐτῷ. Ἐκεῖνοι μὲν οὖν, τοιαῦτα φρονοῦντες, ψεύδονται· ὁ δέ γε Υἱὸς καὶ ὁ Πατὴρ οὕτως εἰσὶν ἓν, καθάπερ εἴρηται· καὶ οὕτως ἐστὶν ὁ Υἱὸς ὅμοιος καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς, ὡς ἔστιν ἰδεῖν καὶ νοεῖν υἱὸν πρὸς πατέρα, καὶ ὡς ἔστιν ἰδεῖν τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον. Διὰ γὰρ τὸ οὕτως εἶναι τὸν Υἱὸν, ἐργαζομένου τοῦ Υἱοῦ, ὁ Πατήρ ἐστιν ὁ ἐργαζόμενος, καὶ ἐρχομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἁγίους, ὁ Πατήρ ἐστιν ὁ ἐρχόμενος ἐν τῷ Υἱῷ, ὡς αὐτὸς ἐπηγγείλατο λέγων· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν.

Ἐν γὰρ τῇ εἰκόνι θεωρεῖται ὁ Πατὴρ, καὶ ἐν τῷ ἀπαυγάσματί ἐστι τὸ φῶς. Διὰ τοῦτο, καθάπερ μικρῷ πρόσθεν εἴπομεν, καὶ διδόντος τοῦ Πατρὸς χάριν καὶ εἰρήνην, αὐτὴν καὶ ὁ Υἱὸς δίδωσιν, ὡς ὁ Παῦλος ἐπισημαίνεται διὰ πάσης ἐπιστολῆς γράφων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Μία γὰρ καὶ ἡ αὐτὴ χάρις ἐστὶ παρὰ Πατρὸς ἐν Υἱῷ, ὡς ἔστιν ἓν τὸ φῶς τοῦ ἡλίου καὶ τοῦ ἀπαυγάσματος, καὶ τὸ φωτίζειν τοῦ ἡλίου διὰ τοῦ ἀπαυγάσματος γίνεται. Οὕτω γοῦν πάλιν ἐπευχόμενος Θεσσαλονικεῦσι καὶ λέγων· Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς, τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐφύλαξεν· οὐ γὰρ εἶπε, κατευθύνοιεν, ὡς παρὰ δύο διδομένης, παρὰ τούτου καὶ τούτου, διπλῆς χάριτος, ἀλλὰ, κατευθύναι, ἵνα δείξῃ, ὅτι ὁ Πατὴρ δι᾽ Υἱοῦ δίδωσι ταύτην· ἐξ ὧν κἂν ἐρυθριᾷν οἱ ἀσεβεῖς δυνάμενοι, οὐ βούλονται.

Εἰ γὰρ μὴ ἦν ἑνότης καὶ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα ὁ Λόγος, ὡς τὸ ἀπαύγασμα τοῦ φωτὸς, ἀλλὰ διειστήκει τῇ φύσει ὁ Υἱὸς τοῦ Πατρός· ἤρκει τὸν Πατέρα δοῦναι μόνον, οὐδενὸς τῶν γενητῶν ἐπικοινωνοῦντος πρὸς τὸν πεποιηκότα ἐν τοῖς διδομένοις· νῦν δὲ ἡ τοιαύτη δόσις δείκνυσι τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Οὐκ ἂν γοῦν εὔξαιτό τις λαβεῖν παρὰ τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων, ἢ παρά τινος τῶν ἄλλων κτισμάτων, οὐδ᾽ ἂν εἴποι τις, Δῴη σοι ὁ Θεὸς καὶ ὁ ἄγγελος, ἀλλὰ παρὰ Πατρὸς καὶ τοῦ Υἱοῦ διὰ τὴν ἑνότητα καὶ τὴν ἑνοειδῆ δόσιν. Διὰ γὰρ τοῦ Υἱοῦ δίδοται τὰ διδόμενα· οὐδὲν δέ ἐστιν, ὃ μὴ δι᾽ Υἱοῦ ἐνεργεῖ ὁ Πατήρ· οὕτω γὰρ καὶ ὁ λαβὼν ἀσφαλῆ τὴν χάριν ἔχει. Εἰ δὲ ὁ πατριάρχης Ἰακὼβ, εὐλογῶν τοὺς ἐγγόνους Ἐφραῒμ καὶ Μανασσῆ ἔλεγεν· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα· οὐ τῶν κτισθέντων καὶ τὴν φύσιν ἀγγέλων ὄντων ἕνα συνῆπτε τῷ κτίσαντι αὐτοὺς Θεῷ· οὐδὲ ἀφεὶς τὸν τρέφοντα αὐτὸν Θεὸν, παρ᾽ ἀγγέλου τὴν εὐλογίαν ᾔτει τοῖς ἐγγόνοις, ἀλλ᾽ εἰρηκὼς, Ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, ἔδειξε μὴ τῶν κτισθέντων τινὰ ἀγγέλων, ἀλλὰ τὸν Λόγον εἶναι τοῦ Θεοῦ, ὃν τῷ Πατρὶ συνάπτων ηὔχετο, δι᾽ οὗ καὶ οὓς ἐὰν θέλῃ, ῥύεται ὁ Θεός.

Τοῦτον γὰρ καὶ μεγάλης βουλῆς Ἄγγελον τοῦ Πατρὸς εἰδὼς καλούμενον, οὐκ ἄλλον ἢ αὐτὸν εἶναι τὸν εὐλογοῦντα, καὶ ῥυόμενον ἐκ τῶν κακῶν ἔλεγεν. Οὐ γὰρ αὐτὸς μὲν παρὰ Θεοῦ ἠξίου εὐλογεῖσθαι, τοὺς δὲ ἐκγόνους ἤθελε παρ᾽ ἀγγέλου· ἀλλ᾽ ὃν αὐτὸς παρεκάλει λέγων, Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς (Θεὸς δὲ ἦν οὗτος, ὡς αὐτός φησιν· Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον), τοῦτον εὐλογῆσαι καὶ τοὺς υἱοὺς τοῦ Ἰωσὴφ ηὔχετο. Ἀγγέλου μὲν οὖν ἴδιον τὸ διακονεῖν τῇ τοῦ Θεοῦ προστάξει· πολλάκις δὲ καὶ προπορεύεται ἐκβάλλειν τὸν Ἀμοῤῥαῖον, καὶ πέμπεται φυλάξαι τὸν λαὸν ἐν τῇ ὁδῷ· ἀλλὰ καὶ ταῦτα οὐκ ἔστιν αὐτοῦ, τοῦ δὲ προστάξαντος καὶ ἀποστείλαντος αὐτὸν Θεοῦ, οὗ καὶ τὸ ῥύεσθαι ἔστιν, οὓς ἂν αὐτὸς θελήσῃ ῥύεσθαι· διὰ τοῦτο οὐκ ἄλλος ἢ αὐτὸς Κύριος ὁ Θεὸς ὁ ὀφθεὶς εἶπεν αὐτῷ· Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς· καὶ οὐκ ἄλλος, ἀλλὰ πάλιν ὁ Θεὸς ὁ ὀφθεὶς ἐπέσχε τοῦ Λάβαν τὴν ἐπιβουλὴν, κελεύσας αὐτῷ μὴ λαλῆσαι πονηρὰ τῷ Ἰακώβ· καὶ αὐτὸς δὲ οὐκ ἄλλον ἢ τὸν Θεὸν παρεκάλει λέγων· Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἠσαῦ, ὅτι φοβοῦμαι αὐτόν· καὶ γὰρ καὶ ταῖς γυναιξὶν ὁμιλῶν ἔλεγεν, ὅτι Οὐκ ἔδωκεν ὁ Θεὸς τῷ Λάβαν κακοποιῆσαί με.

Διὰ τοῦτο καὶ ὁ Δαβὶδ οὐκ ἄλλον ἢ αὐτὸν τὸν Θεὸν παρεκάλει περὶ τοῦ ῥυσθῆναι· Πρὸς σὲ, Κύριε, ἐν τῷ θλίβεσθαί με, ἐκέκραξα, καὶ ἐπήκουσάς μου· Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας· τούτῳ καὶ τὴν χάριν ἀνατιθεὶς ἐλάλησε καὶ τοὺς λόγους τῆς ᾠδῆς ἐν τῷ ἑπτακαιδεκάτῳ ψαλμῷ, ἐν ᾗ ἡμέρᾳ ἐῤῥύσατο αὐτὸν ὁ Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπεν· Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου καὶ καταφυγή μου, καὶ ῥύστης μου.

Ὁ δὲ Παῦλος, πολλοὺς διωγμοὺς ὑπομείνας, οὐκ ἄλλῳ ἢ τῷ Θεῷ ηὐχαρίστει λέγων· Ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος, καὶ ῥύσεται, εἰς ὃν ἠλπίκαμεν· καὶ οὐκ ἄλλος δὲ ἢ ὁ Θεὸς ηὐλόγησε τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ· καὶ ὁ Ἰσαὰκ δὲ ἐπευχόμενος τῷ Ἰακὼβ, ἔλεγεν· Ὁ Θεός μου εὐλογήσαι σε, καὶ αὐξήσαι σε καὶ πληθυνεῖ σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν, καὶ δῴη σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός μου. Εἰ δὲ οὐκ ἄλλου τινός ἐστι τὸ εὐλογεῖν καὶ τὸ ῥύεσθαι, ἢ τοῦ Θεοῦ, καὶ οὐκ ἄλλος τις ἦν ὁ ῥυόμενος τὸν Ἰακὼβ ἢ αὐτὸς ὁ Κύριος, τὸν δὲ ῥυόμενον αὐτὸν ὁ πατριάρχης ἐπεκαλεῖτο ἐπὶ τοὺς ἐκγόνους· δῆλόν ἐστιν, ὡς οὐκ ἄλλον ἐν τῇ εὐχῇ συνῆπτε τῷ Θεῷ ἢ τὸν τούτου Λόγον, ὃν διὰ τοῦτο καὶ ἄγγελον ἐκάλεσεν, ὅτι μόνος οὗτός ἐστιν ὁ ἀποκαλύπτων τὸν Πατέρα. Ὅπερ καὶ ὁ Ἀπόστολος ἐποίει λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· οὕτω γὰρ καὶ ἀσφαλὴς ἦν ἡ εὐλογία διὰ τὸ ἀδιαίρετον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ ὅτι μία καὶ ἡ αὐτή ἐστιν ἡ διδομένη χάρις. Κἂν γὰρ ὁ Πατὴρ δῴη, διὰ τοῦ Υἱοῦ ἐστι τὸ διδόμενον· κἂν ὁ Υἱὸς λέγηται χαρίζεσθαι, ὁ Πατήρ ἐστιν ὁ διὰ τοῦ Υἱοῦ καὶ ἐν τῷ Υἱῷ παρέχων· Εὐχαριστῶ γὰρ, φησὶν ὁ Ἀπόστολος γράφων Κορινθίοις, τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ.

Τοῦτο δὲ καὶ ἐπὶ φωτὸς καὶ ἀπαυγάσματος ἄν τις ἴδοι· καὶ γὰρ ὅπερ φωτίζει τὸ φῶς, τοῦτο τὸ ἀπαύγασμα καταυγάζει· ὅπερ δὲ καταυγάζει τὸ ἀπαύγασμα, ἐκ τοῦ φωτός ἐστιν ὁ φωτισμός. Οὕτω καὶ βλεπομένου τοῦ Υἱοῦ, βλέπεται ὁ Πατήρ· τοῦ γὰρ Πατρός ἐστι τὸ ἀπαύγασμα· καὶ οὕτως ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν εἰσι.

Τοῦτο δὲ ἐπὶ τῶν γενητῶν καὶ κτισμάτων οὐκ ἄν τις εἴποι. Οὔτε γὰρ, ἐργαζομένου τοῦ Πατρὸς, ἐργάζεταί τις αὐτὰ τῶν ἀγγέλων, ἢ ἄλλος τις τῶν κτισμάτων· οὐδὲν γὰρ τούτων ποιητικὸν αἴτιόν ἐστιν, ἀλλὰ τῶν γινομένων εἰσίν· ἄλλως τε καὶ κεχωρισμένοι, καὶ διεστηκότες τοῦ μόνου, καὶ ἄλλο τὴν φύσιν ὄντες, καὶ ἔργα τυγχάνοντες, οὔτε ἅπερ ἐργάζεται ὁ Θεὸς, δύνανται ἐργάζεσθαι, οὔτε, καθὰ προεῖπον, χαριζομένου τοῦ Θεοῦ, συγχαρίζεσθαι· οὔτε βλεπομένου ἀγγέλου, εἴποι ἄν τις ἑωρακέναι τὸν Πατέρα. Ἄγγελοι μὲν γὰρ, ὡς γέγραπται, λειτουργικὰ πνεύματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενοι, καὶ τὰς παρ᾽ αὐτοῦ διὰ τοῦ Λόγου δωρεὰς διδομένας ἀπαγγέλλοντές εἰσι τοῖς λαμβάνουσι. Καὶ αὐτὸς δὲ ὁ ἄγγελος, ὁρώμενος, ὁμολογεῖ ἀπεστάλθαι παρὰ τοῦ Δεσπότου, ὡς ἐπὶ Ζαχαρίου ὁ Γαβριὴλ, καὶ ἐπὶ τῆς Θεοτόκου Μαρίας ὁ αὐτὸς ὡμολόγησε. Καὶ ὁ βλέπων δὲ ἀγγέλων ὀπτασίαν οἶδεν, ὅτι τὸν ἄγγελον εἶδε, καὶ οὐ τὸν Θεόν. Εἶδε γὰρ Ζαχαρίας ἄγγελον· εἶδε καὶ Ἡσαΐας τὸν Κύριον· εἶδε Μανωὲ ὁ πατὴρ τοῦ Σαμψὼμ ἄγγελον· ἐθεώρησε δὲ καὶ Μωϋσῆς τὸν Θεόν· εἶδε Γεδεὼν ἄγγελον· ὤφθη δὲ καὶ τῷ Ἀβραὰμ ὁ Θεός· καὶ οὔτε ὁ τὸν Θεὸν ὁρῶν, ἄγγελον ἔβλεπεν, οὔτε ὁ τὸν ἄγγελον ὁρῶν ἐνόμιζε τὸν Θεὸν ὁρᾷν· πολὺ γὰρ, μᾶλλον δὲ τὸ ὅλον διέστηκε τῇ φύσει τὰ γενητὰ πρὸς τὸν κτίσαντα Θεόν.

Εἰ δὲ καί ποτε ὀφθέντος ἀγγέλου, ὁ ὁρῶν φωνῆς ἤκουε Θεοῦ, ὡς ἐπὶ τῆς βάτου γέγονεν· Ὤφθη γὰρ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου· καὶ ἐκάλεσε Κύριος Μωϋσῆν ἐκ τῆς βάτου λέγων· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἀλλ᾽ οὐκ ἦν ὁ ἄγγελος, ὁ Θεὸς Ἀβραὰμ, ἐν δὲ ἀγγέλῳ λαλῶν ἦν ὁ Θεός.

Καὶ ὁ μὲν φαινόμενος ἦν ἄγγελος· ὁ δὲ Θεὸς ἐν αὐτῷ ἐλάλει. Ὡς γὰρ ἐν στύλῳ νεφέλης ἐλάλει τῷ Μωϋσῇ ἐν τῇ σκηνῇ, οὕτω καὶ ἐν ἀγγέλοις φαίνεται λαλῶν ὁ Θεός· οὕτω καὶ τῷ τοῦ Ναυῆ δι᾽ ἀγγέλου ἐλάλει. Ἃ δὲ λαλεῖ ὁ Θεὸς, πρόδηλον, ὅτι διὰ τοῦ Λόγου λαλεῖ, καὶ οὐ δι᾽ ἄλλου. Ὁ δὲ Λόγος οὐ κεχωρισμένος τοῦ Πατρὸς, οὐδὲ ἀνόμοιος καὶ ξένος τῆς οὐσίας τοῦ Πατρὸς τυγχάνων, ἃ ἐργάζεται, ταῦτα τοῦ Πατρός ἐστιν ἔργα, καὶ μίαν ποιεῖ τὴν δημιουργίαν· καὶ ἃ δίδωσιν ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός ἐστιν ἡ δόσις. Καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν, οἶδεν, ὅτι, τοῦτον ἑωρακὼς, οὐκ ἄγγελον, οὐδὲ μείζονά τινα τῶν ἀγγέλων, οὐδὲ ὅλως τινὰ τῶν κτισμάτων, ἀλλ᾽ αὐτὸν ἑώρακε τὸν Πατέρα· καὶ ὁ τοῦ Λόγου ἀκούων, οἶδεν, ὅτι τοῦ Πατρὸς ἀκούει· ὥσπερ καὶ ὁ τῷ ἀπαυγάσματι καταυγαζόμενος οἶδεν, ὅτι καὶ ὑπὸ ἡλίου φωτίζεται.

Οὕτω γὰρ ἡμᾶς βουλομένη νοεῖν ἡ θεία Γραφὴ, τοιαῦτα τὰ παραδείγματα δέδωκεν, ὡς καὶ ἐν τοῖς προτέροις εἰρήκαμεν, ἐξ ὧν καὶ τοὺς προδότας Ἰουδαίους δυσωπεῖν δυνάμεθα, καὶ τὴν Ἑλλήνων διαλύειν κατηγορίαν, φασκόντων καὶ νομιζόντων διὰ τὴν Τριάδα λέγειν καὶ ἡμᾶς πολλοὺς θεούς. Οὐδὲ γὰρ, ὥσπερ καὶ τὸ παράδειγμα δείκνυσι, τρεῖς ἀρχὰς ἢ τρεῖς πατέρας εἰσάγομεν, ὡς οἱ περὶ Μαρκίωνα καὶ Μανιχαῖον· ἐπεὶ μηδὲ τριῶν ἡλίων ὑπεθέμεθα τὴν εἰκόνα, ἀλλὰ ἥλιον καὶ ἀπαύγασμα, καὶ ἓν τὸ ἐξ ἡλίου ἐν τῷ ἀπαυγάσματι φῶς· οὕτω μίαν ἀρχὴν οἴδαμεν· τόν τε δημιουργὸν Λόγον φάσκομεν οὐχ ἕτερόν τινα τρόπον ἔχειν θεότητος ἢ τὴν τοῦ μόνου Θεοῦ, διὰ τὸ ἐξ αὐτοῦ πεφυκέναι. Μᾶλλον μὲν οὖν οἱ Ἀρειομανῖται δικαίως ἂν σχοῖεν τὸ ἔγκλημα τῆς πολυθεότητος ἢ καὶ ἀθεότητος, ὅτι ἔξωθεν τὸν Υἱὸν κτίσμα, καὶ πάλιν τὸ Πνεῦμα ἐκ τοῦ μὴ ὄντος βαττολογοῦσιν. Ἢ γὰρ οὐκ εἶναι Θεὸν τὸν Λόγον φήσουσιν· ἢ λέγοντες Θεὸν μὲν διὰ τὸ γεγραμμένον, μὴ ἴδιον δὲ τῆς οὐσίας τοῦ Πατρὸς, πολλοὺς ἂν εἰσάγοιεν διὰ τὸ ἑτεροειδὲς αὐτῶν· εἰ μὴ ἄρα κατὰ μετοχὴν, ὥσπερ καὶ τὰ πάντα, Θεὸν λέγεσθαι καὶ αὐτὸν λέγειν τολμήσουσιν. Ἀλλὰ καὶ τοῦτο νομίζοντες ὁμοίως ἀσεβοῦσιν, ἕνα τῶν πάντων λέγοντες εἶναι τὸν Λόγον. Ἡμῶν δὲ τοῦτο μηδὲ εἰς τὸν νοῦν ποτε εἰσέλθοι!

Ἓν γὰρ εἶδος θεότητος, ὅπερ ἐστὶ καὶ ἐν τῷ Λόγῳ· καὶ εἷς Θεὸς ὁ Πατὴρ, ἐφ᾽ ἑαυτῷ ὢν κατὰ τὸ ἐπὶ πάντων εἶναι· καὶ ἐν τῷ Υἱῷ δὲ φαινόμενος κατὰ τὸ διὰ πάντων διήκειν, καὶ ἐν τῷ Πνεύματι δὲ κατὰ τὸ ἐν ἅπασι διὰ τοῦ Λόγου ἐν αὐτῷ ἐνεργεῖν. Οὕτω γὰρ καὶ ἕνα διὰ τῆς Τριάδος ὁμολογοῦμεν εἶναι τὸν Θεὸν, καὶ πολὺ μᾶλλον εὐσεβέστερον λέγομεν τῆς πολυειδοῦς καὶ πολυμεροῦς τῶν αἱρετικῶν θεότητος, ὅτι τὴν μίαν ἐν τριάδι θεότητα φρονοῦμεν.

Εἰ γὰρ μὴ οὕτως ἔχει, ἀλλ᾽ ἐξ οὐκ ὄντων ἐστὶ κτίσμα καὶ ποίημα ὁ Λόγος· ἢ οὐκ ἔστι Θεὸς ἀληθινὸς, διὰ τὸ εἶναι αὐτὸν ἕνα τῶν κτισμάτων· ἢ εἰ Θεὸν αὐτὸν ὀνομάζουσιν ἐντρεπόμενοι παρὰ τῶν Γραφῶν, ἀνάγκη λέγειν αὐτοὺς δύο θεοὺς, ἕνα μὲν κτίστην, τὸν δὲ ἕτερον κτιστόν· καὶ δύο κυρίοις λατρεύειν, ἑνὶ μὲν ἀγενήτῳ, τῷ δὲ ἑτέρῳ γενητῷ καὶ κτίσματι· δύο τε πίστεις ἔχειν, μίαν μὲν εἰς τὸν ἀληθινὸν Θεὸν, ἑτέραν δὲ εἰς τὸν ποιηθέντα καὶ πλασθέντα παρ᾽ αὐτῶν καὶ λεχθέντα Θεόν. Ἀνάγκη δὲ αὐτοὺς, οὕτω τυφλωθέντας, ὅτε μὲν προσκυνοῦσι τῷ ἀγενήτῳ, κατανωτίζεσθαι τὸν γενητὸν, ὅτε δὲ προσέρχονται τῷ κτίσματι, ἀποστρέφεσθαι τὸν κτίστην. Οὐ γὰρ ἔστιν ἰδεῖν τοῦτον ἐν ἐκείνῳ, διὰ τὸ ξένας καὶ διαφόρους αὐτῶν εἶναι τάς τε φύσεις καὶ τὰς ἐνεργείας. Οὕτω δὲ φρονοῦντες, πάντως καὶ πλείονας συνάψουσι θεούς· τοῦτο γὰρ τῶν ἐκπεσόντων ἀπὸ τοῦ ἑνὸς Θεοῦ τὸ ἐπιχείρημα. Διὰ τί οὖν οἱ Ἀρειανοὶ, τοιαῦτα λογιζόμενοι καὶ νοοῦντες, οὐ συναριθμοῦσιν ἑαυτοὺς μετὰ τῶν Ἑλλήνων; καὶ γὰρ κἀκεῖνοι, ὥσπερ καὶ οὗτοι, τῇ κτίσει λατρεύουσι παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν. Ἀλλὰ τὸ μὲν ὄνομα τὸ Ἑλληνικὸν φεύγουσι διὰ τὴν τῶν ἀνοήτων ἀπάτην, τὴν δὲ ὁμοίαν ἐκείνοις διάνοιαν ὑποκρίνονται.

Καὶ γὰρ καὶ τὸ σοφὸν αὐτῶν, ὥσπερ εἰώθασι λέγειν, Οὐ λέγομεν δύω ἀγένητα, φαίνονται πρὸς ἀπάτην τῶν ἀκεραίων λέγοντες· φάσκοντες γὰρ, Οὐ λέγομεν δύο ἀγένητα, λέγουσι δύο θεοὺς, καὶ τούτους διαφόρους ἔχοντας τὰς φύσεις, τὸν μὲν γενητὴν, τὸν δὲ ἀγένητον. Εἰ δὲ οἱ μὲν Ἕλληνες ἑνὶ ἀγενήτῳ καὶ πολλοῖς γενητοῖς λατρεύουσιν, οὗτοι δὲ ἑνὶ ἀγενήτῳ καὶ ἑνὶ γενητῷ· οὐδ᾽ οὕτω διαφέρουσιν Ἑλλήνων.

Ὅ τε γὰρ παρ᾽ αὐτῶν λεγόμενος γενητὸς εἷς ἐκ πολλῶν ἐστι· καὶ οἱ πολλοὶ δὲ πάλιν τῶν Ἑλλήνων τὴν αὐτὴν τῷ ἑνὶ τούτῳ φύσιν ἔχουσι· καὶ οὗτος γὰρ κἀκεῖνοι κτίσματά εἰσιν. Ἄθλιοι, καὶ πλεῖον ὅσον ἐβλάβησαν κατὰ Χριστοῦ φρονήσαντες.

Ἐξέπεσαν γὰρ τῆς ἀληθείας, καὶ τὴν μὲν Ἰουδαίων προδοσίαν ὑπερέβησαν ἀρνούμενοι τὸν Χριστὸν, τοῖς δὲ Ἕλλησι συγκυλίονται, κτίσματι καὶ διαφόροις θεοῖς λατρεύοντες οἱ θεοστυγεῖς. Εἷς γὰρ Θεός ἐστι, καὶ οὐ πολλοὶ, καὶ εἷς ὁ τούτου Λόγος, καὶ οὐ πολλοί· Θεὸς γάρ ἐστιν ὁ Λόγος, καὶ μόνος αὐτὸς ἔχει τὸ πατρικὸν εἶδος· ὥσπερ ὢν αὐτὸς ὁ Σωτὴρ, ἐδυσώπει τοὺς Ἰουδαίους λέγων· Ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ· οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε· καὶ τὸν Λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα· ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Τὸν δὲ Λόγον συνῆψε τῷ εἴδει καλῶς, ἵνα δείξῃ, ὅτι ὁ τοῦ Θεοῦ Λόγος, αὐτὸς καὶ εἰκὼν καὶ χαρακτὴρ καὶ εἶδός ἐστι τοῦ Πατρὸς ἑαυτοῦ· καὶ ὅτι οἱ τὸν λαλοῦντα μὴ δεξάμενοι Ἰουδαῖοι οὐκ ἐδέξαντο τὸν Λόγον, ὅσπερ ἐστὶ τὸ εἶδος τοῦ Θεοῦ.

Τοῦτο καὶ ὁ πατριάρχης Ἰακὼβ ἑωρακὼς ηὐλογήθη, καὶ ἀντὶ Ἰακὼβ Ἰσραὴλ ἐκλήθη παρ᾽ αὐτοῦ, ὡς ἡ θεία Γραφὴ μαρτυρεῖ λέγουσα· Ἀνέτειλε δὲ ὁ ἥλιος αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Τοῦτο δὲ ἦν ὁ λέγων· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· κἀγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· οὕτω γὰρ εἷς ἐστιν ὁ Θεὸς, καὶ μία ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις. Καὶ γὰρ τοῦ Λόγου ὄντος Θεοῦ, πάλιν Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι. Τοῦ γὰρ ἑνὸς ἴδιος καὶ ἀδιαίρετός ἐστιν ὁ Υἱὸς κατὰ τὴν ἰδιότητα καὶ οἰκειότητα τῆς οὐσίας.