Ἐὰν τοίνυν καὶ μόνος ἀληθινὸς Θεὸς ὁ Πατὴρ λέγηται, οὐκ εἰς ἀθέτησιν τοῦ λέγοντος, Ἐγώ εἰμι ἡ ἀλήθεια, εἴρηται, ἀλλ᾽ εἰς ἀναίρεσιν πάλιν τῶν μὴ πεφυκότων εἶναι ἀληθινῶν, οἷός ἐστιν ὁ Πατὴρ καὶ ὁ τούτου Λόγος. Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος εὐθὺς συνῆψε, Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Εἰ δὲ κτίσμα ἦν, οὐκ ἂν συνῆψε, καὶ συνηρίθμησεν ἑαυτὸν τῷ κτίσαντι αὐτόν. Ποία γὰρ κοινωνία τῷ ἀληθινῷ καὶ τῷ μὴ ἀληθινῷ; Νῦν δὲ, συνάψας ἑαυτὸν τῷ Πατρὶ, ἔδειξεν, ὅτι τῆς φύσεως τοῦ Πατρός ἐστι, καὶ ἔδωκεν ἡμῖν γινώσκειν, ὅτι τοῦ ἀληθινοῦ Πατρὸς ἀληθινόν ἐστι γέννημα. Τοῦτο καὶ Ἰωάννης μαθὼν ἐδίδαξε γράφων ἐν τῇ Ἐπιστολῇ· Καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος. Καὶ τοῦ μὲν προφήτου περὶ τῆς κτίσεως λέγοντος, Ὁ τανύσας τὸν οὐρανὸν μόνος· τοῦ δὲ Θεοῦ, Ἐγὼ μόνος τὸν οὐρανὸν ἐξέτεινα· παντὶ δῆλον γέγονεν, ὅτι ἐν τῷ μόνῳ καὶ ὁ τοῦ μόνου σημαίνεται Λόγος, ἐν ᾧ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Οὐκοῦν εἰ διὰ τοῦ Λόγου γέγονε, φησὶ δὲ, Ἐγὼ μόνος, νοεῖται δὲ σὺν τῷ μόνῳ καὶ ὁ Υἱὸς, δι᾽ οὗ γέγονεν ὁ οὐρανός· οὕτως ἄρα καὶ ἐὰν λέγηται, Εἷς Θεὸς, καὶ, Ἐγὼ μόνος, καὶ, Ἐγὼ πρῶτος, ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ συνὼν νοεῖται ὁ Λόγος, ὥσπερ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα.