Ἀλλ᾽ οὐδ᾽ οὕτως ἐντραπέντες οἱ Ἀρειανοί φασιν· «Οὐχ ὡς ὑμεῖς λέγετε, ἀλλ᾽ ὡς ἡμεῖς θέλομεν· ἀνατρεπόντων γὰρ ὑμῶν τὰς προτέρας ὑμῶν ἐπινοίας, ἐφεύρομεν καινοτέραν καὶ λέγομεν· Οὕτως ἐστὶν ὁ Υἱὸς καὶ ὁ Πατὴρ ἓν, καὶ οὕτως ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ὡς ἂν καὶ ἡμεῖς ἐν αὐτῷ γενοίμεθα· τοῦτο γὰρ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ γέγραπται, ὅπερ περὶ ἡμῶν ὁ Χριστὸς ἠξίου λέγων· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς· καὶ πάλιν μετ᾽ ὀλίγα· Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας· κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν, ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι τετελειωμένοι εἰς ἓν, καὶ ἵνα γινώσκῃ ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας.» Εἶτα ὥσπερ εὑρόντες πρόφασιν, ἐπιλέγουσιν οἱ δόλιοι ταῦτα· «Εἰ ὥσπερ ἡμεῖς ἐν τῷ Πατρὶ γινόμεθα ἓν, οὕτω καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἕν ἐστι, καὶ οὕτως ἐν τῷ Πατρί ἐστι καὶ αὐτός· πῶς ὑμεῖς ἐκ τοῦ λέγειν αὐτὸν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἴδιον καὶ ὅμοιον τῆς τοῦ Πατρὸς οὐσίας αὐτὸν φάσκετε;