Ἀλλ᾽ ἐκεῖνοι μὲν, οὕτως εἰς τὸ Πνεῦμα βλασφημοῦντες, προσδοκάτωσαν μὴ λαμβάνειν ποτὲ τῆς ἀσεβείας ταύτης ἄφεσιν, ὡς ὁ Κύριος εἴρηκεν· οἱ δὲ φιλόχριστοι καὶ χριστοφόροι γινώσκομεν, ὡς οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλεγεν, Οὐκ οἶδα· οἶδε γάρ· ἀλλὰ τὸ ἀνθρώπινον δεικνὺς, ὅτι τῶν ἀνθρώπων ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καὶ ὅτι σάρκα ἀγνοοῦσαν ἐνεδύσατο, ἐν ᾗ ὢν, σαρκικῶς ἔλεγεν· Οὐκ οἶδα. Τότε γοῦν εἰρηκὼς, ὅτι Οὐδὲ ὁ Υἱὸς οἶδε, καὶ τῶν κατὰ Νῶε ἀνθρώπων τὴν ἄγνοιαν παραθεὶς, εὐθὺς ἐπήγαγε· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς, ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται· καὶ πάλιν, ᾖ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· δι᾽ ὑμᾶς γὰρ κἀγὼ γενόμενος ὡς ὑμεῖς, εἶπον· Οὐδὲ ὁ Υἱός. Ἔδει δὲ, εἴπερ ἦν ἀγνοῶν θεϊκῶς, εἰπεῖν· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἶδα· καὶ, ᾗ οὐ δοκῶ ὥρᾳ· νῦν δὲ, τοῦτο μὲν οὐκ εἶπεν· εἰρηκὼς δὲ, ὅτι οὐκ οἴδατε ὑμεῖς, καὶ, ᾗ οὐ δοκεῖτε, ἔδειξεν, ὅτι τῶν ἀνθρώπων ἐστὶ τὸ ἀγνοεῖν· δι᾽ οὓς καὶ αὐτὸς, τὴν ὁμοίαν αὐτῶν ἔχων σάρκα, καὶ ἄνθρωπος γενόμενος, ἔλεγεν, οὐδὲ ὁ Υἱὸς οἶδεν· οὐκ οἶδε γὰρ σαρκὶ, καίπερ ὡς Λόγος γινώσκων. Καὶ τὸ κατὰ Νῶε δὲ παράδειγμα πάλιν ἐλέγχει τὴν ἀναίδειαν τῶν χριστομάχων· καὶ γὰρ κἀκεῖ οὐκ εἶπεν· Οὐκ ἔγνων, ἀλλ᾽, Οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμός.