Ἔδει δὲ ἀκούοντας μὲν αὐτοὺς, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, μίαν ὁρᾷν τὴν θεότητα καὶ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρός· ἀκούοντας δὲ τὸ, ἔκλαυσε, καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώματος ἵδια λέγειν, μάλιστα ὅτι ἐν ἑκατέρῳ τούτων ἔχουσι τὴν ἀφορμὴν εὔλογον, ὅτι τὰ μὲν ὡς περὶ Θεοῦ γέγραπται, τὰ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται. Οὐδὲ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἂν ἐγεγόνει, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν· θνητὴ γὰρ ἦν ἡ ἁγία Μαρία, ἐξ ἧς ἦν καὶ τὸ σῶμα. Διὸ καὶ ἀνάγκη ἐν πάσχοντι σώματι, καὶ κλαίοντι, καὶ κάμνοντι γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. Εἴ τε τοίνυν ἔκλαυσε, καὶ ἐταράχθη, οὐκ ἦν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ὁ κλαίων καὶ ταρασσόμενος, ἀλλὰ τῆς σαρκὸς ἴδιον ἦν τοῦτο· εἰ δὲ καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον, οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος, καὶ τὸ λέγειν· Ἵνα τί με ἐγκατέλιπες; ὡς αὐτοῦ μέντοι πάλιν, κατὰ τὰ ἐν τοῖς ἔμπροσθεν εἰρημένα, καίτοι μηδὲν πάσχοντος, ἀπαθὴς γὰρ ἦν ὁ Λόγος, εἰρήκασιν ὅμως οἱ εὐαγγελισταὶ ταῦτα· ἐπεὶ καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος, καὶ ὡς παρὰ ἀνθρώπου γίνεται καὶ λέγεται ταῦτα, ἵνα καὶ, ταῦτα τὰ παθήματα τῆς σαρκὸς κουφίσας αὐτὸς, ἐλευθέραν αὐτῶν ταύτην κατασκευάσῃ.