Τοῦτο δὲ εἰ μέν τις τῶν ὀρθῶς πιστευόντων ἁπλούστερον ἔλεγεν, οὐδὲν ἦν ὑποπτεῦσαι περὶ τοῦ λεγομένου, νικώσης τῆς ὀρθοδόξου διανοίας τὴν ἁπλουστέραν τῶν ῥημάτων προφοράν· ἐπειδὴ δὲ παρ᾽ αἱρετικῶν ἐστιν ἡ φωνὴ, ὕποπτα δὲ τῶν αἱρετικῶν τὰ ῥήματα, καὶ, ὡς γέγραπται, Κυβερνῶσι δὲ ἀσεβεῖς δόλους, καὶ, Οἱ λόγοι αὐτῶν εἰσι δόλιοι, κἂν μόνον νεύσωσι, διεφθαρμένην γὰρ ἔχουσι τὴν καρδίαν· φέρε, καὶ τοῦτο τὸ λεγόμενον ἐξετάσωμεν, μήπως, ἐπὶ πᾶσιν ἐλεγχθέντες, λοιπὸν, ὡς ὕδραι, καινότερον ἐπενόησαν λεξείδιον, ἵνα διὰ τῆς τοιαύτης κομψολογίας καὶ πιθανῆς ὑφαρπαγῆς τὴν ἑαυτῶν ἀσέβειαν πάλιν ἄλλως ἐπισπείρωσι. Ταὐτὸν γὰρ σημαίνει ὁ λέγων, Βουλήσει γέγονεν ὁ Υἱὸς, καὶ ὁ λέγων, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ, Ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς, καὶ κτίσμα ἐστίν. Ἀλλ᾽ ἐπεὶ ταῦτα λέγοντες ᾐσχύνθησαν, ἑτέρως αὐτὰ πάλιν σημαίνειν ἐπεχείρησαν οἱ δόλιοι, βούλησιν προβαλλόμενοι, ὡς τὸ μέλαν αἱ σηπίαι, ἵν᾽ ἐν τούτῳ τοὺς μὲν ἀκεραίους σκοτίζωσιν, αὐτοὶ δὲ τῆς ἰδίας αἱρέσεως μὴ ἐπιλάθωνται. Πόθεν γὰρ τὸ βουλήσει καὶ θελήσει, ἢ ἐκ ποίας Γραφῆς τὰ τοιαῦτα πάλιν προφέρουσιν, εἰπάτωσαν οἱ τοῖς ῥήμασιν ὕποπτοι, καὶ τῆς ἀσεβείας ἐφευρεταί.