Ταῦτα τοὺς μὲν πιστοὺς εὐφραίνει, τοὺς δὲ αἱρετικοὺς λυπεῖ βλέποντας ἀναιρουμένην αὐτῶν τὴν αἵρεσιν· καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ ἐρώτησις ἐν τῷ λέγειν, ἓν τὸ ἀγέννητον, ἢ δύο; οὐκ ὀρθὴν αὐτῶν δείκνυσι τὴν διάνοιαν, ἀλλ᾽ ὕποπτον καὶ δόλου μεστήν. Οὐ γὰρ ἐπὶ τιμῇ τοῦ Πατρὸς οὕτως ἐρωτῶσιν, ἀλλ᾽ ἐπὶ ἀτιμίᾳ τοῦ Λόγου. Ἂν γοῦν τις, ἀγνοῶν τὴν πανουργίαν αὐτῶν, ἀποκρίνηται, ἓν τὸ ἀγένητον, εὐθὺς τὸν ἑαυτῶν ἰὸν ἐξεμοῦσι λέγοντες· Οὐκοῦν ὁ Υἱὸς τῶν γενητῶν ἐστι, καὶ καλῶς εἰρήκαμεν, Οὐκ ἦν, πρὶν γεννηθῇ. Πάντα γὰρ φυρῶσι καὶ κυκῶσιν, ἵνα μόνον διαστήσωσι τὸν Λόγον ἀπὸ τοῦ Πατρὸς καὶ τὸν δημιουργὸν τῶν ὅλων τοῖς ποιήμασι συναριθμήσωσι. Πρῶτον μὲν οὖν καὶ κατὰ τοῦτο καταγνώσεώς εἰσιν ἄξιοι, ὅτι μεμφόμενοι τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπισκόποις ὡς ἀγράφοις χρησαμένοις λέξεσι, καίτοι μὴ δυσφήμοις, ἀλλ᾽ ἐπ᾽ ἀναιρέσει τῆς ἀσεβείας αὐτῶν κειμέναις, ηὐτομόλησαν εἰς τὴν αὐτὴν αἰτίαν αὐτοὶ ἐξ ἀγράφων φθεγγόμενοι, καὶ ἐπινοοῦντες λοιδορίας κατὰ τοῦ Κυρίου, μὴ γινώσκοντες, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Ἐρωτησάτωσαν γοῦν Ἕλληνας, παρ᾽ ὧν ἤκουσαν· οὐ γὰρ τῶν Γραφῶν, ἀλλ᾽ ἐκείνων ἐστὶν εὕρεμα· ἵνα ἀκούσαντες πόσα σημαινόμενα ἡ λέξις ἔχει, μάθωσιν, ὅτι οὐδὲ, περὶ ὧν λέγουσιν, ἐπίστανται καλῶς ἐρωτᾷν.