Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος αʹ

Μέγας Αθανάσιος

Ο κανόνας της ερμηνευτικής και η σημασία της ενανθρωπήσεως στις Γραφές

Καθορίζονται οι βασικές αρχές της ορθόδοξης ερμηνείας των Γραφών, με έμφαση στον χρόνο και το πρόσωπο της οικονομίας. Αναλύεται η προς Εβραίους επιστολή και τα περί του «έγινε» χωρία, ώστε να καταδειχθεί η απόλυτη ανωτερότητα του Υιού έναντι των κτισμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 7

ἐκπεσόντες γὰρ τῶν ἀπὸ καρδίας αὐτῶν ἐννοιῶν, μᾶλλον δὲ παρανοιῶν, ἐπὶ ῥητὰ πάλιν τῶν θείων γραφῶν καταφεύγουσιν, εἰς ἃ καὶ αὐτὰ συνήθως ἀναισθητοῦντες οὐχ ὁρῶσι τὸν ἐν τούτοις νοῦν, ἀλλ’ ὡς κανόνα τινὰ τὴν ἰδίαν ἀσέβειαν θέμενοι πρὸς τοῦτον πάντα τὰ θεῖα λόγια διαστρέφουσιν, οἵτινες καὶ μόνον αὐτὰ φθεγγόμενοι οὐδὲν ἕτερον ἀκούειν εἰσὶν ἄξιοι ἤ· «πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ», ἂν δὲ καὶ ἐπιμένωσι, πάλιν ἐντρέπεσθαι καὶ ἀκούειν· «ἀπόδοτε τὰ τοῦ ἀνθρώπου τῷ ἀνθρώπῳ, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ».

Γεγράφθαι τοίνυν, φασίν, ἐν μὲν ταῖς Παροιμίαις· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», ἐν δὲ τῇ πρὸς Ἑβραίους ἐπιστολῇ τοῦ ἀποστόλου λέγοντος· «τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα» καὶ μετ’ ὀλίγα· «ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν», καὶ ἐν ταῖς Πράξεσι δέ· «γνωστὸν οὖν ἔστω ὑμῖν», «πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεὸς τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε». ταῦτα ἄνω καὶ κάτω προφέροντες καὶ πλανώμενοι περὶ τὴν διάνοιαν ἐνόμισαν ἐκ τούτων κτίσμα καὶ ποίημα εἶναι καὶ ἕνα τῶν γενητῶν τὸν τοῦ θεοῦ λόγον· οὕτω τε ἀπατῶσι τοὺς ἀνοήτους πρόφασιν μὲν προβαλλόμενοι τὰ ῥητά, ἀντὶ δὲ τῆς ἀληθινῆς διανοίας τὸν ἴδιον τῆς αἱρέσεως ἰὸν ἐπισπείροντες· «εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν ἠσέβουν εἰς τὸν κύριον τῆς δόξης» οὐδὲ τὰ καλῶς γραφέντα παρηρμήνευον.

εἰ μὲν οὖν ἐκ φανεροῦ λοιπὸν ἀναδεξάμενοι τὸν τοῦ Καϊάφα τρόπον, Ἰουδαΐζειν ἔκριναν, ὥστε ἀγνοεῖν τὸ γεγραμμένον, ὅτι «ὄντως ὁ θεὸς ἐπὶ γῆς κατοικήσει», μὴ ἐξεταζέτωσαν τὰς ἀποστολικὰς λέξεις· οὐ γὰρ Ἰουδαίων τοῦτο· εἰ δὲ καὶ τοῖς ἀθέοις Μανιχαίοις ἑαυτοὺς ἐγκαταμίξαντες ἀρνοῦνται τὸ «ὁ λόγος σὰρξ ἐγένετο» καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, μὴ προφερέτωσαν τὰς Παροιμίας· ἀλλότριον γὰρ καὶ τοῦτο Μανιχαίων· εἰ δὲ διὰ τὸ πρόβλημα καὶ ὅπερ ἐκ τούτου κέρδος τῆς φιλοχρηματίας ἐσχήκασι διά τε τὴν ἐν τῷ δοκεῖν φιλοδοξίαν οὐ τολμῶσιν ἀρνεῖσθαι τὸ «ὁ λόγος σὰρξ ἐγένετο», ἐπειδὴ καὶ γέγραπται, ἢ καὶ τὰ ῥητὰ τὰ περὶ τούτου γεγραμμένα διανοείσθωσαν ὀρθῶς εἰς τὴν ἐνσώματον παρουσίαν τοῦ σωτῆρος, ἢ εἰ τὴν διάνοιαν ἀρνοῦνται, ἀρνείσθωσαν ὅτι καὶ ἄνθρωπος γέγονεν ὁ κύριος. ἀπρεπὲς γὰρ ὁμολογεῖν μὲν ὅτι «ὁ λόγος σὰρξ ἐγένετο», ἐρυθριᾶν δὲ ἐπὶ τοῖς γεγραμμένοις περὶ αὐτοῦ καὶ διὰ τοῦτο τὴν τούτων διάνοιαν διαφθείρειν.

Γέγραπται μὲν γάρ· «τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων»· τοῦτο γὰρ ἐξετάσαι πρῶτον ἀναγκαῖον· δεῖ δέ, ὡς ἐπὶ πάσης τῆς θείας γραφῆς προσήκει ποιεῖν καὶ ἀναγκαῖόν ἐστιν, οὕτω καὶ ἐνταῦθα καθ’ ὃν εἶπεν ὁ ἀπόστολος καιρὸν καὶ τὸ πρόσωπον καὶ τὸ πρᾶγμα διόπερ ἔγραψε πιστῶς ἐκλαμβάνειν, ἵνα μὴ παρὰ ταῦτα ἢ καὶ παρ’ ἕτερόν τι τούτων ἀγνοῶν ὁ ἀναγινώσκων ἔξω τῆς ἀληθινῆς διανοίας γένηται. τοῦτο γὰρ καὶ ὁ φιλομαθὴς εὐνοῦχος ἐκεῖνος εἰδὼς παρεκάλει τὸν Φίλιππον λέγων· «δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;» ἐφοβεῖτο γὰρ μὴ παρὰ πρόσωπον ἐκλαβὼν τὴν ἀνάγνωσιν πλανηθῇ τῆς ὀρθῆς διανοίας. καὶ οἱ μαθηταὶ δὲ θέλοντες τὸν καιρὸν τῶν λεγομένων μαθεῖν παρεκάλουν τὸν κύριον λέγοντες· «εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας;» καὶ αὐτοὶ γὰρ ἀκούοντες παρὰ τοῦ σωτῆρος τὰ περὶ τοῦ τέλους ἤθελον μαθεῖν καὶ τὸν καιρόν, ἵνα μήτε αὐτοὶ πλανῶνται, ἀλλὰ καὶ τοὺς ἄλλους διδάσκειν δυνηθῶσι. μαθόντες γοῦν διωρθώσαντο μέλλοντας πλανᾶσθαι τοὺς ἀπὸ τῆς Θεσσαλονίκης. ὅταν μὲν οὖν τῶν τοιούτων τις ἔχῃ καλῶς τὴν γνῶσιν, ὀρθὴν ἔχει καὶ ὑγιαίνουσαν τὴν τῆς πίστεως διάνοιαν· ἐὰν δὲ παρ’ ἕτερόν τις ἐκλαμβάνῃ τι τούτων, εὐθὺς εἰς αἵρεσιν ἐκπίπτει.

παρὰ καιρὸν μὲν οὖν ἐπλανήθησαν οἱ μὲν περὶ Ὑμέναιον καὶ Ἀλέξανδρον «λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι», οἱ δὲ Γαλάται μετὰ τὸν καιρὸν ἀγαπήσαντες νῦν τὴν περιτομήν. παρὰ πρόσωπον δὲ πεπόνθασι καὶ πάσχουσι μέχρι νῦν Ἰουδαῖοι νομίζοντες περὶ ἑνὸς ἐξ αὐτῶν λέγεσθαι τὸ «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον· μεθ’ ἡμῶν ὁ θεὸς» καὶ ὅταν τὸ μὲν «προφήτην ὑμῖν ἀναστήσει» νομίζωσι περὶ ἑνὸς τῶν προφητῶν λέγεσθαι, τὸ δὲ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη» μὴ μανθάνωσι παρὰ τοῦ Φιλίππου, ἀλλ’ ὑπολαμβάνωσι περὶ τοῦ Ἡσαίου λέγεσθαι ἢ περὶ ἄλλου τινὸς τῶν γενομένων προφητῶν.

Τοιαῦτα δὴ οὖν καὶ οἱ Χριστομάχοι παθόντες εἰς μυσαρὰν αἵρεσιν ἐκπεπτώκασιν. εἰ γὰρ ἐγνώκεισαν τό τε πρόσωπον καὶ τὸ πρᾶγμα καὶ τὸν καιρὸν τοῦ ἀποστολικοῦ ῥητοῦ, οὐκ ἂν τὰ ἀνθρώπινα εἰς τὴν θεότητα ἐκλαμβάνοντες τοσοῦτον ἠσέβουν οἱ ἄφρονες. τοῦτο δὲ δυνατὸν ἰδεῖν, εἰ τὴν ἀρχὴν τοῦ ἀναγνώσματός τις ἐκλάβοι. φησὶ γὰρ ὁ ἀπόστολος· «πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ», εἶτα μετ’ ὀλίγα φησί· «δι’ ἑαυτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων». περὶ τοῦ καιροῦ ἄρα καθ’ ὃν «ἐλάλησεν ἡμῖν ἐν υἱῷ», ὅτε «καὶ τῶν ἁμαρτιῶν καθαρισμὸς» γέγονε μνημονεύει τὸ ἀποστολικὸν ῥητόν. πότε δὲ ἡμῖν ἐλάλησεν ἐν υἱῷ; καὶ πότε γέγονε καθαρισμὸς τῶν ἁμαρτιῶν ἢ ὅτε γέγονεν ἄνθρωπος μετὰ τοὺς προφήτας «ἐπ’ ἐσχάτου τῶν ἡμερῶν»;

εἶτα τοῦ διηγήματος ὄντος περὶ τῆς καθ’ ἡμᾶς οἰκονομίας λέγων περὶ τῶν ἐσχάτων καιρῶν ἀκολούθως ἐμνημόνευσεν, ὅτι μηδὲ τοὺς προτέρους χρόνους ἐσιώπησε τοῖς ἀνθρώποις ὁ θεός· ἐλάλησε γὰρ αὐτοῖς «διὰ τῶν προφητῶν»· καὶ ἐπειδὴ καὶ προφῆται διηκόνησαν καὶ «δι’ ἀγγέλων ὁ νόμος ἐλαλήθη» καὶ ὁ υἱὸς δὲ ἐπεδήμησε καὶ «ἦλθε διακονῆσαι», ἀναγκαίως ἐπήγαγε «τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων» δεῖξαι θέλων ὅτι καὶ ὅσον υἱὸς διαφέρει δούλου, τοσοῦτον τῆς διακονίας τῶν δούλων ἡ τοῦ υἱοῦ διακονία κρείττων γέγονε. τὴν δὲ διακονίαν ἄρα διακρίνων ὁ ἀπόστολος τῆς τε παλαιᾶς καὶ τῆς καινῆς παρρησιάζεται πρὸς Ἰουδαίους γράφων καὶ λέγων· «τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων». διὰ τοῦτο γοῦν οὐδὲ τὸ ὅλον συγκριτικῶς εἴρηκε ‹μείζων› ἢ ‹τιμιώτερος› γενόμενος, ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τις λογίσηται, ἀλλὰ «κρείττων» εἴρηκεν, ἵνα τὸ διαλλάττον τῆς φύσεως τοῦ υἱοῦ πρὸς τὰ γενητὰ γνωρίσῃ. καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν ἐκ τῶν θείων γραφῶν τοῦ μὲν Δαβὶδ ψάλλοντος· «κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας», τοῦ δὲ Σολομῶντος ἀναφωνοῦντος· «λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν». πῶς γὰρ οὐχ ἑτεροούσια καὶ ἄλλα τὴν φύσιν ἡ σοφία καὶ οἱ ἀπὸ γῆς λίθοι;

ποία δὲ συγγένεια ταῖς ἐν οὐρανοῖς αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις; ἢ τί ὅμοιον τῶν αἰωνίων καὶ πνευματικῶν τὰ πρόσκαιρα καὶ τὰ θνητά; καὶ τοῦτο γὰρ ἦν ὃ Ἡσαΐας φησί· «τάδε λέγει κύριος τοῖς εὐνούχοις, ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέγωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν· κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει». οὕτως ἄρα οὐδεμία συγγένεια τῷ υἱῷ πρὸς τοὺς ἀγγέλους ἐστί· μηδεμιᾶς δὲ οὔσης συγγενείας, οὐκ ἄρα συγκριτικῶς ἐλέχθη τὸ «κρείττων», ἀλλὰ διακριτικῶς διὰ τὸ διαλλάττον τῆς τούτου φύσεως ἀπ’ ἐκείνων. καὶ αὐτὸς γοῦν ὁ ἀπόστολος τὸ «κρείττων» ἑρμηνεύων οὐκ ἐν ἄλλῳ τινὶ ἀλλ’ ἐν τῇ διαφορᾷ τοῦ υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων, ὅτι ὁ μὲν υἱός, τὰ δὲ δοῦλα· καὶ ὁ μὲν ὡς υἱὸς μετὰ τοῦ πατρὸς «ἐν δεξιᾷ κάθηται», τὰ δὲ ὡς δοῦλα παρέστηκε καὶ ἀποστέλλεται καὶ λειτουργεῖ.

Τούτων δὲ οὕτως γεγραμμένων οὔτε γενητὸς ἐκ τούτων ὁ υἱὸς σημαίνεται, ὦ Ἀρειανοί, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ πατρὸς ἐν τοῖς κόλποις ὢν αὐτοῦ. καὶ γὰρ καὶ τὸ γεγραμμένον ἐνταῦθα «γενόμενος» οὔτε γενητὸν σημαίνει τὸν υἱόν, ὥσπερ ὑμεῖς νομίζετε. εἰ μὲν γὰρ ἁπλῶς εἰρήκει «γενόμενος» καὶ σιωπήσας ἦν, πρόφασις ἦν τοῖς Ἀρειανοῖς· ἐπειδὴ δὲ «υἱὸν» προείρηκε δι’ ὅλης τῆς περικοπῆς ἀποδείξας αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν οὐδὲ τὸ «γενόμενος» ἀπολελυμένως ἔθηκεν, ἀλλὰ τὸ «κρείττων» συνῆψε τῷ «γενόμενος». ἀδιάφορον γὰρ ἡγήσατο τὴν λέξιν εἰδώς, ὡς ἐπὶ ὁμολογουμένου γνησίου υἱοῦ ὁ λέγων τὸ «γενόμενος» ἴσον τῷ γεγεννῆσθαι καὶ ὅτι ἐστὶ «κρείττων» λέγει. τὸ μὲν γὰρ γεννητὸν οὐ διαφέρει, κἂν λέγῃ τις «γέγονεν» ἢ «πεποίηται», τὰ δὲ γενητὰ ἀδύνατον δημιουργήματα ὄντα λέγεσθαι «γεννητά», εἰ μὴ ἄρα μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ υἱοῦ γεγεννῆσθαι καὶ αὐτοὶ λέγονται οὔτι γε διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ υἱοῦ ἐν τῷ πνεύματι. καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία γραφὴ ἐπὶ μὲν τῶν γενητῶν λέγουσα, «πάντα δι’ αὐτοῦ ἐγένετο» καὶ «πάντα ἐν σοφίᾳ ἐποίησεν», ἐπὶ δὲ τῶν υἱῶν τῶν γενητῶν «ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς» καὶ «Ἀβραὰμ δὲ ἦν ἐτῶν ἑκατόν, ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ»· ὁ δὲ Μωσῆς ἔλεγεν· «ἐὰν γένωνταί τινι υἱοί».

οὐκοῦν εἰ μὲν τῶν γενητῶν ἄλλος ἐστί, τῆς δὲ τοῦ πατρὸς οὐσίας μόνος ἴδιον γέννημα ὁ υἱός, μεματαίωται τοῖς Ἀρειανοῖς ἡ περὶ τοῦ «γενόμενος» πρόφασις. κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζωνται πάλιν λέγειν συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ καὶ διὰ τοῦτο εἶναι τὰ συγκρινόμενα ὁμογενῆ, ὥστε τὸν υἱὸν τῆς τῶν ἀγγέλων εἶναι φύσεως, αἰσχυνθήσονται μὲν προηγουμένως ὡς τὰ Οὐαλεντίνου καὶ Καρποκρᾶ καὶ τῶν ἄλλων αἱρετικῶν ζηλοῦντες καὶ φθεγγόμενοι, ὧν ὁ μὲν τοὺς ἀγγέλους ὁμογενεῖς εἴρηκε τῷ Χριστῷ, ὁ δὲ Καρποκρᾶς ἀγγέλους τοῦ κόσμου δημιουργοὺς εἶναί φησι. παρ’ αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι συγκρίνουσι τὸν τοῦ θεοῦ λόγον τοῖς ἀγγέλοις.

Ἀλλ’ ἐντραπήσονται τοιαῦτα φανταζόμενοι παρὰ μὲν τοῦ ὑμνῳδοῦ λέγοντος «τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;» καὶ «τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε;» ἀκούσονται δὲ ὅμως, ἐὰν ἄρα κἂν οὕτως μάθωσιν, ὡς ἐν μὲν τοῖς ὁμογενέσιν ὁμολογουμένως φιλεῖ τὰ τῆς συγκρίσεως γίνεσθαι καὶ οὐκ ἐν τοῖς ἑτερογενέσιν. οὐδεὶς γοῦν θεὸν συγκρίνοι πρὸς ἄνθρωπον οὐδὲ πάλιν ἄνθρωπον πρὸς τὰ ἄλογα οὐδὲ ξύλα πρὸς λίθους διὰ τὸ ἀνόμοιον τῆς φύσεως· ἀλλὰ θεὸς μὲν ἀσύγκριτόν ἐστι πρᾶγμα, ἄνθρωπος δὲ πρὸς ἄνθρωπον συγκρίνεται καὶ ξύλον πρὸς ξύλον καὶ λίθος πρὸς λίθον· καὶ οὐκ ἄν τις ἐπὶ τούτων εἴποι τὸ «κρεῖττον», ἀλλὰ τὸ «μᾶλλον» καὶ «πλέον»· οὕτως Ἰωσὴφ ὡραῖος μᾶλλον ἦν παρὰ τοὺς ἀδελφοὺς καὶ Ῥαχὴλ τῆς Λείας· «ἀστὴρ δὲ ἀστέρος» οὐ ‹κρείττων›, ἀλλὰ μᾶλλον «διαφέρει ἐν δόξῃ». ἐπὶ δὲ τῶν ἑτερογενῶν, ὅταν τις ταῦτα παραβάλλῃ πρὸς ἄλληλα, τότε τὸ «κρεῖττον» πρὸς τὸ διαλλάττον λέγεται, καθάπερ ἐπὶ τῆς σοφίας καὶ τῶν λίθων εἴρηται. εἰ μὲν οὖν εἰρηκὼς ἦν ὁ ἀπόστολος ‹τοσούτῳ μᾶλλον ὁ υἱὸς τῶν ἀγγέλων προάγει› ἢ ‹τοσούτῳ μείζων ἐστίν›, ἦν ἂν ὑμῖν πρόφασις, ὡς συγκρινομένου τοῦ υἱοῦ πρὸς τοὺς ἀγγέλους· νῦν δὲ λέγων «κρείττονα» αὐτὸν εἶναι καὶ «τοσούτῳ διαφέρειν», ὅσῳ διέστηκεν υἱὸς δούλων, δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῆς τῶν ἀγγέλων φύσεως.

λέγων δὲ πάλιν αὐτὸν εἶναι τὸν «θεμελιώσαντα» τὰ πάντα, δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν πάντων. ἄλλου δὲ καὶ ἑτεροουσίου αὐτοῦ ὄντος παρὰ τὴν τῶν γενητῶν φύσιν ποία τῆς οὐσίας αὐτοῦ σύγκρισις ἢ ὁμοιότης πρὸς τὰ γενητά; κἂν γὰρ πάλιν ἐνθυμηθῶσί τι τοιοῦτον, διελέγξει τούτους τὰ αὐτὰ λέγων ὁ Παῦλος· «τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· υἱός μου εἶ σύ;» «καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον».

Ἰδοὺ τῶν μὲν γενητῶν τὸ ποιεῖσθαι, καὶ ταῦτα ποιήματα λέγει εἶναι· πρὸς δὲ τὸν υἱὸν οὐ ποίησιν οὐδὲ τὸ γενέσθαι, ἀλλὰ τὸ ἀίδιον καὶ τὸ βασιλέα καὶ τὸ εἶναι δημιουργὸν προσφωνεῖ λέγων· «ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος» καὶ «σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις». ἐξ ὧν καὶ αὐτοὶ συνιδεῖν ἐδύναντο, εἴπερ ἤθελον, ὅτι ἄλλος μέν ἐστιν δημιουργῶν, ἄλλα δὲ τὰ δημιουργήματα· καὶ ὁ μὲν θεός ἐστι, τὰ δὲ γενητά ἐστιν ἐξ οὐκ ὄντων πεποιημένα. τὸ γὰρ λεγόμενον νῦν «αὐτοὶ ἀπολοῦνται» οὐχ ὡς εἰς ἀπώλειαν ἐσομένης τῆς κτίσεώς φησιν, ἀλλ’ ἵνα ἀπὸ τοῦ τέλους τὴν τῶν γενητῶν δείξῃ φύσιν. τὰ γὰρ δυνάμενα ἀπολέσθαι, κἂν μὴ ἀπολλύηται διὰ τὴν χάριν τοῦ πεποιηκότος ταῦτα, ὅμως «ἐκ τῶν μὴ ὄντων» γέγονε καὶ τὸ «μὴ εἶναί ποτε» αὐτὰ μαρτυρεῖται. διὰ τοῦτο γοῦν ὡς τούτων τοιαύτην ἐχόντων τὴν φύσιν λέγεται ἐπὶ τοῦ υἱοῦ τὸ «σὺ δὲ διαμένεις», ἵνα τὸ ἀίδιον αὐτοῦ δειχθῇ· οὐ γὰρ ἔχων τὸ δύνασθαι ἀπολέσθαι, ὥσπερ ἔχει τὰ γενητά, ἔχων δὲ τὸ διαμένειν ἀεὶ—ἀλλότριον μέν ἐστιν αὐτοῦ λέγεσθαι «οὐκ ἦν πρὶν γεννηθῇ», ἴδιον δὲ τὸ ἀεὶ εἶναι καὶ διαμένειν σὺν τῷ πατρί.

εἰ μὲν οὖν μὴ ταῦτα γράψας ἦν ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ, κἂν ἐκ τῶν ἄλλων ἐπιστολῶν αὐτοῦ καὶ πάσης τῆς γραφῆς ἀληθῶς ἐκωλύοντό τι τοιοῦτον φαντάζεσθαι περὶ τοῦ λόγου· ἐπειδὴ δὲ αὐτός τε ἔγραψε καὶ ἐν τοῖς ἔμπροσθεν δέδεικται γέννημα τῆς τοῦ πατρὸς οὐσίας ὢν ὁ υἱὸς καὶ αὐτὸς μὲν δημιουργός, τᾲ δὲ δημιουργεῖται παρ’ αὐτοῦ καὶ αὐτὸς μὲν ἀπαύγασμα καὶ λόγος καὶ εἰκὼν καὶ σοφία τοῦ πατρός ἐστι, τὰ δὲ γενητὰ κάτω που τῆς τριάδος ἐστὶ παραστήσοντα καὶ δουλεύοντα, ἑτερογενὴς ἄρα καὶ ἑτεροούσιός ἐστιν ὁ υἱὸς τῶν γενητῶν καὶ μᾶλλον τῆς τοῦ πατρὸς οὐσίας ἴδιος καὶ ὁμοφυὴς τυγχάνει. διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ υἱὸς οὐκ εἴρηκεν· ‹ὁ πατήρ μου κρείττων μού ἐστιν›, ἵνα μὴ ξένον τις τῆς ἐκείνου φύσεως αὐτὸν ὑπολάβοι· ἀλλὰ «μείζων» εἶπεν, οὐ μεγέθει τινὶ οὐδὲ χρόνῳ, ἀλλὰ διὰ τὴν ἐξ αὐτοῦ τοῦ πατρὸς γέννησιν· πλὴν ὅτι καὶ ἐν τῷ εἰπεῖν «μείζων ἐστὶν» ἔδειξε πάλιν τῆς οὐσίας τὴν ἰδιότητα.

Καὶ ὁ ἀπόστολος δὲ αὐτὸς οὐ τὴν οὐσίαν προηγουμένως τοῦ λόγου συγκρῖναι θέλων πρὸς τὰ γενητὰ ἔλεγε «τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων»· ἀσύγκριτον γάρ, μᾶλλον δὲ ἄλλο καὶ ἄλλο ἐστίν· ἀλλὰ πρὸς τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ λόγου βλέπων καὶ τὴν τότε παρ’ αὐτοῦ γενομένην οἰκονομίαν ἠθέλησε δεῖξαι οὐχ ὅμοιον εἶναι τοῦτον τοῖς πρότερον, ἵνα ὅσῳ τῇ φύσει διαφέρει τῶν προαποσταλέντων παρ’ αὐτοῦ, τοσούτῳ καὶ πλέον ἡ παρ’ αὐτοῦ καὶ δι’ αὐτοῦ γενομένη χάρις κρείττων τῆς δι’ ἀγγέλων διακονίας γένηται. δούλων μὲν γὰρ ἦν ἀπαιτεῖν μόνον τοὺς καρπούς, υἱοῦ δὲ καὶ δεσπότου χαρίσασθαι τὰς ὀφειλὰς καὶ μεταθεῖναι τὸν ἀμπελῶνα. καὶ τὰ ἐπιφερόμενα γοῦν παρὰ τοῦ ἀποστόλου δείκνυσι τὴν διαφορὰν τοῦ υἱοῦ πρὸς τὰ γενητὰ λέγοντος· «διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, μήποτε παραρρυῶμεν. εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη;» εἰ τῶν γενητῶν εἷς ἦν ὁ υἱός, οὔτε ‹κρείττων› αὐτῶν ἦν οὔτε ἐν τῇ «παρακοῇ» τὸ μεῖζον τῆς τιμωρίας δι’ αὐτὸν ἀπέκειτο.

οὐδὲ γὰρ ἐν τῇ διακονίᾳ τῶν ἀγγέλων ἐνῆν καθ’ ἕκαστον αὐτῶν τὸ μεῖζον καὶ ἔλαττον ἐν τοῖς παραβαίνουσιν, ἀλλ’ εἷς ἦν ὁ νόμος καὶ μία ἡ κατὰ τῶν παρακουόντων ἐκδικία. ἐπειδὴ δὲ οὐκ ἔστι τῶν γενητῶν ὁ λόγος, ἀλλ’ υἱός ἐστι τοῦ πατρός, διά τοι τοῦτο ὅσῳ κρείττων αὐτὸς καὶ τὰ δι’ αὐτοῦ κρείττονα καὶ παρηλλαγμένα ἐστί, τοσούτῳ καὶ ἡ τιμωρία χείρων γένοιτο. θεασάσθωσαν γοῦν τὴν διὰ τοῦ υἱοῦ χάριν καὶ ἐπιγνώτωσαν καὶ ἐκ τῶν ἔργων μαρτυρούμενον αὐτόν, ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστί, μόνος δὲ αὐτὸς υἱὸς ἀληθινὸς «ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν αὐτῷ». ὁ νόμος δὲ «δι’ ἀγγέλων ἐλαλήθη» καὶ «οὐδένα τετελείωκε» δεόμενος τῆς τοῦ λόγου ἐπιδημίας, ὡς εἴρηκεν ὁ Παῦλος· ἡ δὲ τοῦ λόγου ἐπιδημία «τετελείωκε τὸ ἔργον» τοῦ πατρός. καὶ τότε μὲν «ἀπὸ Ἀδὰμ μέχρι Μωσέως ὁ θάνατος ἐβασίλευσεν», ἡ δὲ τοῦ λόγου παρουσία «κατήργησε τὸν θάνατον» καὶ οὐκέτι μὲν «ἐν τῷ Ἀδὰμ ἀποθνήσκομεν, ἐν δὲ τῷ Χριστῷ πάντες ζωοποιούμεθα». καὶ τότε μὲν ἀπὸ Δὰν μέχρι Βηρσαβεὲ ὁ νόμος κατηγγέλλετο, καὶ ἐν μόνῃ «τῇ Ἰουδαίᾳ γνωστὸς ἦν ὁ θεός»· νῦν δὲ «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ» νόμος καὶ «πᾶσα ἡ γῆ πεπλήρωται τῆς περὶ θεοῦ γνώσεως» οἵ τε μαθηταὶ ἐμαθήτευσαν πάντα τὰ ἔθνη καὶ πεπλήρωται νῦν τὸ γεγραμμένον· «ἔσονται πάντες διδακτοὶ θεοῦ».

καὶ τότε μὲν τύπος ἦν τὰ δεικνύμενα, ἄρτι δὲ ἡ ἀλήθεια πεφανέρωται· καὶ τοῦτο πάλιν αὐτὸς ὁ ἀπόστολος μετὰ ταῦτα φανερώτερον ἐξηγεῖτο λέγων· «κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος» ὁ κύριος, καὶ πάλιν· «νυνὶ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται» καὶ «οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος»· καὶ αὖθίς φησιν· «ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας». τὸ ἄρα ‹κρείττων› καὶ νῦν καὶ δι’ ὅλων τῷ κυρίῳ ἀνατίθησι, τῷ κρείττονι καὶ ἄλλῳ παρὰ τὰ γενητὰ τυγχάνοντι. κρείττων γὰρ ἡ δι’ αὐτοῦ θυσία, κρείττων ἡ ἐν αὐτῷ ἐλπὶς καὶ αἱ δι’ αὐτοῦ ἐπαγγελίαι οὐχ ὡς πρὸς μικρὰ μεγάλαι συγκρινόμεναι, ἀλλ’ ὡς ἄλλαι πρὸς ἄλλα τὴν φύσιν τυγχάνουσαι· ἐπεὶ καὶ ὁ ταῦτα οἰκονομήσας κρείττων τῶν γενητῶν ἐστι.

Καὶ τὸ λεγόμενον πάλιν «γέγονεν ἔγγυος» τὴν παρ’ αὐτοῦ γενομένην σημαίνει ὑπὲρ ἡμῶν ἐγγύην. ὡς γὰρ λόγος ὢν «σὰρξ γέγονε» καὶ τὸ γενέσθαι τῇ σαρκὶ λογιζόμεθα· γενητὴ γάρ ἐστιν αὕτη καὶ κτιστὴ τυγχάνει οὖσα· οὕτω καὶ ἐνταῦθα τὸ «γέγονεν», ἵνα καὶ τοῦτο κατὰ δεύτερον σημαινόμενον ἐκλάβωμεν διὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον. καὶ γνῶσιν οἱ φιλονεικοῦντες, ὅτι καὶ ἀπὸ ταύτης τῆς κακονοίας ἑαυτῶν ἐκπίπτουσιν· ἀκουέτωσαν ὅτι οὐ τὴν οὐσίαν αὐτοῦ γεγενῆσθαι σημαίνει ὁ Παῦλος ὁ εἰδὼς αὐτὸν υἱὸν καὶ σοφίαν καὶ ἀπαύγασμα καὶ εἰκόνα τοῦ πατρός, ἀλλ’ εἰς τὴν τῆς διαθήκης διακονίαν τὸ γενέσθαι καὶ νῦν λογίζεται, καθ’ ἣν ὁ ποτὲ «βασιλεύων θάνατος κατηργήθη». καὶ γὰρ καὶ κατὰ τοῦτο κρείττων ἡ δι’ αὐτοῦ διακονία γέγονεν, ὅτι καὶ «τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ» ἐκστήσας ἀπ’ αὐτῆς τὸ παράπτωμα, ἐν ᾧ διαπαντὸς ᾐχμαλωτίζετο, ὥστε μὴ δέχεσθαι τὸν θεῖον νοῦν. τὴν δὲ σάρκα δεκτικὴν τοῦ λόγου κατασκευάσας ἐποίησεν ἡμᾶς «μηκέτι κατὰ σάρκα περιπατεῖν, ἀλλὰ κατὰ πνεῦμα» καὶ πολλάκις λέγειν· «ἡμεῖς οὐκ ἐσμὲν ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι» καὶ ὅτι ἦλθεν ὁ τοῦ θεοῦ υἱὸς «εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα» πάντας «λυτρώσηται» καὶ «σωθῇ ὁ κόσμος δι’ αὐτοῦ».

τότε μὲν γὰρ ὡς ὑπεύθυνος ὁ κόσμος ἐκρίνετο ὑπὸ τοῦ νόμου· ἄρτι δὲ ὁ λόγος εἰς ἑαυτὸν ἐδέξατο τὸ κρῖμα καὶ τῷ σώματι παθὼν ὑπὲρ πάντων σωτηρίαν τοῖς πᾶσιν ἐχαρίσατο. τοῦτο βλέπων κέκραγεν Ἰωάννης· «ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο». κρείττων δὲ ἡ χάρις ἢ ὁ νόμος καὶ ἡ ἀλήθεια παρὰ τὴν σκιάν.

Τὸ οὖν «κρείττων» ὥσπερ εἴρηται, οὐχ οἷόν τε ἦν δι’ ἑτέρου τινὸς γενέσθαι ἢ διὰ τοῦ υἱοῦ τοῦ «καθημένου ἐν δεξιᾷ τοῦ πατρός». τί δὲ τοῦτο σημαίνει ἢ τὸ γνήσιον τοῦ υἱοῦ καὶ τὴν θεότητα τοῦ πατρὸς ταύτην εἶναι τοῦ υἱοῦ; τήν τε γὰρ τοῦ πατρὸς βασιλείαν βασιλεύων ὁ υἱὸς ἐπὶ τὸν αὐτὸν θρόνον τῷ πατρὶ κάθηται καὶ τῇ τοῦ πατρὸς θεότητι θεωρούμενος «θεός ἐστιν ὁ λόγος» καὶ «ὁ βλέπων τὸν υἱὸν βλέπει τὸν πατέρα» καὶ οὕτως εἷς θεός ἐστιν. ἐκ δεξιῶν γοῦν καθήμενος ἀριστερὸν οὐ ποιεῖ τὸν πατέρα· ἀλλ’ ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ πατρί, τοῦτο καὶ ὁ υἱὸς ἔχει καὶ λέγει· «πάντα ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι». διὰ τοῦτο γὰρ καὶ καθήμενος ἐκ δεξιῶν ὁ υἱὸς ὁρᾷ τὸν πατέρα καὶ αὐτὸς ἐκ δεξιῶν, κἂν ὡς ἄνθρωπος γενόμενος λέγῃ· «προωρώμην τὸν κύριον ὅτι ἐκ δεξιῶν μού ἐστι διὰ παντός.» δείκνυται γὰρ πάλιν καὶ ἐν τούτῳ, ὡς ὁ υἱὸς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν τῷ υἱῷ. δεξιοῦ γὰρ ὄντος τοῦ πατρὸς ἐν τῷ δεξιῷ ἐστιν ὁ υἱός, καὶ καθημένου τοῦ υἱοῦ ἐκ δεξιῶν ὁ πατήρ ἐστιν ἐν τῷ υἱῷ.

καὶ οἱ μὲν ἄγγελοι διακονοῦσιν ἀνερχόμενοι καὶ κατερχόμενοι· περὶ δὲ τοῦ υἱοῦ φησι· «καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ», καὶ ὅτε μὲν ἄγγελοι διακονοῦσι, λέγουσιν ὅτι «ἀπεστάλην πρὸς σὲ» καὶ «κύριος ἐνετείλατο»· ὁ δὲ υἱός, κἂν λέγῃ ἀνθρωπίνως, ὅτι «ἀπεστάλην» καὶ ἔρχεται «τὸ ἔργον τελειῶσαι» καὶ «διακονῆσαι», λέγει ὅμως λόγος καὶ εἰκὼν ὑπάρχων «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοὶ» καὶ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα» καὶ «ὁ πατὴρ ἐν ἐμοὶ μένων τὰ ἔργα ποιεῖ»· ἃ γὰρ ἐν τῇ εἰκόνι τις ταύτῃ θεωρεῖ, ταῦτα τοῦ πατρός ἐστιν ἔργα. ἔστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς αὐτὴν τὴν ἀλήθειαν· εἰ δ’ ὅτι γέγραπται «γενόμενος κρείττων» τὸ «γενόμενος» οὐ θέλουσιν ὡς περὶ υἱοῦ λεγόμενον, ἴσον ἀκοῦσαι τῷ ‹γενέσθαι› καὶ ‹ἔστιν› ἢ διὰ τὸ γενέσθαι τὴν κρείττονα διακονίαν τὸ «γενόμενος» λαβεῖν καὶ νοεῖν, ὥσπερ εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν λόγον, ἀκουέτωσαν συντόμῳ λόγῳ ταῦτα πάλιν, ἐπειδὴ τῶν προειρημένων ἐπελάθοντο.

Εἰ μὲν ἐκ τῶν ἀγγέλων ἐστὶν ὁ υἱός, ἔσται καὶ ἐπ’ αὐτοῦ ὡς ἐπ’ ἐκείνων τὸ «γενόμενος» καὶ μηδὲν αὐτῶν κατὰ φύσιν διαφερέτω· ἀλλ’ ἔστωσαν ἢ καὶ οὗτοι ‹υἱοὶ› ἢ κἀκεῖνος ‹ἄγγελος› καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ πατρὸς ἢ μετὰ πάντων καὶ ὁ υἱὸς παραστηκέτω ὡς «λειτουργικὸν πνεῦμα εἰς διακονίαν ἀποστελλόμενος» καὶ αὐτὸς ὁμοίως ἐκείνων. εἰ δὲ διίστησιν ὁ Παῦλος τὸν υἱὸν ἀπὸ τῶν γενητῶν λέγων· «τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· υἱός μου εἶ σύ;» καὶ οὗτος μὲν δημιουργεῖ τὸν οὐρανὸν καὶ τὴν γῆν, αὐτοὶ δὲ παρ’ αὐτοῦ γίνονται καὶ αὐτὸς μὲν μετὰ τοῦ πατρὸς καθέζεται, οἱ δὲ παρεστήκασι λειτουργοῦντες, τίνι πάλιν οὐκ ἔστι φανερὸν ὅτι οὐκ ἐπὶ τῆς οὐσίας τοῦ λόγου ἔλεγε τὸ «γενόμενος», ἀλλ’ ἐπὶ τῆς δι’ αὐτοῦ γενομένης διακονίας; ὡς γὰρ λόγος ὢν γέγονε σάρξ, οὕτως γενόμενος ἄνθρωπος «γέγονε τοσούτῳ κρείττων» ἐν τῇ διακονίᾳ τῆς διὰ τῶν ἀγγέλων γενομένης διακονίας, ὅσῳ διαφέρει δούλων υἱὸς καὶ δημιουργὸς τῶν δημιουργουμένων· ὥστε παυέσθωσαν ἐπὶ τῆς οὐσίας τοῦ υἱοῦ λαμβάνειν τὸ «γενόμενος»· οὐκ ἔστι γὰρ τῶν γενητῶν· καὶ γνώτωσαν, ὅτι τῆς διακονίας καὶ τῆς γενομένης οἰκονομίας σημαντικόν ἐστι τὸ «γενόμενος». πῶς δὲ «γέγονε κρείττων ἐν τῇ διακονίᾳ» κρείττων ὢν τῇ φύσει παρὰ τὰ γενητά, δείκνυσι τὰ προειρημένα, καὶ ἡγοῦμαι μὲν κἂν οὕτως αὐτοὺς αἰσχύνεσθαι.

ἂν δ’ ἄρα φιλονεικῶσιν, ἀκόλουθον ἂν εἴη πρὸς τὴν ἀλόγιστον αὐτῶν τόλμαν ὁμόσε χωρῆσαι τούτοις καὶ τὰ ὅμοια ῥητὰ περὶ αὐτοῦ τοῦ πατρὸς εἰρημένα ἀντιθεῖναι τούτοις, ἵνα ἢ δυσωπηθέντες «παύσωσιν αὐτῶν τὴν γλῶτταν ἀπὸ κακῶν» ἢ γνῶσιν εἰς ὅσον βάθος εἰσὶν ἀνοίας. γέγραπται τοίνυν· «γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με» καὶ πάλιν· «ἐγένετο κύριος καταφυγὴ τῷ πένητι» καὶ ὅσα τοιαῦτα ἐν ταῖς γραφαῖς εὑρίσκεται. εἰ μὲν οὖν εἰς τὸν υἱὸν εἰρῆσθαι ταῦτα λέγουσιν, ὃ τάχα καὶ μᾶλλον ἀληθές ἐστιν, ἐπιγνώτωσαν, ὅτι μὴ ὄντα γενητὸν αὐτὸν ἀξιοῦσι γενέσθαι βοηθὸν ἑαυτοῖς καὶ οἶκον καταφυγῆς οἱ ἅγιοι· καὶ λοιπὸν τὸ «γενόμενος» καὶ τὸ «ἐποίησε» καὶ τὸ «ἔκτισεν» εἰς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν λαμβανέτωσαν. τότε γὰρ «γέγονε» βοηθὸς καὶ οἶκος καταφυγῆς, ὅτε «τῷ σώματι ἑαυτοῦ τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐπὶ τοῦ ξύλου» καὶ ἔλεγε· «δεῦτε πάντες πρός με οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς».

Ἂν δὲ εἰς τὸν πατέρα λέγωσιν εἰρῆσθαι τὰ ῥητά, ἆρα ἐπειδὴ καὶ ἐνταῦθα τὸ «γενοῦ» γέγραπται καὶ τὸ «ἐγένετο», τοσοῦτον ἐπιχειρήσουσιν, ὥστε εἰπεῖν γενητὸν εἶναι καὶ τὸν θεόν; ναὶ τολμήσουσιν, ὡς καὶ περὶ τοῦ λόγου αὐτοῦ τοιαῦτα διαλογίζονται· φέρει γὰρ αὐτοὺς ἡ ἀκολουθία τοιαῦτα καὶ περὶ τοῦ πατρὸς ὑπονοεῖν, οἷα καὶ περὶ τοῦ λόγου αὐτοῦ φαντάζονται. ἀλλὰ μὴ γένοιτο μηδὲ εἰς νοῦν ποτέ τινος τῶν πιστῶν ἐλθεῖν τὸ τοιοῦτον. οὔτε γὰρ ὁ υἱὸς τῶν γενητῶν ἐστιν οὔτε τὸ γεγραμμένον· λεγόμενον ὧδε «γενοῦ» καὶ «ἐγένετο», ἀρχὴν τοῦ εἶναι σημαίνει, ἀλλὰ τὴν γενομένην βοήθειαν τοῖς δεομένοις. ὁ μὲν γὰρ θεὸς ἀεὶ καὶ ὁ αὐτός ἐστιν· οἱ δὲ ἄνθρωποι μετὰ ταῦτα γεγόνασι διὰ τοῦ λόγου, ὅτε αὐτὸς ὁ πατὴρ ἠθέλησε· καὶ ἔστιν ὁ θεὸς ἀόρατος καὶ ἀπρόσιτος τοῖς γενητοῖς καὶ μάλιστα τοῖς ἐπὶ γῆς ἀνθρώποις. ὅταν τοίνυν ἀσθενοῦντες ἄνθρωποι παρακαλῶσιν, ὅταν διωκόμενοι δέωνται βοηθείας, ὅταν ἀδικούμενοι προσεύχωνται, τότε φιλάνθρωπος ὢν ὁ ἀόρατος ἐπιφαίνεται διὰ τῆς ἑαυτοῦ εὐεργεσίας, ἣν διὰ τοῦ ἰδίου αὐτοῦ λόγου καὶ ἐν αὐτῷ ποιεῖται· καὶ λοιπὸν πρὸς τὴν χρείαν ἑκάστῳ γίνεται τὰ τῆς θεοφανείας· καὶ «γίνεται» τοῖς μὲν ἀσθενοῦσιν ἰσχύς, τοῖς δὲ διωκομένοις καταφυγὴ καὶ οἶκος σωτηρίας· τοῖς δὲ ἀδικουμένοις λέγει· «ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι».

ὅπερ οὖν εἰς ἀντίληψιν ἑκάστῳ διὰ τοῦ υἱοῦ γίνεται, τοῦτο τὸν θεὸν ἕκαστος ἑαυτῷ «γεγενῆσθαι» λέγει, ἐπειδὴ καὶ ἡ βοήθεια παρ’ αὐτοῦ τοῦ θεοῦ διὰ τοῦ λόγου γίνεται. τοῦτο οἶδε καὶ ἡ συνήθεια τῶν ἀνθρώπων· καὶ τοῦτο καὶ πᾶς ὁστισοῦν ὁμολογήσειε καλῶς εἰρῆσθαι. πολλάκις καὶ παρὰ ἀνθρώπων γέγονεν ἀνθρώποις βοήθεια· καὶ ὁ μὲν ἀδικουμένῳ συνέκαμεν ὡς ὁ Ἀβραὰμ τῷ Λώτ, ὁ δὲ διωκομένῳ τὸν οἶκον ἤνοιξεν ὡς ὁ Ἀβδίας τοῖς υἱοῖς τῶν προφητῶν· καὶ ὁ μὲν τὸν ξένον ἀνέπαυσεν ὡς ὁ Λὼτ τοὺς ἀγγέλους, ὁ δὲ τοῖς δεομένοις κεχορήγηκεν ὡς ὁ Ἰὼβ τοῖς αἰτοῦσιν αὐτόν. ὥσπερ οὖν ἕκαστος τῶν εὖ παθόντων εἰ λέγοι· ‹ὁ δεῖνά μοι γέγονε βοηθός› καὶ ἄλλος εἰ λέγοι ‹κἀμοὶ καταφυγὴ καὶ τούτῳ χορηγός›, λέγοντες δὲ ταῦτα οὐ τὴν ἀρχὴν τῆς γενέσεως οὐδὲ τὴν οὐσίαν τῶν εὖ ποιησάντων σημαίνουσιν, ἀλλὰ τὴν εἰς αὐτοὺς γινομένην παρ’ ἐκείνων εὐεργεσίαν, οὕτως ὅταν περὶ θεοῦ λέγωσιν οἱ ἅγιοι τὸ «ἐγένετο» καὶ «γενοῦ» οὐκ ἀρχήν τινα γενέσεως σημαίνουσιν· ἄναρχος γὰρ καὶ οὐ γενητὸς ὁ θεός· ἀλλὰ τὴν εἰς ἀνθρώπους παρ’ αὐτοῦ γενομένην σωτηρίαν.

Τούτου δὲ οὕτως νοουμένου, ἀκόλουθον ἂν εἴη καὶ ἐπὶ τοῦ υἱοῦ, ὅσα δ’ ἂν καὶ ὁσάκις ἂν λέγηται «ἐγένετο», καὶ «γενοῦ», τὴν αὐτὴν διάνοιαν σώζειν, ὥστε καὶ τὸ λεγόμενον «γενόμενος κρείττων τῶν ἀγγέλων» καὶ «ἐγένετο» ἀκούοντας μὴ ἀρχήν τινα τοῦ γίνεσθαι ἐπινοεῖν τοῦ λόγου μηδὲ ὅλως ὡς ἐκ τούτου τῶν γενητῶν αὐτὸν φαντάζεσθαι· ἀλλ’ ἐπὶ τῆς διακονίας καὶ οἰκονομίας, ὅτε γέγονεν ἄνθρωπος, νοεῖν τὸ λεγόμενον παρὰ τοῦ Παύλου. ὅτε γὰρ «ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν» ἦλθέ τε «ἵνα διακονήσῃ» καὶ πᾶσι σωτηρίαν χαρίσηται, τότε ἡμῖν ἐγένετο σωτηρία καὶ ἐγένετο ζωὴ καὶ ἐγένετο ἱλασμός· τότε ἡ ὑπὲρ ἡμῶν αὐτοῦ οἰκονομία «κρείττων γέγονε τῶν ἀγγέλων» καὶ ἐγένετο ὁδὸς καὶ ἐγένετο ἀνάστασις. καὶ ὥσπερ τὸ «γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν» οὐκ οὐσίας γένεσιν σημαίνει αὐτοῦ τοῦ θεοῦ, ἀλλὰ τὴν φιλανθρωπίαν, ὥσπερ εἴρηται, οὕτως καὶ νῦν τὸ «γενόμενος κρείττων τῶν ἀγγέλων» καὶ «ἐγένετο» καὶ «τοσούτῳ κρείττων γέγονεν ἔγγυος ὁ Ἰησοῦς» οὐ τὴν οὐσίαν τοῦ λόγου γενητὴν σημαίνει· μὴ γένοιτο· ἀλλὰ τὴν γενομένην ἐκ τῆς ἐνανθρωπήσεως αὐτοῦ εἰς ἡμᾶς εὐεργεσίαν, κἂν ἀχάριστοι τυγχάνωσιν οἱ αἱρετικοὶ καὶ φιλόνεικοι πρὸς τὴν ἀσέβειαν.