Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος αʹ

Μέγας Αθανάσιος

Η αϊδιότητα του Υιού και η αναίρεση του χρόνου προ της υπάρξεώς Του

Παράθεση αγιογραφικών μαρτυριών που αποδεικνύουν τη συναϊδιότητα του Λόγου με τον Πατέρα. Αντιμετωπίζεται θεολογικά ο ισχυρισμός ότι υπήρξε καιρός που ο Υιός δεν υπήρχε και καταδεικνύεται η αιώνια και άτρεπτη φύση της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 7

Εἰρήκατε καὶ φρονεῖτε ὑποβάλλοντος ὑμῖν ἐκείνου, ὅτι «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱός»· τοῦτο γὰρ πρῶτον ὑμῶν τῆς ἐπινοίας ἀποδῦσαι τὸ ἔνδυμα δεῖ. τί τοίνυν ἦν ποτε ὅτε ὁ υἱὸς οὐκ ἦν, εἴπατε, ὦ δύσφημοι καὶ δυσσεβεῖς. εἰ μὲν οὖν τὸν πατέρα λέγετε, μείζων ὑμῶν ἡ βλασφημία· οὐ γὰρ θέμις εἰπεῖν ὅτι ποτὲ ἦν ἢ ἐν τῷ ‹ποτὲ› σημαίνειν αὐτόν· ἔστι γὰρ ἀεὶ καὶ νῦν ἐστιν ὄντος τε καὶ τοῦ υἱοῦ ἐστι καὶ αὐτός ἐστιν «ὁ ὢν» καὶ τοῦ υἱοῦ πατήρ. εἰ δὲ λέγετε ὅτι ὁ υἱὸς ἦν ποτε ὅτε αὐτὸς οὐκ ἦν, μωρὰ καὶ ἀνόητος ἡ ἀπόκρισις· πῶς γὰρ ἦν αὐτὸς καὶ οὐκ ἦν αὐτός; οὐκοῦν ἐν τούτοις ἀποροῦντας ὑμᾶς ἀνάγκη λοιπὸν λέγειν· ‹ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν ὁ λόγος›. τοῦτο γὰρ φύσει σημαίνει καὶ αὐτὸ τὸ «ποτέ» ὑμῶν ἐπίρρημα. καὶ ὅπερ δὲ πάλιν γράφοντες εἰρήκατε· «οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ», ταὐτόν ἐστι λέγειν ὑμᾶς «ἦν ποτε ὅτε οὐκ ἦν»· χρόνον γὰρ εἶναι κἀκεῖνο καὶ τοῦτο πρὸ τοῦ λόγου σημαίνει. πόθεν οὖν ὑμῖν ἐξεύρηται ταῦτα; «ἵνα τί» καὶ ὑμεῖς, ὡς τὰ ἔθνη, «ἐφρυάξατε καὶ μελετᾶτε κενὰ» λεξείδια «κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ»; οὐδεμία γὰρ τῶν ἁγίων γραφῶν τοιοῦτόν τι περὶ τοῦ σωτῆρος εἴρηκεν, ἀλλὰ μᾶλλον τὸ ἀεί, τὸ ἀίδιον καὶ τὸ συνεῖναι ἀεὶ τῷ πατρί. «ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.» καὶ ἐν τῇ Ἀποκαλύψει τάδε λέγει· «ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.»

τοῦ δὲ «ὁ ὢν» καὶ τοῦ «ἦν» τίς ἂν ἀφέλοι τὸ ἀίδιον; τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους Ἰουδαίους μὲν ἤλεγχε γράφων· «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εἰς τοὺς αἰῶνας εὐλογητός·» Ἕλληνας δὲ ἐντρέπων ἔλεγε· «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης.» τίς δὲ ἡ τοῦ θεοῦ δύναμις, Παῦλος διδάσκει λέγων· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία». οὐ γὰρ δὴ τοῦτο λέγων τὸν πατέρα σημαίνει, ὡς πολλάκις ἀλλήλοις ἐψιθυρίσατε λέγοντες· ‹ὁ πατήρ ἐστιν ἡ ἀίδιος αὐτοῦ δύναμις›. οὐκ ἔστι δὲ οὕτως· οὐ γὰρ εἴρηκεν· ‹αὐτὸς ὁ θεός ἐστιν ἡ δύναμις›, ἀλλ’ «αὐτοῦ» ἐστιν ἡ δύναμις. εὔδηλον δὲ πᾶσίν ἐστιν, ὡς τὸ «αὐτοῦ» οὐκ ἔστιν ‹αὐτός›, ἀλλ’ οὐδὲ ξένον, ἴδιον δὲ μᾶλλον αὐτοῦ. ἀνάγνωτε δὲ καὶ τὴν ἀκολουθίαν τῶν ῥητῶν, καὶ «ἐπιστρέψατε πρὸς κύριον»· «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι»· καὶ ὄψεσθε περὶ τοῦ υἱοῦ εἶναι τὸ σημαινόμενον.

Περὶ γὰρ τῆς κτίσεως μνημονεύων ἀκολούθως γράφει καὶ περὶ τῆς ἐν τῇ κτίσει τοῦ δημιουργοῦ δυνάμεως, ἥτις ἐστὶν ὁ λόγος τοῦ θεοῦ, «δι’ οὗ» καὶ «τὰ πάντα» γέγονεν. εἰ μὲν οὖν αὐτάρκης ἐστὶν ἡ κτίσις ἀφ’ ἑαυτῆς μόνης χωρὶς υἱοῦ γνωρίσαι τὸν θεόν, σκοπεῖτε μὴ πέσητε νομίζοντες καὶ χωρὶς υἱοῦ τὴν κτίσιν γεγονέναι· εἰ δὲ δι’ υἱοῦ γέγονε «καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν», ἐξ ἀνάγκης ὁ τὴν κτίσιν ὀρθῶς θεωρῶν θεωρεῖ καὶ τὸν ταύτην δημιουργήσαντα λόγον καὶ δι’ αὐτοῦ τὸν πατέρα νοεῖν ἄρχεται· εἰ δὲ καὶ κατὰ τὸν σωτῆρα «οὐδεὶς γινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ» τῷ τε Φιλίππῳ λέγοντι «δεῖξον ἡμῖν τὸν πατέρα» οὐκ ἔλεγε ‹βλέπε τὴν κτίσιν›, ἀλλ’ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα», εἰκότως ὁ Παῦλος αἰτιώμενος τοὺς Ἕλληνας, ὅτι τὴν ἁρμονίαν καὶ τὴν τάξιν τῆς κτίσεως θεωροῦντες οὐ διανοοῦνται περὶ τοῦ ἐν αὐτῇ δημιουργοῦ λόγου· τὰ γὰρ κτίσματα μηνύει τὸν ἑαυτῶν δημιουργόν, ἵνα δι’ αὐτῶν καὶ τὸν ἀληθινὸν θεὸν νοήσωσι καὶ παύσωνται τῆς εἰς τὰ κτίσματα λατρείας, εἴρηκεν· «ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης», ἵνα τὸν υἱὸν σημάνῃ. λέγοντες δὲ οἱ ἅγιοι «ὁ ὑπάρχων πρὸ τῶν αἰώνων» καὶ «δι’ οὗ ἐποίησε τοὺς αἰῶνας» οὐδὲν ἧττον πάλιν τὸ ἀίδιον εὐαγγελίζονται τοῦ υἱοῦ καὶ τὸ αἰώνιον, ἐν ᾧ καὶ αὐτὸν τὸν θεὸν σημαίνουσιν.

ὁ μὲν γὰρ Ἡσαΐας φησίν· «θεὸς αἰώνιος ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς», ἡ δὲ Σωσάννα ἔλεγεν· «ὁ θεὸς ὁ αἰώνιος», ὁ δὲ Βαροὺχ ἔγραφε· «κεκράξομαι πρὸς τὸν θεὸν τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου»· καὶ μετ’ ὀλίγα· «ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ σωτῆρι ἡμῶν, καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου». ἐπειδὴ δὲ καὶ πρὸς Ἑβραίους γράφων ὁ ἀπόστολός φησιν· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ», ψάλλει δὲ καὶ ὁ Δαβὶδ ἐν τῷ ὀγδοηκοστῷ ἐνάτῳ ψαλμῷ· «καὶ ἡ λαμπρότης κυρίου ἔστω ἐφ’ ἡμᾶς» καὶ «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς», τίς οὕτως ἐστὶν ἀνόητος, ὡς ἀμφιβάλλειν περὶ τοῦ ἀεὶ εἶναι τὸν υἱόν; πότε γάρ τις εἶδε φῶς χωρὶς τῆς τοῦ ἀπαυγάσματος λαμπρότητος, ἵνα καὶ περὶ τοῦ υἱοῦ εἴπῃ «ἦν ποτε ὅτε οὐκ ἦν» ἢ ὅτι «πρὶν γεννηθῆναι οὐκ ἦν»; καὶ τὸ λεγόμενον δὲ ἐν ἑκατοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ πρὸς τὸν υἱόν· «ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων» οὐκ ἐπιτρέπει τινὰ κἂν τὸ τυχὸν διάστημα λογίσασθαι, ἐν ᾧ μὴ ὑπῆρχεν ὁ λόγος. εἰ γὰρ πᾶν διάστημα ἐν τοῖς αἰῶσι μετρεῖται, πάντων δὲ τῶν αἰώνων βασιλεύς ἐστι καὶ ποιητὴς ὁ λόγος, ἀνάγκη μὴ ὄντος κἂν τοῦ τυχόντος διαστήματος πρὸ αὐτοῦ μανία τὸ λέγειν «ἦν ποτε ὅτε οὐκ ἦν» ὁ αἰώνιος καί, «ἐξ οὐκ ὄντων ἐστίν» ὁ υἱός.

λέγοντος δὲ καὶ αὐτοῦ τοῦ κυρίου «ἐγώ εἰμι ἡ ἀλήθεια» καὶ οὐ λέγοντος, ‹ἐγενόμην ἀλήθεια›, ἀλλ’ ἀεὶ τὸ «εἰμὶ» λέγοντος· «ἐγώ εἰμι ὁ ποιμήν», «ἐγώ εἰμι τὸ φῶς» καὶ πάλιν οὐχ «ὑμεῖς λέγετέ με· ὁ κύριος καί· ὁ διδάσκαλος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ»—τίς τὸ τοιοῦτον ἀκούων ῥῆμα παρὰ θεοῦ καὶ σοφίας καὶ λόγου πατρὸς περὶ ἑαυτοῦ λέγοντος ἔτι διστάξειεν περὶ τῆς ἀληθείας καὶ οὐκ εὐθὺς πιστεύσει, ὅτι ἐν τῷ «εἰμὶ» τὸ ἀίδιον καὶ τὸ πρὸ παντὸς αἰῶνος ἄναρχον τοῦ υἱοῦ σημαίνεται;

Ὅτι μὲν οὖν τὸ ἀίδιον περὶ τοῦ υἱοῦ αἱ γραφαὶ δείκνυνται λέγουσαι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἅπερ φθέγγονται οἱ Ἀρειανοὶ λέγοντες τὸ «οὐκ ἦν» καὶ τὸ «πρὶν» καὶ τὸ «ὅτε», αἱ αὐταὶ γραφαὶ περὶ τῶν κτισμάτων λέγουσι, δηλώσει πάλιν τὰ μέλλοντα λέγεσθαι. ὁ μὲν γὰρ Μωσῆς περὶ τῆς καθ’ ἡμᾶς γενέσεως διηγούμενός φησι· «καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν»· καὶ ἐν μὲν τῷ Δευτερονομίῳ· «ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη». ὁ δὲ κύριος διὰ μὲν ἑαυτοῦ ἔλεγεν· «εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἄν, ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ πατὴρ μείζων μοῦ ἐστι· καὶ νῦν προείρηκα ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα, ὅταν γένηται, πιστεύσητε»· περὶ δὲ τῆς κτίσεως διὰ Σολομῶντός φησι· «πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με» καί· «πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι».

διὰ δὲ Ἱερεμίου λέγει· «πρὸ τοῦ με πλάσαι ἐν κοιλίᾳ ἐπίσταμαί σε», καὶ ὁ μὲν Δαβὶδ ψάλλει· «κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν εἰς γενεὰν καὶ γενεάν· πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος σὺ εἶ», ἐν δὲ τῷ Δανιήλ· «ἀνεβόησε φωνῇ μεγάλῃ Σωσάννα καὶ εἶπεν· ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν». τὸ ἄρα «οὐκ ἦν ποτε» καὶ τὸ «πρὶν γενέσθαι» καὶ τὸ «ὅτε» καὶ ὅσα τοιαῦτά ἐστι λεξείδια ἐπὶ μὲν τῶν γενητῶν καὶ κτισμάτων ἐξ οὐκ ὄντων γενομένων ἁρμόζει λέγεσθαι, ἀλλότρια δὲ τοῦ λόγου ἐστίν. εἰ δὲ ταῦτα μὲν ἐπὶ τῶν γενητῶν, τὸ δὲ «ἀεὶ» ἐπὶ τοῦ υἱοῦ λέγουσιν αἱ γραφαί, οὐκ ἄρα, ὦ θεομάχοι, ‹ἐξ οὐκ ὄντων› γέγονεν ὁ υἱὸς οὐδὲ ὅλως τῶν γενητῶν ἐστιν ὁ υἱός, ἀλλὰ τοῦ πατρὸς εἰκὼν καὶ λόγος ἀίδιός ἐστιν οὐδὲ πώποτε οὐκ ὤν, ἀλλ’ ἀεὶ ὢν ὡς ἀιδίου ὄντος φωτὸς ἀίδιον ἀπαύγασμα. τί τοίνυν χρόνους πρὸ υἱοῦ φαντάζεσθε; ἢ διὰ τί μετὰ χρόνους βλασφημεῖτε τὸν λόγον, «δι’ οὗ καὶ οἱ αἰῶνες» γεγόνασι; πῶς γὰρ ὅλως χρόνος ἢ αἰὼν ὑπέστη μήπω φανέντος καθ’ ὑμᾶς τοῦ λόγου, δι’ οὗ τὰ «πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»; ἢ διὰ τί χρόνους σημαίνοντες οὐ λέγετε φανερῶς· ‹ἦν χρόνος ὅτε οὐκ ἦν ὁ λόγος›;

ἀλλὰ τὸ μὲν ὄνομα τοῦ χρόνου σκέπετε πρὸς ἀπάτην τῶν ἀκεραίων, τὸ φρόνημα δὲ ὅμως ἑαυτῶν οὐ κρύπτετε, ἀλλ’ οὐδὲ κρύπτοντες λαθεῖν δύνασθε· πάλιν γὰρ χρόνους σημαίνετε λέγοντες «ἦν ποτε ὅτε οὐκ ἦν» καὶ «οὐκ ἦν πρὶν γεννηθῇ».

Τούτων οὕτω δεικνυμένων ἔτι πλέον ἀναιδεύονται λέγοντες· «εἰ μὴ ἦν ποτε ὅτε οὐκ ἦν, ἀλλ’ ἀίδιός ἐστιν ὁ υἱὸς καὶ συνυπάρχει τῷ πατρί, οὐκέτι υἱόν, ἀλλ’ ἀδελφὸν εἶναι τοῦ πατρὸς λέγετε τοῦτον.» ἀνόητοι καὶ φιλόνεικοι· εἰ μὲν γὰρ ἀιδίως συνεῖναι μόνον αὐτὸν ἐλέγομεν καὶ μὴ υἱόν, πιθανή τις ἦν αὐτῶν ἡ προσποίητος εὐλάβεια· εἰ δέ, ἀίδιον λέγοντες ὁμολογοῦμεν αὐτὸν υἱὸν ἐκ πατρός, πῶς ὁ γεννηθεὶς ‹ἀδελφὸς› τοῦ γεννήσαντος δύναται νομίζεσθαι; καὶ εἰ εἰς πατέρα καὶ υἱὸν ἡμῶν ἐστιν ἡ πίστις, ποία ἀδελφότης ἐν τούτοις ἐστίν; ἢ πῶς δύναται ὁ λόγος ἀδελφὸς λέγεσθαι τούτου, οὗ καὶ ἔστι λόγος; οὐκ ἔστιν ἀντίρρησις αὕτη ὡς παρὰ ἀγνοούντων γινομένη· συνορῶσι γὰρ καὶ αὐτοὶ τὴν ἀλήθειαν· ἀλλὰ «πρόφασίς» ἐστιν Ἰουδαϊκὴ καὶ θελόντων, ὡς εἶπεν ὁ Σολομών, ἀπὸ τῆς ἀληθείας «χωρίζεσθαι». οὐ γὰρ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ὁ πατὴρ καὶ ὁ υἱὸς ἐγεννήθησαν, ἵνα καὶ ἀδελφοὶ νομισθῶσιν· ἀλλ’ ὁ πατὴρ ἀρχὴ τοῦ υἱοῦ καὶ γεννητής ἐστι καὶ ὁ πατὴρ πατήρ ἐστι καὶ οὐχ υἱός τινος γέγονε· καὶ ὁ υἱὸς δὲ υἱός ἐστι καὶ οὐκ ἀδελφός. εἰ δὲ ἀίδιον γέννημα τοῦ πατρὸς λέγεται, καλῶς λέγεται.

οὐ γὰρ ἀτελὴς ἡ οὐσία τοῦ πατρὸς ἦν ποτε, ἵνα καὶ τὸ ἴδιον αὐτῆς ἐπισυμβαίνῃ ταύτῃ· οὐδὲ ὡς ἄνθρωπος ἐξ ἀνθρώπου γεγέννηται ὁ υἱός, ἵνα καὶ ὑστερίζῃ τῆς πατρῴας ὑπάρξεως· ἀλλὰ θεοῦ γέννημά ἐστι καὶ ὡς θεοῦ τοῦ ἀεὶ ὄντος ἴδιος ὢν υἱὸς ἀιδίως ὑπάρχει. ἀνθρώπων μὲν γὰρ ἴδιον τὸ ἐν χρόνῳ γεννᾶν διὰ τὸ ἀτελὲς τῆς φύσεως· θεοῦ δὲ ἀίδιον τὸ γέννημα διὰ τὸ ἀεὶ τέλειον τῆς φύσεως. εἰ μὲν οὖν οὐκ ἔστιν υἱός, ἀλλ’ ἐξ οὐκ ὄντων ποίημα γέγονε, δεικνύτωσαν πρότερον, καὶ ὡς περὶ ποιήματος φανταζόμενοι κραζέτωσαν, ὅτι «ἦν ποτε ὅτε οὐκ ἦν»· οὐκ ὄντα γὰρ γέγονε τὰ γενητά. εἰ δὲ υἱός ἐστι· (τοῦτο γὰρ καὶ ὁ πατὴρ λέγει, καὶ αἱ γραφαὶ βοῶσι· τὸ δὲ «υἱὸς» οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκ τοῦ πατρὸς γεννώμενον, τὸ δὲ γεννώμενον ἐκ τοῦ θεοῦ λόγος ἐστὶν αὐτοῦ καὶ σοφία καὶ ἀπαύγασμα), τί δεῖ λέγειν ἢ ὅτι λέγοντες «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς» ὡς λῃσταί τινες ἀποσυλῶσι τὸν λόγον ἀπὸ τοῦ θεοῦ καὶ ἄντικρυς κατ’ αὐτοῦ φθέγγονται, ὅτι ‹ἦν ποτε› τοῦ ἰδίου λόγου καὶ τῆς σοφίας χωρὶς καὶ τὸ φῶς ‹ἦν ποτε› χωρὶς αὐγῆς, καὶ ἄγονος ἦν ἡ πηγὴ καὶ ξηρά; κἂν γὰρ τὸ ὄνομα τοῦ χρόνου προσποιούμενοι φοβεῖσθαι διὰ τοὺς ὀνειδίζοντας αὐτοὺς λέγωσι «πρὸ χρόνων» αὐτὸν εἶναι, ἀλλ’ ὅμως ὅτι διαστήματά τινα διδόασιν, ἐν οἷς μὴ εἶναι αὐτὸν φαντάζονται, οὐδὲν ἧττον χρόνους σημαίνοντες καὶ ἀλογίαν περὶ τὸν θεὸν εἰσάγοντες μεγάλως ἀσεβοῦσιν.

Εἰ δὲ καὶ τὸ ὄνομα τοῦ υἱοῦ πάλιν συνομολογοῦσι διὰ τὸ μὴ βούλεσθαι φανερῶς παρὰ πάντων καταγινώσκεσθαι, τὸ δὲ εἶναι τοῦτον τῆς οὐσίας τοῦ πατρὸς ἴδιον γέννημα ἀρνοῦνται ὡς δυναμένου τούτου εἶναι χωρὶς τῆς ἐκ μερῶν καὶ διαιρέσεων ὑπονοίας, οὐδὲν ἧττον πάλιν ἀρνοῦνται μὴ εἶναι μὲν ἀληθινὸν υἱόν, ὀνόματι δὲ μόνον λέγοντες «υἱόν». πῶς δὲ οὐ σφάλλονται μεγάλως περὶ τοῦ ἀσωμάτου τὰ σωμάτων ἐνθυμούμενοι καὶ διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως ἀρνούμενοι τὸ φύσει καὶ ἴδιον τοῦ πατρός; ὥρα γὰρ αὐτοὺς μὴ νοοῦντας καὶ πῶς ἐστιν ὁ θεὸς ἢ ποταπός ἐστιν ὁ πατὴρ ἀρνεῖσθαι καὶ αὐτόν, ἐπεὶ καὶ τὸ γέννημα τοῦ πατρὸς ἐξ ἑαυτῶν μετροῦσιν οἱ ἄφρονες. ἀλλ’ οὕτως αὐτοὺς διακειμένους, καὶ νομίζοντας μὴ δύνασθαι εἶναι υἱὸν θεοῦ οἰκτείρειν μὲν ἄξιον, ἐρωτᾶν δὲ καὶ διελέγχειν αὐτοὺς ἀκόλουθόν ἐστι, τάχα κἂν οὕτως εἰς αἴσθησιν ἔλθωσιν. εἰ καθ’ ὑμᾶς «ἐξ οὐκ ὄντων» ἐστὶν ὁ υἱὸς καὶ «οὐκ ἦν πρὶν γεννηθῇ», πάντως που κατὰ μετουσίαν καὶ αὐτὸς υἱὸς καὶ θεὸς καὶ σοφία ἐκλήθη· οὕτω γὰρ καὶ «τὰ ἄλλα πάντα συνέστηκέ» τε καὶ ἁγιαζόμενα δοξάζεται. τίνος τοίνυν ἐστὶ μέτοχος, εἰπεῖν ὑμᾶς ἀνάγκη. τὰ μὲν γὰρ ἄλλα πάντα τοῦ πνεύματος μετέχει, αὐτὸς δὲ ἄρα καθ’ ὑμᾶς τίνος ἂν εἴη μέτοχος; τοῦ πνεύματος;

καὶ μὴν αὐτὸ τὸ πνεῦμα «παρὰ τοῦ υἱοῦ λαμβάνει» μᾶλλον, ὡς αὐτὸς εἴρηκε, καὶ ἄλογόν ἐστιν εἰπεῖν τοῦτον ἁγιάζεσθαι παρ’ ἐκείνου. οὐκοῦν τοῦ πατρὸς μετέχει· τοῦτο γὰρ λείπεται καὶ ἀνάγκη λέγειν. καὶ τί τοῦτο ἄρα ἢ πόθεν ἐστίν; εἰ μὲν οὖν ἔξωθέν ἐστιν ἐπινοηθὲν παρὰ τοῦ πατρός, οὐκέτι πάλιν τοῦ πατρὸς μετέχων ἂν εἴη, ἀλλὰ τοῦ ἔξωθεν γενομένου καὶ οὐκέτι δὲ αὐτὸς οὐδὲ δεύτερος ἔσται τοῦ πατρὸς ἔχων πρὸ ἑαυτοῦ ἐκεῖνο· οὐδὲ τοῦ πατρὸς υἱὸς ἂν λεχθείη, ἀλλ’ ἐκείνου, οὗ καὶ μετέχων υἱὸς καὶ θεὸς ἐκλήθη· εἰ δὲ τοῦτο ἄτοπον καὶ ἀσεβὲς λέγοντος μὲν τοῦ πατρός· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός», λέγοντος δὲ καὶ τοῦ υἱοῦ «πατέρα ἴδιον εἶναι τὸν θεόν», δῆλον ὅτι οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τῆς οὐσίας τοῦ πατρός ἐστι τὸ μετεχόμενον. τοῦτο δὲ πάλιν ἐὰν ἕτερον ᾖ παρὰ τὴν οὐσίαν τοῦ υἱοῦ, τὸ ἴσον ἄτοπον ἀπαντήσει, μέσου πάλιν εὑρισκομένου τούτου ἐκ τοῦ πατρὸς καὶ τῆς οὐσίας τοῦ υἱοῦ, ἥτις ποτέ ἐστι.

Τοιούτων δὴ οὖν ἀτόπων καὶ παρὰ τὴν ἀλήθειαν ἀναφαινομένων λογισμῶν, ἀνάγκη λέγειν τὸ «ἐκ τῆς οὐσίας τοῦ πατρὸς» ἴδιον αὐτοῦ σύμπαν εἶναι τὸν υἱόν· τὸ γὰρ ὅλως ‹μετέχεσθαι› τὸν θεὸν ἴσον ἐστὶ λέγειν ὅτι καὶ γεννᾷ· τὸ δὲ «γεννᾷ» τί σημαίνει ἢ υἱόν; αὐτοῦ γοῦν τοῦ υἱοῦ μετέχει τὰ πάντα κατὰ τὴν τοῦ πνεύματος γινομένην παρ’ αὐτοῦ χάριν· καὶ φανερὸν ἐκ τούτου γίνεται ὅτι αὐτὸς μὲν ὁ υἱὸς οὐδενὸς μετέχει, τὸ δὲ ἐκ τοῦ πατρὸς μετεχόμενον, τοῦτό ἐστιν ὁ υἱός. αὐτοῦ γὰρ τοῦ υἱοῦ μετέχοντες, τοῦ θεοῦ μετέχειν λεγόμεθα· καὶ τοῦτό ἐστιν, ὁ ἔλεγεν ὁ Πέτρος, «ἵνα γένησθε θείας κοινωνοὶ φύσεως», ὥς φησι καὶ ὁ ἀπόστολος, «οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε;» καί· «ἡμεῖς ναοί ἐσμεν θεοῦ ζῶντος». καὶ αὐτὸν δὲ τὸν υἱὸν βλέποντες «ὁρῶμεν τὸν πατέρα». ἡ γὰρ τοῦ υἱοῦ ἔννοια καὶ κατάληψις γνῶσίς ἐστι περὶ τοῦ πατρὸς διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ ἴδιον εἶναι γέννημα. ὥσπερ δὲ τὸ μετέχεσθαι οὐκ ἄν τις ὑμῶν ἔτι πάθος εἴποι καὶ μερισμὸν τῆς τοῦ θεοῦ οὐσίας· δεδώκατε γὰρ καὶ ὡμολογήκατε μετέχεσθαι τὸν θεὸν καὶ ταὐτὸν εἶναι μετέχεσθαι καὶ γεννᾶν, οὕτως τὸ γέννημα οὐ πάθος οὐδὲ μερισμός ἐστι τῆς μακαρίας ἐκείνης οὐσίας.

οὐκ ἄπιστον ἄρα ἐστὶν υἱὸν ἔχειν τὸν θεόν, τῆς ἰδίας οὐσίας τὸ γέννημα· οὐδ’ ἄρα πάθος καὶ μερισμὸν τῆς οὐσίας τοῦ θεοῦ σημαίνομεν λέγοντες «υἱὸν καὶ γέννημα», ἀλλὰ μᾶλλον τὸ γνήσιον καὶ τὸ ἀληθινὸν καὶ τὸ μονογενὲς ἐκ τοῦ θεοῦ γινώσκοντες, οὕτω πιστεύομεν. τούτου δὲ οὕτως πεφασμένου καὶ δεικνυμένου, ὅτι τὸ ἐκ τῆς οὐσίας τοῦ πατρὸς γέννημα τοῦτό ἐστιν ὁ υἱός, οὐδενὶ λοιπὸν ἀμφίβολον, ἀλλὰ καὶ πρόδηλον ἂν εἴη, ὅτι τοῦτό ἐστιν ἡ σοφία καὶ ὁ λόγος τοῦ πατρός, ἐν ᾧ καὶ δι’ οὗ τὰ πάντα κτίζει καὶ ποιεῖ, καὶ τοῦτό ἐστιν αὐτοῦ τὸ ἀπαύγασμα, «ἐν ᾧ τὰ πάντα φωτίζει» καὶ «ἀποκαλύπτεται οἷς ἐὰν ἐθέλῃ», τοῦτό ἐστιν αὐτοῦ χαρακτὴρ καὶ εἰκών, ἐν ᾧ θεωρεῖται καὶ γινώσκεται, διὸ καὶ «αὐτὸς καὶ ὁ πατὴρ ἕν εἰσι»· καὶ γὰρ ὁ τοῦτον βλέπων βλέπει καὶ τὸν πατέρα, τοῦτό ἐστιν ὁ Χριστός, ἐν ᾧ τὰ πάντα λελύτρωται καὶ πάλιν τὴν καινὴν εἰργάσατο κτίσιν. τοῦ δὲ υἱοῦ πάλιν οὕτως ὄντος οὐχ ἁρμόζει, ἀλλὰ καὶ λίαν ἐπικίνδυνόν ἐστιν εἰπεῖν τοῦτον «ἐξ οὐκ ὄντων» ποίημα ἢ «οὐκ ἦν πρὶν γεννηθῇ». ὁ γὰρ τὸ ἴδιον τῆς οὐσίας τοῦ πατρὸς οὕτως λέγων καὶ εἰς αὐτὸν τὸν πατέρα φθάνει βλασφημῶν τὰ τοιαῦτα φρονῶν περὶ αὐτοῦ, οἷα καὶ περὶ τοῦ ἐξ αὐτοῦ γεννήματος φανταζόμενος καταψεύδεται.

Ἔστι μὲν οὖν καὶ τοῦτο μόνον ἱκανὸν ἀνατρέπειν τὴν Ἀρειανὴν αἵρεσιν· ὅμως δὲ καὶ ἐκ τούτου ἄν τις ἴδοι τὸ ἀλλόδοξον αὐτῆς. εἰ ποιητὴς καὶ κτίστης ἐστὶν ὁ θεός, δι’ υἱοῦ δὲ τὰ ποιήματα κτίζει καὶ οὐκ ἔστιν ἄλλως ἰδεῖν τὰ γινόμενα ἢ διὰ τοῦ λόγου γινόμενα, πῶς οὐ βλάσφημον ποιητοῦ ὄντος τοῦ θεοῦ λέγειν τὸν δημιουργικὸν αὐτοῦ λόγον καὶ τὴν σοφίαν μὴ εἶναί ποτε; ἴσον γάρ ἐστιν εἰπεῖν ὅτι μηδὲ ποιητής ἐστιν ὁ θεὸς οὐκ ἔχων ἴδιον ἐξ αὑτοῦ δημιουργικὸν λόγον, ἀλλ’ ἔξωθεν ἐπεισαγόμενός ἐστι καὶ «ξένος αὐτοῦ καὶ ἀνόμοιος κατ’ οὐσίαν» τυγχάνει ὁ λόγος ἐν ᾧ δημιουργεῖ. ἔπειτα λεγέτωσαν ἡμῖν—μᾶλλον δὲ κἂν ἐκ τούτου βλεπέτωσαν τὴν δυσσέβειαν ἑαυτῶν ἐκ τοῦ λέγειν «ἦν ποτε ὅτε οὐκ ἦν» καί· «οὐκ ἦν πρὶν γεννηθῇ». εἰ γὰρ οὐκ ἀιδίως σύνεστιν ὁ λόγος τῷ πατρί, οὐκ ἔστιν ἡ τριὰς ἀίδιος· ἀλλὰ μονὰς μὲν ἦν πρότερον, ἐκ προσθήκης δὲ γέγονεν ὕστερον τριὰς καὶ προιόντος τοῦ χρόνου κατ’ αὐτοὺς ηὔξησε καὶ συνέστη τῆς θεολογίας ἡ γνῶσις.

πάλιν τε, εἰ οὐκ ἔστιν ὁ υἱὸς ἴδιον τῆς τοῦ πατρὸς οὐσίας γέννημα, ἀλλ’ ἐξ οὐκ ὄντων γέγονεν, ἐξ οὐκ ὄντων συνίσταται τριὰς καὶ «ἦν ποτε ὅτε οὐκ ἦν» τριάς, ἀλλὰ μονάς· καὶ ποτὲ μὲν ἐλλειπὴς τριάς, ποτὲ δὲ πλήρης· ἐλλειπὴς μὲν πρὸ τοῦ γένηται ὁ υἱός, πλήρης δὲ ὅτε γέγονε· καὶ λοιπὸν καὶ τὸ γενητὸν τῷ κτίστῃ συναριθμεῖται καὶ τό ποτε μὴ ὂν τῷ ἀεὶ ὄντι συνθεολογεῖται καὶ συνδοξάζεται· καὶ τό γε μεῖζον, ἀνόμοιος ἑαυτῆς ἡ τριὰς εὑρίσκεται ξέναις καὶ ἀλλοτρίαις φύσεσί τε καὶ ταῖς οὐσίαις συνισταμένη. τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ γενητὴν τὴν τῆς τριάδος σύστασιν. ποταπὴ οὖν αὕτη θεοσέβεια ἡ μηδὲ ἑαυτῇ ὁμοία τυγχάνουσα, ἀλλ’ ἐκ προσθήκης χρόνῳ πληρουμένη καὶ ποτὲ μὲν μὴ οὕτως, ποτὲ δὲ οὕτως οὖσα; εἰκὸς γὰρ αὐτὴν καὶ πάλιν λήψεσθαι προσθήκην, καὶ τοῦτο εἰς ἄπειρον, ὡς ἅπαξ καὶ κατὰ τὴν ἀρχὴν ἐκ προσθήκης ἔσχε τὴν σύστασιν. οὐκ ἀμφίβολον δὲ ὅτι καὶ δυνατὸν αὐτὴν μειοῦσθαι. τὰ γὰρ προστιθέμενα φανερὸν ὅτι καὶ ἀφαιρεῖσθαι δύναται.

Οὐκ ἔστι δὲ οὕτως—μὴ γένοιτο· οὐκ ἔστι γενητὴ ἡ τριάς, ἀλλ’ ἀίδιος καὶ μία θεότης ἐστὶν ἐν τριάδι καὶ μία δόξα τῆς ἁγίας τριάδος, κἂν σχίζειν αὐτὴν εἰς διαφόρους φύσεις τολμᾶτε· τοῦ πατρὸς ἀιδίου ὄντος τὸν συγκαθήμενον αὐτῷ λόγον λέγετε ὅτι «ἦν ποτε ὅτε οὐκ ἦν», τοῦ δὲ υἱοῦ συγκαθημένου τῷ πατρὶ ἐνθυμεῖσθε τοῦτον μακρύνειν ἀπ’ αὐτοῦ. κτίζουσά ἐστι καὶ δημιουργὸς ἡ τριάς, καὶ οὐ φοβεῖσθε καταφέροντες αὐτὴν εἰς τὰ ἐξ οὐκ ὄντων; οὐκ αἰδεῖσθε τὰ δοῦλα συνεξισάζοντες τῇ εὐγενείᾳ τῆς τριάδος καὶ τὸν βασιλέα κύριον σαβαὼθ τοῖς ὑπηκόοις συντάττοντες; παύσασθε φύροντες τὰ ἄμικτα, μᾶλλον δὲ τὰ μὴ ὄντα τῷ ὄντι. οὐκ ἔστι ταῦτα λέγοντας ἐνεγκεῖν δόξαν καὶ τιμὴν τῷ κυρίῳ, ἀλλὰ ἀδοξίαν καὶ ἀτιμίαν· ὁ γὰρ ἀτιμάζων τὸν υἱὸν ἀτιμάζει τὸν πατέρα. εἰ γὰρ νῦν ἐν τριάδι ἡ θεολογία τελεία ἐστὶ καὶ αὕτη ἡ ἀληθὴς καὶ μόνη θεοσέβειά ἐστι· καὶ τοῦτό ἐστι τὸ καλὸν καὶ ἡ ἀλήθεια· ἔδει τοῦτο οὕτως ἀεὶ εἶναι, ἵνα μὴ τὸ καλὸν καὶ ἡ ἀλήθεια ἐπιγίνηται καὶ ἐκ προσθήκης συνίσταται τὸ τῆς θεολογίας πλήρωμα. ἔδει οὖν τοῦτο ἀιδίως εἶναι· εἰ δὲ μὴ ἀιδίως ἦν, ἔδει μηδὲ νῦν οὕτως αὐτὴν εἶναι, ἀλλ’ οὕτως εἶναι, ὥσπερ ἐξ ἀρχῆς ὑμεῖς αὐτὴν ὑποτίθεσθε, ἵνα μηδὲ νῦν τριὰς ᾖ.

ἀλλ’ οὐκ ἂν ἀνάσχοιτό τις Χριστιανῶν τῶν τοιούτων αἱρετικῶν· Ἑλλήνων γὰρ ἴδια ταῦτα, ὥστε γενητὴν εἰσάγειν τριάδα καὶ τοῖς γενητοῖς αὐτὴν συνεξισάζειν· τῶν γὰρ γενητῶν ἐστιν ἐλλείψεις καὶ προσθήκας δέχεσθαι, Χριστιανῶν δὲ ἡ πίστις ἄτρεπτον καὶ τελείαν καὶ ἀεὶ ὡσαύτως ἔχουσαν τὴν μακαρίαν οἶδε τριάδα, καὶ οὔτε πλεῖόν τι τῇ τριάδι προστίθησιν οὐδὲ ἐνδεῆ ποτε ταύτην γεγενῆσθαι λογίζεται· ἑκάτερον γὰρ τούτων δυσσεβές· διὸ καὶ ἀμιγῆ μὲν αὐτὴν γινώσκει τῶν γενητῶν, ἀδιαίρετον δὲ τὴν ἑνότητα τῆς θεότητος αὐτῆς φυλάττουσα προσκυνεῖ· καὶ φεύγει μὲν τὰς τῶν Ἀρειανῶν βλασφημίας, ὁμολογεῖ δὲ καὶ οἶδεν ἀεὶ εἶναι τὸν υἱόν· ἔστι γὰρ ἀίδιος ὡς ὁ πατήρ, οὗ καὶ ἔστι λόγος ἀίδιος. καὶ γὰρ καὶ ἐν τούτῳ πάλιν ἴδωμεν.

Εἰ πηγὴ σοφίας καὶ ζωῆς ἐστι καὶ λέγεται ὁ θεὸς ὡς διὰ μὲν Ἱερεμίου «ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος» καὶ πάλιν· «θρόνος δόξης ὑψούμενος ἁγίασμα ἡμῶν· ὑπομονὴ Ἰσραήλ, κύριε, πάντες οἱ ἐγκαταλιπόντες σε αἰσχυνθήτωσαν· ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον», ἐν δὲ τῷ Βαροὺχ γέγραπται· «ἐγκατελίπετε τὴν πηγὴν τῆς σοφίας», ἀκόλουθον ἂν εἴη τὴν ζωὴν καὶ τὴν σοφίαν μήτε ξένα τῆς οὐσίας τῆς πηγῆς εἶναι, ἀλλ’ ἴδια μήτε ἀνύπαρκτά ποτε εἶναι, ἀλλ’ ἀεὶ εἶναι. ἔστι δὲ ταῦτα ὁ υἱὸς ὁ λέγων· «ἐγώ εἰμι ἡ ζωὴ» καί «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν». πῶς τοίνυν οὐκ ἀσεβεῖ ὁ λέγων «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱός»; ἴσον γάρ ἐστιν εἰπεῖν ‹ἦν ποτε ὅτε ἡ πηγὴ ξηρὰ ἦν, χωρὶς τῆς ζωῆς καὶ τῆς σοφίας›. ἡ δὲ τοιαύτη οὐκ ἂν εἴη πηγή· τὸ γὰρ μὴ ἐξ ἑαυτοῦ γεννῶν οὐκ ἔστι πηγή. ὅσης δὲ ἀτοπίας γέμον ἐστὶ τοῦτο. ὁ μὲν γὰρ θεὸς τοὺς ποιοῦντας αὐτοῦ τὸ θέλημα ἐπαγγέλλεται ὡς πηγὴν ἔσεσθαι, ἣν μὴ ἐξέλιπεν ὕδωρ, λέγων διὰ Ἡσαίου τοῦ προφήτου· «καὶ ἐμπλησθήσῃ, καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου καὶ τὰ ὀστᾶ σου πιανθήσεται καὶ ἔσται ὡς κῆπος μεθύων καὶ ὡς πηγή, ἣν μὴ ἐξέλιπεν ὕδωρ»· οὗτοι δὲ τὸν θεὸν λεγόμενον καὶ ὄντα πηγὴν τῆς σοφίας, ἄγονον αὐτὸν καὶ λείψαντά ποτε τῆς ἰδίας σοφίας δυσφημεῖν τολμῶσιν.

ἀλλὰ τὰ μὲν παρὰ τούτων ἐστὶ ψεύδη· ἡ δὲ ἀλήθεια μαρτυρεῖ πηγὴν ἀίδιον εἶναι τὸν θεὸν τῆς ἰδίας σοφίας. ἀιδίου δὲ τῆς πηγῆς οὔσης ἐξ ἀνάγκης καὶ τὴν σοφίαν ἀίδιον εἶναι δεῖ. ἐν ταύτῃ γὰρ καὶ τὰ πάντα γέγονεν, ὡς ψάλλει Δαβίδ· «πάντα ἐν σοφίᾳ ἐποίησας» καὶ Σολομών φησιν· «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει». αὐτή τε ἡ σοφία ἐστὶν ὁ λόγος καὶ «δι’ αὐτοῦ», ὡς Ἰωάννης φησίν, «ἐγένετο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». καὶ αὐτός ἐστιν ὁ Χριστός· «εἷς γὰρ θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ». εἰ δὲ τὰ πάντα δι’ αὐτοῦ, αὐτὸς οὐκ ἂν εἴη συναριθμούμενος τοῖς πᾶσιν. ὁ γὰρ τολμῶν τὸν «δι’ οὗ τὰ πάντα» λέγειν ἕνα εἶναι τῶν πάντων, πάντως δή που καὶ περὶ θεοῦ, «ἐξ οὗ τὰ πάντα», τὸ αὐτὸ λογίσεται. εἰ δὲ τοῦτο ὡς ἄτοπον φεύγει τις καὶ διίστησιν ὡς ἄλλον ἀπὸ τῶν πάντων τὸν θεόν, ἀκόλουθον ἂν εἴη καὶ τὸν μονογενῆ υἱὸν ἴδιον ὄντα τῆς τοῦ πατρὸς οὐσίας ἄλλον λέγειν εἶναι τῶν πάντων· μὴ ὄντος δὲ αὐτοῦ τῶν πάντων οὐ θέμις ἐπ’ αὐτοῦ λέγειν τὸ «ἦν ποτε ὅτε οὐκ ἦν» καί· «οὐκ ἦν πρὶν γεννηθῇ». αἱ τοιαῦται γὰρ φωναὶ κατὰ τῶν ποιημάτων ἁρμόζουσι λέγεσθαι· αὐτὸς δὲ ὁ υἱὸς τοιοῦτός ἐστιν, οἷός ἐστιν ὁ πατήρ, οὗ καὶ ἔστι τῆς οὐσίας ἴδιον γέννημα, λόγος καὶ σοφία.

τοῦτο γὰρ ἴδιον τοῦ υἱοῦ πρὸς τὸν πατέρα, καὶ τοῦτο τὸν πατέρα τοῦ υἱοῦ δείκνυσιν ἴδιον, ὥστε μήτε τὸν θεὸν λέγειν ποτὲ ἄλογον μήτε τὸν υἱὸν ἀνύπαρκτόν ποτε λέγειν. ἐπεὶ διὰ τί υἱός, εἰ μὴ ἐξ αὐτοῦ; ἢ διὰ τί λόγος καὶ σοφία, εἰ μὴ ἀεὶ καὶ ἴδιον αὐτοῦ;

Πότε γοῦν τοῦ ἰδίου χωρὶς ἦν ὁ θεός; ἢ πῶς τις περὶ τοῦ ἰδίου, ὡς περὶ ξένου καὶ ἀλλοτριοουσίου δύναται λογίσασθαι; τὰ μὲν γὰρ ἄλλα, οἷά ἐστι τὰ γενητά, οὐδὲν ὅμοιον κατ’ οὐσίαν ἔχει πρὸς τὸν πεποιηκότα· ἀλλ’ ἔξωθεν αὐτοῦ ἐστι «χάριτι» καὶ «βουλήσει» τῷ λόγῳ αὐτοῦ γενόμενα, ὥστε πάλιν δύνασθαι καὶ παύεσθαί ποτε, εἰ θελήσειεν ὁ ποιήσας· τοιαύτης γάρ ἐστι φύσεως τὰ γενητά. τὸ δὲ ἴδιον τῆς οὐσίας τοῦ πατρός (ὡμολόγηται γὰρ ἤδη τοῦτο εἶναι υἱός)· πῶς οὐ τολμηρὸν καὶ δυσσεβὲς εἰπεῖν «ἐξ οὐκ ὄντων» καὶ ὅτι «οὐκ ἦν πρὶν γεννηθῇ», ἀλλ’ ἐπισυμβέβηκε καὶ δύναται πάλιν μὴ εἶναί ποτε; τοῦτο δὲ καὶ μόνον ὁ ἐνθυμούμενος κατανοείτω, πῶς τὸ τέλειον καὶ τὸ πλῆρες τῆς τοῦ πατρὸς οὐσίας ἀφαιρεῖται καὶ γὰρ φανερώτερον ἄν τις ἴδοι πάλιν τὸ ἄτοπον τῆς αἱρέσεως, ἐὰν ἐνθυμηθῇ ὅτι ὁ υἱὸς «εἰκών» ἐστι καὶ «ἀπαύγασμα τοῦ πατρὸς» καὶ «χαρακτὴρ» καὶ «ἀλήθεια». εἰ γὰρ ὑπάρχοντος φωτός ἐστιν εἰκὼν αὐτοῦ τὸ ἀπαύγασμα καὶ οὔσης ὑποστάσεώς ἐστι ταύτης ὁ χαρακτὴρ ὁλόκληρος καὶ ὄντος πατρός ἐστιν ἡ ἀλήθεια ὁ υἱός, σκοπείτωσαν οἱ τὴν εἰκόνα καὶ τὸ εἶδος τῆς θεότητος χρόνῳ μετροῦντες, εἰς πόσον ἀσεβείας βάραθρον πίπτουσιν. εἰ γὰρ «οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ», οὐκ ἦν ἀεὶ ἐν τῷ θεῷ ἡ ἀλήθεια.

ἀλλὰ τοῦτο λέγειν οὐ θέμις· τοῦ γὰρ πατρὸς ὄντος ἦν ἀεὶ ἐν αὐτῷ ἡ ἀλήθεια, ἥτις ἐστὶν ὁ υἱὸς ὁ λέγων «ἐγώ εἰμι ἡ ἀλήθεια», καὶ τῆς ὑποστάσεως ὑπαρχούσης πάντως εὐθὺς εἶναι δεῖ τὸν χαρακτῆρα καὶ τὴν εἰκόνα ταύτης· οὐ γὰρ ἔξωθέν ἐστι γραφομένη ἡ τοῦ θεοῦ εἰκών, ἀλλ’ αὐτὸς ὁ θεὸς γεννητής ἐστι ταύτης, ἐν ᾗ ἑαυτὸν ὁρῶν προσχαίρει ταύτῃ, ὡς αὐτὸς ὁ υἱὸς λέγει «ἐγὼ ἤμην ᾗ προσέχαιρε». πότε γοῦν οὐχ ἑώρα ἑαυτὸν ὁ πατὴρ ἐν τῇ ἑαυτοῦ εἰκόνι; ἢ πότε οὐ προσέχαιρεν, ἵνα τολμήσῃ τις εἰπεῖν· «ἐξ οὐκ ὄντων ἐστὶν» ἡ εἰκὼν καί ‹οὐκ ἦν χαίρων ὁ πατήρ, πρὶν γένηται ἡ εἰκών›. πῶς δὲ καὶ ἑαυτὸν ἂν ἴδοι ὁ ποιητὴς καὶ κτίστης ἐν κτιστῇ καὶ γενητῇ οὐσίᾳ; τοιαύτην γὰρ εἶναι δεῖ τὴν εἰκόνα, οἷός ἐστιν ὁ ταύτης πατήρ.

Φέρε τοίνυν, ἴδωμεν τὰ τοῦ πατρός, ἵνα καὶ τὴν εἰκόνα ἐπιγνῶμεν, εἰ αὐτοῦ ἐστιν. ἀίδιός ἐστιν ὁ πατήρ, ἀθάνατος, δυνατός, φῶς, βασιλεύς, παντοκράτωρ, θεός, κύριος, κτίστης καὶ ποιητής. ταῦτα εἶναι δεῖ ἐν τῇ εἰκόνι, ἵνα ἀληθῶς «ὁ τὸν υἱὸν ἑωρακὼς ἑωρακὼς ᾖ τὸν πατέρα». εἰ δὲ μὴ οὕτως ἐστίν, ἀλλ’ ὡς οἱ Ἀρειανοὶ φρονοῦσι γενητός ἐστι, καὶ οὐκ ἀίδιος ὁ υἱός, οὐκ ἔστιν αὕτη τοῦ πατρὸς ἀληθὴς εἰκών, εἰ μὴ ἄρα λοιπὸν ἀπερυθριάσαντες εἴπωσιν, ὅτι καὶ τὸ εἰκόνα λέγεσθαι τὸν υἱὸν οὐχ ὁμοίας ἐστὶν οὐσίας γνώρισμα, ὄνομα δὲ μόνον ἐστὶν αὐτοῦ. ἀλλὰ τοῦτο πάλιν, ὦ Χριστομάχοι, οὐκ ἔστιν εἰκὼν οὐδὲ χαρακτήρ. ποία γὰρ ἐμφέρεια τῶν ἐξ οὐκ ὄντων πρὸς τὸν κτίσαντα τὰ οὐκ ὄντα εἰς τὸ εἶναι; ἢ πῶς τῷ ὄντι τὸ οὐκ ὂν ὅμοιον εἶναι δύναται λειπόμενον τῷ ποτε μὴ εἶναι καὶ τῷ πρὸς τὰ γενόμενα τὴν σύνταξιν ἔχειν; τοιοῦτον γὰρ αὐτὸν εἶναι θέλοντες οἱ Ἀρειανοὶ λογισμοὺς ἑαυτοῖς ἐπενόησαν λέγοντες· «εἰ γέννημά ἐστιν ὁ υἱὸς τοῦ πατρὸς καὶ εἰκὼν καὶ ὅμοιός ἐστι κατὰ πάντα τοῦ πατρός, ὀφείλει πάντως, ὥσπερ γεγέννηται, γεννᾶν καὶ ὁ υἱὸς καὶ γίνεσθαι καὶ αὐτὸς πατὴρ υἱοῦ· πάλιν τε ὁ ἐξ αὐτοῦ γεννώμενος γεννᾶν καὶ αὐτὸς καὶ καθεξῆς ἕως εἰς ἄπειρον· τοῦτο γὰρ ὅμοιον δείκνυσι τὸν γεννηθέντα τοῦ γεννήσαντος».