Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος αʹ

Μέγας Αθανάσιος

Η αληθινή θεία γέννηση έναντι της κτίσεως και ο έλεγχος των ανθρωπομορφισμών

Ανασκευή των αρειανικών συλλογισμών περί παραγωγής του Λόγου εκ του μη όντος. Αποσαφηνίζεται η διαφορά μεταξύ της άχρονης θείας γεννήσεως και της κατά βούλησιν δημιουργίας, απορρίπτοντας την ερμηνεία του Θεού με ανθρώπινα μέτρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 7

ἐφευρεταὶ δυσφημίας ἀληθῶς οἱ θεομάχοι, οἵτινες, ἵνα μὴ τὸν υἱὸν εἰκόνα τοῦ πατρὸς ὁμολογῶσι σωματικὰ καὶ γήινα περὶ αὐτοῦ τοῦ πατρὸς φρονοῦσι τομὰς καὶ ἀπορροὰς καὶ ἐπιρροὰς κατηγοροῦντες κατ’ αὐτοῦ. εἰ μὲν οὖν ὡς ἄνθρωπός ἐστιν ὁ θεός, γινέσθω καὶ γεννητὴς ὡς ἄνθρωπος, ἵνα καὶ ὁ υἱὸς ἑτέρου γίνηται πατήρ, καὶ οὕτω δὲ καθεξῆς ἐξ ἀλλήλων γινέσθωσαν, ἵνα καὶ εἰς πλῆθος θεῶν ἡ διαδοχὴ κατ’ αὐτοὺς αὐξάνῃ· εἰ δὲ «οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ θεός»· οὐκ ἔστι γάρ, οὐ δεῖ τὰ ἀνθρώπων ἐπ’ αὐτοῦ λογίζεσθαι. τὰ μὲν γὰρ ἄλλα ζῶα καὶ οἱ ἄνθρωποι ἐκ δημιουργικῆς ἀρχῆς κατὰ διαδοχὴν ἀλλήλων γεννῶνται· καὶ ὁ γεννώμενος ἐκ γεννωμένου πατρὸς γεννηθεὶς εἰκότως καὶ αὐτὸς ἑτέρου γίνεται πατὴρ ἔχων ἐκ πατρὸς ἐν ἑαυτῷ τοῦτο, ἐξ οὗ καὶ αὐτὸς γέγονε. διὸ οὐδέ ἐστιν ἐν τοῖς τοιούτοις κυρίως ‹πατὴρ› καὶ κυρίως ‹υἱὸς› οὐδὲ ἕστηκεν ἐπ’ αὐτῶν τὸ ‹πατὴρ› καὶ ‹υἱός›· ὁ γὰρ αὐτὸς υἱὸς γίνεται καὶ πατήρ, υἱὸς μὲν τοῦ γεννήσαντος, πατὴρ δὲ τοῦ γεννωμένου ἐξ αὐτοῦ. ἐπὶ δὲ τῆς θεότητος οὐκ ἔστιν οὕτως· οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός· οὔτε γὰρ ὁ πατὴρ ἐκ πατρός ἐστι, διὸ οὐδὲ γεννᾷ τὸν γενησόμενον πατέρα οὔτε ὁ υἱὸς ἐξ ἀπορροίας ἐστὶ τοῦ πατρὸς οὐδὲ ἐκ γεννηθέντος πατρὸς γεγέννηται· διὸ οὐδὲ γεγέννηται εἰς τὸ γεννᾶν.

ὅθεν ἐπὶ τῆς θεότητος μόνης ὁ πατὴρ κυρίως πατήρ ἐστι καὶ ὁ υἱὸς κυρίως υἱός ἐστι, καὶ ἐπὶ τούτων καὶ μόνων ἕστηκε τὸ πατὴρ ἀεὶ πατὴρ εἶναι καὶ τὸ υἱὸς ἀεὶ υἱὸς εἶναι.

Οὐκοῦν ὁ ζητῶν διὰ τί μὴ γεννητικὸς υἱοῦ ὁ υἱός, ζητείτω διὰ τί μὴ πατέρα ἔσχεν ὁ πατήρ. ἀλλὰ ἄτοπά γε ἀμφότερα καὶ μεστὰ πάσης δυσσεβείας. ὡς γὰρ ὁ πατὴρ ἀεὶ πατὴρ καὶ οὐκ ἄν ποτε γένοιτο υἱός, οὕτως ὁ υἱὸς ἀεὶ υἱός ἐστι καὶ οὐκ ἄν ποτε γένοιτο πατήρ· καὶ ἐν τούτῳ γὰρ μᾶλλον χαρακτὴρ ὢν καὶ εἰκὼν τοῦ πατρὸς δείκνυται μένων ὅ ἐστι καὶ οὐκ ἀλλασσόμενος, ἀλλ’ ἔχων ἐκ τοῦ πατρὸς τὴν ταὐτότητα. εἰ μὲν οὖν ὁ πατὴρ μεταβάλλεται, μεταβαλλέσθω καὶ ἡ εἰκών· πρὸς γὰρ τὸν γεννήσαντα οὕτως καὶ ἡ εἰκὼν αὐτοῦ καὶ τὸ ἀπαύγασμα ἕστηκεν· εἰ δὲ ἄτρεπτός ἐστιν ὁ πατὴρ καὶ ὅ ἐστιν οὕτως διαμένει, ἐξ ἀνάγκης καὶ εἰκὼν ὅ ἐστι διαμενεῖ καὶ οὐ τραπήσεται. ἔστι δὲ ἐκ πατρὸς υἱός· οὐκ ἄρα ἕτερόν τι γενήσεται ἢ ὅπερ ἐστὶ τῆς τοῦ πατρὸς οὐσίας ἴδιον. μάτην ἄρα καὶ τοῦτο ἐπενόησαν οἱ ἄφρονες, ἐξάραι θέλοντες ἀπὸ τοῦ πατρὸς τὴν εἰκόνα, ἵνα τοῖς γενητοῖς τὸν υἱὸν ἐξισάσωσιν.

ἐν τούτοις γοῦν αὐτὸν συντάττοντες οἱ περὶ Ἄρειον ἐκ διδασκαλίας Εὐσεβίου καὶ τοιοῦτον εἶναι νομίζοντες οἷα τὰ δι’ αὐτοῦ γενόμενά ἐστιν, ἀπεπήδησαν μὲν ἀπὸ τῆς ἀληθείας, συμφορήσαντες δὲ ἑαυτοῖς ῥημάτια πανουργίας περιήρχοντο κατὰ τὴν ἀρχήν, ὅτε τὴν αἵρεσιν ταύτην ἔπλασσον, καὶ μέχρι δὲ νῦν τινες ἐξ αὐτῶν συναντῶντες παιδαρίοις κατὰ τὴν ἀγορὰν πυνθάνονται αὐτῶν, οὔτι γε ἀπὸ τῶν θείων γραφῶν, ἀλλ’ ὥσπερ «τὰ περισσεύματα τῆς καρδίας» αὐτῶν ἐρευγόμενοι λέγουσιν· «ὁ ὢν τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκεν ἢ τὸν ὄντα; ὄντα οὖν αὐτὸν πεποίηκεν ἢ μὴ ὄντα;» καὶ πάλιν· «ἓν τὸ ἀγένητον ἢ δύο; καὶ αὐτεξούσιός ἐστι καὶ ἰδίᾳ προαιρέσει οὐ τρέπεται τρεπτῆς ὢν φύσεως; οὐ γὰρ ὡς λίθος ἐστὶν ἀφ’ ἑαυτοῦ μένων ἀκίνητος». εἶτα καὶ εἰσερχόμενοι πρὸς γυναικάρια πάλιν αὐταῖς ἐκτεθηλυμένα ῥημάτια φθέγγονται· «εἰ εἶχες υἱὸν πρὶν τέκῃς; ὥσπερ δὲ οὐκ εἶχες, οὕτως καὶ ὁ τοῦ θεοῦ υἱὸς οὐκ ἦν πρὶν γεννηθῇ». τοιούτοις ῥήμασιν ἐξορχούμενοι παίζουσιν οἱ ἄτιμοι καὶ τὸν θεὸν ἀνθρώποις ἀπεικάζουσι· «φάσκοντές τε εἶναι Χριστιανοὶ ἀλλάσσουσι τὴν τοῦ θεοῦ εἰκόνα ἐν ὁμοιώματι εἰκόνος φθαρτῶν ἀνθρώπων».

Ἔδει μὲν οὖν μηδὲν ἀποκρίνασθαι πρὸς τὰ τοιαῦτα οὕτως ἀνόητα ὄντα καὶ μωρά· ἵνα δὲ μὴ δοκῇ τι βέβαιον ἔχειν ἡ αἵρεσις αὐτῶν, προσήκει κἂν ὡς ἐκ παρέργου διελέγξαι καὶ ἐν τούτοις αὐτοὺς μάλιστα διὰ τὰ εὐχερῶς ἀπατώμενα παρ’ αὐτῶν γυναικάρια. ἔδει ταῦτα λέγοντας αὐτοὺς καὶ ἀρχιτέκτονος πυνθάνεσθαι· ‹εἰ δύνασαι χωρὶς ὕλης οἰκοδομεῖν; ὥσπερ δὲ οὐ δύνασαι, οὕτως καὶ ὁ θεὸς οὐκ ἠδύνατο χωρὶς ὕλης ὑποκειμένης ποιῆσαι τὰ ὅλα›. ἔδει καὶ ἕκαστον αὐτοὺς τῶν ἀνθρώπων ἐρωτᾶν· ‹εἰ δύνασαι εἶναι χωρὶς τόπου; ὥσπερ δὲ οὐ δύνασαι, οὕτως καὶ ὁ θεὸς ἐν τόπῳ ἐστίν›, ἵν’ οὕτως κἂν παρὰ τῶν ἀκουόντων ἐντρέπεσθαι δυνηθῶσιν. ἢ διὰ τί, ἐὰν μὲν ἀκούωσιν ὅτι υἱὸν ἔχει ὁ θεός, εἰς ἑαυτοὺς μὲν ἀποβλέποντες ἀρνοῦνται τοῦτον, ἐὰν δὲ ἀκούωσιν ὅτι κτίζει καὶ ποιεῖ, οὐκέτι τὰ ἀνθρώπινα ἀντιτιθέασιν; ἔδει δὲ καὶ ἐν τῷ κτίζειν ἀνθρώπινα νοεῖν αὐτοὺς καὶ ὕλην ὑποβάλλειν τῷ θεῷ, ἵνα καὶ τὸ εἶναι κτίστην τὸν θεὸν ἀρνήσωνται καὶ λοιπὸν μετὰ Μανιχαίων κυλίωνται.

εἰ δὲ ταῦθ’ ὑπερβαίνει ἡ περὶ θεοῦ ἔννοια καὶ μόνον τις ἀκούσας πιστεύει καὶ οἶδεν ὅτι ἐστὶν οὐχ ὡς ἡμεῖς ἐσμεν, ἔστι μέντοι ὡς θεὸς καὶ κτίζει οὐχ ὡς ἄνθρωποι κτίζουσι, κτίζει μέντοι ὡς θεός· δῆλον, ὅτι καὶ γεννᾷ οὐχ ὡς ἄνθρωποι γεννῶσι, γεννᾷ μέντοι ὡς θεός· οὐ γὰρ ὁ θεὸς ἄνθρωπον μιμεῖται, ἀλλὰ μᾶλλον οἱ ἄνθρωποι διὰ τὸν θεὸν τὸν κυρίως καὶ μόνον ἀληθῶς ὄντα πατέρα τοῦ ἑαυτοῦ υἱοῦ καὶ αὐτοὶ πατέρες ὠνομάσθησαν τῶν ἰδίων τέκνων. ἐξ αὐτοῦ γὰρ «πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται». καὶ ἃ λέγουσι δὲ ἐὰν ἀνεξέταστα μείνῃ ὡς εἰρηκότες τι φρόνιμον νομίζονται· ἂν δέ τις αὐτὰ λογικῶς ἐξετάσῃ, πολὺν εὑρεθήσονται γέλωτα καὶ χλευασμὸν ὀφλισκάνοντες.

Πρῶτον μὲν γὰρ ἡ πρώτη καὶ τοιαύτη αὐτῶν ἐρώτησίς ἐστι μωρὰ καὶ ἄδηλος. οὐ γὰρ σημαίνουσι περὶ τίνος πυνθάνονται, ἵνα καὶ ὁ ἐρωτώμενος ἀποκρίνηται· ἀλλ’ ἁπλῶς λέγουσιν «ὁ ὢν τὸν μὴ ὄντα». τίς οὖν «ὁ ὢν» καὶ τίνα «τὰ μὴ ὄντα», ὦ Ἀρειανοί; ἢ τίς «ὁ ὢν» καὶ τίς «ὁ μὴ ὢν» καὶ τίνα λέγετε ὄντα ἢ μὴ ὄντα; δυνατὸν γὰρ «τὸν ὄντα» ποιεῖν καὶ τὰ μὴ ὄντα καὶ τὰ ὄντα καὶ τὰ προόντα. τέκτων γοῦν καὶ χρυσοχόος καὶ κεραμεὺς τὴν οὖσαν καὶ πρὸ αὐτῶν τυγχάνουσαν ὕλην ἕκαστος κατὰ τὴν ἰδίαν τέχνην ἐργάζεται, ποιῶν ἃ βούλεται σκεύη· αὐτὸς δὲ ὁ τῶν ὅλων θεὸς τὸν ὄντα καὶ γενόμενον ἤδη παρ’ αὐτοῦ χοῦν ἐκ γῆς λαβὼν πλάττει τὸν ἄνθρωπον· αὐτὴν μέντοι τὴν γῆν οὐκ οὖσαν πρότερον ὕστερον εἰς τὸ εἶναι πεποίηκε διὰ τοῦ ἰδίου λόγου. εἰ μὲν οὖν οὕτω πυνθάνονται, δῆλόν ἐστιν ὡς ἡ μὲν κτίσις οὐκ ἦν πρὶν γένηται, οἱ δὲ ἄνθρωποι τὴν οὖσαν ὕλην ἐπεξεργάζονται· καὶ ἀσύστατος αὐτῶν ὁ λόγος φανήσεται γινομένων καὶ ὄντων, γινομένων καὶ μὴ ὄντων, ὥσπερ εἴπομεν. εἰ δὲ περὶ θεοῦ καὶ τοῦ λόγου αὐτοῦ λαλοῦσι, προστιθέτωσαν τὰ λείποντα τῇ ἐρωτήσει καὶ οὕτως ἐρωτάτωσαν· ‹ὁ ὢν θεὸς ἦν ποτε ἄλογος καὶ φῶς ὢν ἀφεγγὴς ἦν;

ἢ ἀεὶ ἦν τοῦ λόγου πατήρ;› ἢ καὶ πάλιν οὕτως· ‹ὁ ὢν πατὴρ μὴ ὄντα τὸν λόγον πεποίηκεν ἢ τὸν λόγον ἴδιον ὄντα τῆς οὐσίας αὐτοῦ γέννημα ἔχει ἀεὶ σὺν αὐτῷ;›, ἵνα γνωσθῶσιν ὅτι ὅλως περὶ θεοῦ καὶ τοῦ ἐξ αὐτοῦ περιεργάζονται καὶ σοφίζεσθαι τολμῶσι. τίς γὰρ ἀνέξεται λεγόντων αὐτῶν ἄλογόν ποτε τὸν θεόν; πάλιν γὰρ εἰς ταὐτὸν τοῖς προτέροις περιπεπτώκασι καίτοι φεύγειν αὐτὸ καὶ σκέπειν σπουδάσαντες τοῖς ἑαυτῶν σοφίσμασιν· ἀλλ’ οὐ δεδύνηνται. οὐδεὶς γὰρ ὅλως κἂν ἀκοῦσαι θελήσειεν ἀμφιβαλλόντων αὐτῶν, ὅτι ὁ θεὸς οὐκ ἦν ἀεὶ πατήρ, ἀλλ’ ὕστερον γέγονεν, ἵνα καὶ φαντασθῶσιν ὅτι καὶ ὁ λόγος αὐτοῦ ποτε οὐκ ἦν πολλῶν ὄντων τῶν προειρημένων κατ’ αὐτῶν ἐλέγχων καὶ τοῦ μὲν Ἰωάννου λέγοντος «ἦν ὁ λόγος», τοῦ δὲ Παύλου γράφοντος «ὃς ὢν ἀπαύγασμα» καὶ «ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν».

Καὶ βέλτιον μὲν ἦν αὐτοὺς ἠρεμεῖν· ἐπειδὴ δὲ οὐ παύονται, λοιπὸν πρὸς τὴν τοιαύτην ἀναίσχυντον ἐρώτησιν αὐτῶν τοῦτο ἄν τις ἐπίσης αὐτοῖς τολμήσας ἀντερωτήσειεν· ἴσως ἐκ τῶν ὁμοίων ἀτοπημάτων βλέποντες ἑαυτοὺς συγκλειομένους, ἀναχωρήσουσι τῆς πρὸς τὴν ἀλήθειαν μάχης. πολλὰ τοίνυν πρότερον ἵλεω τὸν θεὸν ἐπικαλεσάμενος οὕτως αὐτοῖς τις ἀπαντήσειεν· ‹ὁ ὢν θεὸς οὐκ ὢν γέγονεν; ἢ καὶ πρὶν γένηται ἔστιν; ὢν οὖν ἑαυτὸν ἐποίησεν; ἢ ἐξ οὐδενός ἐστι καὶ μηδενὸς ὄντος ὢν πρότερον ἐξαίφνης αὐτὸς ἐφάνη;› ἄτοπος ἡ τοιαύτη ἐρώτησις, ναί, ἄτοπος καὶ πλέον δυσφημίας, ἀλλ’ ὁμοία γε τῆς ἐκείνων· ὁπότερον γὰρ ἂν εἴπωσι, τοῦτο μεστόν ἐστι πάσης ἀσεβείας. εἰ δὲ τὸ οὕτως ἐρωτᾶν περὶ θεοῦ βλάσφημον καὶ πλέον ἀσεβείας ἐστί, βλάσφημον ἂν εἴη καὶ περὶ τοῦ λόγου αὐτοῦ τοιαῦτα ἐρωτᾶν. ἀποκρίνασθαι δὲ ὅμως πρὸς ἀναίρεσιν τῆς τοιαύτης αὐτῶν ἀλόγου καὶ μωρᾶς ἐρωτήσεως ἀναγκαῖον οὕτως· ὅτι ὤν ἐστιν ἀιδίως ὁ θεός· ὄντος οὖν ἀεὶ τοῦ πατρὸς ὄν ἐστιν ἀιδίως καὶ τὸ τούτου ἀπαύγασμα, ὅπερ ἐστὶν ὁ λόγος αὐτοῦ· καὶ πάλιν ὁ ὢν θεὸς ἐξ αὐτοῦ ὄντα τὸν λόγον ἔχει· καὶ οὔτε ὁ λόγος ἐπιγέγονεν οὐκ ὢν πρότερον οὔτε ὁ πατὴρ ἄλογος ἦν ποτε. ἡ γὰρ κατὰ τοῦ υἱοῦ τόλμα εἰς τὸν πατέρα τὴν βλασφημίαν ἀνάγει εἴγε ἔξωθεν ἐπενόησεν ἑαυτῷ σοφίαν καὶ λόγον καὶ υἱόν.

ὃ γὰρ ἐὰν τούτων εἴπῃς, τοῦτο τὸ ἐκ τοῦ πατρὸς γέννημα σημαίνει, ὥσπερ εἴρηται, ὥστε ἀσύστατος αὐτῶν ἡ τοιαύτη ἐρώτησις, καὶ εἰκότως· ἀρνούμενοι γὰρ τὸν λόγον ἄλογον ἔχουσι καὶ τὴν ἐρώτησιν. ὡς γὰρ εἴ τις τὸν ἥλιον ὁρῶν πυνθάνοιτο περὶ τοῦ ἀπαυγάσματος καὶ λέγοι· ‹ὁ ὢν τὸ μὴ ὂν πεποίηκεν ἢ ὂν αὐτὸ πεποίηκεν;›, οὐ σώφρονα ἔχειν ὁ τοιοῦτος λογισμὸν λογισθήσεται, ἀλλ’ ἐμβρόντητος ἂν εἴη, ὅτι ὅλως ὅ ἐστιν ἐκ τοῦ φωτός, τοῦτο ἔξωθεν ἐπινοεῖ καὶ περὶ τοῦτο ἐπερωτᾷ, πότε καὶ ποῦ καὶ ὅτε καὶ εἰ πεποίηται· οὕτως ὁ περὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς τοιαῦτα λογιζόμενος καὶ οὕτω πυνθανόμενος πολλῷ μᾶλλον μείζονα ἂν τὴν ἐπιτιμίαν ἔχοι, ὅτι τὸν ἐκ τοῦ πατρὸς λόγον ἔξωθεν αὐτῷ ἐπεισάγει καὶ τὸ φύσει γέννημα ὡς ποίημα σκιαλογῶν λέγει· «οὐκ ἦν πρὶν γεννηθῇ». ἀκουέτωσαν δὲ ὅμως καὶ πρὸς τὴν ἐρώτησιν αὐτῶν, ὅτι ὁ ὢν πατὴρ τὸν ὄντα υἱὸν ἐποίησεν· «ὁ γὰρ λόγος σὰρξ ἐγένετο»· καὶ ὄντα αὐτὸν υἱὸν θεοῦ ἐποίησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων καὶ υἱὸν ἀνθρώπου, εἰ μὴ ἄρα κατὰ τὸν Σαμοσατέα μηδὲ εἶναι αὐτὸν πρὶν ἄνθρωπον γενέσθαι εἴποιεν. καὶ πρὸς μὲν τὴν πρώτην αὐτῶν ἐρώτησιν ἱκανὰ ταῦτα παρ’ ἡμῶν.

Ὑμεῖς δέ, ὦ Ἀρειανοί, τῶν ἰδίων ἑαυτῶν ῥηματίων μνημονεύοντες, εἴπατε· ‹ὁ ὢν τοῦ μὴ ὄντος ἔχρῃζεν εἰς τὴν τῶν πάντων δημιουργίαν ἢ ὄντος αὐτοῦ ἔχρῃζεν;› εἰρήκατε γάρ· «ὄργανον ἑαυτῷ τὸν υἱὸν ἐκ τοῦ μὴ ὄντος κατεσκεύασεν, ἵνα δι’ αὐτοῦ ποιήσῃ τὰ πάντα». τί τίνος οὖν ἔστι βέλτιον, τὸ χρῇζον ἢ τὸ τὴν χρείαν ἀναπληροῦν; ἢ ἀμφότερα τὰ ἐνδέοντα ἀλλήλων ἀναπληροῦσι; τοιαῦτα γὰρ λέγοντες τοῦ κατασκευάζοντος μᾶλλον ἀσθένειαν δεικνύετε, εἰ μὴ καὶ μόνος ἴσχυσε δημιουργῆσαι τὰ πάντα, ἀλλ’ ἔξωθεν ὄργανον ἑαυτῷ ἐπινοεῖ ὥσπερ τέκτων ἢ ναυπηγός τις μὴ δυνάμενος ὁτιοῦν ἐργάσασθαι χωρὶς σκεπάρνου καὶ πρίονος. τί οὖν τούτου ἀσεβέστερον; ἢ τί δεῖ διατρίβειν ὅλως ἐν τούτοις ὡς δεινοῖς αὐταρκῶν ὄντων τῶν προειρημένων δεῖξαι φαντασίαν μόνον εἶναι τὰ παρ’ αὐτῶν; πρὸς δὲ τὴν ἑτέραν αὐτῶν εὐήθη πάνυ καὶ μωρὰν ἐξέτασιν, ἣν πρὸς τὰ γυναικάρια ποιοῦνται, οὐδὲν μὲν πάλιν οὐδὲ περὶ ταύτης ἐχρῆν ἀποκρίνασθαι ἢ τοῦτο μόνον ὃ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν ὅτι μὴ δέον τὴν ἐκ τοῦ θεοῦ γέννησιν συμμετρεῖν τῇ τῶν ἀνθρώπων φύσει. ἵνα δὲ ὅμως καὶ ἐν τούτῳ καταγνῶσιν ἑαυτῶν, καλὸν ἐκ τῶν αὐτῶν πάλιν οὕτως αὐτοῖς ἀπαντῆσαι. ὅλως εἰ περὶ υἱοῦ πυνθάνονται γονέων, ἐνθυμείσθωσαν πόθεν ἐστὶ τὸ γεννώμενον τέκνον.

εἰ γὰρ καὶ οὐκ εἶχεν ὁ γονεὺς υἱὸν πρὶν γεννήσει, ἀλλ’ ἐσχηκὼς οὐκ ἔξωθεν οὐδὲ ἀλλότριον, ἀλλ’ ἐξ ἑαυτοῦ καὶ ἴδιον τῆς οὐσίας καὶ ἀπαράλλακτον ἔσχεν εἰκόνα ὥστε τοῦτον ἐν ἐκείνῳ βλέπεσθαι κἀκεῖνον ἐν τούτῳ θεωρεῖσθαι. εἰ τοίνυν ἐκ τῶν ἀνθρωπίνων παραδειγμάτων τὸν χρόνον τῶν γεννώντων λαμβάνουσι, διὰ τί μὴ ἐκ τῶν αὐτῶν καὶ τὸ κατὰ φύσιν καὶ τὸ ἴδιον ἐνθυμοῦνται τῶν τέκνων πρὸς τοὺς γονέας, ἀλλὰ κατὰ τοὺς ὄφεις μόνον τὸ πρὸς τὸν ἰὸν ἐπιτήδειον ἐκ τῆς γῆς ἐκλέγονται; ἔδει δὲ πυνθανομένους αὐτοὺς γονέων καὶ λέγοντας «οὐκ εἶχες υἱὸν πρὶν γεννήσεις;» προσθεῖναι καὶ εἰπεῖν· ‹ἂν δὲ σχῇς υἱόν, «ἆρά γε ἔξωθεν ὥσπερ οἰκίαν ἤ τι ἕτερον κτῆμα ἀγοράζεις;»› ἵνα σοι ἀποκρίνηται· ‹οὐκ ἔξωθεν, ἀλλ’ ἐξ ἐμοῦ ἐστι. τὰ μὲν γὰρ ἔξωθεν κτήματά ἐστι καὶ ἀφ’ ἑτέρου εἰς ἕτερον μετέρχεται· ὁ δὲ υἱὸς ἐξ ἐμοῦ ἐστι καὶ τῆς ἐμῆς οὐσίας ἴδιος καὶ ὅμοιος, οὐκ ἀφ’ ἑτέρου εἰς ἐμὲ γεγονώς, ἀλλ’ ἐξ ἐμοῦ γεγεννημένος· διὸ καὶ ἐν ἐκείνῳ ὅλος εἰμὶ μένων αὐτὸς ὅ εἰμι›. οὕτω γὰρ καὶ ἔχει· κἂν ὁ γονεὺς τῷ χρόνῳ διαφέρῃ ὡς ἄνθρωπος ἐν χρόνῳ καὶ αὐτὸς γεγονώς, ἀλλ’ ἔσχεν ἂν καὶ αὐτὸς ἀεὶ συνυπάρχον τὸ τέκνον, εἰ μὴ ἡ φύσις ἐνεπόδιζε καὶ ἐκώλυε τὸ δύνασθαι. καὶ γὰρ καὶ ὁ «Λευὶς ἔτι ἦν ἐν τῇ ὀσφύι» τοῦ προπάππου, πρὶν αὐτὸς γεννηθῇ, καὶ ὁ πάππος γεννήσει.

ὅταν γοῦν εἰς τοῦθ’ ἡλικίας ἔλθῃ ὁ ἄνθρωπος, ᾗ καὶ τὸ δυνατὸν ἡ φύσις παρέχει, εὐθὺς ἀνεμποδίστῳ τῇ φύσει πατὴρ ὁ ἄνθρωπος γίνεται τοῦ ἐξ αὐτοῦ υἱοῦ.

Οὐκοῦν εἰ γονέων περὶ τέκνων ἐπύθοντο καὶ ἔγνωσαν ὅτι τὰ φύσει τέκνα οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τῶν γονέων εἰσίν, ὁμολογείτωσαν καὶ περὶ τοῦ λόγου τοῦ θεοῦ, ὅτι ὅλος ἐκ τοῦ πατρός ἐστι. καὶ περὶ τοῦ χρόνου ζητοῦντες τὸ ἐμποδίζον τὸν θεὸν λεγέτωσαν· χρὴ γὰρ ἐξ ὧν ὡς χλευάζοντες ἐπυνθάνοντο, ἐκ τούτων αὐτοὺς ἀσεβοῦντας διελέγχειν· εἰπάτωσαν τοίνυν τί τὸ ἐμποδίζον τὸν θεὸν ἀεὶ τοῦ υἱοῦ πατέρα αὐτὸν εἶναι; τὸ γὰρ ἐκ πατρὸς εἶναι τὸ γεννώμενον ὡμολόγηται. ἵνα δὲ καὶ ὅλως τι τοιοῦτον λογισάμενοι περὶ τὸν θεὸν καταγνῶσιν ἑαυτῶν, ὥσπερ ἠρώτησαν γυναῖκας περὶ τῶν χρόνων, οὕτω πυνθανέσθωσαν καὶ τοῦ ἡλίου περὶ τοῦ ἀπαυγάσματος αὐτοῦ καὶ τῆς πηγῆς περὶ τοῦ ἐξ αὐτῆς, ἵνα μάθωσιν ὅτι καίπερ ὄντα γεννήματα ταῦτα ἐστὶ καὶ ἀεὶ σὺν ἐκείνοις, ἐξ ὧν καί εἰσιν. εἰ δὲ καὶ τὸ «φύσει» καὶ τὸ «ἀεὶ» οἱ τοιοῦτοι γονεῖς ἔχουσι πρὸς τὰ τέκνα, διὰ τί τὸν θεὸν ἐλάττονα τῶν γενητῶν ὑπονοοῦντες, οὐ φανερώτερον ἑαυτῶν τὴν ἀσέβειαν ἐξάγουσιν; εἰ δὲ τοῦτο μὲν οὐ τολμῶσιν ἐκ φανεροῦ λέγειν, ὁμολογεῖται δὲ ὁ υἱὸς μὴ ἔξωθεν, ἀλλ’ ἐκ τοῦ πατρὸς εἶναι φύσει γέννημα, οὐδὲν δὲ οὐδὲ τὸ ἐμποδίζον ἐστὶ τὸν θεόν· «οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός», ἀλλὰ καὶ πλέον ἐστὶ τοῦ ἡλίου, μᾶλλον δὲ ὁ θεός ἐστι τοῦ ἡλίου, δῆλον ὅτι καὶ ἐξ αὐτοῦ καὶ ἀεί ἐστι συνυπάρχων ὁ λόγος τῷ πατρί, δι’ οὗ τὰ πάντα οὐκ ὄντα εἰς τὸ εἶναι πεποίηκεν ὁ πατήρ.

ὅτι μὲν οὖν ὁ υἱὸς οὐκ «ἐξ οὐκ ὄντων», ἀλλ’ ἀίδιός ἐστι καὶ ἐκ τοῦ πατρός ἐστι, καὶ αὐτὸ τὸ πρᾶγμα δείκνυσι, καὶ ἡ ἐρώτησις δὲ τῶν αἱρετικῶν ἡ πρὸς τοὺς γονέας διελέγχει τὴν κακόνοιαν αὐτῶν. ἔγνωσαν γὰρ τὸ κατὰ φύσιν καὶ λοιπὸν καὶ περὶ τῶν χρόνων ᾐσχύνθησαν.

Ὅτι δὲ οὐ δεῖ τὴν τοῦ θεοῦ γέννησιν παραβάλλειν τῇ τῶν ἀνθρώπων φύσει καὶ νομίζειν ‹μέρος› εἶναι τοῦ θεοῦ τὸν υἱὸν αὐτοῦ ἢ ὅλως τι ‹πάθος› σημαίνειν τὴν γέννησιν, φθάσαντες μὲν εἴπομεν ἐν τοῖς ἔμπροσθεν καὶ νῦν δὲ τὰ αὐτά φαμεν· «οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ θεός». ἄνθρωποι μὲν γὰρ παθητικῶς γεννῶσι ῥευστὴν ἔχοντες τὴν φύσιν καὶ χρόνους ἀναμένοντες διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως· ἐπὶ δὲ θεοῦ τοῦτο λέγειν οὐκ ἔστιν. οὐδὲ γὰρ ἐκ μερῶν συγκείμενός ἐστιν, ἀλλὰ καὶ ἀπαθὴς ὢν καὶ ἁπλοῦς, ἀπαθῶς καὶ ἀμερίστως τοῦ υἱοῦ πατήρ ἐστι· καὶ τούτου πάλιν μέγα τεκμήριον καὶ ἀπόδειξις ἐκ τῶν θείων γραφῶν. ὁ λόγος γὰρ τοῦ θεοῦ υἱός ἐστιν αὐτοῦ, καὶ ὁ υἱὸς λόγος ἐστὶ τοῦ πατρὸς καὶ σοφία· λόγος δὲ καὶ σοφία οὔτε μέρος ἐστὶ τούτου, οὗ καὶ ἔστι λόγος, οὔτε κατὰ πάθος ἐστὶ γέννημα. ἀμφότερα γοῦν ἡ γραφὴ συνάπτουσα «υἱὸν» μὲν ἔφησεν, ἵνα τὸ φύσει καὶ ἀληθινὸν τῆς οὐσίας γέννημα εὐαγγελίσηται· ἵνα δὲ μή τις ἀνθρώπινον ὑπολάβοι τὸ γέννημα, πάλιν τὴν οὐσίαν αὐτοῦ σημαίνων «λόγον» αὐτὸν εἶναι καὶ σοφίαν καὶ ἀπαύγασμά φησιν. ἐκ γὰρ τούτου καὶ τὸ ἀπαθὲς τῆς γεννήσεως, καὶ τὸ ἀίδιον καὶ τῷ θεῷ πρέπον λογιζόμεθα. ποῖον οὖν πάθος ἢ ποῖον μέρος ἐστὶ τοῦ πατρὸς ὁ λόγος καὶ ἡ σοφία καὶ τὸ ἀπαύγασμα; καὶ τοῦτο δυνατὸν καὶ αὐτοὺς τοὺς ἄφρονας μαθεῖν.

ὡς γὰρ γυναικῶν ἐπύθοντο περὶ υἱοῦ, οὕτως καὶ ἄνδρας ἐπερωτάτωσαν περὶ τοῦ λόγου, ἵνα μάθωσιν ὅτι οὔτε πάθος οὔτε μέρος ἐστὶ τοῦ νοῦ τούτων ὁ λόγος ὃν προφέρονται. εἰ δὲ τῶν ἀνθρώπων καίτοι παθητῶν ὄντων καὶ μεριστῶν ὄντων τοιοῦτος ὁ λόγος, διὰ τί περὶ τοῦ ἀσωμάτου καὶ ἀμερίστου θεοῦ πάθη καὶ μέρη λογίζονται, ἵνα τοῦτο προσποιούμενοι δῆθεν εὐλαβεῖσθαι ἀρνήσωνται τὴν ἀληθῆ καὶ φύσει γέννησιν τοῦ υἱοῦ; καὶ ὅτι μὲν τὸ ἐκ τοῦ θεοῦ γέννημα οὐκ ἔστι πάθος, ἱκανῶς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται· δέδεικται δὲ καὶ ἰδίᾳ νῦν ὁ λόγος οὐ κατὰ πάθος γεννώμενος. ἀκουέτωσαν δὲ καὶ περὶ τῆς σοφίας τὰ αὐτά· «οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ θεός»· μὴ ἀνθρωπίνως φανταζέσθωσαν καὶ ἐν τούτῳ περὶ αὐτοῦ. καὶ γὰρ τῶν ἀνθρώπων πάλιν δεκτικῶν σοφίας γεγονότων ὁ θεὸς οὐδενὸς μετέχων αὐτὸς τῆς ἑαυτοῦ σοφίας πατήρ ἐστιν. ἧς οἱ μετέχοντες εἰώθασι σοφοὶ καλεῖσθαι· καὶ ἔστι καὶ αὐτὴ ἡ σοφία, οὐ πάθος οὐδὲ μέρος, ἀλλὰ γέννημα ἴδιον τοῦ πατρός. διὰ τοῦτο ἀεὶ πατὴρ καὶ οὐκ ἐπιγέγονε τῷ θεῷ τὸ «πατήρ», ἵνα μὴ καὶ τρεπτὸς εἶναι νομισθῇ. εἰ γὰρ καλὸν καὶ τὸ εἶναι αὐτὸν πατέρα, οὐκ ἀεὶ δὲ ἦν πατήρ, οὐκ ἀεὶ ἄρα τὸ καλὸν ἦν ἐν αὐτῷ. «

Ἀλλ’ ἰδού», φησί, «καὶ ἀεὶ ποιητής ἐστιν ὁ θεὸς καὶ οὐκ ἐπιγέγονεν αὐτῷ τοῦ δημιουργεῖν ἡ δύναμις· ἆρ’ οὖν, ἐπειδὴ δημιουργός ἐστιν, ἀίδιά ἐστι καὶ τὰ ποιήματα καὶ οὐ θέμις εἰπεῖν οὐδὲ ἐπὶ τούτων ‹οὐκ ἦν πρὶν γεννηθῇ›;» ἄφρονες Ἀρειανοί· τί γὰρ ὅμοιον υἱὸς καὶ ποίημα, ἵνα τὰ ἐπὶ τοῦ πατρὸς ταῦτα καὶ ἐπὶ τῶν δημιουργημάτων εἴπωσι; πῶς δὲ τοσαύτης διαφορᾶς ἐν τοῖς ἔμπροσθεν δειχθείσης γεννήματος καὶ ποιήματος ἐμμένουσι τῇ ἀμαθίᾳ; πάλιν οὖν τὸ αὐτὸ λεκτέον· τὸ ποίημα ἔξωθεν τοῦ ποιοῦντός ἐστιν, ὥσπερ εἴρηται, ὁ δὲ υἱὸς ἴδιον τῆς οὐσίας γέννημά ἐστι· διὸ καὶ τὸ μὲν ποίημα οὐκ ἀνάγκη ἀεὶ εἶναι· ὅτε γὰρ βούλεται ὁ δημιουργός, ἐργάζεται· τὸ δὲ γέννημα οὐ βουλήσει ὑπόκειται, ἀλλὰ τῆς οὐσίας ἐστὶν ἰδιότης. καὶ ποιητὴς μὲν ἂν εἴη καὶ λέγοιτο, κἂν μήπω ᾖ τὰ ἔργα· πατὴρ δὲ οὐκ ἂν λεχθείη οὐδ’ ἂν εἴη μὴ ὑπάρχοντος υἱοῦ. ἐὰν δὲ περιεργάζωνται διὰ τί ἀεὶ ὁ θεὸς δυνάμενος ποιεῖν οὐκ ἀεὶ ποιεῖ; μαινομένων μὲν καὶ αὕτη ἡ τόλμα· «τίς γὰρ ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» ἢ πῶς «ἐρεῖ τὸ πλάσμα τῷ κεραμεῖ, τί με οὕτως ἐποίησας;»· ἵνα δὲ κἂν ἀμυδρόν τινα λογισμὸν εὑρόντες μὴ σιωπήσωμεν, ἀκουέτωσαν ὅτι, εἰ καὶ τῷ θεῷ δυνατὸν ἀεὶ ποιεῖν, ἀλλ’ οὐκ ἠδύνατο τὰ γενητὰ ἀίδια εἶναι· ἐξ οὐκ ὄντων γάρ ἐστι, καὶ οὐκ ἦν πρὶν γένηται.

τὰ δὲ οὐκ ὄντα πρὶν γένηται πῶς ἠδύνατο συνυπάρχειν τῷ ἀεὶ ὄντι θεῷ; διὸ καὶ πρὸς τὸ λυσιτελὲς αὐτῶν ἀφορῶν ὁ θεός, ὅτε εἶδεν ὅτι δύναται γενόμενα διαμένειν, τότε καὶ πεποίηκε πάντα. καὶ ὥσπερ δυνάμενος καὶ ἐξ ἀρχῆς ἐπὶ τοῦ Ἀδὰμ καὶ ἐπὶ Νῶε ἐπί τε Μωσέως ἀποστεῖλαι τὸν ἑαυτοῦ λόγον, οὐκ ἀπέστειλεν εἰ μὴ «ἐπὶ συντελείᾳ τῶν αἰώνων»—τοῦτο γὰρ εἶδε λυσιτελεῖν πάσῃ τῇ κτίσει—οὕτω καὶ τὰ γενητά, ὅτε ἠθέλησε καὶ λυσιτελὲς ἦν αὐτοῖς, ἐποίησεν. ὁ δέ γε υἱὸς οὐκ ὢν ποίημα, ἀλλ’ ἴδιος τῆς οὐσίας τοῦ πατρός, ἀεὶ ἔστιν· ἀεὶ γὰρ ὄντος τοῦ πατρὸς ἀεὶ εἶναι δεῖ καὶ τὸ ἴδιον τῆς οὐσίας αὐτοῦ, ὅπερ ἐστὶν ὁ λόγος αὐτοῦ καὶ ἡ σοφία. καὶ τὰ μὲν κτίσματα κἂν μηδέπω ὑπάρχῃ, οὐκ ἐλαττοῖ τὸν ποιητήν· ἔχει γὰρ τὸ δύνασθαι δημιουργεῖν, ὅτε βούλεται· τὸ δὲ γέννημα, ἐὰν μὴ ἀεὶ συνῇ τῷ πατρί, ἐλάττωμα τῆς τελειότητος τῆς οὐσίας αὐτοῦ ἐστιν. ὅθεν τὰ μὲν ποιήματα, ὅτε ἠθέλησεν, ἐδημιουργήθη διὰ τοῦ λόγου αὐτοῦ· ὁ δὲ υἱὸς ἀεί ἐστιν ἴδιον γέννημα τῆς τοῦ πατρὸς οὐσίας.