Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος αʹ

Μέγας Αθανάσιος

Το άτρεπτο της φύσεως του Λόγου και η αναίρεση της θεωρίας περί προκοπής

Απόρριψη της κακοδοξίας περί τρεπτότητας και αυτεξουσίου του Υιού. Θεμελιώνεται ότι ο Λόγος δεν εξυψώθηκε ούτε έλαβε τη θεία δόξα ως ανταμοιβή αρετής, αλλά παραμένει αιωνίως άτρεπτος και αληθινός Θεός κατ' ουσίαν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 7

Περὶ δὲ τοῦ λέγειν αὐτοὺς εἰ «τρεπτός» ἐστιν ὁ λόγος, περιττόν ἐστι περὶ τούτου ζητεῖν· ἀρκεῖ γὰρ καὶ μόνον ἐγγράψαντά με τὰ παρ’ αὐτῶν λεγόμενα δεῖξαι τὸ τολμηρὸν τῆς ἀσεβείας αὐτῶν. ἔστι γὰρ ταῦτα ἃ ὡς ἐρωτῶντες φλυαροῦσιν· «αὐτεξούσιός ἐστιν ἢ οὐκ ἔστι; προαιρέσει οὖν κατὰ τὸ αὐτεξούσιον καλός ἐστι καὶ δύναται, ἐὰν θελήσῃ, τραπῆναι τρεπτῆς ὢν φύσεως; ἢ ὡς λίθος καὶ ξύλον οὐκ ἔχει τὴν προαίρεσιν ἐλευθέραν εἰς τὸ κινεῖσθαι καὶ ῥέπειν εἰς ἑκάτερα;» τῆς μὲν οὖν αἱρέσεως αὐτῶν οὐκ ἀλλότριόν ἐστι τοιαῦτα λέγειν τε καὶ φρονεῖν· ἅπαξ γὰρ πλάσαντες ἑαυτοῖς ἐξ οὐκ ὄντων θεὸν καὶ κτιστὸν υἱὸν ἀκολούθως ὡς ἁρμόζοντα κτίσματι τὰ τοιαῦτα καὶ συνέλεξαν ἑαυτοῖς ῥημάτια· ἐπειδὴ δὲ πρὸς τοὺς ἀπὸ τῆς ἐκκλησίας διαμαχόμενοι καὶ ἀκούοντες παρ’ αὐτῶν περὶ τοῦ ἀληθινοῦ καὶ μόνου λόγου τοῦ πατρὸς τοιαῦτα περὶ αὐτοῦ φθέγγεσθαι τολμῶσι, τίς τούτου τοῦ δόγματος μιαρώτερον ἂν ἴδοι; τίς τούτων καὶ μόνον ἀκούων, κἂν μὴ ἀντιλέγειν δύνηται, οὐ ταράττεται καὶ τὴν ἀκοὴν ἀποκλείσει ξενιζόμενος ἐφ’ οἷς ἐκεῖνοί τε λαλοῦσι καὶ αὐτὸς κενῶν ἀκούει ῥημάτων ἐχόντων αὐτόθεν καὶ ἀπ’ αὐτῆς τῆς προφορᾶς τὴν βλασφημίαν; εἰ γὰρ τρεπτὸς καὶ ἀλλοιούμενός ἐστιν ὁ λόγος, ποῖ ἄρα στήσεται καὶ ποῖον αὐτοῦ τὸ τέλος ἔσται τῆς ἐπιδόσεως; ἢ πῶς ὅμοιος τῷ ἀτρέπτῳ ὁ τρεπτὸς εἶναι δυνήσεται;

πῶς δὲ ὁ τὸν τρεπτὸν ἑωρακὼς ἑωρακέναι τὸν ἄτρεπτον νομίσειεν; ἐν ποίᾳ δὲ ἄρα ἐὰν γένηται καταστάσει, δυνήσεταί τις τὸν πατέρα ἐν αὐτῷ βλέπειν; δῆλον γὰρ ὡς οὐκ ἀεί τις ὄψεται ἐν αὐτῷ τὸν πατέρα διὰ τὸ ἀεὶ τρέπεσθαι τὸν υἱὸν καὶ ἀλλοιουμένης αὐτὸν εἶναι φύσεως. ὁ μὲν γὰρ πατὴρ ἄτρεπτος καὶ ἀναλλοίωτος καὶ ἀεὶ καὶ ὡσαύτως ἔχει καὶ ὁ αὐτός ἐστιν· ὁ δὲ υἱὸς εἰ κατ’ ἐκείνους τρεπτὸς καὶ οὐκ ἀεὶ ὁ αὐτός, ἀλλ’ ἀεὶ ἀλλοιουμένης φύσεώς ἐστι, πῶς ὁ τοιοῦτος εἰκὼν τοῦ πατρὸς εἶναι δύναται οὐκ ἔχων τὸ ὅμοιον τῆς ἀτρεψίας; πῶς δὲ καὶ ὅλως «ἐν τῷ πατρί» ἐστιν ἀμφίβολον ἔχων τὴν προαίρεσιν; τάχα δὲ καὶ τρεπτὸς ὢν καὶ καθ’ ἡμέραν προκόπτων οὔπω τέλειός ἐστιν. ἀλλ’ ἡ μὲν τοιαύτη τῶν Ἀρειανῶν οἰχέσθω μανία, ἡ δὲ ἀλήθεια λαμπέτω καὶ δεικνύτω τούτους παραφρονοῦντας. πῶς γὰρ οὐ τέλειος ὁ «ἴσα θεῷ»; ἢ πῶς οὐκ ἄτρεπτος ὁ μετὰ τοῦ πατρὸς ἓν ὢν καὶ τῆς οὐσίας ἴδιος ὢν υἱὸς αὐτοῦ; τῆς δὲ οὐσίας τοῦ πατρὸς οὔσης ἀτρέπτου ἄτρεπτον ἂν εἴη καὶ τὸ ἐξ αὐτῆς ἴδιον γέννημα. εἰ δὲ τοῦ ὄντως ὄντος λόγου τροπὴν καταψεύδονται, μανθανέτωσαν ποῦ τούτων ὁ λόγος κινδυνεύει· «ἐκ γὰρ τοῦ καρποῦ καὶ τὸ δένδρον ἐπιγινώσκεται»· διὰ τοῦτο καὶ «ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα» καὶ ἡ τοῦ υἱοῦ γνῶσις γνῶσίς ἐστι τοῦ πατρός.

Οὐκοῦν ἀναλλοίωτος ἡ εἰκὼν τοῦ ἀτρέπτου θεοῦ ἂν εἴη· «Ἰησοῦς γὰρ Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας». καὶ ὁ μὲν Δαυὶδ ψάλλων περὶ αὐτοῦ φησι· «καὶ σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν». ὁ δὲ κύριος αὐτὸς περὶ ἑαυτοῦ διὰ τοῦ προφήτου λέγει· «ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι» «καὶ οὐκ ἠλλοίωμαι». εἰ γὰρ καὶ περὶ τοῦ πατρὸς δύναται λέγειν τις εἶναι τοῦτο τὸ σημαινόμενον, ἀλλὰ καὶ τὸν υἱὸν ἁρμόζει τοῦτο λέγειν, ὅτι μάλιστα γενόμενος ἄνθρωπος δείκνυσι τὴν ταὐτότητα καὶ τὸ ἄτρεπτον ἑαυτοῦ τοῖς νομίζουσι διὰ τὴν σάρκα ἠλλοιῶσθαι αὐτὸν καὶ ἕτερόν τι γεγενῆσθαι. ἀξιοπιστότεροι δὲ οἱ ἅγιοι καὶ μᾶλλον ὁ κύριος τῆς τῶν ἀσεβῶν κακονοίας.

καὶ γὰρ κατὰ τὸ εἰρημένον ἀνάγνωσμα τῆς Ὑμνῳδίας πάντων τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως διὰ τῆς «οὐρανοῦ καὶ γῆς» σημασίας τρεπτὴν καὶ ἀλλοιωτὴν ἡ γραφὴ τὴν φύσιν λέγουσα καὶ τὸν υἱὸν ὑπεξαίρουσα τούτων δείκνυσι μηδόλως γενητὸν αὐτὸν εἶναι, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἀλλοιοῦντα τὰ ἄλλα καὶ μὴ ἀλλοιούμενον αὐτὸν διδάσκει, δι’ ὧν φησι· «σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι», καὶ εἰκότως γε· τὰ μὲν γὰρ γενητὰ ἐξ οὐκ ὄντων ὄντα καὶ οὐκ ὄντα πρὶν γένηται ὅλως ὅτι οὐκ ὄντα γίνεται ἀλλοιουμένην ἔχει τὴν φύσιν· ὁ δὲ υἱὸς ἐκ τοῦ πατρὸς ὢν καὶ τῆς οὐσίας αὐτοῦ ἴδιος ἀναλλοίωτος καὶ ἄτρεπτός ἐστιν ὡς αὐτὸς ὁ πατήρ. οὐ γὰρ θέμις εἰπεῖν ἐκ τῆς οὐσίας τῆς ἀτρέπτου τρεπτὸν γεννᾶσθαι λόγον καὶ ἀλλοιουμένην σοφίαν. πῶς γὰρ ἔτι λόγος, εἰ τρεπτός ἐστιν; ἢ πῶς ἔτι σοφία τὸ ἀλλοιούμενον; εἰ μὴ ἄρα ὡς ἐν οὐσίᾳ συμβεβηκὸς οὕτως εἶναι θέλουσιν, ὡς ἐν ἰδιαζούσῃ τινὶ οὐσίᾳ συμβεβηκέναι τινὰ χάριν καὶ ἕξιν ἀρετῆς καὶ κεκλῆσθαι ταύτην οὕτως λόγον καὶ υἱὸν καὶ σοφίαν, ὥστε καὶ ἀφαιρεῖσθαι καὶ προστίθεσθαι αὐτῇ δύνασθαι. τοιαῦτα γὰρ φρονοῦντες πολλάκις εἰρήκασιν, ἀλλ’ οὐκ ἔστι Χριστιανῶν ἡ πίστις αὕτη. οὔτε γὰρ τοῦτο δείκνυσιν εἶναι λόγον καὶ υἱὸν ἀληθῶς θεοῦ οὔτε τὴν σοφίαν ἀληθῆ σοφίαν. τὸ γὰρ τρεπόμενον καὶ ἀλλοιούμενον, οὐχ ἱστάμενόν τε ἐν ἑνὶ καὶ τῷ αὐτῷ πῶς δύναται εἶναι ἀληθές;

ὁ δέ γε κύριος λέγει· «ἐγώ εἰμι ἡ ἀλήθεια»· εἰ τοίνυν ὁ κύριος αὐτὸς περὶ ἑαυτοῦ τοῦτο λέγει καὶ τὸ ἄτρεπτον αὐτοῦ δείκνυσιν οἵ τε ἅγιοι μαθόντες τοῦτο μαρτυροῦσιν—ἀλλὰ γὰρ καὶ αἱ περὶ θεοῦ ἔννοιαι τοῦτο ἴσασιν εὐσεβές—, πόθεν ταῦτ’ ἐπενόησαν οἱ δυσσεβεῖς; ἀπὸ μὲν οὖν τῆς καρδίας ὡς ἀπὸ φθορᾶς αὐτὰ ἐξήμεσαν.

Ἐπειδὴ δὲ προφασίζονται καὶ θεῖα λόγια καὶ βιάζονται παρεξηγεῖσθαι ταῦτα κατὰ τὸν ἴδιον νοῦν, ἀναγκαῖον τοσοῦτον ἀποκρίνασθαι τούτοις, ὅσον ἐκδικῆσαι τὰ ῥητὰ καὶ δεῖξαι ταῦτα μὲν ὀρθὴν ἔχοντα τὴν διάνοιαν, ἐκείνους δὲ κακῶς φρονοῦντας. φασὶ τοίνυν, ὅτι γέγραπται παρὰ μὲν τῷ ἀποστόλῳ· «διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», παρὰ δὲ τῷ Δαβίδ· «διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». εἶτα ἐπιφέρουσιν ὡς σοφόν τι λέγοντες· «εἰ διὰ τοῦτο ὑψώθη καὶ χάριν ἔλαβε καὶ διὰ τοῦτο κέχρισται, μισθὸν τῆς προαιρέσεως ἔλαβε· προαιρέσει δὲ πράξας τρεπτῆς ἐστιν ὄντως φύσεως». ταῦτα οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τετολμήκασιν Εὐσέβιός τε καὶ Ἄρειος, καὶ οἱ ἀπ’ αὐτῶν δὲ λαλεῖν οὐκ ὀκνοῦσι κατὰ μέσην ἀγορὰν οὐχ ὁρῶντες ὅσην μανίαν ὁ λόγος αὐτῶν ἔχει. εἰ γὰρ μισθὸν προαιρέσεως ἔλαβεν ἃ ἔσχεν, οὐκ ἂν ἐσχηκὼς αὐτὰ εἰ μὴ τοῦ διδομένου τὸ ἔργον ἐνεδείξατο, ἐξ ἀρετῆς ἄρα καὶ βελτιώσεως ταῦτα ἐσχηκώς, εἰκότως ἐλέχθη διὰ ταῦτα καὶ υἱὸς καὶ θεὸς καὶ οὐκ ἔστιν ἀληθινὸς υἱός.

τὸ μὲν γὰρ ἔκ τινος κατὰ φύσιν ἀληθινόν ἐστι γέννημα, οἷος ἦν Ἰσαὰκ τῷ Ἀβραὰμ καὶ Ἰωσὴφ τῷ Ἰακὼβ καὶ τὸ ἀπαύγασμα τῷ ἡλίῳ· οἱ δὲ ἐξ ἀρετῆς καὶ χάριτος λεγόμενοι μόνον εἰσὶν ἔχοντες ἀντὶ τῆς φύσεως τὴν ἐκ τοῦ λαβεῖν χάριν καὶ ἄλλοι παρὰ τὸ δοθὲν αὐτοῖς ὄντες, οἷοί εἰσιν οἱ ἄνθρωποι κατὰ μετοχὴν πνεῦμα λαβόντες, περὶ ὧν καὶ ἔλεγεν· «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν», ἀμέλει, ἐπεὶ μὴ κατὰ φύσιν ἦσαν υἱοὶ διὰ τοῦτο καὶ τραπέντων αὐτῶν ἀφῃρέθη τὸ πνεῦμα καὶ ἀπεκηρύχθησαν· καὶ πάλιν δὲ μετανοοῦντας αὐτοὺς δέξεται καὶ διδοὺς τὸ φῶς πάλιν υἱοὺς καλέσει ὁ καὶ κατὰ τὴν ἀρχὴν θεὸς οὕτως τὴν χάριν αὐτοῖς δεδωκώς.

Εἰ τοίνυν οὕτως καὶ τὸν σωτῆρα λέγουσι, δειχθήσεται μήτε ἀληθινὸς μήτε θεὸς μήτε υἱὸς μήτε ὅμοιος τῷ πατρὶ μήτε ὅλως τοῦ εἶναι κατ’ οὐσίαν πατέρα ἔχων τὸν θεόν, ἀλλὰ τῆς δοθείσης αὐτῷ μόνης χάριτος, τοῦ δὲ εἶναι κατ’ οὐσίαν κτίστην τὸν θεὸν καθ’ ὁμοιότητα τῶν πάντων ἔχων. τοιοῦτος δὲ ὤν, οἷον αὐτοὶ λέγουσι, φανήσεται μᾶλλον μηδὲ ἐξ ἀρχῆς ἐσχηκὼς τὸ ὄνομα «υἱός», εἴ γε τοῦτο τῶν ἔργων ἔπαθλον ἔσχε καὶ προκοπῆς οὐκ ἄλλης ἢ τῆς ὅτε γέγονεν ἄνθρωπος καὶ «τὴν τοῦ δούλου μορφὴν ἀνέλαβε». τότε γάρ ἐστιν, ὅτε «γενόμενος ὑπήκοος μέχρι θανάτου» ὑπερυψῶσθαι λέγεται καὶ χάριν εἰληφέναι τὸ ὄνομα, «ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ κάμψῃ πᾶν γόνυ». τί οὖν ἦν πρὸ τούτου, εἰ νῦν ὑψώθη καὶ νῦν ἤρξατο προσκυνεῖσθαι καὶ νῦν υἱὸς ἐλέχθη, ὅτε γέγονεν ἄνθρωπος; φαίνεται γὰρ μηδὲν βελτιώσας αὐτὸς τὴν σάρκα, ἀλλὰ μᾶλλον αὐτὸς δι’ αὐτῆς βελτιωθείς, εἴ γε κατὰ τὴν κακόνοιαν αὐτῶν τότε ὑψώθη καὶ υἱὸς ἐλέχθη, ὅτε γέγονεν ἄνθρωπος. τί οὖν ἦν πρὸ τούτου; πάλιν γὰρ αὐτοὺς ἐρωτᾶν ἀνάγκη, ἵνα καὶ τὸ τέλος τῆς ἀσεβείας αὐτῶν θεωρηθῇ.

εἰ γάρ ἐστιν ὁ κύριος θεός, υἱός, λόγος, οὐκ ἦν δὲ ταῦτα πρὸ τοῦ γένηται ἄνθρωπος, ἢ ἄλλο τι ἦν παρὰ ταῦτα καὶ ὕστερον τούτων ἐξ ἀρετῆς μετέσχεν, ὥσπερ εἴπομεν, ἢ τὸ ἕτερον, ὅπερ εἰς τὰς ἐκείνων κεφαλὰς τραπείη, ἀνάγκη λέγειν αὐτοὺς μηδὲ εἶναι πρὸ τούτου αὐτόν, ἀλλὰ τὸ ὅλον ἄνθρωπον εἶναι φύσει καὶ μηδὲν πλέον. ἀλλ’ οὐκ ἔστι τοῦτο τῆς ἐκκλησίας, τοῦ δὲ Σαμοσατέως ἐστὶ καὶ τῶν νῦν Ἰουδαίων τὸ φρόνημα. διὰ τί οὖν τὰ ἐκείνων φρονοῦντες οὐχὶ καὶ ὡς Ἰουδαῖοι περιτέμνονται, ἀλλ’ ὑποκρίνονται τὸν Χριστιανισμὸν καὶ πρὸς αὐτὸν ἔχουσι τὴν μάχην; εἰ γὰρ οὐκ ἦν ἢ ἦν μέν, ἐβελτιώθη δὲ ὕστερον, πῶς δι’ αὐτοῦ γέγονε τὰ πάντα ἢ πῶς ἐν τούτῳ, εἴ γε μὴ τέλειος ἦν, προσέχαιρεν ὁ πατήρ; καὶ αὐτὸς δέ, εἰ νῦν ἐβελτιώθη, πῶς πρὸ τούτου ηὐφραίνετο ἐν προσώπῳ πατρός; πῶς δέ, εἰ μετὰ τὸν θάνατον ἔλαβε τὸ προσκυνεῖσθαι, φαίνεται ὁ Ἀβραὰμ αὐτὸν ἐν τῇ σκηνῇ προσκυνῶν καὶ Μωσῆς ἐν τῇ βάτῳ; καί, ὡς εἶδε Δανιήλ, «μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ»; πῶς δέ, εἰ νῦν κατ’ αὐτοὺς ἔσχε τὴν βελτίωσιν τῆς πρὸ κόσμου καὶ ὑπερκοσμίου δόξης ἑαυτοῦ μνημονεύων ἔλεγεν αὐτὸς ὁ υἱός· «δόξασόν με πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί»; εἰ δὲ καὶ νῦν ὑψώθη κατ’ αὐτούς, πῶς πρὸ τούτου «ἔκλινεν οὐρανὸν καὶ κατέβη» καὶ πάλιν «ἔδωκεν ὁ ὕψιστος φωνὴν αὐτοῦ»;

οὐκοῦν εἰ καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι τὴν δόξαν εἶχεν ὁ υἱὸς καὶ «κύριος τῆς δόξης» ἦν «ὕψιστός» τε ἦν καὶ ἐξ οὐρανοῦ κατέβη καὶ ἀεὶ προσκυνητός ἐστιν, οὐκ ἄρα καταβὰς ἐβελτιώθη, ἀλλὰ μᾶλλον ἐβελτίωσεν αὐτὸς τὰ δεόμενα βελτιώσεως· καὶ εἰ τοῦ βελτιῶσαι χάριν καταβέβηκεν, οὐκ ἄρα μισθὸν ἔσχε τὸ λέγεσθαι υἱὸς καὶ θεός, ἀλλὰ μᾶλλον αὐτὸς υἱοποίησεν ἡμᾶς τῷ πατρὶ καὶ ἐθεοποίησε τοὺς ἀνθρώπους γενόμενος αὐτὸς ἄνθρωπος.

Οὐκ ἄρα ἄνθρωπος ὢν ὕστερον γέγονε θεός, ἀλλὰ θεὸς ὢν ὕστερον γέγονεν ἄνθρωπος, ἵνα μᾶλλον ἡμᾶς θεοποιήσῃ. ἐπεὶ εἰ, ὅτε γέγονεν ἄνθρωπος, τότε υἱὸς καὶ θεὸς ἐλέχθη, πρὸ δὲ τοῦ γένηται ἄνθρωπος, «υἱοὺς» ἔλεγε τοὺς πάλαι λαοὺς ὁ θεὸς καὶ Μωσῆν ἐτίθει «θεὸν» τοῦ Φαραὼ καὶ ἐπὶ πολλῶν ἡ γραφή φησιν· «θεὸς ἔστη ἐν συναγωγῇ θεῶν», δῆλόν ἐστιν ὡς μετ’ αὐτοὺς καὶ υἱὸς καὶ θεὸς οὗτος ἐλέχθη. πῶς οὖν «πάντα δι’ αὐτοῦ» καὶ «αὐτός ἐστι πρὸ πάντων» ἢ πῶς «πρωτότοκος πάσης τῆς κτίσεως» ἔχων τοὺς πρὸ αὐτοῦ κληθέντας υἱοὺς καὶ θεούς; πῶς δὲ οἱ μετοχῇ πρῶτοι οὐ μετέχουσι λόγου; οὐκ ἔστιν ἀληθὴς αὕτη ἡ δόξα· παρεξεύρεσίς ἐστι τῶν νῦν Ἰουδαϊζόντων. πῶς γὰρ ὅλως δύνανταί τινες ἐπιγνῶναι πατέρα τὸν θεόν; οὔτε γὰρ υἱοθεσία γένοιτ’ ἂν χωρὶς τοῦ ἀληθινοῦ υἱοῦ λέγοντος αὐτοῦ «οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ». πῶς δὲ καὶ θεοποίησις γένοιτ’ ἂν χωρὶς τοῦ λόγου, καὶ πρὸ αὐτοῦ καίτοι λέγοντος αὐτοῦ πρὸς τοὺς ἀδελφοὺς τούτων Ἰουδαίους, «εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο»;

εἰ δὲ πάντες ὅσοι υἱοί τε καὶ θεοὶ ἐκλήθησαν εἴτε ἐπὶ γῆς εἴτε ἐν οὐρανοῖς διὰ τοῦ λόγου υἱοποιήθησαν καὶ ἐθεοποιήθησαν, αὐτὸς δὲ ὁ υἱός ἐστιν ὁ λόγος, δῆλον ὅτι δι’ αὐτοῦ μὲν οἱ πάντες, αὐτὸς δὲ πρὸ πάντων, μᾶλλον δὲ μόνος αὐτὸς ἀληθινὸς υἱὸς καὶ μόνος «ἐκ τοῦ ἀληθινοῦ θεοῦ θεὸς ἀληθινός» ἐστιν, οὐ μισθὸν ἀρετῆς ταῦτα λαβὼν οὐδὲ ἄλλος ὢν παρὰ ταῦτα, ἀλλὰ φύσει κατ’ οὐσίαν ὢν ταῦτα. γέννημα γὰρ τῆς τοῦ πατρὸς οὐσίας ὑπάρχει, ὥστε μηδὲ ἀμφιβάλλειν ὅτι καθ’ ὁμοιότητα τοῦ ἀτρέπτου πατρὸς ἄτρεπτός ἐστι καὶ ὁ λόγος.