εἰ γάρ ἐστιν ὁ κύριος θεός, υἱός, λόγος, οὐκ ἦν δὲ ταῦτα πρὸ τοῦ γένηται ἄνθρωπος, ἢ ἄλλο τι ἦν παρὰ ταῦτα καὶ ὕστερον τούτων ἐξ ἀρετῆς μετέσχεν, ὥσπερ εἴπομεν, ἢ τὸ ἕτερον, ὅπερ εἰς τὰς ἐκείνων κεφαλὰς τραπείη, ἀνάγκη λέγειν αὐτοὺς μηδὲ εἶναι πρὸ τούτου αὐτόν, ἀλλὰ τὸ ὅλον ἄνθρωπον εἶναι φύσει καὶ μηδὲν πλέον. ἀλλ’ οὐκ ἔστι τοῦτο τῆς ἐκκλησίας, τοῦ δὲ Σαμοσατέως ἐστὶ καὶ τῶν νῦν Ἰουδαίων τὸ φρόνημα. διὰ τί οὖν τὰ ἐκείνων φρονοῦντες οὐχὶ καὶ ὡς Ἰουδαῖοι περιτέμνονται, ἀλλ’ ὑποκρίνονται τὸν Χριστιανισμὸν καὶ πρὸς αὐτὸν ἔχουσι τὴν μάχην; εἰ γὰρ οὐκ ἦν ἢ ἦν μέν, ἐβελτιώθη δὲ ὕστερον, πῶς δι’ αὐτοῦ γέγονε τὰ πάντα ἢ πῶς ἐν τούτῳ, εἴ γε μὴ τέλειος ἦν, προσέχαιρεν ὁ πατήρ; καὶ αὐτὸς δέ, εἰ νῦν ἐβελτιώθη, πῶς πρὸ τούτου ηὐφραίνετο ἐν προσώπῳ πατρός; πῶς δέ, εἰ μετὰ τὸν θάνατον ἔλαβε τὸ προσκυνεῖσθαι, φαίνεται ὁ Ἀβραὰμ αὐτὸν ἐν τῇ σκηνῇ προσκυνῶν καὶ Μωσῆς ἐν τῇ βάτῳ; καί, ὡς εἶδε Δανιήλ, «μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ»; πῶς δέ, εἰ νῦν κατ’ αὐτοὺς ἔσχε τὴν βελτίωσιν τῆς πρὸ κόσμου καὶ ὑπερκοσμίου δόξης ἑαυτοῦ μνημονεύων ἔλεγεν αὐτὸς ὁ υἱός· «δόξασόν με πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί»; εἰ δὲ καὶ νῦν ὑψώθη κατ’ αὐτούς, πῶς πρὸ τούτου «ἔκλινεν οὐρανὸν καὶ κατέβη» καὶ πάλιν «ἔδωκεν ὁ ὕψιστος φωνὴν αὐτοῦ»;