Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος γ

Μέγας Αθανάσιος

Η κατά φύσιν γέννηση του Υιού και ο έλεγχος του αρειανικού επιχειρήματος περί βουλήσεως

Αναίρεση του ισχυρισμού ότι ο Λόγος δημιουργήθηκε εκ βουλήσεως. Ανάδειξη της αλήθειας ότι ο Υιός γεννάται εκ της ουσίας του Πατρός και ταυτίζεται με τη ζώσα δημιουργική Του βουλή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 7

ἰδοὺ γὰρ ἐπὶ πᾶσιν ἐλεγχόμενοι καὶ δεικνύμενοι πάσης συνέσεως ἔρημοι οὐκ αἰσχύνονται· ἀλλ’ ὥσπερ ἡ λεγομένη παρὰ τοῖς Ἕλλησιν ἐν μύθοις ὕδρα τὸ θηρίον ἀναιρουμένων τῶν προτέρων ὄφεων ὤδινεν ἑτέρους ὄφεις φιλονεικοῦσα πρὸς τὸν ἀναιροῦντα τῇ τῶν ἑτέρων προβολῇ. τὸν αὐτὸν τρόπον καὶ οἱ θεοστυγεῖς ὥσπερ ὕδραι τὴν ψυχὴν πίπτοντες ἐφ’ οἷς προβάλλονται ἄλλας ἐφευρίσκουσιν Ἰουδαϊκὰς καὶ μωρὰς ἑαυτοῖς ἐκζητήσεις καὶ ὥσπερ ἔχθραν τὴν ἀλήθειαν ἔχοντες ἐπινοοῦσι καινότερα, ὅπως μᾶλλον ἑαυτοὺς διὰ πάντων χριστομάχους ἐπιδείξωσιν.

Μετὰ γὰρ τοὺς τοσούτους κατ’ αὐτῶν ἐλέγχους, ἐφ’ οἷς καὶ ὁ διάβολος αὐτὸς ὁ τούτων πατὴρ ἐντραπεὶς ἂν ἀπῆλθεν ὀπίσω, πάλιν ὡς ἀπὸ «στρεβλῆς τῆς καρδίας» αὐτῶν ἐπινοοῦντες γογγύζουσι καὶ τοῖς μὲν ψιθυρίζουσι, τοῖς δὲ ὡς κώνωπες περιβομβοῦσι λέγοντες· «ἔστω, ταῦτα οὕτως ἑρμηνεύετε καὶ νικᾶτε τοῖς λογισμοῖς καὶ ταῖς ἀποδείξεσιν· ἀλλὰ δεῖ λέγειν βουλήσει καὶ θελήσει γεγενῆσθαι τὸν υἱὸν ὑπὸ τοῦ πατρός». καὶ ἐν τούτῳ γὰρ πολλοὺς ἀπατῶσι προβαλλόμενοι τὸ βούλημα καὶ τὸ θέλημα τοῦ θεοῦ. τοῦτο δὲ εἰ μὲν τῶν ὀρθῶς πιστευόντων τις ἁπλούστερον ἔλεγεν, οὐδὲν ἦν ὑποπτεῦσαι περὶ τοῦ λεγομένου νικώσης τῆς ὀρθοδόξου διανοίας τὴν ἁπλουστέραν τῶν ῥημάτων προφοράν· ἐπειδὴ δὲ παρ’ αἱρετικῶν ἐστιν ἡ φωνή, ὕποπτα δὲ τῶν αἱρετικῶν τὰ ῥήματα καί, ὡς γέγραπται, «κυβερνῶσι δὲ ἀσεβεῖς δόλους» καὶ «οἱ λόγοι αὐτῶν εἰσι δόλιοι», κἂν μόνον νεύωσι—διεφθαρμένην γὰρ ἔχουσι τὴν καρδίαν—, φέρε, καὶ τοῦτο τὸ λεγόμενον ἐξετάσωμεν, μήπως ἐπὶ πᾶσιν ἐλεγχθέντες λοιπὸν ὡς ὕδραι καινότερον ἐπενόησαν λεξείδιον, ἵνα διὰ τῆς τοιαύτης κομψολογίας καὶ πιθανῆς ὑφαρπαγῆς τὴν ἑαυτῶν ἀσέβειαν πάλιν ἄλλως ἐπισπείρωσι. ταὐτὸν γὰρ σημαίνει ὁ λέγων «βουλήσει γέγονεν ὁ υἱὸς» καὶ ὁ λέγων «ἦν ποτε ὅτε οὐκ ἦν» καὶ «ἐξ οὐκ ὄντων γέγονε καὶ κτίσμα ἐστίν».

ἀλλ’ ἐπεὶ ταῦτα λέγοντες ᾐσχύνθησαν, ἑτέρως αὐτὰ πάλιν σημαίνειν ἐπεχείρησαν οἱ δείλαιοι «βούλησιν» προβαλλόμενοι «ὡς τὸ μέλαν αἱ σηπίαι», ἵν’ ἐν τούτῳ τοὺς μὲν ἀκεραίους σκοτίζωσιν, αὐτοὶ δὲ τῆς ἰδίας αἱρέσεως μὴ ἐπιλάθωνται. πόθεν γὰρ τὸ «βουλήσει ἢ θελήσει»; ἐκ ποίας γραφῆς τὰ τοιαῦτα πάλιν προφέρουσιν, εἰπάτωσαν οἱ τοῖς ῥήμασιν ὕποπτοι καὶ τῆς ἀσεβείας ἐφευρεταί. ὁ μὲν γὰρ πατὴρ ἀποκαλύπτων ἀπ’ οὐρανοῦ τὸν ἑαυτοῦ λόγον ἐδείκνυεν, ὅτι «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός», καὶ διὰ μὲν τοῦ Δαβὶδ ἔλεγεν· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», τῷ δὲ Ἰωάννῃ εἰπεῖν ἐνετείλατο· «ἐν ἀρχῇ ἦν ὁ λόγος»· καὶ Δαβὶδ δὲ ψάλλων φησὶν ὅτι «παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς» ὅ τε ἀπόστολος γράφει· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης» καὶ πάλιν· «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων» καὶ «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου.» Πανταχοῦ τὸ εἶναι τοῦ λόγου πάντες καὶ οὐδαμοῦ ‹ἐκ βουλήσεως› αὐτὸν οὐδὲ ὅλως ‹πεποιῆσθαι› λέγουσιν. αὐτοὶ δὲ ποῦ ἄρα βούλησιν ἢ θέλησιν προηγουμένην εὗρον τοῦ λόγου τοῦ θεοῦ, εἰ μὴ ἄρα τὰς γραφὰς ἀφέντες ὑποκρίνονται καὶ τὴν Οὐαλεντίνου κακόνοιαν; Πτολεμαῖος γὰρ ὁ Οὐαλεντίνου ἔφη δύο ζυγοὺς ἔχειν τὸν ἀγένητον, ἔννοιαν καὶ θέλησιν· καὶ πρῶτον ἐνενόησεν, εἶτα ἠθέλησε, καὶ ἅπερ ἐνενόει, οὐκ ἠδύνατο προβάλλειν, εἰ μὴ ὅτε καὶ ἡ τοῦ θελήματος δύναμις ἐπεγένετο.

ἔνθεν οἱ Ἀρειανοὶ μαθόντες ‹θέλημα καὶ βούλησιν› προηγεῖσθαι θέλουσι τοῦ λόγου. ἐκεῖνοι μὲν οὖν τὰ Οὐαλεντίνου ζηλούτωσαν, ἡμεῖς δὲ ἐντυγχάνοντες τοῖς θείοις λογίοις ἐπὶ μὲν τοῦ υἱοῦ τὸ «ἦν» εὕρομεν καὶ αὐτὸν μόνον ἠκούσαμεν ὄντα ἐν τῷ πατρὶ καὶ εἰκόνα τοῦ πατρός. ἐπὶ δὲ μόνων τῶν γενητῶν, ἐπεὶ καὶ τῇ φύσει οὐκ ἦν ποτε ταῦτα, ἀλλ’ ἐπιγέγονε, προηγουμένην βούλησιν καὶ θέλησιν ἀνέγνωμεν τοῦ Δαβὶδ ψάλλοντος ἐν μὲν τῷ ἑκατοστῷ δεκάτῳ τρίτῳ ψαλμῷ οὕτως· «ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν», ἐν δὲ τῷ ἑκατοστῷ δεκάτῳ· «μεγάλα τὰ ἔργα κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ», καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τριακοστῷ τετάρτῳ· «πάντα, ὅσα ἠθέλησεν ὁ κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ καὶ ἐν ταῖς θαλάσσαις καὶ ἐν ταῖς ἀβύσσοις». εἰ μὲν οὖν ἔργον καὶ ποίημα καὶ εἷς τῶν πάντων ἐστί, λεγέσθω καὶ αὐτὸς ‹βουλήσει› γενόμενος· οὕτω γὰρ ἔδειξεν ἡ γραφὴ τὰ ποιήματα γίνεσθαι. καὶ Ἀστέριος δὲ ὁ συνήγορος τῆς αἱρέσεως τούτῳ συντιθέμενος, οὕτως γράφει· «εἴτε γὰρ ἀνάξιον τοῦ δημιουργοῦ τὸ θέλοντα ποιεῖν, ἐπὶ πάντων ὁμοίως ἀνῃρήσθω τὸ θέλειν, ἵνα ἀκέραιον αὐτῷ σώζηται τὸ ἀξίωμα, εἴτε προσῆκον τῷ θεῷ τὸ βούλεσθαι, καὶ ἐπὶ τοῦ πρώτου γεννήματος ὑπαρχέτω τὸ κρεῖττον.

οὐ γὰρ δὴ δυνατὸν ἑνί τε καὶ τῷ αὐτῷ θεῷ τὸ θέλειν ἐπὶ τῶν ποιουμένων ἁρμόττειν καὶ τὸ μὴ βούλεσθαι προσήκειν». πλείστην ὅσην ἀσέβειαν ἐν τοῖς ῥήμασιν ἑαυτοῦ συνθεὶς ὁ σοφιστής, ὅτι τε τὸ γέννημα καὶ τὸ ποίημα ταὐτόν ἐστι καὶ εἷς ἐκ πάντων τῶν ὄντων γεννημάτων ἐστὶν ὁ υἱός, εἰς τοσοῦτον συνέκλεισεν, ὅτι τὰ ποιήματα βουλήσει καὶ θελήματι προσήκει λέγειν.

Οὐκοῦν εἰ ἄλλος ἐστὶ τῶν πάντων, ὥσπερ οὖν ἐν τοῖς πρὸ τούτων ἐδείχθη, καὶ μᾶλλον τὰ ἔργα δι’ αὐτοῦ γέγονε, μὴ λεγέσθω ‹βουλήσει›, ἵνα μὴ καὶ αὐτὸς οὕτως γίνηται, ὥσπερ καὶ τὰ δι’ αὐτοῦ γενόμενα συνέστη. καὶ γὰρ ὁ μὲν Παῦλος οὐκ ὢν πρότερον ὕστερον ὅμως «διὰ θελήματος θεοῦ ἀπόστολος» γέγονεν. ἡ δὲ κλῆσις ἡμῶν ὥς ποτε καὶ αὐτὴ μὴ οὖσα, νῦν δὲ ἐπιγενομένη προηγουμένην ἔχει βούλησιν καί, ὡς αὐτὸς πάλιν ὁ Παῦλός φησι, «κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ» γέγονε. τό τε διὰ Μωσέως λεγόμενον «γενηθήτω φῶς» καὶ «ἐξαγαγέτω ἡ γῆ» καὶ «ποιήσωμεν ἄνθρωπον» ἡγοῦμαι, καθὰ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, τῆς βουλήσεως τοῦ ποιοῦντος εἶναι τοῦτο σημαντικόν. τὰ μὲν γὰρ μὴ ὄντα ποτέ, ἀλλ’ ἔξωθεν ἐπιγινόμενα ὁ δημιουργὸς βούλεται ποιῆσαι· τὸν δὲ ἴδιον λόγον ἐξ αὐτοῦ φύσει γεννῶν οὐ προβουλεύεται. ἐν τούτῳ γὰρ ὁ πατὴρ τὰ ἄλλα, ὅσα βούλεται, ποιεῖ καὶ δημιουργεῖ ἐν τούτῳ, καθὼς καὶ Ἰάκωβος ὁ ἀπόστολος διδάσκων ἔλεγε· «βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας». οὐκοῦν ἡ περὶ πάντων τῶν τε «ἀναγεννωμένων» καὶ τῶν ἅπαξ γινομένων τοῦ θεοῦ βούλησις ἐν τῷ λόγῳ ἐστίν, ἐν ᾧ καὶ τὰ δόξαντα ποιεῖ καὶ ἀναγεννᾷ. καὶ τοῦτο πάλιν ὁ ἀπόστολος σημαίνει γράψων εἰς Θεσσαλονίκην· «τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς».

εἰ δὲ ἐν ᾧ ποιεῖ, ἐν αὐτῷ καὶ ἡ βούλησίς ἐστι καὶ «ἐν Χριστῷ ἐστι τὸ θέλημα» τοῦ πατρός, πῶς δύναται καὶ αὐτὸς ἐν βουλήσει καὶ θελήματι γίνεσθαι; εἰ γὰρ καὶ αὐτὸς ἐν βουλήσει καθ’ ὑμᾶς γέγονεν, ἀνάγκη καὶ τὴν περὶ αὐτοῦ βούλησιν ἐν ἑτέρῳ τινὶ λόγῳ συνίστασθαι, δι’ οὗ καὶ αὐτὸς γίνεται· δέδεικται γὰρ ἡ τοῦ θεοῦ βούλησις οὐκ ἐν τοῖς γινομένοις οὖσα, ἀλλ’ ἐν τῷ «δι’ οὗ» καὶ «ἐν ᾧ» γίνεται τὰ ποιήματα. ἔπειτα ἐπειδὴ ταὐτόν ἐστιν εἰπεῖν «βουλήσει» καὶ «ἦν ποτε ὅτε οὐκ ἦν», ἀρκείσθωσαν τῷ λέγειν· «ἦν ποτε ὅτε οὐκ ἦν», ἵνα αἰσχυνόμενοι διὰ τὸ ἐκ τούτου χρόνους σημαίνεσθαι γνῶσιν, ὅτι καὶ «βουλήσει» λέγοντες χρόνους πρὸ υἱοῦ σημαίνουσι· τῶν γάρ ποτε μὴ ὄντων προηγεῖται τὸ βούλεσθαι, ὡς ἐπὶ πάντων τῶν κτισμάτων. εἰ δὲ ὁ λόγος τῶν μὲν κτισμάτων ἐστὶ δημιουργός, αὐτὸς δὲ συνυπάρχει τῷ πατρί, πῶς δύναται τοῦ ἀιδίως ὄντος ὡς μὴ ὄντος προηγεῖσθαι τὸ βούλεσθαι; εἰ γὰρ προηγεῖται βουλή, πῶς «δι’ αὐτοῦ τὰ πάντα»; μᾶλλον γὰρ εἷς τῶν ἁπάντων ἐστὶ βουλήσει καὶ αὐτὸς ἀποκυηθεὶς υἱός, ὥσπερ καὶ ἡμεῖς λόγῳ ἀληθείας γεγόναμεν υἱοί, καὶ λοιπὸν ἡμᾶς ἀνάγκη ζητεῖν, ὥσπερ εἴρηται, ἄλλον λόγον, δι’ οὗ καὶ οὗτος γέγονε καὶ ἀπεκυήθη μετὰ πάντων, ὧν ἠθέλησεν ὁ θεός.

Εἰ μὲν οὖν ἔστιν ἕτερος τοῦ θεοῦ λόγος, ἔστω καὶ οὗτος λόγῳ γεγονώς· εἰ δὲ μὴ ἔστιν ἄλλος—οὐκ ἔστι γάρ—, ἀλλὰ πάντα δι’ αὐτοῦ γέγονεν, ἅπερ ὁ πατὴρ βεβούληται· πῶς οὐ δείκνυται τούτων ἡ πολυκέφαλος πανουργία, ὅτι καταισχυνθέντες ἐπὶ τῷ λέγειν «ποίημα καὶ κτίσμα» καὶ «οὐκ ἦν πρὶν γεννηθῇ» ὁ τοῦ θεοῦ λόγος, ἄλλως πάλιν κτίσμα λέγουσιν αὐτὸν εἶναι βούλησιν προβαλλόμενοι καὶ λέγοντες· «εἰ μὴ βουλήσει γέγονεν, οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἔσχεν ὁ θεὸς υἱόν». καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ, πονηρότατοι καὶ πάντα πρὸς τὴν αἵρεσιν ἑαυτῶν ἕλκοντες; τὸ μὲν γὰρ ἀντικείμενον τῇ βουλήσει ἑωράκασι, τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐκ ἐθεώρησαν. ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται καὶ προηγεῖται τοῦ βούλεσθαι τὸ κατὰ φύσιν. οἰκίαν μὲν οὖν τις βουλόμενος κατασκευάζει, υἱὸν δὲ γεννᾷ κατὰ φύσιν· καὶ τὸ μὲν βουλήσει κατασκευαζόμενον ἤρξατο γίνεσθαι καὶ ἔξωθέν ἐστι τοῦ ποιοῦντος, ὁ δὲ υἱὸς ἴδιον τῆς οὐσίας τοῦ πατρός ἐστι γέννημα καὶ οὐκ ἔστιν ἔξωθεν αὐτοῦ. διὸ οὐδὲ βουλεύεται περὶ αὐτοῦ, ἵνα μὴ καὶ περὶ ἑαυτοῦ δοκῇ βουλεύεσθαι. ὅσῳ οὖν τοῦ κτήματος ὁ υἱὸς ὑπέρκειται, τοσούτῳ καὶ τῆς βουλήσεως τὸ κατὰ φύσιν. καὶ ἔδει αὐτοὺς ἀκούοντας «οὐ βουλήσει» λογίζεσθαι τὸ κατὰ φύσιν.

οἱ δὲ ἐπιλαθόμενοι, ὅτι περὶ υἱοῦ θεοῦ ἀκούουσι, τολμῶσιν ἀνθρωπίνας ἀντιθέσεις λέγειν ἐπὶ θεοῦ, ‹ἀνάγκῃ› καὶ ‹παρὰ γνώμην›, ἵνα τὸ εἶναι υἱὸν ἀληθινὸν ἀρνήσωνται τοῦ θεοῦ. ἐπεὶ εἰπάτωσαν ἡμῖν αὐτοί· τὸ ἀγαθὸν εἶναι καὶ οἰκτίρμονα τὸν θεὸν ἐκ βουλήσεως πρόσεστιν αὐτῷ ἢ οὐ βουλήσει; εἰ μὲν οὖν ἐκ βουλήσεως, σκοπεῖν δεῖ, ὅτι ἤρξατο μὲν εἶναι ἀγαθὸς καὶ τὸ μὴ εἶναι δὲ ἀγαθὸν ἐνδεχόμενόν ἐστι. τὸ γὰρ βουλεύεσθαι καὶ προαιρεῖσθαι εἰς ἑκάτερα τὴν ῥοπὴν ἔχει, καὶ λογικῆς φύσεώς ἐστι τοῦτο πάθος. εἰ δὲ διὰ τὸ ἐκ τούτων ἄτοπον οὐκ ἐκ βουλήσεως οἰκτίρμων καὶ ἀγαθός ἐστιν, ἀκουέτωσαν ἅπερ εἰρήκασιν αὐτοί· οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἐστὶν ἀγαθός—καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ; εἰ δὲ ἄλογόν ἐστι λέγειν ἐπὶ θεοῦ ἀνάγκην καὶ διὰ τοῦτο φύσει ἀγαθός ἐστιν, εἴη ἂν πολλῷ μᾶλλον καὶ ἀληθέστερον τοῦ υἱοῦ φύσει καὶ οὐκ ἐκ βουλήσεως πατήρ.

Εἰπάτωσαν δὲ πάλιν ἡμῖν καὶ τοῦτο—πρὸς γὰρ τὴν ἀναισχυντίαν αὐτῶν ἐρώτησιν αὐτοῖς ἐπάγειν ἔτι βούλομαι τολμηροτέραν μέν, βλέπουσαν δὲ ὅμως εἰς εὐσέβειαν· ἱλάσθητι, δέσποτα. ὁ πατὴρ αὐτὸς βουλευσάμενος πρότερον, εἶτα θελήσας, οὕτως ὑπάρχει ἢ καὶ πρὸ τοῦ βουλεύσηται; χρὴ γὰρ καὶ περὶ τοῦ λόγου τοιαῦτα τολμῶντας αὐτοὺς τοιαῦτα καὶ ἀκούειν, ἵνα γνῶσιν, ὅτι ἡ τοιαύτη αὐτῶν προπέτεια καὶ εἰς αὐτὸν τὸν πατέρα φθάνει. ἐὰν μὲν οὖν εἴπωσιν ἅπαξ βουλευσάμενοι περὶ βουλήσεως, ὅτι καὶ αὐτὸς ἐκ βουλήσεως, τί οὖν ἦν πρὸ τοῦ βουλεύσηται ἢ τί πλέον ἔσχεν, ὡς ὑμεῖς λέγετε, μετὰ τὸ βουλεύσασθαι; εἰ δὲ ἄτοπος καὶ ἀσύστατός ἐστιν ἡ τοιαύτη ἐρώτησις καὶ οὐ θέμις ὅλως τοιαῦτα λέγειν—ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς περὶ θεοῦ εἰδέναι καὶ νοεῖν, ὅτι αὐτός ἐστιν «ὁ ὤν»—, πῶς οὖν οὐκ ἄλογον ἂν εἴη καὶ περὶ τοῦ λόγου τοῦ θεοῦ τοιαῦτα ἐνθυμεῖσθαι καὶ βούλησιν καὶ θέλησιν προβάλλεσθαι; ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς καὶ περὶ τοῦ λόγου εἰδέναι καὶ νοεῖν, ὅτι ὁ μὴ ἐκ βουλήσεως ὑπάρχων θεὸς οὐ βουλήσει, ἀλλὰ φύσει τὸν ἴδιον ἔχει λόγον. πῶς δὲ οὐχ ὑπερβάλλει πᾶσαν μανίαν, τὸ καὶ μόνον ἐνθυμεῖσθαι, ὅτι αὐτὸς ὁ θεὸς βουλεύεται καὶ σκέπτεται καὶ προαιρεῖται καὶ θέλειν ἑαυτὸν προτρέπεται, ἵνα μὴ ἄλογος καὶ ἄσοφος ᾖ, ἀλλὰ λόγον καὶ σοφίαν ἔχῃ;

περὶ ἑαυτοῦ γὰρ δοκεῖ σκέπτεσθαι ὁ περὶ τοῦ ἰδίου τῆς οὐσίας ἑαυτοῦ βουλευόμενος. πολλῆς τοίνυν δυσφημίας οὔσης ἐν τῇ τοιαύτῃ φρονήσει εὐσεβῶς ἂν λεχθείη, ὅτι τὸ μὲν γενητὰ εὐδοκίᾳ καὶ βουλήσει γέγονεν, ὁ δὲ υἱὸς οὐ θελήματός ἐστι δημιούργημα ἐπιγεγονὼς καθάπερ ἡ κτίσις, ἀλλὰ φύσει τῆς οὐσίας ἴδιον γέννημα. καὶ γὰρ ἴδιος ὢν λόγος τοῦ πατρὸς οὐκ ἐᾷ πρὸ ἑαυτοῦ λογίσασθαί τινα βούλησιν αὐτὸς ὢν βουλὴ ζῶσα τοῦ πατρὸς καὶ δύναμις, καὶ δημιουργὸς τῶν δοκούντων τῷ πατρί. καὶ ταῦτα αὐτὸς ἐν ταῖς Παροιμίαις περὶ ἑαυτοῦ φησιν· «ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς». ὡς γὰρ αὐτὸς ὢν ἡ φρόνησις, «ἐν ᾗ τοὺς οὐρανοὺς ἡτοίμασε», καὶ αὐτὸς ὢν ἰσχὺς καὶ δύναμις—«Χριστὸς» γὰρ «θεοῦ δύναμις»—νῦν παρακλίνων εἶπεν· «ἐμὴ φρόνησις καὶ ἐμὴ ἰσχύς», οὕτως λέγων «ἐμὴ βουλὴ» αὐτὸς ἂν εἴη τοῦ πατρὸς ἡ ζῶσα βουλή, καθὼς καὶ παρὰ τοῦ προφήτου μεμαθήκαμεν, ὅτι αὐτὸς ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος» γίνεται καὶ θέλημα τοῦ πατρὸς αὐτὸς ἐκλήθη. χρὴ γὰρ οὕτως διελέγχειν αὐτοὺς ἀνθρώπινα περὶ τοῦ θεοῦ διανοουμένους.

Οὐκοῦν εἰ τὰ ποιήματα βουλήσει καὶ εὐδοκίᾳ ὑπέστη καὶ ἡ κτίσις πᾶσα θελήματι γέγονεν ὅ τε Παῦλος «διὰ θελήματος θεοῦ» ἀπόστολος ἐκλήθη καὶ ἡ κλῆσις ἡμῶν «εὐδοκίᾳ καὶ θελήματι» γέγονε, «πάντα δὲ διὰ τοῦ λόγου γέγονεν», ἐκτός ἐστιν οὗτος τῶν βουλήσει γεγονότων καὶ μᾶλλον αὐτός ἐστιν ἡ ζῶσα βουλὴ τοῦ πατρός, ἐν ᾗ ταῦτα πάντα γέγονεν, ἐν ᾗ καὶ ὁ ἅγιος Δαβὶδ εὐχαριστῶν ἔλεγεν ἐν τῷ ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ· «ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με». πῶς οὖν δύναται βουλὴ καὶ θέλημα τοῦ πατρὸς ὑπάρχων ὁ λόγος γενέσθαι καὶ αὐτὸς βουλήματι καὶ θελήσει ἐκτὸς εἰ μή, καθὰ προεῖπον, μανέντες πάλιν εἴπωσιν αὐτὸν δι’ ἑαυτοῦ γεγονέναι ἢ δι’ ἑτέρου τινός; τίς οὖν ἐστι, δι’ οὗ γέγονε; πλασάσθωσαν ἕτερον λόγον καὶ τὰ Οὐαλεντίνου ζηλώσαντες Χριστὸν ἕτερον ὀνομασάτωσαν· οὐ γὰρ γέγραπται, ἀλλὰ κἂν πλάσωνται, πάντως κἀκεῖνος διά τινος γίνεται. καὶ λοιπὸν οὕτως ἐπιλογιζομένων ἡμῶν καὶ ἀνακρινόντων τὴν ἀκολουθίαν εὑρίσκεται τῶν ἀθέων ἡ πολυκέφαλος αἵρεσις εἰς πολυθεότητα πίπτουσα καὶ ἄμετρον μανίαν, ἐν ᾗ «κτίσμα» καὶ «ἐξ οὐκ ὄντων» θέλοντες εἶναι τὸν υἱὸν ἑτέρως τὰ αὐτὰ σημαίνουσι βούλησιν καὶ θέλησιν προβαλλόμενοι, ἃ μάλιστα ἐπὶ τῶν γενητῶν καὶ κτιστῶν ταῦτα εὐλόγως ἂν λέγοιτο. πῶς οὖν οὐκ ἀσεβὲς τὰ τῶν γενητῶν ἐπὶ τὸν δημιουργὸν μεταφέρειν;

ἢ πῶς οὐ βλάσφημον λέγειν βούλησιν πρὸ τοῦ λόγου εἶναι ἐν τῷ πατρί; εἰ γὰρ προηγεῖται βούλησις ἐν τῷ πατρί, οὐκ ἀληθεύει λέγων ὁ υἱὸς «ἐγὼ ἐν τῷ πατρί»· ἢ εἰ καὶ αὐτὸς ἐν τῷ πατρί ἐστιν, ἀλλὰ δεύτερος λογισθήσεται, καὶ οὐκ ἔπρεπε λέγειν αὐτὸν «ἐγὼ ἐν τῷ πατρὶ» οὔσης βουλήσεως πρὸ αὐτοῦ, ἐν ᾗ τὰ πάντα γέγονε καὶ αὐτὸς ὑπέστη καθ’ ὑμᾶς. κἂν γὰρ «τῇ δόξῃ διαφέρῃ», ἀλλ’ οὐδὲν ἧττον εἷς ἐστι τῶν ἐκ βουλήσεως γινομένων. ὡς δὲ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, εἰ οὕτως ἐστί, πῶς ὁ μὲν κύριος, τὰ δὲ δοῦλα τυγχάνει; πάντως δὲ κύριος οὗτος, ὅτι τῇ τοῦ πατρὸς κυριότητι ἥνωται· καὶ πάντως ἡ κτίσις δούλη, ἐπεὶ ἐκτὸς τῆς τοῦ πατρὸς ἑνότητός ἐστι καὶ οὐκ οὖσά ποτε γέγονε.

Ἔδει δὲ αὐτοὺς λέγοντας ‹βουλήσει› τὸν υἱὸν εἰπεῖν, ὅτι καὶ ‹φρονήσει› γέγονε. ταὐτὸν γὰρ ἡγοῦμαι φρόνησιν καὶ βούλησιν εἶναι· ὃ γὰρ βουλεύεταί τις, τοῦτο πάντως καὶ φρονεῖ, καὶ ὃ φρονεῖ, τοῦτο καὶ βουλεύεται. αὐτὸς γοῦν ὁ σωτὴρ ὡς ἀδελφὰ ταῦτα συνῆψεν ἅμα λέγων· «ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς». ὡς γὰρ ἰσχὺς καὶ ἀσφάλεια ταὐτόν ἐστιν—ἡ αὐτὴ γὰρ δύναμίς ἐστιν—, οὕτω ταὐτόν ἐστιν εἰπεῖν τὴν φρόνησιν καὶ τὴν βουλὴν εἶναι, ἅπερ ἐστὶν ὁ κύριος. ἀλλ’ οἱ ἀσεβεῖς οὐ θέλουσι μὲν λόγον καὶ βουλὴν ζῶσαν εἶναι τὸν υἱόν, περὶ δὲ τὸν θεὸν φρόνησιν καὶ βουλὴν καὶ σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν ἀνθρωπίνως γίνεσθαι μυθολογοῦσι καὶ πάντα κινοῦσι καὶ τὴν Οὐαλεντίνου ἔννοιαν καὶ θέλησιν προβάλλονται, ἵνα μόνον διαστήσωσι τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς καὶ μὴ εἴπωσιν ἴδιον αὐτὸν τοῦ πατρὸς εἶναι λόγον, ἀλλὰ κτίσμα. ἐκεῖνοι μὲν οὖν ἀκουέτωσαν, ὡς Σίμων ὁ μάγος ἤκουσεν· ἡ ἀσέβεια Οὐαλεντίνου «σὺν ὑμῖν εἴη εἰς ἀπώλειαν» ἕκαστος δὲ Σολομῶνι μᾶλλον πειθέσθω λέγοντι αὐτὸν εἶναι σοφίαν καὶ φρόνησιν τὸν λόγον. φησὶ γάρ· «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει».

οὕτως ἐν ψαλμοῖς· «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν», οὕτως «πάντα, ὅσα ἠθέλησεν, ἐποίησε»· καὶ ὡς ὁ ἀπόστολος γράφει Θεσσαλονικεῦσι· «τὸ θέλημα τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ ἐστιν», ὁ ἄρα τοῦ θεοῦ υἱὸς αὐτός ἐστιν ὁ λόγος καὶ ἡ σοφία, αὐτὸς ἡ φρόνησις καὶ ἡ ζῶσα βουλή, καὶ ἐν αὐτῷ τὸ θέλημα τοῦ πατρός ἐστιν, αὐτὸς «ἀλήθεια» καὶ «φῶς» καὶ «δύναμις» τοῦ πατρός ἐστιν. εἰ δὲ ἡ βούλησις τοῦ θεοῦ ἡ σοφία ἐστὶ καὶ ἡ φρόνησις, ὁ δὲ υἱός ἐστιν ἡ σοφία, ἆρα μὴ ὁ λέγων ‹βουλήσει› τὸν υἱὸν ἴσον λέγει τῷ τὴν σοφίαν ἐν σοφίᾳ γεγονέναι καὶ τὸν υἱὸν ἐν υἱῷ πεποιῆσθαι καὶ διὰ τοῦ λόγου τὸν λόγον ἐκτίσθαι; τοῦτο δὲ καὶ θεῷ μάχεται καὶ ταῖς παρ’ αὐτοῦ γραφαῖς ἐναντιοῦται. καὶ γὰρ καὶ ὁ ἀπόστολος οὐ βουλήσεως, ἀλλ’ αὐτῆς τῆς πατρικῆς οὐσίας ἴδιον ἀπαύγασμα καὶ χαρακτῆρα τὸν υἱὸν κηρύττει λέγων· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». εἰ δέ, ὡς προεῖπον, ἐκ βουλήσεως οὐκ ἔστιν ἡ πατρικὴ οὐσία καὶ ὑπόστασις, εὔδηλον, ὡς οὐδὲ τὸ ἴδιον τῆς πατρικῆς «ὑποστάσεως» ἐκ βουλήσεως ἂν εἴη. ὁποία γὰρ ἂν ᾖ καὶ ὡς ἐὰν ᾖ ἡ μακαρία ἐκείνη ὑπόστασις, τοιοῦτον καὶ οὕτως εἶναι καὶ τὸ ἴδιον ἐξ αὐτῆς γέννημα δεῖ.

καὶ αὐτὸς γοῦν ὁ πατὴρ οὐκ εἶπεν· ‹οὗτός ἐστιν ὁ βουλήσει μου γεγονὼς υἱὸς› οὐδὲ ‹ὃν κατ’ εὐδοκίαν ἔσχον υἱόν›, ἀλλ’ ἁπλῶς «ὁ υἱός μου», καὶ μᾶλλον «ἐν ᾧ ηὐδόκησα» δεικνὺς ἐκ τούτων, ὅτι ‹φύσει μέν ἐστιν οὗτος υἱός, ἐν αὐτῷ δὲ τῶν ἐμοὶ δοκούντων ἡ βούλησις ἀπόκειται›.

Ἆρ’ οὖν ἐπεὶ φύσει καὶ μὴ ἐκ βουλήσεώς ἐστιν ὁ υἱός, ἤδη καὶ ἀθέλητός ἐστι τῷ πατρὶ καὶ μὴ βουλομένου τοῦ πατρός ἐστιν ὁ υἱός; οὐ μὲν οὖν, ἀλλὰ καὶ θελόμενός ἐστιν ὁ υἱὸς παρὰ τοῦ πατρὸς καί, ὡς αὐτός φησιν, «ὁ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ». ὡς γὰρ τὸ εἶναι ἀγαθὸς οὐκ ἐκ βουλήσεως μὲν ἤρξατο—οὐ μὴν ἀβουλήτως καὶ ἀθελήτως ἐστὶν ἀγαθός· ὃ γάρ ἐστι, τοῦτο καὶ θελητόν ἐστιν αὐτῷ—, οὕτω καὶ τὸ εἶναι τὸν υἱόν, εἰ καὶ μὴ ἐκ βουλήσεως ἤρξατο, ἀλλ’ οὐκ ἀθέλητον οὐδὲ παρὰ γνώμην ἐστὶν αὐτῷ. ὥσπερ γὰρ τῆς ἰδίας ὑποστάσεώς ἐστι θελητής, οὕτως καὶ ὁ υἱὸς ἴδιος ὢν αὐτοῦ τῆς οὐσίας οὐκ ἀθέλητός ἐστιν αὐτῷ. θελέσθω καὶ φιλείσθω τοίνυν ὁ υἱὸς παρὰ τοῦ πατρός, καὶ οὕτως τὸ θέλειν καὶ τὸ μὴ ἀβούλητον τοῦ θεοῦ τις εὐσεβῶς λογιζέσθω. καὶ γὰρ ὁ υἱὸς τῇ θελήσει ᾗ θέλεται παρὰ τοῦ πατρός, ταύτῃ καὶ αὐτὸς ἀγαπᾷ καὶ θέλει καὶ τιμᾷ τὸν πατέρα, καὶ ἕν ἐστι θέλημα τὸ ἐκ πατρὸς ἐν υἱῷ, ὡς καὶ ἐκ τούτου θεωρεῖσθαι τὸν υἱὸν ἐν τῷ πατρὶ καὶ τὸν πατέρα ἐν τῷ υἱῷ. μὴ μέντοι κατὰ Οὐαλεντῖνον ‹προηγουμένην τις βούλησιν› ἐπεισαγέτω μηδὲ μέσον ἑαυτὸν ὠθείτω τοῦ μόνου πατρὸς πρὸς τὸν μόνον λόγον προφάσει τοῦ βουλεύεσθαι. μαίνοιτο γὰρ ἄν τις μεταξὺ τιθεὶς πατρὸς καὶ υἱοῦ βούλησιν καὶ σκέψιν.

καὶ γὰρ ἕτερόν ἐστι λέγειν ‹βουλήσει γέγονεν›, ἕτερον δὲ ὅτι ἴδιον ὄντα φύσει τὸν υἱὸν αὐτοῦ ἀγαπᾷ καὶ θέλει αὐτόν. τὸ μὲν γὰρ λέγειν ‹ἐκ βουλήσεως γέγονε› πρῶτον μὲν τὸ μὴ εἶναί ποτε τοῦτον σημαίνει, ἔπειτα δὲ καὶ τὴν ἐπ’ ἄμφω ῥοπὴν ἔχει, καθάπερ εἴρηται, ὥστε δύνασθαί τινα νοεῖν, ὅτι ἐδύνατο καὶ μὴ βούλεσθαι τὸν υἱόν. ἐπὶ υἱοῦ δὲ λέγειν ‹ἐδύνατο καὶ μὴ εἶναι› δυσσεβές ἐστι, καὶ φθάνον εἰς τὴν τοῦ πατρὸς οὐσίαν τὸ τόλμημα, εἴγε τὸ ἴδιον αὐτῆς ἐδύνατο μὴ εἶναι. ὅμοιον γὰρ ὡς εἰ ἐλέγετο, ‹ἐδύνατο καὶ μὴ εἶναι ἀγαθὸς ὁ πατήρ›. ἀλλ’ ὥσπερ ἀγαθὸς ἀεὶ καὶ τῇ φύσει, οὕτως καὶ ἀεὶ καὶ τῇ φύσει γεννητικὸς ὁ πατήρ. τὸ δὲ λέγειν ‹ὁ πατὴρ θέλει τὸν υἱὸν› καὶ ‹ὁ λόγος θέλει τὸν πατέρα› οὐ βούλησιν προηγουμένην δείκνυσιν, ἀλλὰ φύσεως γνησιότητα καὶ οὐσίας ἰδιότητα καὶ ὁμοίωσιν γνωρίζει. ὥσπερ ἐπὶ τοῦ ἀπαυγάσματος ἄν τις εἴποι καὶ τοῦ φωτός, ὅτι τὸ ἀπαύγασμα οὐκ ἔχει μὲν βούλησιν προηγουμένην ἐν τῷ φωτί, ἔστι δὲ αὐτοῦ φύσει γέννημα θελόμενον παρὰ τοῦ φωτὸς τοῦ καὶ γεννήσαντος αὐτό, οὐκ ἐν σκέψει βουλήσεως, ἀλλὰ φύσει καὶ ἀληθείᾳ. οὕτως καὶ ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὀρθῶς ἄν τις εἴποι, ὅτι ὁ πατὴρ ἀγαπᾷ καὶ θέλει τὸν υἱόν, καὶ ὁ υἱὸς ἀγαπᾷ καὶ θέλει τὸν πατέρα.

Οὐκοῦν μὴ λεγέσθω θελήματος δημιούργημα ὁ υἱὸς μηδὲ τὰ Οὐαλεντίνου ἐπεισαγέσθω τῇ ἐκκλησίᾳ, ἀλλὰ βουλὴ ζῶσα καὶ ἀληθῶς φύσει γέννημα, ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα. οὕτω γὰρ καὶ ὁ μὲν πατὴρ εἴρηκεν· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», ὁ δὲ υἱὸς ἀκολούθως· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». εἰ δὲ ὁ λόγος ἐν καρδίᾳ, ποῦ ἡ βούλησις; καὶ εἰ ὁ υἱὸς ἐν τῷ πατρί, ποῦ ἡ θέλησις; καὶ εἰ ἡ βούλησις αὐτός, πῶς ἐν βουλήσει ἡ βουλή; ἄτοπον γάρ· ἵνα μὴ καὶ ἐν λόγῳ ὁ λόγος καὶ ὁ υἱὸς ἐν υἱῷ καὶ ἡ σοφία ἐν σοφίᾳ γίνηται, καθάπερ πολλάκις εἴρηται. πάντα γάρ ἐστιν ὁ υἱὸς τοῦ πατρὸς καὶ οὐδὲν ἐν τῷ πατρὶ πρὸ τοῦ λόγου, ἀλλ’ ἐν τῷ λόγῳ καὶ ἡ βούλησις, καὶ δι’ αὐτοῦ τὰ τοῦ βουλήματος εἰς ἔργον τελειοῦται, ὡς ἔδειξαν αἱ θεῖαι γραφαί. ἐβουλόμην οὖν τοὺς ἀσεβεῖς οὕτως εἰς ἀλογίαν πεπτωκότας καὶ περὶ βουλήσεως σκεπτομένους νῦν ἐρωτῆσαι μηκέτι τὰς τικτούσας αὐτῶν γυναῖκας, ἃς αὐτοὶ πρότερον ἠρώτων λέγοντες, εἰ ‹εἶχες υἱόν, πρὶν γεννήσεις›; ἀλλὰ τοὺς πατέρας καὶ εἰπεῖν αὐτοῖς· ‹πότερον βουλόμενοι γίνεσθε πατέρες ἢ κατὰ φύσιν; καὶ τῆς ὑμῶν βουλήσεως ἢ τῆς φύσεως καὶ οὐσίας ὑμῶν ἐστιν ὅμοια τὰ τέκνα;›, ἵνα κἂν παρὰ τῶν γονέων ἐντραπῶσι, παρ’ ὧν τὸ λῆμμα τῆς γενέσεως ἀπῄτησαν καὶ παρ’ ὧν ἤλπισαν ἔχειν τὴν γνῶσιν.

ἀποκριθήσονται γὰρ αὐτοῖς ‹ἃ γεννῶμεν, οὐ τοῦ θελήματος, ἀλλ’ ἡμῶν ἐστιν ὅμοια οὐδὲ προβουλευσάμενοι γινόμεθα γονεῖς, ἀλλὰ τῆς φύσεως ἴδιόν ἐστι τὸ γεννᾶν· ἐπεὶ καὶ ἡμεῖς τῶν τεκόντων ἐσμὲν εἰκόνες›. ἢ τοίνυν καταγινωσκέτωσαν ἑαυτῶν καὶ παυσάσθωσαν πυνθανόμενοι γυναικῶν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ἢ μανθανέτωσαν παρ’ αὐτῶν, ὅτι οὐ βουλήσει γεννᾶται ὁ υἱός, ἀλλὰ φύσει καὶ ἀληθείᾳ.

Πρέπων δὲ καὶ ἁρμόζων τούτοις ὁ ἐξ ἀνθρώπων ἔλεγχος, ἐπειδὴ καὶ ἀνθρώπινα περὶ τῆς θεότητος διαλογίζονται οἱ κακόφρονες. τί τοίνυν ἔτι μαίνονται οἱ χριστομάχοι; καὶ τοῦτο γὰρ αὐτῶν ὥσπερ οὖν καὶ τὰ ἄλλα προβλήματα δέδεικται καὶ ἠλέγχθη φαντασία καὶ μυθοπλαστία μόνον ὄντα. καὶ διὰ τοῦτο ὀφείλουσι, κἂν ὀψέ ποτε θεωρήσαντες εἰς ὅσον ἀφροσύνης πεπτώκασι κρημνὸν ἀναδῦναι καὶ φεύγειν ἀπὸ «τῆς τοῦ διαβόλου παγίδος» νουθετούμενοι παρ’ ἡμῶν. φιλάνθρωπος γὰρ ἡ ἀλήθεια κράζουσα διαπαντός· «εἰ ἐμοὶ μὴ πιστεύητε» διὰ τὴν τοῦ σώματος περιβολήν, κἂν «τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», «κἀγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». ἀλλ’ ὁ μὲν κύριος συνήθως φιλανθρωπεύεται καὶ θέλει πάντας «ἀνορθοῦσθαι τοὺς κατερραγμένους», ὡς ἡ αἴνεσις λέγει τοῦ Δαβίδ. οἱ δὲ ἀσεβεῖς οὐ θέλοντες ἀκούειν κυριακῆς φωνῆς οὐδὲ φέροντες ὁρᾶν τὸν Χριστὸν ὑπὸ πάντων ὁμολογούμενον θεὸν καὶ θεοῦ υἱὸν περιέρχονται οἱ ἄθλιοι ὡς οἱ κάνθαροι μετὰ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου προφάσεις εἰς ἀσέβειαν ζητοῦντες. ποίας οὖν ἄρα μετὰ ταῦτα ἢ πόθεν εὑρεῖν δυνήσονται, εἰ μὴ ἄρα παρὰ μὲν τῶν Ἰουδαίων τῶν τοῦ Καϊάφα δανείσονται τὰς δυσφημίας, παρ’ Ἑλλήνων δὲ λάβωσι τὴν ἀθεότητα;

αἱ γὰρ θεῖαι γραφαὶ τούτοις ἐκλείσθησαν, καὶ πανταχόθεν ἐξ αὐτῶν ἠλέγχθησαν ἄφρονες καὶ χριστομάχοι.