Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος γ

Μέγας Αθανάσιος

Η αμοιβαία ενοίκηση και η ομοουσιότητα Πατρός και Υιού

Ερμηνεία του χωρίου «εγώ εν τω Πατρί» και αναίρεση των αρειανικών θέσεων. Απόδειξη της απόλυτης ταυτότητας της ουσίας, της κοινής ενέργειας και της ενιαίας θεότητος Πατρός και Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 7

Τοῦ αὐτοῦ κατὰ Ἀρειανῶν λόγος τρίτος Οἱ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες ἅπαξ ἀποστάται γενέσθαι καὶ παραβάται τῆς ἀληθείας φιλονεικοῦσιν εἰς ἑαυτοὺς ἑλκῦσαι τὸ γεγραμμένον· «ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ»· οὔτε γὰρ ἐλεγχόμενοι παύονται οὔτε ἀποροῦντες ἐντρέπονται, ἀλλ’ ὡς «πόρνης ὄψις ἀπηναισχύνθησαν πρὸς πάντας» ἐν ταῖς ἀσεβείαις. καὶ γὰρ ὧν ἐπροφασίζοντο ῥητῶν, τοῦ «κύριος ἔκτισέ με» καὶ τοῦ «κρείττων γενόμενος τῶν ἀγγέλων» καὶ τοῦ «πρωτότοκος» καὶ τοῦ «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν» ὀρθὴν ἐχόντων τὴν διάνοιαν καὶ δεικνυόντων τὴν εἰς Χριστὸν εὐσέβειαν, οὐκ οἶδ’ ὅπως πάλιν αὐτοὶ ὡς περιχυθέντες τὸν τοῦ «ὄφεως ἰὸν» καὶ μὴ βλέποντες ἃ δεῖ βλέπειν μηδὲ νοοῦντες ἃ ἀναγινώσκουσιν ὥσπερ ἐκ βάθους τῆς ἀσεβοῦς αὐτῶν καρδίας ἐρευγόμενοι ἤρξαντο λοιπὸν καὶ διασύρειν τὸ ὑπὸ τοῦ κυρίου λεγόμενον «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» λέγοντες· «πῶς δύναται οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ χωρεῖν; ἢ πῶς ὅλως δύναται ὁ πατὴρ ‹μείζων› ὢν ἐν τῷ υἱῷ ἐλάττονι ὄντι χωρεῖν; ἢ τί θαυμαστόν, εἰ ὁ υἱὸς ἐν τῷ πατρί, ὅπουγε καὶ περὶ ἡμῶν γέγραπται· ‹ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν›;»

πάσχουσι δὲ τοῦτο ἀκολούθως τῇ κακονοίᾳ ἑαυτῶν σῶμα νομίζοντες εἶναι τὸν θεὸν καὶ μὴ νοοῦντες μήτε τί ἐστιν «ἀληθινὸς πατὴρ» καὶ «ἀληθινὸς υἱὸς» μήτε τί ἐστι «φῶς ἀόρατον καὶ ἀίδιον» καὶ «ἀπαύγασμα αὐτοῦ» ἀόρατον μήτε τί ἐστιν «ἀόρατος ὑπόστασις» καὶ «χαρακτὴρ» ἀσώματος καὶ «εἰκὼν» ἀσώματος. «εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν τὸν κύριον τῆς δόξης» μετὰ γέλωτος ἐδυσφήμουν οὔτε τὰ ἀσώματα σωματικῶς ἐκλαμβάνοντες τὰ καλῶς λεγόμενα παρεξηγοῦντο. ἤρκει μὲν οὖν καὶ μόνον ἀκούοντας ταῦτα λέγοντος τοῦ κυρίου πιστεύειν, ἐπεὶ καὶ ἡ τῆς ἁπλότητος πίστις βελτίων ἐστὶ τῆς ἐκ περιεργίας «πιθανολογίας»· ἐπειδὴ δὲ καὶ τοῦτο βεβηλοῦν ἐπεχείρησαν πρὸς τὴν ἰδίαν αἵρεσιν, ἀναγκαῖον τὴν μὲν ἐκείνων κακόνοιαν διελέγξαι, τὴν δὲ τῆς ἀληθείας διάνοιαν δεῖξαι ἕνεκά γε τῆς τῶν πιστῶν ἀσφαλείας. οὐ γάρ, ὡς ἐκεῖνοι νομίζουσιν, ἀντεμβιβαζόμενοι εἰς ἀλλήλους εἰσὶν ἐν τῷ λέγεσθαι «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» ὥσπερ ἐν ἀγγείοις κενοῖς ἐξ ἀλλήλων πληρούμενοι ὥστε τὸν μὲν υἱὸν πληροῦν τὸ κενὸν τοῦ πατρός, τὸν δὲ πατέρα πληροῦν τὸ κοῖλον τοῦ υἱοῦ καὶ ἑκάτερον αὐτῶν μὴ εἶναι πλήρη καὶ τέλειον· σωμάτων γὰρ ἴδιον τοῦτό γε, διὸ καὶ τὸ μόνον εἰπεῖν τοῦτο πλέον ἐστὶν ἀσεβείας. πλήρης γὰρ καὶ τέλειός ἐστιν ὁ πατὴρ καὶ «πλήρωμα θεότητός» ἐστιν ὁ υἱός.

οὐδ’ αὖ πάλιν, ὥσπερ ἐν τοῖς ἁγίοις γινόμενος ὁ θεὸς ἐνεδυνάμου αὐτούς, οὕτως ἐστὶ καὶ ἐν τῷ υἱῷ· αὐτὸς γάρ ἐστιν ἡ τοῦ πατρὸς δύναμις καὶ σοφία, καὶ τὰ μὲν γενητὰ μετοχῇ τούτου ἐν πνεύματι ἁγιάζεται· αὐτὸς δὲ ὁ υἱὸς οὐ μετουσίᾳ υἱός ἐστιν, ἀλλὰ γέννημα τοῦ πατρὸς ἴδιόν ἐστιν. οὐκ ἔστι δὲ πάλιν οὕτως ὁ υἱὸς ἐν τῷ πατρὶ ὡς τὸ «ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν»· αὐτὸς γὰρ ὡς ἐκ πηγῆς τοῦ πατρός ἐστι ζωή, «ἐν ᾧ τὰ πάντα» ζωογονεῖταί τε καὶ «συνέστηκεν». οὐ γὰρ ἡ ζωὴ ἐν ζωῇ ζῇ, ἐπεὶ οὐκ ἂν εἴη ζωή, ἀλλ’ αὐτὸς «μᾶλλον ζωογονεῖ τὰ πάντα».

Ἴδωμεν δὲ καὶ τὰ τοῦ συνηγόρου τῆς αἱρέσεως Ἀστερίου τοῦ σοφιστοῦ· γέγραφε γὰρ καὶ αὐτὸς εἰς τοῦτο ζηλώσας τοὺς Ἰουδαίους ταῦτα· «εὔδηλον γάρ, ὅτι διὰ τοῦτο εἴρηκεν ‹ἑαυτὸν μὲν ἐν τῷ πατρί, ἐν ἑαυτῷ δὲ πάλιν τὸν πατέρα›, ἐπεὶ μήτε τὸν λόγον, ὃν διεξήρχετο, ἑαυτοῦ φησιν εἶναι, ἀλλὰ τοῦ πατρός, μήτε οἰκεῖα τὰ ἔργα, ἀλλὰ τοῦ πατρὸς δεδωκότος τὴν δύναμιν.» τοῦτο δὲ εἰ καὶ παιδάριον ἦν ἁπλῶς εἰρηκός, συγγνώμην εἶχεν ἐκ τῆς ἡλικίας· ἐπειδὴ δὲ ὁ καλούμενος σοφιστὴς καὶ πάντα γινώσκειν ἐπαγγελλόμενος ἔστιν ὁ γράψας, πόσης ἄξιος καταγνώσεως ὁ τοιοῦτος; πῶς δὲ καὶ οὐκ ἀλλότριον ἑαυτὸν τοῦ ἀποστόλου δείκνυσιν ἐπαιρόμενος «ἐν πειθοῖ σοφίας λόγοις» καὶ νομίζων ἐν τούτοις ἐξαπατᾶν δύνασθαι «μὴ νοῶν αὐτὸς ἃ λέγει, μηδὲ περὶ τίνος διαβεβαιοῦται»; ἃ γὰρ ὁ υἱὸς ἴδια καὶ ἁρμόζοντα μόνῳ υἱῷ λόγῳ καὶ σοφίᾳ ὄντι καὶ εἰκόνι τῆς τοῦ πατρὸς οὐσίας εἴρηκε, ταῦτα οὗτος εἰς πάντα τὰ κτίσματα καταφέρει καὶ κοινὰ τῷ τε υἱῷ καὶ τούτοις ταῦτα ποιεῖ τήν τε δύναμιν τοῦ πατρὸς λέγει λαμβάνειν δύναμιν ὁ παράνομος, ἵνα ἀκολουθήσῃ τῇ δυσσεβείᾳ αὐτοῦ εἰπεῖν, ὅτι καὶ ὁ υἱὸς ἐν υἱῷ υἱοποιήθη καὶ ὁ λόγος ἔλαβε λόγου ἐξουσίαν. καὶ οὐκ ἔτι μὲν αὐτὸν ὡς υἱὸν θέλει ταῦτα εἰρηκέναι, ὡς δὲ μαθόντα καὶ αὐτὸν ὁμοίως συντάσσει πᾶσι τοῖς ποιήμασιν.

εἰ γὰρ διὰ τὸ μὴ εἶναι τὰ ῥήματα τοῦ υἱοῦ, ἃ διεξήρχετο, ἀλλ’ ὅτι «τοῦ πατρὸς» ἦν καὶ τὰ «ἔργα», πῶς ἔλεγεν· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»; καὶ ὁ μὲν Δαβὶδ λέγει· «ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ ὁ θεός», ὁ δὲ Σολομών· «οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦ», καὶ ὁ μὲν Μωσῆς τοὺς παρὰ τοῦ θεοῦ διηκόνει λόγους, ἕκαστος δὲ τῶν προφητῶν οὐ τὰ ἴδια, ἀλλὰ τὰ παρὰ τοῦ θεοῦ ἔλεγε, «τάδε λέγει κύριος»· καὶ τὰ ἔργα, ἃ ἐποίουν οἱ ἅγιοι, οὐκ ἴδια, ἀλλὰ τοῦ δεδωκότος τὴν δύναμιν τοῦ θεοῦ ἔλεγον εἶναι, ὡς ὁ μὲν Ἠλίας καὶ Ἐλισσαῖος ἐπικαλούμενοι τὸν θεόν, ἵνα τοὺς νεκροὺς αὐτὸς ἐγείρῃ. ὅτε καὶ τῷ Νεεμὰν λέγει ὁ Ἐλισσαῖος καθαρίσας αὐτὸν ἀπὸ τῆς λέπρας· «ἵνα γνῷς, ὅτι ἐστὶ θεὸς ἐν Ἰσραήλ», ὁ δὲ Σαμουὴλ καὶ αὐτὸς ἐν ἡμέραις θερισμοῦ ηὔχετο τὸν θεὸν «δοῦναι ὑετόν», οἵ τε ἀπόστολοι ἔλεγον οὐκ «ἰδίᾳ δυνάμει» ποιεῖν τὰ σημεῖα, ἀλλὰ τῇ τοῦ κυρίου χάριτι. δῆλον ὅτι κατ’ αὐτὸν κοινὴ ἂν εἴη πάντων καὶ ἡ τοιαύτη φωνή, ὥστε καὶ ἕκαστον δύνασθαι λέγειν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί» καὶ λοιπὸν μηκέτι ἕνα εἶναι τὸν τοῦ πατρὸς υἱὸν καὶ λόγον καὶ σοφίαν, ἀλλ’ ἐκ πολλῶν ἕνα καὶ τοῦτον τυγχάνειν.

Ἀλλ’ εἴπερ ἦν οὕτως ὁ κύριος εἰρηκώς, ἔδει μὴ εἰπεῖν αὐτόν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ἀλλὰ μᾶλλον· ‹κἀγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ δὲ καὶ ἐν ἐμοί ἐστιν›, ἵνα μηδὲ ἴδιον καὶ ἐξαίρετον ἔχῃ πρὸς τὸν πατέρα ὡς υἱός, κοινὴν δὲ μετὰ πάντων ἔχῃ τὴν αὐτὴν χάριν. ἀλλ’ οὐκ ἔστιν, ὡς νομίζουσιν ἐκεῖνοι· μὴ φρονοῦντες γὰρ υἱὸν εἶναι γνήσιον ἐκ πατρὸς καταψεύδονται τοῦ γνησίου, ᾧ μόνῳ ἁρμόζει λέγειν· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». ἔστι γὰρ ὁ υἱὸς «ἐν τῷ πατρί», ὥς γε νοεῖν ἔξεστιν, ἐπειδὴ σύμπαν τὸ εἶναι τοῦ υἱοῦ τοῦτο τῆς τοῦ πατρὸς οὐσίας ἴδιόν ἐστιν ὡς ἐκ φωτὸς ἀπαύγασμα καὶ ἐκ πηγῆς ποταμός, ὥστε τὸν ὁρῶντα τὸν υἱὸν ὁρᾶν τὸ τοῦ πατρὸς ἴδιον καὶ νοεῖν, ὅτι τοῦ υἱοῦ τὸ εἶναι ἐκ τοῦ πατρὸς ὂν οὕτως ἐν τῷ πατρί ἐστιν. ἔστι δὲ καὶ ὁ πατὴρ ἐν τῷ υἱῷ, ἐπειδὴ τὸ ἐκ τοῦ πατρὸς ἴδιον τοῦτο ὁ υἱὸς τυγχάνει ὢν ὡς ἐν τῷ ἀπαυγάσματι ὁ ἥλιος καὶ ἐν τῷ λόγῳ ὁ νοῦς καὶ ἐν τῷ ποταμῷ ἡ πηγή. οὕτως γὰρ ὁ θεωρῶν τὸν υἱὸν θεωρεῖ τῆς τοῦ πατρὸς οὐσίας τὸ ἴδιον καὶ νοεῖ, ὅτι ὁ πατὴρ ἐν τῷ υἱῷ ἐστι. τοῦ γὰρ εἴδους καὶ τῆς θεότητος τοῦ πατρὸς οὔσης τὸ εἶναι τοῦ υἱοῦ ἀκολούθως ὁ υἱὸς ἐν τῷ πατρί ἐστι καὶ ὁ πατὴρ ἐν τῷ υἱῷ.

διὰ τοῦτο γὰρ καὶ εἰκότως εἰρηκὼς πρότερον «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» ἐπήγαγε τὸ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ἵνα τὴν μὲν ταυτότητα τῆς θεότητος, τὴν δὲ ἑνότητα τῆς οὐσίας δείξῃ.

Ἓν γάρ εἰσιν οὐχ ὡς ἑνὸς πάλιν εἰς δύο μέρη διαιρεθέντος καὶ μηδὲν ὄντων πλὴν ἑνὸς οὐδὲ ὡς τοῦ ἑνὸς δὶς ὀνομαζομένου, ὥστε τὸν αὐτὸν ἄλλοτε μὲν πατέρα, ἄλλοτε δὲ υἱὸν ἑαυτοῦ γίνεσθαι (τοῦτο γὰρ Σαβέλλιος φρονήσας, αἱρετικὸς ἐκρίθη), ἀλλὰ δύο μέν εἰσιν, ὅτι ὁ πατὴρ πατήρ ἐστι καὶ οὐχ ὁ αὐτὸς υἱός ἐστι καὶ ὁ υἱὸς υἱός ἐστι καὶ οὐχ ὁ αὐτὸς πατήρ ἐστι. μία δὲ ἡ φύσις—οὐ γὰρ ἀνόμοιον τὸ γέννημα τοῦ γεννήσαντος, εἰκὼν γάρ ἐστιν αὐτοῦ—καὶ πάντα τὰ πατρὸς τοῦ υἱοῦ ἐστι. διὸ οὐδὲ ἄλλος θεὸς ὁ υἱός—οὐ γὰρ ἔξωθεν ἐπενοήθη—, ἐπεὶ πάντως καὶ πολλοὶ ξένης παρὰ τὴν τοῦ πατρὸς ἐπινοουμένης θεότητος. εἰ γὰρ καὶ ἕτερόν ἐστιν ὡς γέννημα ὁ υἱός, ἀλλὰ ταὐτόν ἐστιν ὡς θεός, καὶ ἕν εἰσιν αὐτὸς καὶ ὁ πατὴρ τῇ ἰδιότητι καὶ οἰκειότητι τῆς φύσεως καὶ τῇ ταυτότητι τῆς μιᾶς θεότητος, ὥσπερ εἴρηται. καὶ γὰρ καὶ τὸ ἀπαύγασμα φῶς ἐστιν, οὐ δεύτερον τοῦ ἡλίου οὐδὲ ἕτερον φῶς οὐδὲ κατὰ μετουσίαν αὐτοῦ, ἀλλ’ ὅλον ἴδιον αὐτοῦ γέννημα. τὸ δὲ τοιοῦτον γέννημα ἐξ ἀνάγκης ἕν ἐστι φῶς, καὶ οὐκ ἄν τις εἴποι δύο φῶτα εἶναι ταῦτα, ἀλλὰ δύο μὲν ἥλιον καὶ ἀπαύγασμα, ἓν δὲ τὸ ἐξ ἡλίου φῶς ἐν τῷ ἀπαυγάσματι φωτίζον τὰ πανταχοῦ. οὕτως καὶ ἡ τοῦ υἱοῦ θεότης τοῦ πατρός ἐστιν, ὅθεν καὶ ἀδιαίρετός ἐστι· καὶ οὕτως «εἷς θεὸς καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ».

οὕτω γοῦν ἓν αὐτῶν ὄντων καὶ μιᾶς οὔσης τῆς θεότητος τὰ αὐτὰ λέγεται περὶ τοῦ υἱοῦ, ὅσα λέγεται καὶ περὶ τοῦ πατρὸς χωρὶς τοῦ λέγεσθαι πατήρ· οἷον «θεός», «καὶ θεὸς ἦν ὁ λόγος», τὸ «παντοκράτωρ», «τάδε λέγει ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος ὁ παντοκράτωρ», τὸ «κύριος», «εἷς κύριος Ἰησοῦς Χριστός», τὸ εἶναι φῶς, «ἐγώ εἰμι τὸ φῶς», τὸ ἐξαλείφειν ἁμαρτίας—«ἵνα δέ», φησίν, «εἰδῆτε, ὅτι ἔχει ἐξουσίαν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»—καὶ ὅσα ἄλλα ἂν εὕροις. «πάντα» γάρ, φησὶν αὐτὸς ὁ υἱός, «ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι»· καὶ πάλιν «τὰ ἐμὰ σά ἐστιν.» Ὁ δὲ ἀκούων τὰ τοῦ πατρὸς λεγόμενα ἐφ’ υἱοῦ ὄψεται καὶ οὕτως τὸν πατέρα ἐν τῷ υἱῷ, θεωρήσει δὲ καὶ τὸν υἱὸν ἐν τῷ πατρί, ὅταν τὰ λεγόμενα ἐφ’ υἱοῦ λέγῃ ταῦτα καὶ ἐπὶ πατρός. διὰ τί δὲ τὰ τοῦ πατρὸς ἐφ’ υἱοῦ λέγεται ἢ ὅτι ἐξ αὐτοῦ γέννημά ἐστιν ὁ υἱός; διὰ τί δὲ καὶ τὰ τοῦ υἱοῦ ἴδιά ἐστι τοῦ πατρὸς ἢ ὅτι πάλιν τῆς οὐσίας αὐτοῦ ἴδιον γέννημα ὁ υἱός; τῆς δὲ οὐσίας τοῦ πατρὸς ἴδιον ὢν γέννημα ὁ υἱὸς εἰκότως καὶ τὰ τοῦ πατρὸς λέγει ἑαυτοῦ εἶναι· ὅθεν πρεπόντως καὶ ἀκολούθως τῷ μὲν λέγειν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» ἐπήγαγεν, «ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». τούτῳ δὲ πάλιν προσείρηκεν· «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα», καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς νοῦς ἐν τοῖς τρισὶ τούτοις ῥητοῖς.

ὁ γὰρ οὕτως ἐγνωκώς, ὅτι ἕν εἰσιν ὁ υἱὸς καὶ ὁ πατήρ, οἶδεν, ὅτι αὐτὸς ἐν τῷ πατρί ἐστι, καὶ ὁ πατὴρ ἐν τῷ υἱῷ· ἡ γὰρ τοῦ υἱοῦ θεότης τοῦ πατρός ἐστι, καὶ αὐτὴ ἐν τῷ υἱῷ ἐστι· καὶ ὁ τοῦτο δὲ καταλαβὼν πέπεισται, ὅτι «ὁ ἑωρακὼς» τὸν υἱὸν «ἑώρακε τὸν πατέρα». ἐν γὰρ τῷ υἱῷ ἡ τοῦ πατρὸς θεότης θεωρεῖται. τοῦτο δὲ καὶ ἀπὸ τοῦ παραδείγματος τῆς εἰκόνος τοῦ βασιλέως προσεχέστερόν τις κατανοεῖν δυνήσεται. ἐν γὰρ τῇ εἰκόνι τοῦ βασιλέως τὸ εἶδος καὶ ἡ μορφή ἐστι, καὶ ἐν τῷ βασιλεῖ δὲ τὸ ἐν τῇ εἰκόνι εἶδός ἐστιν. ἀπαράλλακτος γάρ ἐστιν ἡ ἐν τῇ εἰκόνι τοῦ βασιλέως ὁμοιότης, ὥστε τὸν ἐνορῶντα τῇ εἰκόνι ὁρᾶν ἐν αὐτῇ τὸν βασιλέα καὶ τὸν πάλιν ὁρῶντα τὸν βασιλέα ἐπιγινώσκειν, ὅτι οὗτός ἐστιν ὁ ἐν τῇ εἰκόνι. ἐκ δὲ τοῦ μὴ διαλλάττειν τὴν ὁμοιότητα τῷ θέλοντι μετὰ τὴν εἰκόνα θεωρῆσαι τὸν βασιλέα εἴποι ἂν ἡ εἰκών· ‹ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν· ἐγὼ γὰρ ἐν ἐκείνῳ εἰμὶ κἀκεῖνος ἐν ἐμοί, καὶ ὃ ὁρᾷς ἐν ἐμοί, τοῦτο ἐν ἐκείνῳ βλέπεις, καὶ ὃ ἑώρακας ἐν ἐκείνῳ, τοῦτο βλέπεις ἐν ἐμοί›. ὁ γοῦν προσκυνῶν τὴν εἰκόνα ἐν αὐτῇ προσκυνεῖ τὸν βασιλέα. ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδός ἐστιν ἡ εἰκών. ἐπεὶ τοίνυν καὶ ὁ υἱὸς εἰκών ἐστι τοῦ πατρός, ἐξ ἀνάγκης ἐστὶ νοεῖν, ὅτι ἡ θεότης καὶ ἡ ἰδιότης τοῦ πατρὸς τὸ εἶναι τοῦ υἱοῦ ἐστι. καὶ τοῦτό ἐστιν «ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων» καὶ «ὁ πατὴρ ἐν ἐμοί».

Οὐκ ἐκ μέρους δὲ ἡ τῆς θεότητος μορφή, ἀλλὰ «τὸ πλήρωμα τῆς τοῦ πατρὸς θεότητός» ἐστι τὸ εἶναι τοῦ υἱοῦ, καὶ ὅλος θεός ἐστιν ὁ υἱός. διὰ τοῦτο καὶ ἴσα θεῷ ὢν «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ»· καὶ πάλιν ἐπειδὴ τοῦ υἱοῦ ἡ θεότης καὶ τὸ εἶδος οὐδενὸς ἄλλου ἢ τοῦ πατρός ἐστι, τοῦτό ἐστιν, ὅπερ εἶπε τὸ «ἐγὼ ἐν τῷ πατρί». οὕτως «θεὸς ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων»· τὸ γὰρ ἴδιον τῆς τοῦ πατρὸς οὐσίας ἐστὶν ὁ υἱός, ἐν ᾧ ἡ κτίσις πρὸς τὸν θεὸν κατηλλάσσετο. οὕτως ἃ ἐργάζεται ὁ υἱός, τοῦ πατρός ἐστιν ἔργα. τὸ γὰρ εἶδος τῆς τοῦ πατρὸς θεότητός ἐστιν ὁ υἱός, ἥτις ἐργάζεται τὰ ἔργα· οὕτως δὲ ὁ βλέπων τὸν υἱὸν ὁρᾷ τὸν πατέρα. ἐν γὰρ τῇ πατρῴᾳ θεότητί ἐστι καὶ θεωρεῖται ὁ υἱός, καὶ τὸ ἐν αὐτῷ πατρικὸν εἶδος δείκνυσιν ἑαυτῷ τὸν πατέρα. καὶ οὕτως ἐστὶν ὁ πατὴρ ἐν τῷ υἱῷ, καὶ ἡ ἐκ τοῦ πατρὸς δὲ ἐν υἱῷ ἰδιότης καὶ θεότης δείκνυσι τὸν υἱὸν ἐν τῷ πατρὶ καὶ τὸ ἀεὶ ἀδιαίρετον αὐτοῦ. καὶ ὁ ἀκούων δὲ καὶ βλέπων τὰ λεγόμενα περὶ τοῦ πατρὸς ταῦτα λεγόμενα περὶ τοῦ υἱοῦ οὐ κατὰ χάριν ἢ μετοχὴν ἐπιγενόμενα τῇ οὐσίᾳ αὐτοῦ, ἀλλ’ ὅτι αὐτὸ τὸ εἶναι τοῦ υἱοῦ ἴδιον τῆς πατρικῆς οὐσίας ἐστὶ γέννημα, νοήσει καλῶς τὸ εἰρημένον, καθὰ προεῖπον, «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». ἔστι γὰρ ὁ υἱὸς οἷος ὁ πατὴρ τῷ πάντα τὰ τοῦ πατρὸς ἔχειν.

διὸ καὶ μετὰ τοῦ ‹πατρὸς› σημαίνεται· πατέρα γὰρ οὐκ ἄν τις εἴποι μὴ ὑπάρχοντος υἱοῦ. ὁ μέντοι ποιητὴν λέγων τὸν θεὸν οὐ πάντως καὶ τὰ γενόμενα δηλοῖ—ἔστι γὰρ καὶ πρὸ τῶν ποιημάτων ποιητής—, ὁ δὲ πατέρα λέγων εὐθὺς μετὰ πατρὸς σημαίνει καὶ τὴν τοῦ υἱοῦ ὕπαρξιν. διὰ τοῦτο καὶ ὁ πιστεύων εἰς τὸν υἱὸν εἰς τὸν πατέρα πιστεύει. εἰς γὰρ τὸ ἴδιον τῆς τοῦ πατρὸς οὐσίας πιστεύει· καὶ οὕτως μία ἐστὶν ἡ πίστις εἰς ἕνα θεόν, καὶ ὁ προσκυνῶν δὲ καὶ τιμῶν τὸν υἱὸν ἐν υἱῷ προσκυνεῖ καὶ τιμᾷ τὸν πατέρα. μία γάρ ἐστιν ἡ θεότης. καὶ διὰ τοῦτο μία τιμὴ καὶ μία ἐστὶ προσκύνησις ἡ ἐν υἱῷ καὶ δι’ αὐτοῦ γινομένη τῷ πατρί· καὶ ὁ οὕτω προσκυνῶν ἕνα θεὸν προσκυνεῖ. «εἷς γὰρ θεός ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ». ὅτε γοῦν καὶ «μόνος» λέγεται ὁ πατὴρ «θεὸς» καὶ ὅτι «εἷς θεός ἐστι» καὶ τὸ «ἐγώ εἰμι, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἄλλος θεὸς» καὶ «ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα», καλῶς λέγεται—εἷς γὰρ θεὸς καὶ μόνος καὶ πρῶτός ἐστιν—, οὐκ εἰς ἀναίρεσιν δὲ τοῦ υἱοῦ λέγει ταῦτα. μὴ γένοιτο· ἔστι δὲ καὶ αὐτὸς ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ ὡς τοῦ ἑνὸς καὶ μόνου καὶ πρώτου μόνος λόγος καὶ σοφία καὶ ἀπαύγασμα ὤν. ἔστι δὲ καὶ πρῶτος καὶ αὐτὸς «πλήρωμα τῆς» τοῦ πρώτου καὶ μόνου «θεότητος», ὅλος καὶ «πλήρης» ὢν θεός.

οὐκοῦν οὐ δι’ αὐτὸν εἴρηται, ἀλλ’ εἰς ἀναίρεσιν τοῦ μὴ εἶναι ἕτερον, οἷός ἐστιν ὁ πατὴρ καὶ ὁ τούτου λόγος. καὶ ἔστι μὲν οὗτος ὁ νοῦς τοῦ προφήτου φανερὸς καὶ πᾶσι πρόδηλος.

Ἐπειδὴ δὲ οἱ ἀσεβεῖς καὶ ταῦτα φέροντες δυσφημοῦσι μὲν τὸν κύριον, ὀνειδίζουσι δὲ ἡμῖν λέγοντες· «ἰδοὺ ‹εἷς› καὶ ‹μόνος› καὶ ‹πρῶτος› λέγεται ὁ θεός, πῶς ὑμεῖς λέγετε τὸν υἱὸν εἶναι θεόν; εἰ γὰρ ἦν θεός, οὐκ ἂν ἔλεγεν· ‹ἐγὼ μόνος› οὐδὲ ὅτι ‹εἷς ἐστιν ὁ θεός›»· ἀναγκαῖον τὸν νοῦν καὶ τούτων τῶν ῥητῶν ὡς δυνατὸν εἰπεῖν, ἵνα πάντες γνῶσι καὶ ἐκ τούτων, ὅτι ὄντως εἰσὶν οἱ Ἀρειανοὶ θεομάχοι. εἰ μὲν ἅμιλλα τῷ υἱῷ ἐστι πρὸς τὸν πατέρα, τοιαύτας ἀκουέτωσαν φωνάς, καὶ εἰ, ὡς Δαβὶδ ἤκουσε περὶ τοῦ Ἀδωνίου καὶ τοῦ Ἀβεσσαλώμ, καὶ ὁ πατὴρ οὕτως βλέπει τὸν υἱόν, πρὸς αὐτὸν λεγέτω καὶ προφερέτω τοιαῦτα ῥήματα, μήποτε ὁ υἱὸς λέγων ἑαυτὸν θεὸν ἀποστήσῃ τινὰς ἀπὸ τοῦ πατρός. εἰ δὲ ὁ γινώσκων τὸν υἱὸν γινώσκει μᾶλλον τὸν πατέρα ἀποκαλύπτοντος τοῦτον αὐτῷ τοῦ υἱοῦ καὶ ἐν τῷ λόγῳ ὄψεται μᾶλλον τὸν πατέρα, καθάπερ εἴρηται, ἐλθὼν δὲ ὁ υἱὸς οὐχ ἑαυτόν, ἀλλὰ τὸν πατέρα ἐδόξασε λέγων μὲν τῷ προσερχομένῳ· «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», ἀποκρινόμενος δὲ τῷ ἐρωτῶντι «ποία ἐντολὴ ἐν τῷ νόμῳ» «μείζων», ὅτι «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστι». καὶ τοῖς μὲν ὄχλοις λέγων· «ἐγὼ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός», τοὺς δὲ μαθητὰς διδάσκων, ὅτι «ὁ πατήρ μου μείζων μού ἐστι» καὶ «ὁ ἐμὲ τιμῶν τιμᾷ τὸν πέμψαντά με».

καὶ εἰ τοιοῦτός ἐστιν ὁ υἱὸς πρὸς τὸν ἑαυτοῦ πατέρα, ποία ἐναντιότης, ἵνα καὶ τοιαύτην τις ὑπόνοιαν λάβῃ περὶ τῶν τοιούτων ῥητῶν; ἄλλως τε εἰ λόγος ἐστὶ τοῦ πατρὸς ὁ υἱός, τίς οὕτως ἐστὶν ἄφρων πλὴν τῶν χριστομάχων, ὡς νομίζειν ὅτι τὸν ἑαυτοῦ λόγον διαβάλλων καὶ ἀναιρῶν τὰ τοιαῦτα λελάληκεν ὁ θεός; οὐκ ἔστιν οὗτος ὁ νοῦς Χριστιανῶν· μὴ γένοιτο. οὐ γὰρ διὰ τὸν υἱὸν ταῦτα γέγραπται, ἀλλ’ εἰς ἀναίρεσιν τῶν πλασθέντων παρὰ τῶν ἀνθρώπων ψευδωνύμων θεῶν· καὶ ἡ διάνοια τῶν τοιούτων ῥητῶν ἔχει τὴν αἰτίαν εὔλογον.

Ἐπειδὴ γὰρ οἱ προσκείμενοι τοῖς ψευδωνύμοις θεοῖς ἀφίστανται τοῦ ἀληθινοῦ θεοῦ, διὰ τοῦτο ἀγαθὸς ὤν, κηδόμενος τῶν ἀνθρώπων ὁ θεὸς ἀνακαλούμενος τοὺς πλανηθέντας φησίν· «ἐγὼ θεὸς μόνος» καὶ «ἐγώ εἰμι, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεὸς» καὶ ὅσα τοιαῦτά ἐστι ῥητά, ἵνα τὰ μὲν μὴ ὄντα διαβάλῃ, ἐπιστρέψῃ δὲ πάντας εἰς ἑαυτόν. καὶ ὥσπερ ἂν εἴ τις ἡμέρας οὔσης καὶ ἡλίου φαίνοντος ζωγραφοίη ξύλον ἁπλῶς οὐδὲ κἂν φαντασίαν ἔχον φωτὸς καὶ λέγοι τὴν εἰκόνα ταύτην αἰτίαν εἶναι τοῦ φωτός, ὁ δὲ ἥλιος τοῦτο βλέπων εἰ λέγοι· ‹ἐγὼ μόνος εἰμὶ τὸ φῶς τῆς ἡμέρας, καὶ οὐκ ἔστιν ἄλλο φῶς τῆς ἡμέρας πλὴν ἐμοῦ›, οὐ πρὸς τὸ ἑαυτοῦ ἀπαύγασμα βλέπων ταῦτα λέγει, ἀλλὰ πρὸς τὴν πλάνην διὰ τὴν εἰκόνα τοῦ ξύλου καὶ ἀνομοιότητα τῆς ματαίας φαντασίας. οὕτως ἐστὶ καὶ τὸ «ἐγώ εἰμι» καὶ «ἐγὼ μόνος θεὸς» καὶ «οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ». ἵνα τῶν ψευδωνύμων ἀποστήσῃ τοὺς ἀνθρώπους καὶ μάθωσιν αὐτὸν λοιπὸν τὸν ἀληθινὸν θεόν. ἀμέλει ταῦτα λέγων ὁ θεὸς διὰ τοῦ λόγου ἑαυτοῦ ἔλεγεν, εἰ μὴ ἄρα καὶ τοῦτο προσθῶσιν οἱ νῦν Ἰουδαῖοι, ὅτι μὴ διὰ τοῦ λόγου ταῦτα λελάληκεν, ἀλλ’ οὕτως εἴρηται, κἂν μαίνωνται οἱ διαβολικοί· «ἐγένετο γὰρ λόγος κυρίου πρὸς τὸν προφήτην» καὶ ταῦτα ἠκούετο.

εἰ δὲ αὐτοῦ ἦν ὁ λόγος καὶ διὰ τοῦ λόγου ταῦτ’ ἐλέγετο καὶ οὐκ ἔστι τι ὃ λέγει καὶ ποιεῖ ὁ θεός, ὃ μὴ ἐν τῷ λόγῳ καὶ λέγει καὶ ποιεῖ, οὐκ ἄρα δι’ αὐτὸν εἴρηται, ὦ θεομάχοι, ἀλλὰ διὰ τὰ ἀλλότρια καὶ μὴ ὄντα παρ’ αὐτοῦ. καὶ γὰρ καὶ κατὰ τὴν εἰρημένην εἰκόνα καὶ ὁ ἥλιος εἰ τὰς φωνὰς ἔλεγεν ἐκείνας, οὐκ ἐκτὸς ἔχων τὸ ἑαυτοῦ ἀπαύγασμα, ἀλλ’ ἐν τῷ ἀπαυγάσματι δεικνὺς ἑαυτοῦ τὸ φῶς ἤλεγχε τὴν πλάνην καὶ εἶπεν ἂν τὰ τοιαῦτα. οὐκοῦν οὐκ εἰς ἀναίρεσιν τοῦ υἱοῦ οὐδὲ δι’ αὐτόν ἐστι τὰ τοιαῦτα ῥητά, ἀλλ’ εἰς ἀθέτησιν τοῦ ψεύδους. ἐξ ἀρχῆς γοῦν ὁ θεὸς οὐκ εἶπε τῷ Ἀδὰμ τὰς τοιαύτας φωνὰς καίτοι ὄντος τοῦ λόγου σὺν αὐτῷ, «δι’ οὗ τὰ πάντα ἐγένετο». οὐ γὰρ ἦν χρεία μήπω γενομένων εἰδώλων· ὅτε δὲ ἀντῆραν ἄνθρωποι κατὰ τῆς ἀληθείας καὶ ὠνόμασαν ἑαυτοῖς οὓς ἤθελον θεούς, τότε δὴ καὶ τοιούτων χρεία γέγονε ῥημάτων εἰς ἀναίρεσιν τῶν μὴ ὄντων θεῶν. ἐγὼ δὲ ἂν εἴποιμι προσθείς, ὅτι καὶ πρὸς τὴν τῶν χριστομάχων ἀφροσύνην προείρηται τὰ τοιαῦτα ῥητά, ἵνα γνῶσιν, ὅτι ὃν ἂν ἔξωθεν ἐπινοήσωσι τῆς οὐσίας τοῦ πατρὸς θεόν, οὗτος οὐκ ἔστιν ἀληθινὸς οὐδὲ τοῦ μόνου καὶ πρώτου εἰκὼν καὶ υἱός.

Ἐὰν τοίνυν καὶ «μόνος ἀληθινὸς» ὁ πατὴρ λέγηται, οὐκ εἰς ἀθέτησιν τοῦ λέγοντος «ἐγώ εἰμι ἡ ἀλήθεια» εἴρηται, ἀλλ’ εἰς ἀναίρεσιν τῶν μὴ πεφυκότων εἶναι ἀληθινῶν, οἷός ἐστιν ὁ πατὴρ καὶ ὁ τούτου λόγος. οὕτως γὰρ καὶ αὐτὸς ὁ κύριος εὐθὺς συνῆψε «καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». εἰ δὲ κτίσμα ἦν, οὐκ ἂν συνῆψε καὶ συνηρίθμησεν ἑαυτὸν τῷ κτίσαντι αὐτόν. ποία γὰρ κοινωνία τῷ ἀληθινῷ καὶ τῷ μὴ ἀληθινῷ; νῦν δὲ συνάψας ἑαυτὸν τῷ πατρὶ ἔδειξεν, ὅτι τῆς φύσεως τοῦ πατρός ἐστι, καὶ «ἔδωκεν» ἡμῖν γινώσκειν, ὅτι τοῦ ἀληθινοῦ πατρὸς ἀληθινόν ἐστι γέννημα. τοῦτο μαθὼν Ἰωάννης ἐδίδαξε γράφων ἐν τῇ ἐπιστολῇ· «καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος». καὶ τοῦ μὲν προφήτου περὶ τῆς κτίσεως λέγοντος· «ὁ τανύσας τὸν οὐρανὸν μόνος», τοῦ δὲ θεοῦ· «ἐγὼ μόνος ἐξέτεινα τὸν οὐρανὸν» παντὶ δῆλον γέγονεν, ὅτι ἐν τῷ «μόνῳ» καὶ ὁ τοῦ μόνου σημαίνεται λόγος, ἐν ᾧ «τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». οὐκοῦν εἰ διὰ τοῦ λόγου γέγονε, φησὶ δὲ «ἐγὼ μόνος», νοεῖται σὺν τῷ «μόνῳ» καὶ ὁ υἱός, δι’ οὗ γέγονε καὶ ὁ οὐρανός. οὕτως ἄρα καὶ ἐὰν λέγηται «εἷς θεὸς» καὶ «ἐγὼ μόνος» καὶ «ἐγὼ πρῶτος», ἐν τῷ «ἑνὶ» καὶ «μόνῳ» καὶ «πρώτῳ» συνὼν νοεῖται ὁ λόγος ὥσπερ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα. τοῦτο δὲ οὐκ ἂν ἐπὶ ἄλλου νοηθείη, εἰ μὴ ἐπὶ μόνου τοῦ λόγου.

τὰ μὲν γὰρ ἄλλα πάντα ἐκ τοῦ μὴ ὄντος ὑπέστη διὰ τοῦ υἱοῦ καὶ πολλὴν ἔχει τῇ φύσει τὴν διάστασιν· αὐτὸς δὲ ὁ υἱὸς «ἐκ τοῦ πατρός» ἐστι φύσει καὶ ἀληθινὸν γέννημα. διὸ καὶ ὃ προφέρειν ἔδοξαν οἱ ἀνόητοι ῥητόν, τὸ «ἐγὼ πρῶτος», εἰς ἀπολογίαν τῆς αἱρέσεως αὐτῶν, τοῦτο μᾶλλον ἐλέγχει αὐτῶν τὴν κακόνοιαν. φησὶν ὁ θεός· «ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα». εἰ μὲν οὖν ὡς συναριθμούμενος τοῖς μετ’ αὐτὸν λέγεται τούτων πρῶτος, ἵνα κἀκεῖνα δεύτερα τούτου ᾖ, ἔστω καθ’ ὑμᾶς τῶν ποιημάτων καὶ αὐτὸς μόνῳ τῷ χρόνῳ προάγων—ἀλλὰ τοῦτο μόνον πᾶσαν ἀσέβειαν ὑπερβάλλει. εἰ δὲ εἰς ἀπόδειξιν τοῦ μὴ εἶναι αὐτὸν ἔκ τινος μηδὲ πρὸ αὐτοῦ τινα, ἀλλ’ αὐτὸν εἶναι τῶν πάντων ἀρχὴν καὶ αἴτιον καὶ εἰς ἀναίρεσιν τῶν παρ’ Ἕλλησι μύθων εἴρηκεν «ἐγὼ πρῶτος», δῆλον ὅτι καὶ τὸ λέγεσθαι τὸν υἱὸν «πρωτότοκον» οὐ διὰ τὸ συναριθμεῖσθαι αὐτὸν τῇ κτίσει λέγεται «πρωτότοκος», ἀλλ’ εἰς ἀπόδειξιν τῆς τῶν πάντων διὰ τοῦ υἱοῦ δημιουργίας καὶ υἱοποιήσεως. καὶ γὰρ ὥσπερ ὁ πατὴρ «πρῶτός» ἐστιν, οὕτως καὶ αὐτὸς πρῶτος μέν ἐστιν ὡς εἰκὼν τοῦ πρώτου καὶ ἐν αὐτῷ ὄντος τοῦ πρώτου, γέννημα δὲ «ἐκ τοῦ πατρός», καὶ ἐν αὐτῷ πᾶσα ἡ κτίσις κτίζεται καὶ υἱοποιεῖται.

Ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν ἐπιχειροῦσι φιλονεικεῖν ταῖς ἰδίαις μυθοπλαστίαις, λέγοντες μὴ οὕτως εἶναι τὸν υἱὸν καὶ τὸν πατέρα ἓν μηδὲ ὅμοιον, ὡς ἡ ἐκκλησία κηρύσσει, ἀλλ’ ὡς αὐτοὶ θέλουσι. φασὶ γάρ· «ἐπεὶ ἃ θέλει ὁ πατήρ, ταῦτα θέλει καὶ ὁ υἱὸς καὶ οὔτε τοῖς νοήμασιν οὔτε τοῖς κρίμασιν ἀντίκειται, ἀλλ’ ἐν πᾶσίν ἐστι σύμφωνος αὐτῷ, τὴν ταυτότητα τῶν δογμάτων καὶ τὸν ἀκόλουθον καὶ συνηρτημένον τῇ τοῦ πατρὸς διδασκαλίᾳ ἀποδιδοὺς λόγον. διὰ τοῦτο αὐτὸς καὶ ὁ πατὴρ ‹ἕν› εἰσι». ταῦτα γὰρ οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τινὲς ἐξ αὐτῶν τετολμήκασι. τούτου δὲ τί ἄν τις ἀτοπώτερον ἢ ἀλογώτερον εἴποι; εἰ γὰρ διὰ ταῦτα ἕν εἰσιν ὁ υἱὸς καὶ ὁ πατὴρ καὶ εἰ οὕτως ὅμοιός ἐστιν ὁ λόγος τῷ πατρί· ὥρα καὶ τοὺς ἀγγέλους καὶ τὰ ἄλλα ἡμῶν τὰ ὑπερκείμενα, «ἀρχάς τε καὶ ἐξουσίας καὶ θρόνους καὶ κυριότητας», καὶ τὰ φαινόμενα, ἥλιόν τε καὶ σελήνην καὶ τοὺς ἀστέρας, εἶναι καὶ αὐτοὺς ὡς τὸν υἱόν· υἱοὺς λέγεσθαί τε καὶ περὶ τούτων, ὅτι καὶ αὐτοὶ καὶ ὁ πατὴρ ἕν εἰσι καὶ ἕκαστος εἰκὼν καὶ λόγος ἐστὶ τοῦ θεοῦ. ἃ γὰρ θέλει ὁ θεός, ταῦτα θέλουσι καὶ αὐτοὶ καὶ οὔτε τοῖς δόγμασιν οὔτε τοῖς κρίμασι διαφωνοῦσιν, ἀλλ’ ἐν πᾶσίν εἰσιν ὑπήκοοι τῷ πεποιηκότι. οὐκ ἂν γὰρ ἔμειναν ἐν τῇ οἰκείᾳ δόξῃ, εἰ μὴ ἅπερ ἤθελεν ὁ πατήρ, ταῦτα καὶ αὐτοὶ ἠβούλοντο.

ὁ γοῦν μὴ μείνας, ἀλλὰ παραφρονήσας ἤκουσε· «πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων;» πῶς οὖν τούτων οὕτως ὄντων μόνος οὗτος υἱὸς μονογενὴς καὶ λόγος καὶ σοφία ἐστίν; ἢ πῶς τοσούτων ὄντων ὁμοίων τῷ πατρὶ μόνος οὗτος «εἰκών» ἐστι; καὶ γὰρ καὶ ἐν ἀνθρώποις εὑρεθήσονται πολλοὶ ὅμοιοι τῷ πατρί, πλεῖστοι μὲν μάρτυρες γενόμενοι καὶ πρὸ αὐτῶν οἱ ἀπόστολοι καὶ προφῆται καὶ πάλιν πρὸ τούτων οἱ πατριάρχαι· πολλοί τε καὶ νῦν ἐφύλαξαν τὴν τοῦ σωτῆρος ἐντολὴν γενόμενοι «οἰκτίρμονες» «ὡς ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς» καὶ τηρήσαντες τὸ «γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς». «μιμηταὶ» δὲ γεγόνασι καὶ τοῦ Παύλου πολλοὶ ὡς κἀκεῖνος «τοῦ Χριστοῦ». καὶ ὅμως οὐδεὶς τούτων οὔτε λόγος οὔτε σοφία οὔτε μονογενὴς υἱὸς οὔτε εἰκών ἐστιν οὔτε τις τούτων ἀπετόλμησεν εἰπεῖν· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» ἢ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ἀλλὰ περὶ μὲν πάντων εἴρηται· «τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε;» ἢ «τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;». περὶ δὲ αὐτοῦ ὅτι μόνος εἰκὼν ἀληθινὴ καὶ φύσει τοῦ πατρός ἐστιν.

εἰ γὰρ καὶ «κατ’ εἰκόνα» γεγόναμεν καὶ «εἰκὼν καὶ δόξα θεοῦ» ἐχρηματίσαμεν, ἀλλ’ οὐ δι’ ἑαυτοὺς πάλιν, ἀλλὰ διὰ τὴν ἐνοικήσασαν ἐν ἡμῖν εἰκόνα καὶ ἀληθῆ δόξαν τοῦ θεοῦ, ἥτις ἐστὶν ὁ λόγος αὐτοῦ ὁ δι’ ἡμᾶς ὕστερον γενόμενος σάρξ, ταύτην τῆς κλήσεως ἔχομεν τὴν χάριν.

Ἀπρεποῦς δὴ οὖν καὶ ἀλόγου καὶ τῆς τοιαύτης φρονήσεως ἐκείνων φαινομένης ἀνάγκη τὴν ὁμοίωσιν καὶ τὴν ἑνότητα ἐπ’ αὐτὴν τὴν οὐσίαν τοῦ υἱοῦ φέρειν· εἰ γὰρ μὴ οὕτως τις λάβοι οὔτε πλέον τι τῶν γενητῶν ἔχων φανήσεται, ὥσπερ εἴρηται, οὔτε τοῦ πατρὸς ὅμοιος ἔσται, ἀλλὰ τῶν τοῦ πατρὸς ὅμοιος ἔσται δογμάτων. καὶ τοῦ πατρὸς διαφέρει ὅτι ὁ μὲν πατὴρ πατήρ ἐστι, τὰ δὲ δόγματα καὶ ἡ διδασκαλία τοῦ πατρός ἐστιν. εἰ τοίνυν κατὰ τὰ δόγματα καὶ τὴν διδασκαλίαν ὅμοιός ἐστιν ὁ υἱὸς τοῦ πατρός, ὁ μὲν πατὴρ κατ’ αὐτοὺς ὀνόματι πατὴρ ἔσται, ὁ δὲ υἱὸς οὐκ «ἀπαράλλακτος εἰκών», μᾶλλον δὲ οὐδὲ ὅλως ἰδιότητα ἢ ὁμοίωσίν τινα τοῦ πατρὸς ἔχων φανήσεται. ποία γὰρ ὁμοίωσις καὶ ἰδιότης τῷ παρεξηλλαγμένῳ παρὰ τὸν πατέρα; καὶ γὰρ καὶ ὁ Παῦλος ὅμοια τῷ σωτῆρι διδάσκων οὐκ ἦν κατ’ οὐσίαν ὅμοιος αὐτῷ. ἐκεῖνοι μὲν οὖν τοιαῦτα φρονοῦντες ψεύδονται, ὁ δέ γε υἱὸς καὶ ὁ πατὴρ οὕτως εἰσὶν ἕν, καθάπερ εἴρηται· καὶ οὕτως ἐστὶν ὁ υἱὸς ὅμοιος καὶ ἐξ αὐτοῦ τοῦ πατρός, ὡς ἔστιν ἰδεῖν καὶ νοεῖν υἱὸν πρὸς πατέρα καὶ ὡς ἔστιν ἰδεῖν τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον. διὰ γὰρ τὸ οὕτως εἶναι τὸν υἱὸν ἐργαζομένου τοῦ υἱοῦ ὁ πατήρ ἐστιν ὁ ἐργαζόμενος καὶ ἐρχομένου τοῦ υἱοῦ πρὸς τοὺς ἁγίους ὁ πατήρ ἐστιν ὁ ἐρχόμενος ἐν τῷ υἱῷ, ὡς αὐτὸς ἐπηγγείλατο λέγων· «ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα».

ἐν γὰρ τῇ εἰκόνι θεωρεῖται ὁ πατήρ, καὶ ἐν τῷ ἀπαυγάσματί ἐστι τὸ φῶς. διὰ τοῦτο, καθάπερ μικρῷ πρόσθεν εἴπομεν, καὶ διδόντος τοῦ πατρὸς χάριν καὶ εἰρήνην, ταύτην καὶ ὁ υἱὸς δίδωσιν, ὡς ὁ Παῦλος ἐπισημαίνεται διὰ πάσης ἐπιστολῆς γράφων· «χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ». μία γὰρ καὶ ἡ αὐτὴ χάρις ἐστὶ παρὰ πατρὸς ἐν υἱῷ, ὡς ἔστιν ἓν τὸ φῶς τοῦ ἡλίου καὶ τοῦ ἀπαυγάσματος καὶ τὸ φωτίζειν τοῦ ἡλίου διὰ τοῦ ἀπαυγάσματος γίνεται. οὕτω γοῦν πάλιν ἐπευχόμενος Θεσσαλονικεῦσι καὶ λέγων· «αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ κύριος Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς» τὴν ἑνότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐφύλαξεν· οὐ γὰρ εἶπε ‹κατευθύνοιεν› ὡς παρὰ δύο διδομένης, παρὰ τούτου καὶ τούτου, διπλῆς χάριτος, ἀλλὰ «κατευθύναι», ἵνα δείξῃ, ὅτι ὁ πατὴρ δι’ υἱοῦ δίδωσι ταύτην· ἐξ ὧν κἂν ἐρυθριᾶν οἱ ἀσεβεῖς δυνάμενοι, οὐ βούλονται.

Εἰ γὰρ μὴ ἦν ἑνότης καὶ ἴδιον τῆς τοῦ πατρὸς οὐσίας γέννημα ὁ λόγος ὡς τὸ ἀπαύγασμα τοῦ φωτός, ἀλλὰ διειστήκει τῇ φύσει ὁ υἱὸς τοῦ πατρός, ἤρκει τὸν πατέρα δοῦναι μόνον οὐδενὸς τῶν γενητῶν ἐπικοινωνοῦντος πρὸς τὸν πεποιηκότα ἐν τοῖς διδομένοις. νῦν δὲ ἡ αὐτὴ δόσις δείκνυσι τὴν ἑνότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ. οὐκ ἂν γοῦν εὔξαιτό τις λαβεῖν παρὰ τοῦ πατρὸς καὶ τῶν ἀγγέλων ἢ παρά τινος τῶν ἄλλων κτισμάτων οὐδ’ ἂν εἴποι τις· ‹δῴη σοι ὁ θεὸς καὶ ὁ ἄγγελος›, ἀλλὰ παρὰ πατρὸς καὶ τοῦ υἱοῦ διὰ τὴν ἑνότητα καὶ τὴν ἑνοειδῆ δόσιν. διὰ γὰρ τοῦ υἱοῦ δίδοται τὰ διδόμενα· οὐδὲν δέ ἐστιν, ὃ μὴ δι’ υἱοῦ ἐνεργεῖ ὁ πατήρ· οὕτω γὰρ καὶ ὁ λαβὼν ἀσφαλῆ τὴν χάριν ἔχει. εἰ δὲ ὁ πατριάρχης Ἰακὼβ εὐλογῶν τοὺς ἐγγόνους Ἐφραῒμ καὶ Μανασσῆ ἔλεγεν· «ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα» οὐ τῶν κτισθέντων καὶ τὴν φύσιν ἀγγέλων ὄντων ἕνα συνῆπτε τῷ κτίσαντι αὐτοὺς θεῷ οὐδὲ ἀφεὶς τὸν τρέφοντα αὐτὸν θεὸν παρ’ ἀγγέλου τὴν εὐλογίαν ᾔτει τοῖς ἐγγόνοις, ἀλλ’ εἰρηκὼς «ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν» ἔδειξε μὴ τῶν κτισθέντων τινὰ ἀγγέλων, ἀλλὰ τὸν λόγον εἶναι τοῦ θεοῦ, ὃν τῷ πατρὶ συνάπτων ηὔχετο, δι’ οὗ καὶ οὓς ἐὰν θέλῃ ῥύεται ὁ θεός.

τοῦτον γὰρ καὶ «μεγάλης βουλῆς ἄγγελον» τοῦ πατρὸς εἰδὼς καλούμενον οὐκ ἄλλον ἀλλ’ ἢ αὐτὸν εἶναι τὸν «εὐλογοῦντα καὶ ῥυόμενον ἐκ τῶν κακῶν» ἔλεγεν. οὐ γὰρ αὐτὸς μὲν παρὰ θεοῦ ἠξίου εὐλογεῖσθαι, τοὺς δὲ ἐγγόνους ἤθελε παρ’ ἀγγέλου, ἀλλ’ ὃν αὐτὸς παρεκάλει λέγων· «οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς» (θεὸς δὲ ἦν οὗτος, ὡς αὐτός φησιν· «εἶδον θεὸν πρόσωπον πρὸς πρόσωπον»), τοῦτον εὐλογῆσαι καὶ τοὺς υἱοὺς Ἰωσὴφ ηὔχετο. ἀγγέλου μὲν οὖν ἴδιον διακονεῖν τῇ τοῦ θεοῦ προστάξει· πολλάκις δὲ καὶ «προπορεύεται» ἐκβαλεῖν τὸν Ἀμορραῖον καὶ πέμπεται φυλάξαι τὸν λαὸν ἐν τῇ ὁδῷ. ἀλλὰ καὶ ταῦτα οὐκ ἔστιν, αὐτοῦ, τοῦ δὲ προστάξαντος καὶ ἀποστείλαντος αὐτὸν θεοῦ, οὗ καὶ τὸ ῥύεσθαί ἐστιν, οὓς ἂν θελήσῃ ῥύεσθαι. διὰ τοῦτο οὐκ ἄλλος ἢ αὐτὸς κύριος ὁ θεὸς ὀφθεὶς εἶπεν αὐτῷ· «καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς». καὶ οὐκ ἄλλος, ἀλλὰ πάλιν ὁ θεὸς ὀφθεὶς ἐπέσχε τοῦ Λάβαν τὴν ἐπιβουλὴν κελεύσας αὐτῷ «μὴ λαλῆσαι πονηρὰ τῷ Ἰακώβ», καὶ αὐτὸς δὲ οὐκ ἄλλον ἢ τὸν θεὸν παρεκάλει λέγων· «ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἠσαῦ, ὅτι φοβοῦμαι αὐτόν»· καὶ γὰρ καὶ ταῖς γυναιξὶν ὁμιλῶν ἔλεγεν· «οὐκ ἔδωκεν ὁ θεὸς τῷ Λάβαν κακοποιῆσαί με».

Διὰ τοῦτο καὶ ὁ Δαβὶδ οὐκ ἄλλον ἢ αὐτὸν τὸν θεὸν παρεκάλει περὶ τοῦ ῥυσθῆναι· «πρὸς σέ, κύριε, ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ ἐπήκουσάς μου· κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας»· τούτῳ καὶ τὴν χάριν ἀνατιθεὶς «ἐλάλησε καὶ τοὺς λόγους τῆς ᾠδῆς» ἐν τῷ ἑπτακαιδεκάτῳ ψαλμῷ, «ἐν ᾗ ἡμέρᾳ ἐρρύσατο αὐτὸν ὁ κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαοὺλ καὶ εἶπεν· ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου, κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου». ὁ δὲ Παῦλος πολλοὺς διωγμοὺς ὑπομείνας οὐκ ἄλλῳ ἢ τῷ θεῷ ηὐχαρίστει λέγων· «ἀλλ’ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος» «καὶ ῥύσεται, εἰς ὃν ἤλπισα». καὶ οὐκ ἄλλος δὲ ἢ ὁ θεὸς εὐλόγησε τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ· καὶ ὁ Ἰσαὰκ δὲ ἐπευχόμενος τῷ Ἰακὼβ ἔλεγεν· «ὁ θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν, καὶ δῴη σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός μου». εἰ δὲ οὐκ ἄλλου τινός ἐστιν εὐλογεῖν καὶ ῥύεσθαι ἢ τοῦ θεοῦ καὶ οὐκ ἄλλος τις ἦν ὁ ῥυόμενος τὸν Ἰακὼβ ἢ αὐτὸς ὁ κύριος, τὸν δὲ ῥυόμενον αὐτὸν ὁ πατριάρχης ἐπεκαλεῖτο ἐπὶ τοὺς ἐγγόνους, δῆλόν ἐστιν, ὡς οὐκ ἄλλον ἐν τῇ εὐχῇ συνῆπτε τῷ θεῷ ἢ τὸν τούτου λόγον, ὃν διὰ τοῦτο καὶ «ἄγγελον ἐκάλεσεν», ὅτι μόνος οὗτός ἐστιν ὁ ἀποκαλύπτων τὸν πατέρα.

ὅπερ καὶ ὁ ἀπόστολος ἐποίει λέγων· «χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ»· οὕτως γὰρ καὶ ἀσφαλὴς ἦν ἡ εὐλογία διὰ τὸ ἀδιαίρετον τοῦ υἱοῦ πρὸς τὸν πατέρα καὶ ὅτι μία καὶ ἡ αὐτή ἐστιν ἡ διδομένη χάρις. κἂν γὰρ ὁ πατὴρ δῴη, διὰ τοῦ υἱοῦ ἐστι τὸ διδόμενον· κἂν ὁ υἱὸς λέγηται χαρίζεσθαι, ὁ πατήρ ἐστιν ὁ διὰ τοῦ υἱοῦ καὶ ἐν τῷ υἱῷ παρέχων. «εὐχαριστῶ» γάρ, φησὶν ὁ ἀπόστολος γράφων Κορινθίοις, «τῷ θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ». τοῦτο δὲ καὶ ἐπὶ φωτὸς καὶ ἀπαυγάσματος ἄν τις ἴδοι· καὶ γὰρ ὅπερ φωτίζει τὸ φῶς, τοῦτο τὸ ἀπαύγασμα καταυγάζει· ὅπερ δὲ καταυγάζει τὸ ἀπαύγασμα, ἐκ τοῦ φωτός ἐστιν ὁ φωτισμός. οὕτω καὶ βλεπομένου τοῦ υἱοῦ βλέπεται ὁ πατήρ (τοῦ γὰρ πατρός ἐστι τὸ ἀπαύγασμα), καὶ οὕτως ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσι.

Τοῦτο δὲ ἐπὶ τῶν γενητῶν καὶ κτισμάτων οὐκ ἄν τις εἴποι. οὔτε γὰρ ἐργαζομένου τοῦ πατρὸς ἐργάζεταί τις αὐτὰ τῶν ἀγγέλων ἢ ἄλλος τις τῶν κτισμάτων—οὐδὲν γὰρ τούτων ποιητικὸν αἴτιόν ἐστιν, ἀλλὰ τῶν γινομένων εἰσίν· ἄλλως τε καὶ κεχωρισμένοι καὶ διεστηκότες τοῦ μόνου καὶ ἄλλο τὴν φύσιν ὄντες καὶ ἔργα τυγχάνοντες— οὔτε ἅπερ ἐργάζεται ὁ θεὸς δύνανται ἐργάζεσθαι—ἐπεὶ καὶ ἑαυτοὺς ἐργάζεσθαι δόξουσιν—οὔτε, καθὰ προεῖπον, χαριζομένου τοῦ θεοῦ συγχαρίζεσθαι οὔτε βλεπομένου ἀγγέλου εἴποι ἄν τις ἑωρακέναι τὸν πατέρα. ἄγγελοι μὲν γάρ, ὡς γέγραπται, «λειτουργικὰ πνεύματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενοι» καὶ τὰς παρ’ αὐτοῦ διὰ τοῦ λόγου δωρεὰς διδομένας ἀπαγγέλλοντές εἰσι τοῖς λαμβάνουσι. καὶ αὐτὸς δὲ ὁ ἄγγελος ὁρώμενος ὁμολογεῖ ἀπεστάλθαι παρὰ τοῦ δεσπότου, ὡς ἐπὶ Ζαχαρίου ὁ Γαβριὴλ καὶ ἐπὶ τῆς θεοτόκου Μαρίας ὁ αὐτὸς ὡμολόγησε. καὶ ὁ βλέπων δὲ ἀγγέλων ὀπτασίαν οἶδεν, ὅτι τὸν ἄγγελον εἶδε καὶ οὐ τὸν θεόν. εἶδε γὰρ Ζαχαρίας ἄγγελον, εἶδε καὶ Ἡσαΐας τὸν κύριον· εἶδε Μανωὲ ὁ πατὴρ τοῦ Σαμψὼν ἄγγελον, ἐθεώρησε δὲ καὶ Μωσῆς τὸν θεόν· εἶδε Γεδεὼν ἄγγελον, «ὤφθη» δὲ καὶ τῷ Ἀβραὰμ ὁ θεός. καὶ οὔτε ὁ τὸν θεὸν θεωρῶν ἔβλεπεν ἄγγελον οὔτε ὁ τὸν ἄγγελον ὁρῶν ἐνόμιζε τὸν θεὸν ὁρᾶν· πολὺ γάρ, μᾶλλον δὲ τὸ ὅλον διέστηκε τῇ φύσει τὰ γενητὰ πρὸς τὸν κτίσαντα θεόν.

εἰ δὲ καί ποτε ὀφθέντος ἀγγέλου ὁ ὁρῶν φωνῆς ἤκουε θεοῦ, ὥσπερ ἐπὶ τῆς βάτου γέγονεν· «ὤφθη» γὰρ «ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου», καὶ ἐκάλεσε κύριος Μωσῆν ἐκ τῆς βάτου λέγων· «ἐγώ εἰμι ὁ θεὸς τοῦ πατρός σου, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», ἀλλ’ οὐκ ἦν ὁ ἄγγελος ὁ θεὸς Ἀβραάμ, ἐν δὲ τῷ ἀγγέλῳ λαλῶν ἦν ὁ θεός, καὶ ὁ μὲν φαινόμενος ἦν ἄγγελος, ὁ δὲ θεὸς ἐν αὐτῷ ἐλάλει. ὡς γὰρ ἐν «στύλῳ νεφέλης» ἐλάλει τῷ Μωσεῖ ἐν τῇ σκηνῇ, οὕτως καὶ ἐν ἀγγέλοις φαίνεται λαλῶν ὁ θεός· οὕτω καὶ τῷ τοῦ Ναυῆ δι’ ἀγγέλου ἐλάλει. ἃ δὲ λαλεῖ ὁ θεός, πρόδηλον ὅτι διὰ τοῦ λόγου λαλεῖ καὶ οὐ δι’ ἄλλου. ὁ δὲ λόγος οὐ κεχωρισμένος τοῦ πατρὸς οὐδὲ ἀνόμοιος καὶ ξένος τῆς οὐσίας τυγχάνων ἃ ἐργάζεται, ταῦτα τοῦ πατρός ἐστιν ἔργα, καὶ μίαν ποιεῖ τὴν δημιουργίαν. καὶ ἃ δίδωσιν ὁ υἱός, τοῦ πατρός ἐστιν ἡ δόσις. καὶ ὁ ἑωρακὼς τὸν υἱὸν οἶδεν, ὅτι τοῦτον ἑωρακὼς οὐκ ἄγγελον οὐδὲ μείζονά τινα τῶν ἀγγέλων οὐδὲ ὅλως τινὰ τῶν κτισμάτων, ἀλλ’ αὐτὸν ἑώρακε τὸν πατέρα. καὶ ὁ τοῦ λόγου ἀκούων οἶδεν, ὅτι τοῦ πατρὸς ἀκούει· ὡς καὶ τῷ ἀπαυγάσματι ὁ καταυγαζόμενος οἶδεν, ὅτι καὶ ὑπὸ ἡλίου φωτίζεται.

Οὕτως γὰρ ἡμᾶς βουλομένη νοεῖν ἡ θεία γραφὴ τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν, ὡς καὶ ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, ἐξ ὧν καὶ τοὺς προδότας Ἰουδαίους δυσωπεῖν δυνάμεθα καὶ τὴν Ἑλλήνων διαλύειν κατηγορίαν φασκόντων καὶ νομιζόντων διὰ τὴν τριάδα λέγειν καὶ ἡμᾶς πολλοὺς θεούς. οὐδὲ γάρ, ὥσπερ καὶ τὸ παράδειγμα δείκνυσι, τρεῖς ἀρχὰς ἢ τρεῖς πατέρας εἰσάγομεν, ὡς οἱ περὶ Μαρκίωνα καὶ Μανιχαῖον· ἐπεὶ μηδὲ τριῶν ἡλίων ὑπεθέμεθα τὴν εἰκόνα, ἀλλὰ ἥλιον καὶ ἀπαύγασμα καὶ ἓν τὸ ἐξ ἡλίου ἐν τῷ ἀπαυγάσματι φῶς. οὕτω μίαν ἀρχὴν οἴδαμεν τόν τε δημιουργὸν λόγον φάσκομεν οὐχ ἕτερόν τινα τρόπον ἔχειν θεότητος ἢ τὴν τοῦ μόνου θεοῦ διὰ τὸ ἐξ αὐτοῦ πεφυκέναι. μᾶλλον μὲν οὖν οἱ Ἀρειομανῖται δικαίως ἂν σχοῖεν τὸ ἔγκλημα τῆς πολυθεότητος ἢ καὶ ἀθεότητος, ὅτι ἔξωθεν τὸν υἱὸν κτίσμα καὶ πάλιν τὸ πνεῦμα ἐκ τοῦ μὴ ὄντος βαττολογοῦσιν. ἢ γὰρ οὐκ εἶναι θεὸν τὸν λόγον φήσουσιν ἢ λέγοντες θεὸν μὲν διὰ τὸ γεγραμμένον, μὴ ἴδιον δὲ τῆς οὐσίας τοῦ πατρὸς πολλοὺς ἂν εἰσάγοιεν διὰ τὸ ἑτεροειδὲς αὐτῶν· εἰ μὴ ἄρα κατὰ μετοχὴν ὥσπερ καὶ τὰ πάντα θεὸν λέγεσθαι καὶ αὐτὸν λέγειν τολμήσουσιν.

ἀλλὰ καὶ τοῦτο νομίζοντες μειζόνως ἀσεβοῦσιν ἕνα τῶν πάντων λέγοντες τὸν λόγον εἶναι—ἡμῶν δὲ τοῦτο μηδὲ εἰς τὸν νοῦν ποτε εἰσέλθοι—, ἓν γὰρ εἶδος θεότητος, ὅπερ ἐστὶ καὶ ἐν τῷ λόγῳ, καὶ εἷς θεὸς ὁ πατὴρ ἐφ’ ἑαυτῷ ὢν κατὰ τὸ ἐπὶ πάντων εἶναι καὶ ἐν τῷ υἱῷ δὲ φαινόμενος κατὰ τὸ διὰ πάντων διήκειν, καὶ ἐν τῷ πνεύματι δὲ κατὰ τὸ ἐν ἅπασι διὰ τοῦ λόγου ἐν αὐτῷ ἐνεργεῖν. οὕτω καὶ ἕνα διὰ τῆς τριάδος ὁμολογοῦμεν εἶναι τὸν θεὸν καὶ πολὺ μᾶλλον εὐσεβέστερον λέγομεν τῆς πολυειδοῦς καὶ πολυμεροῦς τῶν αἱρετικῶν θεότητος, ὅτι τὴν μίαν ἐν τριάδι θεότητα φρονοῦμεν.

Εἰ γὰρ μὴ οὕτως ἔχει, ἀλλ’ «ἐξ οὐκ ὄντων» ποίημα καὶ κτίσμα ἐστὶν ὁ λόγος ἢ οὐκ ἔστι θεὸς ἀληθινὸς διὰ τὸ εἶναι αὐτὸν ἕνα τῶν κτισμάτων ἢ εἰ θεὸν αὐτὸν ὀνομάζουσιν ἐντρεπόμενοι παρὰ τῶν γραφῶν, ἀνάγκη λέγειν αὐτοὺς δύο θεούς, ἕνα μὲν κτίστην, τὸν δὲ ἕτερον κτιστόν, καὶ «δύο κυρίοις λατρεύειν», ἑνὶ μὲν ἀγενήτῳ, τῷ δὲ ἑτέρῳ γενητῷ καὶ κτίσματι· δύο τε πίστεις ἔχειν, μίαν μὲν εἰς τὸν ἀληθινὸν θεόν, ἑτέραν δὲ εἰς τὸν ποιηθέντα καὶ πλασθέντα παρ’ αὐτῶν καὶ λεχθέντα θεόν. ἀνάγκη δὲ αὐτοὺς οὕτω τυφλωθέντας, ὅτε μὲν προσκυνοῦσι τῷ ἀγενήτῳ κατανωτίζεσθαι τὸν γενητόν, ὅτε δὲ προσέρχονται τῷ κτίσματι, ἀποστρέφεσθαι τὸν κτίστην. οὐ γὰρ ἔστιν ἰδεῖν τοῦτον ἐν ἐκείνῳ διὰ τὸ ξένας καὶ διαφόρους εἶναι τάς τε φύσεις καὶ τὰς ἐνεργείας. οὕτω δὲ φρονοῦντες πάντως καὶ πλείονας συνάψουσι θεούς· τοῦτο γὰρ τῶν ἐκπεσόντων ἀπὸ τοῦ ἑνὸς θεοῦ τὸ ἐπιχείρημα. διὰ τί οὖν οἱ Ἀρειανοὶ τοιαῦτα λογιζόμενοι καὶ νοοῦντες οὐ συναριθμοῦσιν ἑαυτοὺς μετὰ τῶν Ἑλλήνων; καὶ γὰρ κἀκεῖνοι ὥσπερ καὶ οὗτοι «τῇ κτίσει λατρεύουσι παρὰ τὸν κτίσαντα» τὰ πάντα θεόν. ἀλλὰ τὸ μὲν ὄνομα τὸ Ἑλληνικὸν φεύγουσι διὰ τὴν τῶν ἀνοήτων ἀπάτην, τὴν δὲ ὁμοίαν ἐκείνοις διάνοιαν ὑποκρίνονται. καὶ γὰρ καὶ τὸ σοφὸν αὐτῶν, ὅπερ εἰώθασι λέγειν· «οὐ λέγομεν δύο ἀγένητα», φαίνονται πρὸς ἀπάτην τῶν ἀκεραίων λέγοντες.

φάσκοντες γὰρ «οὐ λέγομεν δύο ἀγένητα» λέγουσι δύο θεοὺς καὶ τούτους διαφόρους ἔχοντας φύσεις, τὸν μὲν γενητήν, τὸν δὲ ἀγένητον. εἰ δὲ οἱ μὲν Ἕλληνες ἑνὶ ἀγενήτῳ καὶ πολλοῖς γενητοῖς λατρεύουσιν, οὗτοι δὲ ἑνὶ γενητῷ καὶ ἑνὶ ἀγενήτῳ, οὐδ’ οὕτω διαφέρουσιν Ἑλλήνων. ὅ τε γὰρ παρ’ αὐτῶν λεγόμενος εἷς γενητὸς ἐκ πολλῶν ἐστι· καὶ οἱ πολλοὶ δὲ πάλιν τῶν Ἑλλήνων τὴν αὐτὴν τῷ ἑνὶ τούτῳ φύσιν ἔχουσι· καὶ οὗτος γὰρ κἀκεῖνοι κτίσματά εἰσιν. ἄθλιοι, καὶ πλεῖον ὅσον ἐβλάβησαν κατὰ Χριστοῦ φρονήσαντες. ἐξέπεσαν γὰρ τῆς ἀληθείας καὶ τὴν μὲν Ἰουδαίων προδοσίαν ὑπερέβησαν ἀρνούμενοι τὸν Χριστόν, τοῖς δὲ Ἕλλησι συγκυλίονται κτίσματι καὶ διαφόροις θεοῖς λατρεύοντες οἱ θεοστυγεῖς. εἷς γάρ ἐστι καὶ οὐ πολλοί, καὶ εἷς ὁ τούτου λόγος καὶ οὐ πολλοί· καὶ «θεός ἐστιν ὁ λόγος», μόνος γὰρ οὗτος ἔχει τὸ πατρικὸν εἶδος, ὅπερ ὢν αὐτὸς ὁ σωτὴρ ἐδυσώπει τοὺς Ἰουδαίους λέγων· «ὁ πέμψας με πατήρ, ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε». τὸν δὲ λόγον συνῆψε τῷ εἴδει καλῶς, ἵνα δείξῃ, ὅτι ὁ τοῦ θεοῦ λόγος αὐτὸς καὶ εἰκὼν καὶ χαρακτὴρ καὶ εἶδός ἐστι τοῦ πατρὸς ἑαυτοῦ καὶ ὅτι οἱ τὸν λαλοῦντα μὴ δεξάμενοι Ἰουδαῖοι οὐκ ἐδέξαντο τὸν λόγον, ὅπερ ἐστὶ «τὸ εἶδος τοῦ θεοῦ».

τοῦτο καὶ ὁ πατριάρχης Ἰακὼβ ἑωρακὼς ηὐλογήθη καὶ ἀντὶ Ἰακὼβ Ἰσραὴλ ἐκλήθη παρ’ αὐτοῦ, ὡς ἡ θεία γραφὴ μαρτυρεῖ λέγουσα· «ἀνέτειλε δὲ ὁ ἥλιος αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεοῦ». τοῦτο δὲ ἦν ὁ λέγων· «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα» καὶ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί» «κἀγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»· οὕτω γὰρ «εἷς θεός ἐστι» καὶ «μία» ἡ εἰς τὸν πατέρα καὶ υἱὸν «πίστις». καὶ γὰρ τοῦ λόγου ὄντος θεοῦ πάλιν «κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστι». τοῦ γὰρ ἑνὸς ἴδιος καὶ ἀδιαίρετός ἐστιν ὁ υἱὸς κατὰ τὴν ἰδιότητα καὶ οἰκειότητα τῆς οὐσίας.