Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος γ

Μέγας Αθανάσιος

Το μυστήριο της ενανθρωπήσεως και ο διπλός χαρακτήρας των Γραφών

Ανάπτυξη του ερμηνευτικού κανόνα της διπλής μαρτυρίας των Γραφών. Ανάλυση της αντιδόσεως των ιδιωμάτων, της απάθειας της θείας φύσεως και του σωτηριολογικού σκοπού της θεώσεως της ανθρώπινης φύσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 7

Ἰδοὺ γάρ, ὥσπερ οὐκ ἀποκάμνοντες ἐν ταῖς δυσσεβείαις, ἀλλὰ κατὰ τὸν Φαραὼ σκληρυνόμενοι, τὰ ἀνθρώπινα πάλιν τοῦ σωτῆρος ἀκούοντες καὶ βλέποντες ἐν τοῖς εὐαγγελίοις ἐπελάθοντο τέλεον κατὰ τὸν Σαμοσατέα τῆς πατρικῆς θεότητος τοῦ υἱοῦ καὶ τολμηρᾷ τῇ γλώσσῃ θρασυνόμενοι λέγουσι· «πῶς δύναται ὁ υἱὸς ἐκ τοῦ πατρὸς εἶναι φύσει καὶ ὅμοιος αὐτῷ κατ’ οὐσίαν ὁ λέγων· ‹ἐδόθη μοι ἐξουσία›, καὶ ‹ὁ πατὴρ οὐδένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ› καὶ ‹ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον› καὶ πάλιν· ‹πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν θέλῃ ὁ υἱὸς ἀποκαλύψαι› καὶ πάλιν· ‹πᾶν ὃ δέδωκέ μοι ὁ πατήρ, πρός με ἥξει›;». εἶτα ἐπιλέγουσιν· «εἰ ἦν, ὡς λέγετε, υἱὸς κατὰ φύσιν, οὐ χρείαν εἶχε λαβεῖν, ἀλλ’ εἶχεν ὡς υἱός. ἢ πῶς δύναται δύναμις εἶναι φύσει καὶ ἀληθινὴ τοῦ πατρὸς ὁ παρὰ τὸν καιρὸν τοῦ πάθους λέγων· ‹νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω›;

πάλιν τε τὸ ὅμοιον ἔλεγε· ‹πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο› καί· ‹ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησε καὶ εἶπεν· ἀμὴν λέγω ὑμῶν, εἷς ἐξ ὑμῶν παραδώσει με›». καὶ ἐπὶ τούτοις δέ φασιν οἱ κακόφρονες· «εἰ δύναμις ἦν, οὐκ ἂν ἐδειλίασεν, ἀλλὰ μᾶλλον καὶ ἑτέροις τὸ δύνασθαι παρεῖχεν». εἶτά φασιν· «εἰ σοφία ἦν φύσει ἀληθινὴ καὶ ἰδία τοῦ πατρός, πῶς γέγραπται· ‹ὁ δὲ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις› καὶ ‹ἐλθὼν εἰς μὲν τὰ μέρη Καισαρείας τῆς Φιλίππου› ἐπυνθάνετο τῶν μαθητῶν, τίνα λέγουσιν οἱ ἄνθρωποι αὐτὸν εἶναι; εἰς δὲ τὴν Βηθανίαν παραγενόμενος ἠρώτα ποῦ Λάζαρος κεῖται· ἔλεγε δὲ μετὰ ταῦτα τοῖς μαθηταῖς· ‹πόσους ἄρτους ἔχετε;› πῶς οὖν», φασίν, «οὗτος σοφία ὁ ἐν σοφίᾳ προκόπτων καὶ ἀγνοῶν ἃ παρ’ ἑτέρων μανθάνειν ἠξίου;» ἔστι δὲ καὶ τοῦτο παρ’ αὐτῶν λεγόμενον· «πῶς δύναται λόγος ἴδιος εἶναι τοῦ πατρός, οὗ ἄνευ οὐκ ἦν ποτε πατήρ, δι’ οὗ τὰ πάντα ποιεῖ, ὡς ὑμεῖς φρονεῖτε, ὁ ἐπὶ μὲν τοῦ σταυροῦ λέγων· ‹θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες›, πρὸ δὲ τούτου εὐχόμενος· ‹δόξασόν σου τὸ ὄνομα› καὶ ‹δόξασόν με, πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί›;

ηὔχετό τε ἐν ταῖς ἐρήμοις καὶ παρήγγελλε τοῖς μαθηταῖς εὔχεσθαι ‹μὴ εἰσελθεῖν εἰς πειρασμόν›, καὶ ‹τὸ πνεῦμα πρόθυμον›, ἔλεγεν, ‹ἡ δὲ σὰρξ ἀσθενὴς› καὶ ‹περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι οὔτε ὁ υἱός›». εἶτα πάλιν φασὶν ἐπὶ τούτοις οἱ δείλαιοι· «εἰ ἦν κατὰ τὴν ὑμετέραν διάνοιαν ἀιδίως ὑπάρχων πρὸς τὸν θεόν, οὔτ’ ἂν ἠγνόησε περὶ τῆς ἡμέρας, ἀλλ’ ἐγίνωσκεν ὡς λόγος οὔτ’ ἂν ἐγκατελίπετο ὡς συνυπάρχων οὔτε δόξαν ᾔτει λαβεῖν ἔχων αὐτὴν ἐν τῷ πατρὶ οὔτε ὅλως ηὔχετο. οὐδενὸς γὰρ λόγος ὢν ἐδέετο, ἀλλ’ ἐπεὶ κτίσμα ἐστὶ καὶ εἷς τῶν γενητῶν, διὰ τοῦτο τοιαῦτα ἔλεγε καὶ ἐδέετο ὧν οὐκ εἶχε. κτισμάτων γὰρ ἴδιον τὸ χρῄζειν καὶ δέεσθαι ὧν οὐκ ἔχουσιν.» Τοιαῦτα μὲν οὖν οἱ ἀσεβεῖς ἐξάγονται λαλοῦντες· ἔδει δὲ ταῦτα διαλογιζομένους εἰπεῖν καὶ τολμηρότερον· ‹διὰ τί ὅλως ὁ λόγος σὰρξ ἐγένετο;› καὶ πάλιν ἐπειπεῖν· ‹πῶς γὰρ ἠδύνατο θεὸς ὢν γενέσθαι ἄνθρωπος; ἢ πῶς ἐδύνατο ἀσώματος σῶμα φορέσαι;› ἢ καὶ Ἰουδαϊκώτερον κατὰ τὸν Καιάφαν εἰπεῖν· ‹διὰ τί ὅλως ἄνθρωπος ὢν ὁ Χριστὸς θεὸν ἑαυτὸν ποιεῖ;› ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια τότε μὲν Ἰουδαῖοι βλέποντες ἐγόγγυζον, νῦν δὲ ἀναγινώσκοντες οἱ Ἀρειομανῖται ἀπιστοῦσι καὶ εἰς βλασφημίας ἐκπεπτώκασιν.

ἄν τις οὖν ἐκ παραλλήλου τὰ τούτων κἀκείνων ἐξετάζοι ῥήματα, εὑρήσει πάντως εἰς τὴν αὐτὴν αὐτοὺς συναντῶντας ἀπιστίαν καὶ ἴσην αὐτῶν τὴν τῆς ἀσεβείας τόλμαν καὶ κοινὴν αὐτῶν οὖσαν τὴν πρὸς ἡμᾶς μάχην.

Ἰουδαῖοι μὲν γὰρ ἔλεγον· ‹πῶς ἄνθρωπος ὢν δύναται θεὸς εἶναι;› Ἀρειανοὶ δέ· «εἰ ‹θεὸς ἦν ἀληθινὸς ἐκ τοῦ θεοῦ›, πῶς ἠδύνατο ἄνθρωπος γενέσθαι;» καὶ Ἰουδαῖοι ἐσκανδαλίζοντο καὶ ἐχλεύαζον λέγοντες· ‹οὐκ ἂν οὗτος, εἰ ἦν υἱὸς θεοῦ, ὑπέμεινε σταυρόν;› Ἀρειανοὶ δὲ εἰς τὸ κατ’ ἀντικρὺ στήκοντες αὐτῶν φάσκουσιν ἡμῖν· «πῶς τολμᾶτε λέγειν λόγον ἴδιον εἶναι τῆς τοῦ πατρὸς οὐσίας τὸν ἔχοντα σῶμα, ὥστε τοῦτο ὑπομεῖναι;» εἶτα τῶν Ἰουδαίων ζητούντων ἀποκτεῖναι τὸν κύριον, ὅτι «πατέρα τὸν θεὸν ἔλεγεν ἴδιον εἶναι καὶ ἴσον ἑαυτὸν» ἐποίει ἐργαζόμενος ἃ ἐργάζεται ὁ πατὴρ ἔμαθον οἱ Ἀρειανοὶ λέγειν καὶ αὐτοί, ὅτι οὔτε «ἴσα τῷ θεῷ» ἐστιν οὔτε πατὴρ ἴδιός ἐστι καὶ φύσει τοῦ λόγου ὁ θεός· ἀλλὰ καὶ τοὺς ταῦτα φρονοῦντας ζητοῦσιν ἀποκτεῖναι. πάλιν τε τῶν Ἰουδαίων λεγόντων· «οὐχ οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει· πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι καὶ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;» οἱ Ἀρειανοὶ καὶ αὐτοὶ ἐπακούουσιν ἐξ ἴσου λέγοντες· ‹πῶς δύναται λόγος εἶναι ἢ θεὸς ὁ κοιμώμενος ὡς ἄνθρωπος καὶ κλαίων καὶ πυνθανόμενος;› ἀμφότεροι ἐκ τῶν ἀνθρωπίνων, ὧν «ὑπέμεινεν» ὁ σωτὴρ δι’ ἣν εἶχε σάρκα, ἀρνοῦνται τὴν ἀιδιότητα καὶ θεότητα τοῦ λόγου.

Ἰουδαϊκῆς τοίνυν οὔσης καὶ Ἰουδαϊκῆς τῆς ἐκ τοῦ προδότου Ἰούδα τῆς τοιαύτης παρανοίας ἢ ἐκ φανεροῦ πάλιν ὁμολογείτωσαν ἑαυτοὺς τοῦ Καϊάφα καὶ Ἡρώδου μαθητὰς εἶναι μὴ σκέποντες τὸν Ἰουδαϊσμὸν τῷ τοῦ Χριστιανισμοῦ ὀνόματι καὶ ἀρνείσθωσαν τέλεον, καθὰ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, τὴν τοῦ σωτῆρος ἔνσαρκον παρουσίαν—τοῦτο γὰρ τῆς αἱρέσεως αὐτῶν οἰκεῖον τὸ φρόνημα—ἢ εἰ δεδοίκασιν Ἰουδαΐζειν ἐκ φανεροῦ καὶ περιτέμνεσθαι διὰ τὴν πρὸς Κωνστάντιον ἀρέσκειαν καὶ τοὺς ἀπατηθέντας παρ’ αὐτῶν μηδὲ λεγέτωσαν τὰ τῶν Ἰουδαίων· δίκαιον γὰρ ὧν τὰ ὀνόματα παραιτοῦνται, τούτων ἀποστρέφεσθαι καὶ τὸ φρόνημα.

Χριστιανοί ἐσμεν, ὦ Ἀρειανοί, Χριστιανοί ἐσμεν ἡμεῖς· ἡμῶν τε ἴδιον καλῶς τὰ εὐαγγέλια νοεῖν περὶ τοῦ σωτῆρος καὶ μὴ μετὰ Ἰουδαίων λιθάζειν αὐτόν, ἐὰν περὶ τῆς θεότητος καὶ τῆς ἀιδιότητος ἀκούωμεν αὐτοῦ, μήτε μεθ’ ὑμῶν σκανδαλίζεσθαι, ἐφ’ οἷς ἂν ὡς ἄνθρωπος ὑπὲρ ἡμῶν ταπεινοῖς φθέγγοιτο ῥήμασιν. εἰ θέλετε γοῦν καὶ ὑμεῖς γενέσθαι Χριστιανοί, ἀπόθεσθε τὴν Ἀρείου μανίαν τήν τε ἀκοὴν ὑμῶν τὴν ῥυπωθεῖσαν ἀπὸ τῶν βλασφήμων ῥημάτων, ἀπονίψασθε τοῖς τῆς εὐσεβείας λόγοις· γινώσκοντες ὡς παυόμενοι τοῦ εἶναι Ἀρειανοὶ παύσεσθε καὶ τῆς τῶν νῦν Ἰουδαίων κακοφροσύνης εὐθύς τε ὡς ἀπὸ σκότους ἡ ἀλήθεια ὑμῖν λάμψει. καὶ οὐκέτι μὲν ἡμῖν ὀνειδίσετε ὡς ‹δύο ἀίδια› λέγουσιν, ἐπιγνώσεσθε δὲ καὶ ὑμεῖς, ὅτι τε ἀληθινὸς καὶ φύσει υἱός ἐστι τοῦ θεοῦ ὁ κύριος καὶ οὐχ ἁπλῶς ἀίδιος, ἀλλὰ τῇ τοῦ πατρὸς ἀιδιότητι συνὼν γινώσκεται. ἔστι γὰρ λεγόμενα ἀίδια, ὧν αὐτὸς δημιουργός ἐστιν· ἐν γὰρ ψαλμοῖς γέγραπται· «ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι». δῆλόν ἐστιν, ὅτι δι’ αὐτοῦ καὶ ταῦτα γέγονεν· εἰ δὲ καὶ τῶν αἰωνίων αὐτός ἐστι δημιουργός, τίς ὑμῶν ἔτι λοιπὸν ἀμφιβάλλειν δυνήσεται, ὅτι καὶ τούτων τῶν ἀιδίων ἀνώτερός ἐστι; καὶ οὐ τοσοῦτον ἐκ τοῦ ἀιδίου γνωρίζεται ὁ κύριος, ὅσον ὅτι υἱός ἐστι τοῦ θεοῦ. υἱὸς γὰρ ὢν ἀχώριστός ἐστι τοῦ πατρὸς καὶ οὐκ «ἦν ὅτε οὐκ ἦν», ἀλλὰ ἀεὶ ἦν.

καὶ εἰκὼν καὶ ἀπαύγασμα ὢν τοῦ πατρὸς ἔχει καὶ τὴν ἀιδιότητα τοῦ πατρός. ὅπως μὲν οὖν ἠλέγχθησαν κακῶς νοοῦντες ἃ ἐπροφασίζοντο ῥητά, δυνατόν πως ἐκ τῶν ἔμπροσθεν δι’ ὀλίγων εἰρημένων καταμαθεῖν· ὅτι δὲ καὶ ἐν οἷς πάλιν προφασίζονται ἐκ τῶν εὐαγγελίων δείκνυνται σαθρὰν ἔχοντες τὴν διάνοιαν, ῥᾴδιον συνιδεῖν, ἐὰν μάλιστα καὶ νῦν τὸν σκοπὸν τῆς καθ’ ἡμᾶς τοὺς Χριστιανοὺς πίστεως λάβωμεν καὶ τούτῳ ὥσπερ κανόνι χρησάμενοι «προσέχωμεν», ὡς εἶπεν ὁ ἀπόστολος, «τῇ ἀναγνώσει» «τῆς θεοπνεύστου γραφῆς». οἱ γὰρ χριστομάχοι τοῦτον ἀγνοήσαντες «ἐπλανήθησαν ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας» καὶ «προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος» φρονοῦντες «παρ’ ὃ δεῖ φρονεῖν».

Σκοπὸς τοίνυν οὗτος καὶ χαρακτὴρ τῆς γραφῆς, ὡς πολλάκις εἴπομεν, διπλῆν εἶναι τὴν περὶ τοῦ σωτῆρος ἀπαγγελίαν ἐν αὐτῇ, ὅτι τε ἀεὶ θεὸς ἦν καὶ ἔστιν ὁ υἱὸς λόγος ὢν καὶ ἀπαύγασμα καὶ σοφία τοῦ πατρὸς καὶ ὅτι ὕστερον δι’ ἡμᾶς σάρκα λαβὼν ἐκ παρθένου τῆς θεοτόκου Μαρίας ἄνθρωπος γέγονε. καὶ ἔστι μὲν τοῦτον εὑρεῖν διὰ πάσης τῆς θεοπνεύστου γραφῆς σημαινόμενον, ὡς αὐτὸς ὁ κύριος εἴρηκεν· «ἐρευνᾶτε τὰς γραφάς, ὅτι αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ». ἵνα δὲ μὴ πάντα τὰ ῥητὰ συνάγων πολὺς ἐν τῷ γράφειν γένωμαι, ἀρκεσθῶμεν ὡς πάντων μνημονεῦσαι τοῦ μὲν Ἰωάννου λέγοντος· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». εἶτα· «καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν». τοῦ δὲ Παύλου γράφοντος· «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ».

ἀπὸ τούτων γὰρ τῇ αὐτῇ διανοίᾳ διερχόμενός τις πᾶσαν τὴν γραφὴν ὄψεται, πῶς ἐν ἀρχῇ μὲν εἶπε τούτῳ ὁ πατήρ· «γενηθήτω φῶς» καὶ «γενηθήτω στερέωμα» καὶ «ποιήσωμεν ἄνθρωπον», «ἐπὶ δὲ συντελείᾳ τῶν αἰώνων» «ἀπέστειλεν αὐτὸν εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ». καὶ γέγραπται· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον· μεθ’ ἡμῶν ὁ θεός».

Ὁ τοίνυν ἐντυγχάνων τῇ θείᾳ γραφῇ, ἀπὸ μὲν τῶν παλαιῶν τὰ ῥητὰ καταμανθανέτω, ἀπὸ δὲ τῶν εὐαγγελίων θεωρείτω τὸν κύριον γενόμενον ἄνθρωπον— «ὁ λόγος» γάρ, φησί, «σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν»—ἄνθρωπος δὲ γέγονε καὶ οὐκ εἰς ἄνθρωπον ἦλθε. καὶ τοῦτο γὰρ ἀναγκαῖον εἰδέναι· μήποτε καὶ εἰς τοῦτο πεσόντες οἱ ἀσεβεῖς ἀπατήσωσί τινας κἀκεῖνοι νομίσωσιν, ὅτι ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰς ἕκαστον τῶν ἁγίων ἐγίνετο, οὕτω καὶ νῦν εἰς ἄνθρωπον ἐπεδήμησεν ὁ λόγος ἁγιάζων καὶ τοῦτον καὶ φανερούμενος ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. εἰ γὰρ οὕτως ἦν καὶ μόνον ἐν ἀνθρώπῳ φανεὶς ἦν, οὐδὲν ἦν παράδοξον οὔτε οἱ ὁρῶντες ἐξενίζοντο λέγοντες· «ποταπὸς ἄρα ἐστὶν οὗτος;» καὶ «διὰ τί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν;» εἶχον γὰρ τὴν συνήθειαν ἀκούοντες· «καὶ ἐγένετο λόγος κυρίου πρὸς» ἕκαστον τῶν προφητῶν. νῦν δέ, ἐπειδὴ ὁ τοῦ θεοῦ λόγος, «δι’ οὗ γέγονε τὰ πάντα», ὑπέμεινε καὶ υἱὸς ἀνθρώπου γενέσθαι καὶ «ἐταπείνωσεν ἑαυτὸν λαβὼν δούλου μορφήν», διὰ τοῦτο «Ἰουδαίοις σκάνδαλον μέν» ἐστιν ὁ τοῦ Χριστοῦ σταυρός, «ἡμῖν δὲ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία». «ὁ λόγος» γάρ, ὡς εἶπεν ὁ Ἰωάννης, «σὰρξ ἐγένετο».

τῆς γραφῆς ἔθος ἐχούσης λέγειν σάρκα τὸν ἄνθρωπον, ὡς διὰ Ἰωὴλ τοῦ προφήτου φησίν· «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» καὶ ὡς Δανιὴλ εἴρηκε τῷ Ἀστυάγει· «οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν». σάρκα γὰρ καὶ οὗτος καὶ Ἰωὴλ τὸ τῶν ἀνθρώπων γένος λέγουσιν.

Πάλαι μὲν «πρὸς» ἕκαστον τῶν ἁγίων ἐγίνετο καὶ ἡγίαζε μὲν τοὺς γνησίως δεχομένους αὐτόν· οὔτε δὲ γεννωμένων ἐκείνων εἴρηται, ὅτι αὐτὸς γεγένηται ἄνθρωπος, οὔτε πασχόντων ἐκείνων ἐκείνων εἴρηται· πέπονθεν αὐτός. ὅτε δὲ ἐκ Μαρίας ἐπεδήμησεν ἅπαξ «ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας»—οὕτω γὰρ εὐδοκήσας ὁ πατὴρ ἔπεμψε «τὸν ἑαυτοῦ υἱὸν γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον»—, τότε εἴρηται, ὅτι σάρκα προσλαβὼν γεγένηται ἄνθρωπος καὶ ἐν ταύτῃ πέπονθεν ὑπὲρ ἡμῶν, ὡς εἶπεν ὁ Πέτρος· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί», ἵνα δειχθῇ καὶ πάντες πιστεύσωμεν, ὅτι, ἀεὶ ὢν θεὸς καὶ ἁγιάζων «πρὸς» οὓς ἐγίνετο διακοσμῶν τε κατὰ βούλημα τοῦ πατρὸς τὰ πάντα ὕστερον καὶ δι’ ἡμᾶς γέγονεν ἄνθρωπος καὶ «σωματικῶς», ὥς φησιν ὁ ἀπόστολος, «κατῴκησεν ἡ θεότης» ἐν τῇ σαρκί, ἴσον τῷ φάναι ‹θεὸς ὢν ἴδιον ἔσχε σῶμα καὶ τούτῳ χρώμενος ὀργάνῳ γέγονεν ἄνθρωπος›. καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης αὐτοῦ λέγεται, ἐπειδὴ ἐν αὐτῇ ἦν, οἷά ἐστι τὸ πεινῆν, τὸ διψῆν, τὸ πάσχειν, τὸ κοπιᾶν καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική· τὰ δὲ αὐτοῦ τοῦ λόγου ἴδια ἔργα, οἷά ἐστι τὸ ἐγείρειν νεκροὺς καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν καὶ τὴν αἱμορροοῦσαν ἰάσασθαι αὐτόν, διὰ τοῦ ἰδίου σώματος αὐτὸς ἐποίει.

καὶ ὁ μὲν λόγος τὰς τῆς σαρκὸς «ἐβάσταζεν ἀσθενείας» ὡς ἰδίας—αὐτοῦ γὰρ ἦν ἡ σάρξ—, καὶ ἡ σὰρξ δὲ ὑπούργει τοῖς τῆς θεότητος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγίνετο —θεοῦ γὰρ ἦν σῶμα. εὖ δὲ ὁ προφήτης εἴρηκεν «ἐβάσταξε» καὶ οὐκ εἴρηκε ‹τὰς ἀσθενείας ἡμῶν αὐτὸς ἐθεράπευσεν›, ἵνα μὴ ὡς ἐκτὸς ὢν τοῦ σώματος καὶ μόνον αὐτὸ ἰασάμενος, ὡς ἀεὶ πεποίηκεν, ὑπευθύνους πάλιν τοῦ θανάτου τοὺς ἀνθρώπους καταλείψῃ· «τὰς δὲ ἀσθενείας ἡμῶν βαστάζει» καὶ «τὰς ἁμαρτίας ἡμῶν αὐτὸς φέρει», ἵνα δειχθῇ ὅτι τε ἄνθρωπος δι’ ἡμᾶς γέγονε καὶ σῶμα τὸ ἐν αὐτῷ φέρον αὐτὰς αὐτοῦ ἴδιόν ἐστι. καὶ αὐτὸς μὲν οὐδὲν ἐβλάπτετο «ἀναφέρων τὰς ἁμαρτίας ἡμῶν ἐπὶ τὸ ξύλον τῷ σώματι αὐτοῦ», ὡς εἶπεν ὁ Πέτρος. ἡμεῖς δὲ οἱ ἄνθρωποι, ἀπὸ μὲν τῶν ἰδίων παθῶν ἐλυτρούμεθα, τῆς δὲ τοῦ λόγου δικαιοσύνης ἐπληρούμεθα.

Ὅθεν τῆς σαρκὸς πασχούσης οὐκ ἦν ἐκτὸς ταύτης ὁ λόγος· διὰ τοῦτο γὰρ αὐτοῦ λέγεται καὶ τὸ πάθος· καὶ θεϊκῶς δὲ ποιοῦντος αὐτοῦ τὰ ἔργα τοῦ πατρὸς οὐκ ἦν ἔξωθεν αὐτοῦ ἡ σάρξ, ἀλλ’ ἐν αὐτῷ τῷ σώματι ταῦτα πάλιν ὁ κύριος ἐποίει. διὰ τοῦτο γὰρ καὶ ἄνθρωπος γενόμενος ἔλεγεν· «εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε καὶ γινώσκετε, ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν αὐτῷ». ἀμέλει ὅτε χρεία γέγονε τὴν πενθερὰν Πέτρου πυρέσσουσαν ἐγεῖραι, ἀνθρωπίνως μὲν ἐξέτεινε χεῖρα, θεϊκῶς δὲ ἦν παύων τὴν νόσον. καὶ ἐπὶ μὲν τοῦ ἐκ γενετῆς τυφλοῦ ἀνθρώπινον ἀπὸ τῆς σαρκὸς ἠφίει πτύσμα, θεϊκῶς δὲ τοὺς ὀφθαλμοὺς ἤνοιγε διὰ τοῦ πηλοῦ· ἐπὶ δὲ τοῦ Λαζάρου φωνὴν μὲν ὡς ἄνθρωπος ἀνθρωπίνην ἠφίει, θεϊκῶς δὲ ὡς θεὸς τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν. ταῦτα δὲ οὕτως ἐγίνετο καὶ ἐδείκνυτο, ὅτι μὴ φαντασίᾳ ἀλλὰ ἀληθῶς ἔχων ἦν σῶμα· ἔπρεπε δὲ τὸν κύριον ἐνδιδυσκόμενον ἀνθρωπίνην σάρκα, ταύτην μετὰ τῶν ἰδίων παθῶν αὐτῆς ὅλην ἐνδύσασθαι, ἵνα ὥσπερ ἴδιον αὐτοῦ λέγομεν εἶναι τὸ σῶμα, οὕτως καὶ τὰ τοῦ σώματος πάθη ἴδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ἥπτετο κατὰ τὴν θεότητα αὐτοῦ. εἰ μὲν οὖν ἑτέρου τὸ σῶμα, ἐκείνου ἂν λέγοιτο καὶ τὰ πάθη· εἰ δὲ τοῦ λόγου ἡ σάρξ—«ὁ» γὰρ «λόγος σὰρξ ἐγένετο»—, ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὗ καὶ ἡ σάρξ ἐστιν.

οὗ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι μάλιστα τὸ κατακριθῆναι, τὸ μαστιγωθῆναι, τὸ διψᾶν καὶ ὁ σταυρὸς καὶ ὁ θάνατος καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα καὶ ἡ χάρις ἐστί. διὰ τοῦτο τοίνυν ἀκολούθως καὶ πρεπόντως οὐκ ἄλλου, ἀλλὰ τοῦ κυρίου λέγεται τὰ τοιαῦτα πάθη, ἵνα καὶ ἡ χάρις παρ’ αὐτοῦ ᾖ καὶ μὴ ἄλλου λάτραι γινώμεθα, ἀλλὰ ἀληθῶς θεοσεβεῖς, ὅτι μηδένα τῶν γενητῶν μηδὲ κοινόν τινα ἄνθρωπον, ἀλλὰ τὸν ἐκ τοῦ θεοῦ φύσει καὶ ἀληθινὸν υἱὸν τοῦτον καὶ γενόμενον ἄνθρωπον οὐδὲν ἧττον κύριον αὐτὸν καὶ θεὸν καὶ σωτῆρα ἐπικαλούμεθα.

Τοῦτο δὲ τίς οὐκ ἂν θαυμάσειεν; ἢ τίς οὐκ ἂν σύνθοιτο θεῖον ἀληθῶς εἶναι τὸ πρᾶγμα; εἰ γὰρ τὰ τῆς θεότητος τοῦ λόγου ἔργα μὴ διὰ τοῦ σώματος ἐγίνετο, οὐκ ἂν ἐθεοποιήθη ἄνθρωπος. καὶ πάλιν εἰ τὰ ἴδια τῆς σαρκὸς οὐκ ἐλέγετο τοῦ λόγου, οὐκ ἂν ἠλευθερώθη παντελῶς ἀπὸ τούτων ἄνθρωπος· ἀλλ’ εἰ ἄρα πρὸς ὀλίγον μὲν ἀνεπαύετο, ὡς προεῖπον, πάλιν δὲ ἔμενεν ἡ ἁμαρτία ἐν αὐτῷ καὶ ἡ φθορά, ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν ἀνθρώπων γέγονε, καὶ τοῦτο δείκνυται. πολλοὶ γοῦν ἅγιοι γεγόνασι καὶ καθαροὶ πάσης ἁμαρτίας· Ἱερεμίας δὲ καὶ «ἐκ κοιλίας» ἡγιάσθη, καὶ Ἰωάννης ἔτι κυοφορούμενος «ἐσκίρτησεν ἐν ἀγαλλιάσει» ἐπὶ τῇ φωνῇ τῆς θεοτόκου Μαρίας· καὶ ὅμως «ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ», καὶ οὕτως ἔμενον οὐδὲν ἧττον οἱ ἄνθρωποι θνητοὶ καὶ φθαρτοί, δεκτικοὶ τῶν ἰδίων τῆς φύσεως παθῶν. νῦν δὲ τοῦ λόγου γενομένου ἀνθρώπου καὶ ἰδιοποιουμένου τὰ τῆς σαρκὸς οὐκέτι ταῦτα τοῦ σώματος ἅπτεται διὰ τὸν ἐν αὐτῷ γενόμενον λόγον, ἀλλὰ ὑπ’ αὐτοῦ μὲν ἀνήλωται, λοιπὸν δὲ οἱ ἄνθρωποι οὐκέτι κατὰ τὰ ἴδια πάθη μένουσιν ἁμαρτωλοὶ καὶ νεκροί, ἀλλὰ κατὰ τὴν τοῦ λόγου δύναμιν ἀναστάντες ἀθάνατοι καὶ ἄφθαρτοι ἀεὶ διαμένουσιν.

ὅθεν καὶ γεννωμένης τῆς σαρκὸς ἐκ τῆς θεοτόκου Μαρίας αὐτὸς λέγεται γεγεννῆσθαι ὁ τοῖς ἄλλοις γένεσιν εἰς τὸ εἶναι παρέχων, ἵνα τὴν ἡμῶν εἰς ἑαυτὸν μεταθῇ γένεσιν καὶ μηκέτι ὡς γῆ μόνη ὄντες «εἰς γῆν» ἀπέλθωμεν, ἀλλ’ ὡς τῷ ἐξ οὐρανοῦ λόγῳ συναφθέντες εἰς οὐρανοὺς ἀναχθῶμεν παρ’ αὐτοῦ. οὐκοῦν οὕτως καὶ τὰ ἄλλα πάθη τοῦ σώματος οὐκ ἀπεικότως εἰς ἑαυτὸν μετέθηκεν, ἵνα μηκέτι ὡς ἄνθρωποι, ἀλλ’ ὡς ἴδιοι τοῦ λόγου τῆς αἰωνίου ζωῆς μετάσχωμεν. οὐκέτι γὰρ κατὰ τὴν προτέραν γένεσιν «ἐν τῷ Ἀδὰμ ἀποθνήσκομεν», ἀλλὰ λοιπὸν τῆς γενέσεως ἡμῶν καὶ πάσης τῆς σαρκικῆς ἀσθενείας μετατεθέντων εἰς τὸν λόγον ἐγειρόμεθα ἀπὸ γῆς λυθείσης τῆς δι’ ἁμαρτίαν κατάρας διὰ τὸν ἐν ἡμῖν «ὑπὲρ ἡμῶν γενόμενον κατάραν». καὶ εἰκότως γε· ὥσπερ γὰρ ἐκ γῆς ὄντες «πάντες ἐν τῷ Ἀδὰμ ἀποθνήσκομεν», οὕτως «ἄνωθεν» «ἐξ ὕδατος καὶ πνεύματος» ἀναγεννηθέντες ἐν τῷ Χριστῷ «πάντες ζωοποιούμεθα», οὐκέτι ὡς γηίνης, ἀλλὰ λοιπὸν λογωθείσης τῆς σαρκὸς διὰ τὸν τοῦ θεοῦ λόγον, ὃς «δι’ ἡμᾶς» ἐγένετο σάρξ.

Ἵνα δὲ καὶ τὸ ἀπαθὲς τῆς τοῦ λόγου φύσεως καὶ τὰς διὰ τὴν σάρκα λεγομένας ἀσθενείας αὐτοῦ γινώσκειν τις ἀκριβέστερον ἔχῃ, καλὸν ἀκοῦσαι τοῦ μακαρίου Πέτρου· ἀξιόπιστος γὰρ οὗτος γένοιτ’ ἂν μάρτυς περὶ τοῦ σωτῆρος. γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ λέγων· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί». οὐκοῦν καὶ ὅταν λέγηται πεινᾶν καὶ διψᾶν καὶ κάμνειν καὶ μὴ εἰδέναι καὶ καθεύδειν καὶ κλαίειν καὶ αἰτεῖν καὶ φεύγειν καὶ γεννᾶσθαι καὶ παραιτεῖσθαι τὸ ποτήριον καὶ ἁπλῶς πάντα τὰ τῆς σαρκός, λεχθείη ἂν ἀκολούθως ἐφ’ ἑκάστου· ‹Χριστοῦ οὖν πεινῶντος καὶ διψῶντος ὑπὲρ ἡμῶν σαρκί› καὶ ‹μὴ εἰδέναι λέγοντος καὶ ῥαπιζομένου καὶ κάμνοντος ὑπὲρ ἡμῶν σαρκὶ› καὶ ‹ὑψουμένου πάλιν καὶ γεννωμένου καὶ αὐξάνοντος καὶ φοβουμένου καὶ κρυπτομένου σαρκὶ› καὶ ‹λέγοντος ‘εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον’ καὶ τυπτομένου καὶ λαμβάνοντος ὑπὲρ ἡμῶν σαρκὶ› καὶ ὅλως πάντα τὰ τοιαῦτα ὑπὲρ ἡμῶν σαρκί. καὶ γὰρ καὶ αὐτὸς ὁ ἀπόστολος διὰ τοῦτο οὐκ εἴρηκε· ‹Χριστοῦ οὖν παθόντος θεότητι›, ἀλλ’ «ὑπὲρ ἡμῶν σαρκί», ἵνα μὴ αὐτοῦ τοῦ λόγου ἴδια κατὰ φύσιν, ἀλλ’ αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ.

μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω, ὡς τὴν φύσιν αὐτὸς ὁ λόγος ἀπαθής ἐστι καὶ ὅμως δι’ ἣν ἐνεδύσατο σάρκα λέγεται περὶ αὐτοῦ ταῦτα, ἐπειδὴ τῆς μὲν σαρκὸς ἴδια ταῦτα, τοῦ δὲ σωτῆρος ἴδιον αὐτὸ τὸ σῶμα. καὶ αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν, ὡς ἔστι, διαμένει μὴ βλαπτόμενος ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξαφανίζων καὶ ἀπολλύων αὐτά. οἱ δὲ ἄνθρωποι ὡς εἰς τὸν ἀπαθῆ μεταβάντων αὐτῶν τῶν παθῶν καὶ ἀπηλειμμένων ἀπαθεῖς καὶ ἐλεύθεροι τούτων λοιπὸν καὶ αὐτοὶ εἰς τοὺς αἰῶνας γίνονται, καθὼς ἐδίδαξεν ὁ Ἰωάννης λέγων· «καὶ οἴδατε, ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι». τούτου δὲ οὕτως ὄντος οὐκ ἐγκαλέσει τις αἱρετικός· ‹διὰ τί ἀνίσταται ἡ σὰρξ φύσει θνητὴ τυγχάνουσα; εἰ δὲ καὶ ἀνίσταται, διὰ τί μὴ πάλιν πεινᾷ καὶ διψᾷ καὶ πάσχει καὶ μένει θνητή; ἐκ γὰρ τῆς γῆς γέγονε, καὶ τὸ κατὰ φύσιν πῶς ἂν ἀπ’ αὐτῆς παύσοιτο;› δυναμένης τότε τῆς σαρκὸς ἀποκρίνεσθαι πρὸς τὸν οὕτως φιλόνεικον αἱρετικόν· ‹εἰμὶ μὲν ἐκ γῆς κατὰ φύσιν θνητή, ἀλλ’ ὕστερον τοῦ λόγου γέγονα σάρξ, καὶ ‘αὐτὸς ἐβάσταξέ’ μου τὰ πάθη καίτοι ἀπαθὴς ὤν. ἐγὼ δὲ τούτων γέγονα ἐλευθέρα οὐκ ἀφιεμένη δουλεύειν ἔτι τούτοις διὰ τὸν ἐλευθερώσαντά με κύριον ἀπὸ τούτων.

εἰ γὰρ ἐγκαλεῖς, ὅτι τῆς κατὰ φύσιν ἀπηλλάγην φθορᾶς, ὅρα μὴ ἐγκαλέσῃς, ὅτι ὁ τοῦ θεοῦ λόγος τὴν ἐμὴν ‘τῆς δουλείας ἔλαβε μορφήν’›. ὡς γὰρ ὁ κύριος ἐνδυσάμενος τὸ σῶμα γέγονεν ἄνθρωπος, οὕτως ἡμεῖς οἱ ἄνθρωποι παρὰ τοῦ λόγου τε θεοποιούμεθα προσληφθέντες διὰ τῆς σαρκὸς αὐτοῦ καὶ λοιπὸν ζωὴν αἰώνιον κληρονομοῦμεν.

Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵνα ἐὰν ἴδωμεν αὐτὸν δι’ ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντά τι ἢ λέγοντα γινώσκωμεν, ὅτι θεὸς ὢν ταῦτα ἐργάζεται. καὶ πάλιν ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα μὴ ἀγνοῶμεν, ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος καὶ οὕτω ταῦτα ποιεῖ καὶ λαλεῖ. ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες ὀρθῶς πιστεύομεν καὶ οὔποτε πλανηθησόμεθα. ἐὰν δέ τις θεϊκῶς τὰ παρὰ τοῦ λόγου γινόμενα βλέπων ἀρνήσηται τὸ σῶμα ἢ καὶ τὰ τοῦ σώματος ἴδια βλέπων ἀρνήσηται τὴν τοῦ λόγου ἔνσαρκον παρουσίαν ἢ καὶ ἐκ τῶν ἀνθρωπίνων ταπεινὰ περὶ τοῦ λόγου φρονήσῃ, ὁ τοιοῦτος ὡς μὲν Ἰουδαϊκὸς «κάπηλος μίσγων τὸν οἶνον ὕδατι» «σκάνδαλον νομίσει τὸν σταυρόν», ὡς δὲ Ἕλλην ὢν «μωρίαν» ἡγήσεται τὸ κήρυγμα, οἷα δὴ καὶ οἱ θεομάχοι Ἀρειανοὶ πεπόνθασι. τὰ γὰρ ἀνθρώπινα βλέποντες τοῦ σωτῆρος ἐνόμισαν αὐτὸν εἶναι κτίσμα. οὐκοῦν ἔδει καὶ τὰ θεϊκὰ βλέποντας αὐτοὺς ἔργα τοῦ λόγου ἀρνήσασθαι τοῦ σώματος αὐτοῦ τὴν γένεσιν καὶ λοιπὸν καὶ Μανιχαίοις ἑαυτοὺς συγκαταριθμεῖν. ἀλλ’ ἐκεῖνοι μὲν κἂν ὀψέ ποτε μανθανέτωσαν, ὅτι «ὁ λόγος σὰρξ ἐγένετο»· ἡμεῖς δὲ τὸν σκοπὸν τῆς πίστεως ἔχοντες ἐπιγινώσκομεν ἃ διανοοῦνται οὗτοι κακῶς ὀρθὴν ἔχοντα τὴν διάνοιαν.