Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος γ

Μέγας Αθανάσιος

Η ανθρώπινη πρόσληψη των θείων δωρεών και η αΐδια δόξα του Υιού

Ερμηνεία των χωρίων περί παραδόσεως της εξουσίας στον Υιό. Επεξήγηση ότι η λήψη της χάριτος νοείται κατά την ανθρώπινη φύση για τον αγιασμό του γένους, ενώ ο Λόγος κατέχει προαιωνίως τη θεία δόξα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 7

τὸ γὰρ «ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ» καὶ τὸ «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου» καὶ τὸ «οὐ δύναμαι ἀπ’ ἐμαυτοῦ ποιεῖν οὐδέν, ἀλλὰ καθὼς ἀκούω, κρίνω» καὶ ὅσα τοιαῦτά ἐστι ῥητά, οὐ τὸ μὴ ἐσχηκέναι ποτὲ τὸν υἱὸν ταῦτα δεικνύουσι. πῶς γὰρ ἃ ἔχει ὁ πατὴρ οὐκ εἶχεν ἀιδίως ὁ μόνος κατ’ οὐσίαν τοῦ πατρὸς λόγος καὶ σοφία, ὁ καὶ λέγων· «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι» καὶ «τὰ ἐμὰ τοῦ πατρός ἐστιν»; εἰ γὰρ τὰ τοῦ πατρὸς τοῦ υἱοῦ ἐστιν, ἀεὶ δὲ ταῦτα ἔχει ὁ πατήρ, δῆλον ὅτι ἃ ἔχει ὁ υἱός, ταῦτα ὄντα τοῦ πατρὸς ἀεί ἐστιν ἐν αὐτῷ. οὐ διὰ τὸ μὴ ἐσχηκέναι οὖν ποτε ταῦτα ἔλεγεν, ἀλλ’ ὅτι ἔχων ἀιδίως ὁ υἱὸς ἃ ἔχει παρὰ τοῦ πατρὸς ἔχει.

Ἵνα γὰρ μή τις βλέπων τὸν υἱὸν ἔχοντα πάντα ὅσα ἔχει ὁ πατὴρ ἐκ τῆς ἀπαραλλάκτου ὁμοιότητος καὶ ταυτότητος ὧν ἔχει πλανηθεὶς κατὰ Σαβέλλιον ἀσεβήσῃ νομίσας αὐτὸν εἶναι τὸν πατέρα. διὰ τοῦτο τὸ «ἐδόθη μοι» καὶ τὸ «ἔλαβον» καὶ «παρεδόθη μοι» εἴρηκεν ὑπὲρ τοῦ μόνον δεῖξαι ὅτι οὐκ ἔστιν αὐτὸς ὁ πατήρ, ἀλλὰ τοῦ πατρὸς ὁ λόγος, καὶ ὁ ἀίδιος υἱός ἐστιν ὁ διὰ μὲν τὴν ὁμοιότητα τοῦ πατρὸς ἔχων ἀιδίως ἅπερ ἔχει παρ’ αὐτοῦ· διὰ δὲ τὸ εἶναι αὐτὸν υἱὸν ἐκ τοῦ πατρὸς ἔχει ἅπερ ἀιδίως ἔχει. ὅτι γὰρ τὸ «ἐδόθη» καὶ τὸ «παρεδόθη» καὶ τὰ ὅμοια τούτοις οὐκ ἐλαττοῖ τὴν θεότητα τοῦ υἱοῦ, ἀλλὰ καὶ μᾶλλον δείκνυσιν αὐτὸν ἀληθῶς υἱόν, ἔξεστι καὶ ἀπ’ αὐτῶν τῶν ῥητῶν καταμαθεῖν. εἰ γὰρ «πάντα αὐτῷ παρεδόθη», πρῶτον μὲν ἄλλος ἐστὶ τῶν πάντων, ὧν παρέλαβεν· ἔπειτα «πάντων ὢν κληρονόμος» αὐτὸς ὁ υἱός ἐστι καὶ ἴδιος κατ’ οὐσίαν τοῦ πατρός. εἰ γὰρ εἷς ἦν τῶν πάντων, οὐ πάντων ἦν αὐτὸς κληρονόμος, ἀλλὰ καὶ ἕκαστος ἐλάμβανεν, ὡς ἤθελε καὶ ἐδίδου ὁ πατήρ. νῦν δὲ πάντα λαμβάνων αὐτὸς ἄλλος ἐστὶ τῶν πάντων καὶ μόνος ἴδιος τοῦ πατρός. ὅτι δὲ πάλιν τὸ «ἐδόθη» καὶ «παρεδόθη» οὐ τό ποτε μὴ ἔχειν αὐτὸν δείκνυσι, δυνατὸν ἐκ τοῦ ὁμοίου ῥητοῦ καὶ περὶ πάντων συνιδεῖν τὸ τοιοῦτον. φησὶ γὰρ αὐτὸς ὁ σωτήρ· «ὥσπερ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ».

ἐκ μὲν γὰρ τοῦ λέγειν «δέδωκε» σημαίνει ἑαυτὸν μὴ εἶναι τὸν πατέρα· ἐν δὲ τῷ λέγειν «οὕτως» δείκνυσι τὴν πρὸς τὸν πατέρα τοῦ υἱοῦ ἰδιότητα φυσικὴν καὶ ὁμοιότητα. εἰ μὲν οὖν ‹ἦν ποτε ὅτε οὐκ› εἶχεν ὁ πατήρ, δῆλον ὅτι καὶ ὁ υἱὸς ‹ἦν ὅτε οὐκ› εἶχεν. ὡς γὰρ ὁ πατήρ, οὕτως καὶ ὁ υἱὸς ἔχει. εἰ δὲ ἀσεβὲς μὲν τοῦτο λέγειν, εὐσεβὲς δὲ μᾶλλόν ἐστιν εἰπεῖν, ὅτι ἀεὶ ἔχει ὁ πατήρ· πῶς οὐκ ἄτοπον τοῦ υἱοῦ λέγοντος ὅτι ὡς ὁ πατὴρ ἔχει οὕτως καὶ ὁ υἱὸς ἔχει τούτους λέγειν μὴ οὕτως ἔχειν, ἀλλὰ ἄλλως ἔχειν; μᾶλλον οὖν ὁ λόγος «πιστός» ἐστι, καὶ πάντα ἃ λέγει εἰληφέναι ἀεὶ ἔχων, αὐτὰ ἔχει παρὰ τοῦ πατρός· καὶ ὁ μὲν πατὴρ οὐ παρά τινος, ὁ δὲ υἱὸς παρὰ τοῦ πατρὸς ἔχει. ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος, εἰ αὐτὸ τὸ ἀπαύγασμα λέγοι· ‹πάντα τόπον δέδωκέ μοι τὸ φῶς φωτίζειν· καὶ οὐκ ἀπ’ ἐμαυτοῦ φωτίζω, ἀλλ’ ὡς τὸ φῶς βούλεται›. τοῦτο δὲ λέγον οὐ τό ποτε μὴ ἔχειν ἑαυτὸ δείκνυσιν, ἀλλ’ ὅτι ‹τοῦ φωτὸς ἴδιόν εἰμι, καὶ τὰ ἐκείνου πάντα ἐμά ἐστιν›. οὕτως καὶ πλέον ἐπὶ τοῦ υἱοῦ νοεῖν ἔξεστι. καὶ γὰρ πάντα δέδωκεν ὁ πατὴρ τῷ υἱῷ, πάντα πάλιν ὁ πατὴρ ἐν τῷ υἱῷ ἔχει, καὶ τοῦ υἱοῦ δὲ ἔχοντος πάλιν ὁ πατὴρ ταῦτα ἔχει. ἡ γὰρ τοῦ υἱοῦ θεότης τοῦ πατρὸς θεότης ἐστί· καὶ οὕτως ὁ πατὴρ ἐν τῷ υἱῷ τῶν πάντων τὴν πρόνοιαν ποιεῖται.

Τῶν μὲν οὖν τοιούτων ῥητῶν τοιοῦτος ὁ νοῦς. περὶ δὲ τῶν ἀνθρωπίνως λεγομένων περὶ τοῦ σωτῆρος καὶ ταῦτα πάλιν εὐσεβῆ τὴν διάνοιαν ἔχει. διὰ τοῦτο γὰρ καὶ προεξητάσαμεν τὰ τοιαῦτα, ἵνα ἐὰν ἀκούσωμεν ἐπερωτῶντος αὐτοῦ, «ποῦ Λάζαρος κεῖται», καὶ ὅταν «εἰς τὰ μέρη Καισαρείας ἐλθὼν» πυνθάνεται «τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;» καὶ «πόσους ἔχετε ἄρτους·» καὶ «τί θέλετε ἵνα ποιήσω ὑμῖν;». γινώσκωμεν ἐκ τῶν προειρημένων τὴν ὀρθὴν τῶν ῥητῶν διάνοιαν καὶ μὴ σκανδαλιζώμεθα κατὰ τοὺς χριστομάχους Ἀρειανούς. πρῶτον μὲν οὖν τοῖς ἀσεβοῦσι τοῦτο ῥητέον· πόθεν νομίζουσιν ἀγνοεῖν αὐτόν; οὐ γὰρ ὁ ἐπερωτῶν πάντως καὶ ἀγνοῶν ἐπερωτᾷ. ἀλλ’ ἔξεστι τὸν εἰδότα καὶ ἐπερωτᾶν, περὶ ὧν ἐπίσταται. ἀμέλει Ἰωάννης ἐπερωτῶντα τὸν κύριον· «πόσους ἄρτους ἔχετε;» οἶδε μὴ ἀγνοοῦντα, ἀλλὰ γινώσκοντα· φησὶ γάρ· «τοῦτο δὲ ἔλεγε πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει, τί ἔμελλε ποιεῖν». εἰ δὲ ᾔδει ὅπερ ἐποίει, οὐκ ἄρα ἀγνοῶν, ἀλλὰ γινώσκων ἐπερωτᾷ. ἀπὸ δὴ τούτου καὶ τὰ ὅμοια νοεῖν ἔξεστιν, ὅτι ὅταν ἐρωτᾷ ὁ κύριος, οὐκ ἀγνοῶν ποῦ Λάζαρος κεῖται οὐδὲ τίνα λέγουσιν αὐτὸν οἱ ἄνθρωποι ἐπερωτᾷ, ἀλλὰ γινώσκων ἐπερωτᾷ αὐτὸς εἰδὼς «τί μέλλει ποιεῖν»· καὶ ταχέως μὲν αὐτῶν οὕτως τὸ σοφὸν ἐκβάλλεται.

ἂν δὲ καὶ φιλονεικῶσιν ἔτι διὰ τὸ ἐπερωτᾶν, ἀκουέτωσαν, ὅτι ἐν μὲν τῇ θεότητι οὐκ ἔστιν ἄγνοια, τῆς δὲ σαρκὸς ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καθάπερ εἴρηται. καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, ὅρα πῶς ὁ κύριος ὁ πυνθανόμενος, ποῦ Λάζαρος κεῖται, αὐτὸς εἶπε μὴ παρών, ἀλλὰ καὶ μακρὰν ὤν· «Λάζαρος ἀπέθανε», καὶ ποῦ ἀπέθανεν. ὁ δὲ κατ’ αὐτοὺς νομιζόμενος ἀγνοεῖν, αὐτός ἐστιν ὁ τοὺς διαλογισμοὺς τῶν μαθητῶν προγινώσκων καὶ εἰδὼς τὰ ἐν τῇ ἑκάστου καρδίᾳ καὶ «τί ἐστιν ἐν τῷ ἀνθρώπῳ». καὶ τό γε μεῖζον, αὐτὸς μόνος γινώσκει τὸν πατέρα καὶ λέγει· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί».

Οὐκοῦν παντί τῳ δῆλόν ἐστιν, ὅτι τῆς μὲν σαρκός ἐστι τὸ ἀγνοεῖν, αὐτὸς δὲ ὁ λόγος, ᾗ λόγος ἐστί, τὰ πάντα καὶ πρὶν γενέσεως γινώσκει. οὐ γὰρ ἐπειδὴ γέγονεν ἄνθρωπος, πέπαυται τοῦ εἶναι θεός, οὐδὲ ἐπειδὴ θεός ἐστι, φεύγει τὸ ἀνθρώπινον— μὴ γένοιτο—, ἀλλὰ μᾶλλον θεὸς ὢν προσελάμβανε τὴν σάρκα καὶ ἐν σαρκὶ ὢν ἐθεοποίει τὴν σάρκα. καὶ γὰρ ὥσπερ ἐν αὐτῇ ἐπυνθάνετο, οὕτως καὶ ἐν αὐτῇ τὸν νεκρὸν ἤγειρε καὶ πᾶσιν ἔδειξεν, ὅτι ὁ νεκροὺς ζωοποιῶν καὶ τὴν ψυχὴν ἀνακαλούμενος πολλῷ μᾶλλον τὰ κρυπτὰ πάντων ἐπιγινώσκει καὶ ἐγίνωσκε ποῦ κεῖται Λάζαρος· ἀλλ’ ἐπυνθάνετο. ἐποίει γὰρ καὶ τοῦτο ὁ πανάγιος τοῦ θεοῦ λόγος ὁ πάντα δι’ ἡμᾶς ὑπομείνας, ἵνα καὶ οὕτω τὴν ἄγνοιαν ἡμῶν βαστάξας χαρίσηται γινώσκειν τὸν μόνον ἑαυτοῦ ἀληθινὸν πατέρα καὶ ἑαυτὸν τὸν δι’ ἡμᾶς ἐπὶ σωτηρίᾳ πάντων ἀποσταλέντα, ἧς τις μείζων οὐκ ἂν γένοιτο χάρις. ὅταν τοίνυν καὶ περὶ ὧν προφασίζονται ῥητῶν λέγῃ ὁ σωτὴρ «ἐδόθη μοι ἐξουσία» καὶ «δόξασόν σου τὸν υἱὸν» λέγῃ τε ὁ Πέτρος· «ἐδόθη αὐτῷ ἐξουσία», τῇ αὐτῇ διανοίᾳ ταῦτα πάντα γινώσκομεν, ὅτι ἀνθρωπίνως διὰ τὸ σῶμα ταῦτα πάντα λαλεῖ. οὐ γὰρ χρείαν ἔχων ὅμως αὐτὸς ὡς εἰληφὼς λέγεται ἅπερ ἐλάμβανεν ἀνθρωπίνως, ἵνα πάλιν ὡς τοῦ κυρίου λαβόντος καὶ ὡς εἰς αὐτὸν ἀναπαυομένης τῆς δόσεως βεβαία ἡ χάρις διαμείνῃ.

ἄνθρωπος μὲν γὰρ μόνος λαμβάνων δυνατὸν ἔχει καὶ τὸ ἀφαιρεθῆναι, καὶ τοῦτο ἐπὶ τοῦ Ἀδὰμ ἐδείχθη· λαβὼν γὰρ ἀπώλεσεν. ἵνα δὲ ἀναφαίρετος ἡ χάρις γένηται καὶ βεβαία φυλαχθῇ τοῖς ἀνθρώποις, διὰ τοῦτο αὐτὸς ἰδιοποιεῖται τὴν δόσιν καὶ λέγει ἐξουσίαν εἰληφέναι ὡς ἄνθρωπος, ἣν ἔχει ἀεὶ ὡς θεός· καὶ λέγει· ‹δόξασόν με, ὁ ἄλλους δοξάζων, ἵνα δείξῃ, ὅτι σάρκα χρῄζουσαν ἔχει τούτων›. διὸ κἀκείνης λαβούσης ἐπειδὴ ἡ λαβοῦσα ἐν αὐτῷ ἐστι καὶ προσλαβὼν αὐτὴν ἄνθρωπος γέγονεν, ὡς αὐτὸς εἰληφὼς λέγεται.

Εἰ μὲν οὖν, ὡς πολλάκις εἴρηται, οὐ γέγονεν ἄνθρωπος ὁ λόγος, ἔστω τοῦ λόγου καθ’ ὑμᾶς τὸ λαβεῖν καὶ τὸ χρῄζειν δόξης καὶ τὸ ἀγνοεῖν. εἰ δὲ γέγονεν ἄνθρωπος, γέγονε γάρ, ἀνθρώπου δέ ἐστι τὸ λαβεῖν καὶ τὸ χρῄζειν καὶ τὸ ἀγνοεῖν, διὰ τί τὸν διδόντα ὡς λαμβάνοντα νομίζομεν καὶ τὸν ἄλλοις χορηγοῦντα χρείαν ἔχειν ὑπονοοῦμεν καὶ τὸν μὲν λόγον διαιροῦμεν ἀπὸ τοῦ πατρὸς ὡς ἀτελῆ καὶ χρείαν ἔχοντα, τὴν δὲ ἀνθρωπότητα τῆς χάριτος ἐρημοῦμεν; εἰ γὰρ αὐτὸς ὁ λόγος, ᾗ λόγος ἐστί, δι’ ἑαυτόν ἐστι λαβὼν καὶ δοξασθεὶς καὶ εἰ ἐκεῖνος κατὰ τὴν θεότητά ἐστιν ὁ ἁγιασθεὶς καὶ ἀναστάς, ποία τοῖς ἀνθρώποις ἐστὶν ἐλπίς; μένουσι γάρ, ὥσπερ ἦσαν, γυμνοὶ καὶ δείλαιοι καὶ νεκροὶ οὐδὲν κοινὸν ἔχοντες πρὸς τὰ δοθέντα τῷ υἱῷ. τί δὲ καὶ ἐπεδήμει καὶ ἐγίνετο σὰρξ ὁ λόγος; εἰ μὲν ἵνα λάβῃ ταῦτα, ἃ λέγει εἰληφέναι, κενὸς ἦν τούτων πρὸ τούτου, ἐξ ἀνάγκης δὲ καὶ χάριν ὁμολογήσει μᾶλλον αὐτὸς τῷ σώματι, ὅτι ὅτε γέγονεν εἰς αὐτό, τότε λαμβάνει ταῦτα παρὰ τοῦ πατρός, ἂ μὴ εἶχε πρὸ τῆς εἰς τὴν σάρκα καθόδου. καὶ γὰρ ἐκ τούτου βελτιωθεὶς φαίνεται μᾶλλον αὐτὸς διὰ τὸ σῶμα ἢ τὸ σῶμα βελτιωθὲν δι’ αὐτόν. ἀλλὰ τοῦτο Ἰουδαϊκόν ἐστι φρόνημα.

εἰ δὲ ἵνα λυτρώσηται τὸ γένος τὸ ἀνθρώπινον, ἐπεδήμησεν ὁ λόγος, καὶ ἵνα αὐτοὺς ἁγιάσῃ καὶ θεοποιήσῃ, γέγονεν ὁ λόγος σὰρξ—τούτου γὰρ χάριν καὶ γέγονε—, τίνι λοιπὸν οὐκ ἔστι φανερόν, ὅτι ταῦτα ἅπερ εἰληφέναι λέγει, ὅτε γέγονε σάρξ, οὐ δι’ ἑαυτόν, ἀλλὰ διὰ τὴν σάρκα λέγει; ἐν ᾗ γὰρ ἦν λέγων, ταύτης ἦν καὶ τὰ διδόμενα χαρίσματα δι’ αὐτοῦ παρὰ τοῦ πατρός. τίνα δὲ ἦν ἃ ᾐτεῖτο, ἴδωμεν, καὶ τίνα ἦν ὅλως, ἃ ἔλεγεν εἰληφέναι, ἵνα κἂν οὕτως αἰσθέσθαι δυνηθῶσιν ἐκεῖνοι. δόξαν τοίνυν ᾐτεῖτο, καὶ ἔλεγε· «πάντα μοι παρεδόθη» καὶ μετὰ τὴν ἀνάστασιν ἐξουσίαν πᾶσάν φησιν εἰληφέναι. ἀλλὰ καὶ πρὶν εἴπῃ· «πάντα μοι παρεδόθη», πάντων ἦν κύριος· «πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο» καὶ «εἷς κύριος» ἦν, «δι’ οὗ τὰ πάντα»· καὶ δόξαν μὲν αἰτῶν «κύριος τῆς δόξης» ἦν καὶ ἔστιν, ὡς Παῦλός φησιν· «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν». εἶχε γὰρ ἣν ᾐτεῖτο λέγων· «τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί».

Καὶ τὴν ἐξουσίαν δὲ ἣν ἔλεγε μετὰ τὴν ἀνάστασιν εἰληφέναι, ταύτην εἶχε καὶ πρὸ τοῦ λαβεῖν καὶ πρὸ τῆς ἀναστάσεως. αὐτὸς μὲν γὰρ ἐπετίμα δι’ ἑαυτοῦ τῷ Σατανᾷ λέγων· «ὕπαγε ὀπίσω μου, Σατανᾶ» τοῖς δὲ μαθηταῖς ἐδίδου κατ’ αὐτοῦ τὴν ἐξουσίαν, ὅτε καὶ ὑποστρεψάντων αὐτῶν ἔλεγεν· «ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ». ἀλλὰ καὶ πάλιν, ὅπερ ἔλεγεν εἰληφέναι, τοῦτο καὶ πρὸ τοῦ λαβεῖν ἔχων δείκνυται· τούς τε γὰρ δαίμονας ἀπήλαυνε, καὶ ἅπερ ἦν δήσας ὁ Σατανᾶς, ἔλυεν αὐτός, ὡς ἐπὶ τῆς Ἀβραμιαίας θυγατρὸς ἐποίησε καὶ ἁμαρτίας ἠφίει λέγων τῷ παραλυτικῷ καὶ τῇ τοὺς πόδας ἀλειψάσῃ γυναικί· «ἀφέωνταί σοι αἱ ἁμαρτίαι». καὶ νεκροὺς μὲν ἤγειρε, τοῦ δὲ τυφλοῦ τὴν γένεσιν ἀποκαθίστα χαριζόμενος αὐτῷ τὸ βλέπειν. καὶ ταῦτα ἐποίει οὐ μέλλων, ἕως λάβῃ, ἀλλ’ «ἐξουσιαστὴς» ὤν, ὡς ἐκ τούτου δῆλον εἶναι, ὅτι ἃ εἶχε λόγος ὤν, ταῦτα καὶ γενόμενος ἄνθρωπος καὶ μετὰ τὴν ἀνάστασιν ἀνθρωπίνως εἰληφέναι λέγεται, ἵνα δι’ αὐτὸν οἱ ἄνθρωποι ἐπὶ μὲν τῆς γῆς ὡς «κοινωνοὶ γενόμενοι θείας φύσεως» λοιπὸν ἐξουσίαν ἔχωσι κατὰ δαιμόνων, ἐν δὲ τοῖς οὐρανοῖς ὡς «ἐλευθερωθέντες ἀπὸ τῆς φθορᾶς» αἰωνίως «βασιλεύσωσι». καθόλου γὰρ χρὴ τοῦτο γινώσκειν, ὅτι οὐδὲν ὧν λέγει εἰληφέναι ὡς μὴ ἔχων ἔλαβεν· εἶχε γὰρ αὐτὰ ἀεὶ θεὸς ὢν ὁ λόγος.

λέγεται δὲ νῦν ἀνθρωπίνως, ὅτι ἔλαβεν, ἵνα τῆς σαρκὸς ἐν αὐτῷ λαμβανούσης λοιπὸν ἐξ ἐκείνης καὶ εἰς ἡμᾶς διαμείνῃ βεβαίως. καὶ γὰρ καὶ τὸ παρὰ τοῦ Πέτρου λεγόμενον ὅτι «λαβὼν παρὰ θεοῦ τιμὴν καὶ δόξαν» «ὑποταγέντων αὐτῷ ἀγγέλων» τοιοῦτον ἔχει τὸν νοῦν. ὡς γὰρ πυνθανόμενος ἀνθρωπίνως ἤγειρε δὲ θεϊκῶς Λάζαρον, οὕτως τὸ μὲν «ἔλαβεν» ἀνθρωπίνως εἴρηται, ἡ δὲ τῶν ἀγγέλων ὑποταγὴ τὴν θεότητα τοῦ λόγου δείκνυσι.

Παύσασθε τοιγαροῦν, ὦ θεοστυγεῖς, καὶ μὴ ταπεινοῦτε τὸν λόγον μηδὲ παραιρεῖσθε τὴν θεότητα αὐτοῦ, ἥτις ἐστὶ τοῦ πατρός, ὡς δεομένου ἢ ἀγνοοῦντος, ἵνα μὴ τὰ ἑαυτῶν ἐπιρρίπτητε τῷ Χριστῷ, ὡς οἱ τότε λιθάζοντες αὐτὸν ἐποίουν Ἰουδαῖοι. οὐ γὰρ τοῦ λόγου, ᾗ λόγος ἐστί, ταῦτα τυγχάνει ὄντα, ἀλλὰ τῶν ἀνθρώπων ἐστὶν ἴδια ταῦτα. καὶ ὥσπερ πτύσαντος αὐτοῦ καὶ ἐκτείναντος χεῖρα καὶ φωνήσαντος Λάζαρον, οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγίνετο, ἀλλὰ θεοῦ, οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ σωτῆρος ἐν τῷ εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ὁρῶντες καὶ ὡς ἀλλότρια τοῦ θεοῦ τυγχάνοντα μὴ τῇ θεότητι τοῦ λόγου ταῦτα λογιζώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι αὐτοῦ. εἰ γὰρ καὶ «ὁ λόγος σὰρξ ἐγένετο», ἀλλὰ τῆς σαρκὸς ἴδια τὰ πάθη. καὶ εἰ ἡ σὰρξ θεοφορεῖται ἐν τῷ λόγῳ, ἀλλ’ ἡ χάρις καὶ ἡ δύναμίς ἐστι τοῦ λόγου. τὰ γοῦν ἔργα τοῦ πατρὸς διὰ τῆς σαρκὸς ἐποίει. καὶ οὐδὲν ἧττον πάλιν τὰ πάθη τῆς σαρκὸς ἐδείκνυτο ἐν αὐτῷ, οἷον ἐπυνθάνετο καὶ ἤγειρε Λάζαρον, ἐπέπληττε τῇ μητρὶ λέγων· «οὔπω ἦλθεν ἡ ὥρα μου» καὶ εὐθὺς τὸ ὕδωρ οἶνον ἐποίει. ἀληθινὸς γὰρ ἦν θεὸς ἐν τῇ σαρκὶ καὶ ἀληθὴς ἦν ἡ σὰρξ ἐν τῷ λόγῳ. διὰ τοῦτο ἐκ μὲν τῶν ἔργων ἐγνώριζεν ἑαυτὸν υἱόν τε τοῦ θεοῦ καὶ τὸν ἑαυτοῦ πατέρα, ἐκ δὲ τῶν τῆς σαρκὸς παθῶν ἐδείκνυεν, ὅτι ἀληθὲς ἐφόρει σῶμα καὶ ἴδιον ἦν αὐτοῦ τοῦτο.