Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος γ

Μέγας Αθανάσιος

Το ζήτημα της φαινομενικής αγνοίας της εσχάτης ημέρας και ώρας

Θεολογική προσέγγιση του χωρίου «ουδέ ο Υιός οίδεν». Απόδειξη της παντογνωσίας του Λόγου και ερμηνεία της διατύπωσης περί αγνοίας ως συγκατάβασης της ενσαρκώσεως για την πνευματική ωφέλεια των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 7

Τούτων οὕτως ὄντων φέρε καὶ τὸ «περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οὐδὲ ὁ υἱὸς» διερευνήσωμεν. τοῦτο γὰρ μάλιστα μεγάλως ἀγνοήσαντες καὶ ἐν τούτῳ σκοτοδινιῶντες μεγάλην νομίζουσιν ἔχειν ἐν τούτῳ πρόφασιν τῆς αἱρέσεως αὐτῶν. ἐγὼ δὲ καὶ τοῦτο προφασιζομένους αὐτοὺς καὶ ἐν τούτῳ παρασκευαζομένους τοὺς αἱρετικοὺς ὡς τοὺς γίγαντας πάλιν θεομαχοῦντας αὐτοὺς ὁρῶ. ὁ γὰρ οὐρανοῦ καὶ γῆς κύριος, «δι’ οὗ τὰ πάντα γέγονε», κρίνεται παρ’ αὐτοῖς περὶ ἡμέρας καὶ ὥρας, καὶ ὁ τὰ πάντα γινώσκων λόγος κατηγορεῖται παρ’ αὐτῶν ὡς ἀγνοῶν περὶ ἡμέρας, καὶ ὁ γινώσκων υἱὸς τὸν πατέρα λέγεται ἀγνοεῖν ἡμέρας ὥραν. ὤ, τί ἄν τις ἀφρονέστερον εἴποι τούτων; ποίαν τις τούτοις ἐξισώσει μανίαν; διὰ τοῦ λόγου γέγονε τὰ πάντα, καὶ χρόνοι καὶ καιροὶ καὶ νὺξ καὶ ἡμέρα καὶ πᾶσα ἡ κτίσις, καὶ ἀγνοεῖν ὁ δημιουργὸς τὸ ποίημα λέγεται; καὶ αὐτὸς μὲν οὖν ὁ εἱρμὸς τοῦ ἀναγνώσματος δείκνυσιν εἰδέναι τὸν υἱὸν τοῦ θεοῦ τὴν ἡμέραν καὶ τὴν ὥραν, κἂν οἱ Ἀρειανοὶ τῇ ἀγνοίᾳ καταπίπτωσιν. εἰρηκὼς γὰρ «οὐδὲ ὁ υἱὸς» διηγεῖται τοῖς μαθηταῖς τὰ πρὸ τῆς ἡμέρας λέγων· «τάδε ἔσται καὶ τάδε, εἶτα τὸ τέλος». ὁ δὲ τὰ πρὸ τῆς ἡμέρας λέγων οἶδε πάντως καὶ τὴν ἡμέραν, ἥτις μετὰ τὰ προειρημένα φανήσεται. εἰ δὲ μὴ ᾔδει τὴν ὥραν, οὐδὲ τὰ πρὸ αὐτῆς ἐσήμανεν οὐκ εἰδὼς πότε ἔσται ἡ ὥρα.

καὶ ὥσπερ ἄν τις οἰκίαν ἢ πόλιν τοῖς ἀγνοοῦσι σημᾶναι θέλων τὰ μὲν πρὸ τῆς οἰκίας καὶ τῆς πόλεως διεξίοι, ἐπειδὰν δὲ πάντα σημάνας λέγοι· ‹εἶτ’ εὐθὺς ἡ πόλις καὶ ἡ οἰκία›, οἶδε πάντως ὁ σημαίνων, ποῦ τε ἡ οἰκία καὶ ἡ πόλις ἐστίν—οὐκ ἂν γὰρ εἰ μὴ ἐγίνωσκεν ἐσήμανε τὰ πρὸ ἐκείνων—, μήποτε δι’ ἄγνοιαν ἢ μακρὰν ἀποστήσῃ τοὺς ἀκούοντας ἢ αὐτὸς λέγων λάθῃ καὶ ὑπερβῇ τὸ σημαινόμενον, οὕτως λέγων ὁ κύριος τὰ πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας οἶδεν ἀκριβῶς καὶ οὐκ ἀγνοεῖ, πότε ἡ ὥρα.

Τίνος οὖν ἕνεκεν γινώσκων οὐκ εἶπε φανερῶς τότε τοῖς μαθηταῖς, οὐδενός ἐστι περιεργάσασθαι, ἃ σεσιώπηκεν αὐτός. «τίς γὰρ ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» τίνος δὲ χάριν γινώσκων ἔλεγεν, ὅτι «οὐδὲ ὁ υἱὸς οἶδεν» οὐδένα τῶν πιστῶν ἀγνοεῖν οἶμαι, ὅτι καὶ τοῦτο οὐδὲν ἧττον διὰ τὴν σάρκα ὡς ἄνθρωπος ἔλεγεν. οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐλάττωμα τοῦ λόγου ἐστίν, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως, ἧς ἐστιν ἴδιον καὶ τὸ ἀγνοεῖν. καὶ τοῦτο πάλιν ἄν τις ἴδοι καλῶς, ἐὰν καὶ τὸν καιρὸν ἐξετάζῃ μετὰ συνειδήσεως ἀγαθῆς, πότε καὶ τίσιν ἔλεγε ταῦτα ὁ σωτήρ. οὐ τοίνυν ὅτε ὁ οὐρανὸς «δι’ αὐτοῦ ἐγένετο» οὐδὲ ὅτε ἦν «παρ’ αὐτῷ ἁρμόζων» τὰ πάντα οὐδὲ πρὸ τοῦ γενέσθαι ἄνθρωπος ἔλεγε ταῦτα, ἀλλ’ ὅτε «ὁ λόγος σὰρξ ἐγένετο». διὰ τοῦτο καὶ πάντα, ὅσα μετὰ τὸ γενέσθαι ἄνθρωπος ἀνθρωπίνως λέγει, ταῦτα τῇ ἀνθρωπότητι δίκαιον ἀνατιθέναι. τοῦ μὲν γὰρ λόγου ἴδιόν ἐστιν εἰδέναι τὰ πεποιημένα καὶ τούτων τὴν ἀρχὴν καὶ τὸ τέλος μὴ ἀγνοεῖν· αὐτοῦ γάρ ἐστιν ἔργα. καὶ οἶδεν ὁπόσα καὶ ἕως τίνος τὴν σύστασιν αὐτῶν εἰργάσατο. εἰδὼς δὲ τὴν ἀρχὴν ἑκάστου καὶ τὸ τέλος οἶδε πάντως καὶ τὸ καθόλου καὶ κοινῇ πάντων τέλος.

ἀμέλει λέγων ἐν τῷ εὐαγγελίῳ περὶ τοῦ κατὰ τὸ ἀνθρώπινον αὐτοῦ· «πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν υἱόν», δῆλόν ἐστιν, ὅτι καὶ τὴν περὶ τοῦ πάντων τέλους ὥραν ὡς μὲν λόγος γινώσκει, ὡς δὲ ἄνθρωπος ἀγνοεῖ—ἀνθρώπου γὰρ ἴδιον τὸ ἀγνοεῖν, καὶ μάλιστα ταῦτα—, ἀλλὰ καὶ τοῦτο τῆς φιλανθρωπίας ἴδιον τοῦ σωτῆρος. ἐπειδὴ γὰρ γέγονεν ἄνθρωπος, οὐκ ἐπῃσχύνετο διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν εἰπεῖν «οὐκ οἶδα», ἵνα δείξῃ, ὅτι εἰδὼς ὡς θεὸς ἀγνοεῖ σαρκικῶς. οὐκ εἴρηκε γοῦν· ‹οὐδὲ ὁ υἱὸς τοῦ θεοῦ οἶδεν›, ἵνα μὴ ἡ θεότης ἀγνοοῦσα φαίνηται, ἀλλ’ ἁπλῶς· «οὐδὲ ὁ υἱός», ἵνα τοῦ ἐξ ἀνθρώπων γινομένου υἱοῦ ἡ ἄγνοια ᾖ.

Διὰ τοῦτο καὶ περὶ ἀγγέλων λέγων οὐκ εἴρηκεν ἐπαναβαίνων, ὅτι ‹οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον›, ἀλλ’ ἐσιώπησε δεικνὺς κατὰ δύο ταῦτα, ὅτι εἰ τὸ πνεῦμα οἶδε, πολλῷ μᾶλλον ὁ λόγος, ᾗ λόγος ἐστίν, οἶδε, παρ’ οὗ καὶ τὸ πνεῦμα λαμβάνει, καὶ ὅτι περὶ τοῦ πνεύματος σιωπήσας φανερὸν πεποίηκεν, ὅτι περὶ τῆς ἀνθρωπίνης αὐτοῦ λειτουργίας ἔλεγεν «οὐδὲ ὁ υἱός». καὶ τούτου τεκμήριον, ὅτι ἀνθρωπίνως εἰρηκὼς «οὐδὲ ὁ υἱὸς οἶδε» δείκνυσιν ὅμως θεϊκῶς ἑαυτὸν τὰ πάντα εἰδότα. ὃν γὰρ λέγει υἱὸν τὴν ἡμέραν μὴ εἰδέναι, τοῦτον εἰδέναι λέγει τὸν πατέρα· «οὐδεὶς» γάρ, φησί, «γινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός». πᾶς δὲ πλὴν τῶν Ἀρειανῶν συνομολογήσειεν ὡς ὁ τὸν πατέρα γινώσκων πολλῷ μᾶλλον οἶδε τῆς κτίσεως τὸ ὅλον. ἐν δὲ τῷ ὅλῳ καὶ τὸ τέλος ταύτης. καὶ εἰ ἤδη δὲ ὥρισται ἡ ἡμέρα καὶ ἡ ὥρα παρὰ τοῦ πατρός, δῆλόν ἐστιν, ὅτι δι’ υἱοῦ ὥρισται καὶ οἶδεν αὐτὸς τὸ δι’ αὐτοῦ ὁρισθέν. οὐδὲν γάρ ἐστιν, ὃ μὴ διὰ υἱοῦ γέγονέ τε καὶ ὥρισται. οὐκοῦν αὐτὸς δημιουργὸς ὢν τοῦ παντὸς οἶδεν ὁποῖον καὶ ὁπόσον καὶ ἕως τίνος οὕτως αὐτὸ γενέσθαι βεβούληται ὁ πατήρ· ἐν δὲ τῷ πόσῳ καὶ μέχρι τίνος ἐστὶν ἡ τούτων ἀλλαγή. πάλιν τε εἰ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ ἐστι —τοῦτο γὰρ αὐτὸς εἴρηκε—, τοῦ δὲ πατρός ἐστι τὸ εἰδέναι τὴν ἡμέραν, δῆλον ὅτι καὶ ὁ υἱὸς οἶδεν ἴδιον ἔχων καὶ τοῦτο ἐκ τοῦ πατρός.

καὶ πάλιν εἰ ὁ υἱὸς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν τῷ υἱῷ, οἶδε δὲ ὁ πατὴρ καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν, φανερὸν ὅτι καὶ ὁ υἱὸς ἐν τῷ πατρὶ ὢν καὶ εἰδὼς τὰ ἐν τῷ πατρὶ οἶδε καὶ αὐτὸς τὴν ἡμέραν καὶ τὴν ὥραν. εἰ δὲ καὶ εἰκών ἐστιν ἀληθινὴ τοῦ πατρὸς ὁ υἱός, οἶδε δὲ ὁ πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, δῆλον ὅτι καὶ τοῦ εἰδέναι ταῦτα τὴν ὁμοιότητα τοῦ πατρὸς ὁ υἱὸς ἔχει. καὶ οὐ θαυμαστόν, εἰ «δι’ οὗ τὰ πάντα γέγονε» καὶ «ἐν ᾧ συνέστηκε» τὰ ὅλα, οἶδεν αὐτὸς τὰ γενόμενα καὶ πότε τούτων ἑκάστου καὶ κοινῇ τὸ τέλος, ἀλλ’ ὅτι καὶ αὕτη ἡ προπέτεια πρέπουσα τῇ μανίᾳ τῶν Ἀρειομανιτῶν οὖσα εἰς τοσαύτην ἡμᾶς ἀπολογίαν ἠνάγκασεν ἐλθεῖν. συναριθμοῦντες γὰρ τοῖς γενητοῖς τὸν υἱὸν τοῦ θεοῦ τὸν ἀίδιον λόγον κατ’ ὀλίγον καὶ αὐτὸν τὸν πατέρα ἐλάττονα τῆς κτίσεως μελετῶσι λέγειν. εἰ γὰρ ὁ τὸν πατέρα γινώσκων οὐκ οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν, φοβοῦμαι μὴ μείζων ἔσται, ὡς ἂν ἐκεῖνοι μανέντες εἴποιεν, ἡ περὶ τῆς κτίσεως, μᾶλλον δὲ ἡ περὶ τοῦ ἐλάττονος μέρους τῆς κτίσεως γνῶσις τῆς περὶ τοῦ πατρὸς γνώσεως.

Ἀλλ’ ἐκεῖνοι μὲν οὕτως εἰς τὸ πνεῦμα βλασφημοῦντες προσδοκάτωσαν μὴ λαμβάνειν ποτὲ τῆς ἀσεβείας ταύτης ἄφεσιν, ὡς ὁ κύριος εἴρηκεν· οἱ δὲ φιλόχριστοι καὶ χριστοφόροι γινώσκομεν, ὡς οὐκ ἀγνοῶν ὁ λόγος, ᾗ λόγος ἐστίν, ἔλεγεν «οὐκ οἶδα» (οἶδε γάρ), ἀλλὰ τὸ ἀνθρώπινον δεικνύς, ὅτι τῶν ἀνθρώπων ἐστὶν ἴδιον τὸ ἀγνοεῖν καὶ σάρκα ἀγνοοῦσαν ἐνεδύσατο, ἐν ᾗ ὢν σαρκικῶς ἔλεγεν «οὐκ οἶδα». τότε γοῦν εἰρηκώς· «οὐδὲ ὁ υἱὸς οἶδε» καὶ τῶν κατὰ Νῶε ἀνθρώπων τὴν ἄγνοιαν παραθεὶς εὐθὺς ἐπήγαγε· «γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς, ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται» καὶ πάλιν· «ᾗ οὐ δοκεῖτε ὥρᾳ, ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται». ‹δι’ ὑμᾶς γὰρ κἀγὼ γενόμενος ὡς ὑμεῖς εἶπον ‘οὐδὲ ὁ υἱός’›. ἔδει δέ, εἴπερ ἦν ἀγνοῶν θεϊκῶς, εἰπεῖν· ‹γρηγορεῖτε οὖν, ὅτι οὐκ οἶδα› καὶ ‹ᾗ οὐ δοκῶ ὥρᾳ›· νῦν δὲ τοῦτο μὲν οὐκ εἶπεν, εἰρηκὼς δὲ «οὐκ οἴδατε ὑμεῖς» καὶ «ᾗ οὐ δοκεῖτε» ἔδειξεν, ὅτι τῶν ἀνθρώπων ἐστὶ τὸ ἀγνοεῖν, δι’ οὓς καὶ αὐτὸς τὴν ὁμοίαν ἔχων αὐτῶν σάρκα καὶ ἄνθρωπος γενόμενος ἔλεγεν· ‹«οὐδὲ ὁ υἱὸς οἶδεν» οὐκ οἶδα γὰρ σαρκὶ καίπερ ὡς λόγος γινώσκων›. καὶ τὸ κατὰ Νῶε δὲ παράδειγμα πάλιν ἐλέγχει τὴν ἀναίδειαν τῶν χριστομάχων· καὶ γὰρ κἀκεῖ οὐκ εἶπεν ‹οὐκ ἔγνων›, ἀλλ’ «οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμός».

οἱ μὲν γὰρ ἄνθρωποι οὐκ ἐγίνωσκον, ὁ δὲ τὸν κατακλυσμὸν ἐπάγων— αὐτὸς δὲ ἦν ὁ σωτήρ—ἐγίνωσκε τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ καὶ «τοὺς καταρράκτας ἤνοιγε τοῦ οὐρανοῦ καὶ τὰς ἀβύσσους ἐρρήγνυε» καὶ τῷ Νῶε εἴρηκεν· «εἴσελθε σὺ καὶ οἱ υἱοί σου εἰς τὴν κιβωτόν». εἰ δὲ ἦν ἀγνοῶν, οὐκ ἂν προέλεγε τῷ Νῶε· «ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω τὸν κατακλυσμὸν ἐπὶ τὴν γῆν». εἰ δὲ ἐκ τῆς εἰκόνος τῆς κατὰ Νῶε σημαίνει τὴν ἡμέραν—ἔγνω δὲ τὴν ἡμέραν τοῦ κατακλυσμοῦ—, οἶδεν ἄρα καὶ τὴν ἡμέραν τῆς ἑαυτοῦ παρουσίας.

Καὶ τὴν κατὰ τὰς παρθένους δὲ ὁμοίωσιν εἰρηκὼς φανερώτερον πάλιν ἔδειξε, τίνες εἰσὶν οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ τὴν ὥραν, λέγων· «γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ τὴν ὥραν». οὕτως ἄρα πυνθανομένων τῶν μαθητῶν περὶ τοῦ τέλους καλῶς εἶπε τότε «οὐδὲ ὁ υἱὸς» σαρκικῶς διὰ τὸ σῶμα, ἵνα δείξῃ, ὅτι ὡς ἄνθρωπος οὐκ οἶδεν· ἀνθρώπων γὰρ ἴδιον τὸ ἀγνοεῖν. εἰ μέντοι λόγος ἐστὶ καὶ αὐτός ἐστιν ὁ ἐρχόμενος καὶ αὐτὸς κριτὴς καὶ αὐτὸς ὁ νυμφίος, οἶδε πότε καὶ ποίᾳ ὥρᾳ ἔρχεται καὶ πότε μέλλει λέγειν· «ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν». ὥσπερ γὰρ ἄνθρωπος γενόμενος μετὰ ἀνθρώπων πεινᾷ καὶ διψᾷ καὶ πάσχει, οὕτω μετὰ μὲν ἀνθρώπων ὡς ἄνθρωπος οὐκ οἶδε, θεϊκῶς δὲ ἐν τῷ πατρὶ ὢν ὡς λόγος καὶ σοφία οἶδε, καὶ οὐδέν ἐστιν, ὃ ἀγνοεῖ. οὕτως καὶ περὶ Λαζάρου πάλιν ἀνθρωπίνως πυνθάνεται ὁ ἀπελθὼν ἐγεῖραι αὐτὸν καὶ εἰδὼς πόθεν ἀνακαλέσηται τὴν Λαζάρου ψυχήν—μεῖζον δὲ τὸ εἰδέναι, ποῦ ἦν ἡ ψυχή, τοῦ εἰδέναι, ποῦ ἔκειτο τὸ σῶμα—, ἀλλ’ ἀνθρωπίνως ἐπερωτᾷ, ἵνα θεϊκῶς ἀνεγείρῃ. οὕτω καὶ τῶν μαθητῶν πυνθάνεται «ἐλθὼν εἰς τὰ μέρη Καισαρείας» καίπερ εἰδὼς καὶ πρὶν ἀποκρίνασθαι τὸν Πέτρον.

εἰ γὰρ ὁ πατὴρ ἀπεκάλυψε τῷ Πέτρῳ περὶ ὧν ὁ κύριος ἐπυνθάνετο, δῆλόν ἐστιν, ὅτι διὰ τοῦ υἱοῦ γέγονεν ἡ ἀποκάλυψις· «οὐδεὶς» γάρ, φησιν, «οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ». εἰ δὲ δι’ υἱοῦ ἥ τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ γνῶσις ἀποκαλύπτεται, οὐκ ἀμφίβολον ὡς αὐτὸς ὁ πυνθανόμενος κύριος πρότερον ἀποκαλύψας τῷ Πέτρῳ τὰ παρὰ τοῦ πατρὸς ὕστερον ἀνθρωπίνως ἐπυνθάνετο, ἵνα καὶ τοῦτο δείξῃ, ὅτι σαρκικῶς πυνθανόμενος ᾔδει θεϊκῶς ἃ ἔμελλε λέγειν ὁ Πέτρος. οἶδεν ἄρα ὁ υἱὸς γινώσκων τὰ πάντα καὶ γινώσκων τὸν ἑαυτοῦ πατέρα, ἧς γνώσεως οὔτε μεῖζον οὔτε τελειότερον ἄν τι γένοιτο.

Ἱκανὰ μὲν οὖν ταῦτα πρὸς ἔλεγχον αὐτῶν· ἐβουλόμην δὲ αὐτοὺς ἐρωτῆσαι, ἵνα καὶ οὕτως ἐχθροὶ μᾶλλον τῆς ἀληθείας δεικνύωνται καὶ χριστομάχοι. ὁ ἀπόστολος ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους ἐπιστολῇ γράφων φησίν· «οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα, ὁ θεὸς οἶδε». τί τοίνυν φατέ· οἶδεν ὁ ἀπόστολος ὃ πέπονθεν ἐν τῇ ὀπτασίᾳ, κἂν λέγῃ «οὐκ οἶδα», ἢ οὐκ οἶδεν; εἰ μὲν οὖν οὐκ οἶδε, σκοπεῖτε, μὴ μαθόντες πίπτειν πέσητε καὶ εἰς τὴν τῶν Φρυγῶν παρανομίαν τῶν λεγόντων μὴ εἰδέναι τοὺς προφήτας μηδὲ τοὺς ἄλλους τοὺς διακονήσαντας τὸν λόγον μήτε ἃ ποιοῦσι μήτε περὶ τίνων ἀπαγγέλλουσιν· εἰ δὲ οἶδε λέγων «οὐκ οἶδα»—εἶχε γὰρ «ἐν» ἑαυτῷ τὸν Χριστὸν τὸν ἀποκαλύπτοντα αὐτῷ τὰ πάντα—, πῶς οὐκ ἀληθῶς «ἐξεστραμμένη» τῶν θεομάχων καὶ «αὐτοκατάκριτος» αὐτῶν ἐστιν ἡ καρδία; τὸν μὲν ἀπόστολον λέγοντα «οὐκ οἶδα» φάσκουσιν εἰδέναι, τὸν δὲ κύριον λέγοντα «οὐκ οἶδα» λέγουσι μὴ εἰδέναι; εἰ γὰρ ἐπεὶ Χριστὸς ἦν ἐν αὐτῷ, οἶδεν ὁ Παῦλος ὅπερ λέγει «οὐκ οἶδα», πῶς οὐχὶ μᾶλλον αὐτὸς ὁ Χριστὸς οἶδε, κἂν λέγῃ «οὐκ οἶδα»; ὁ μὲν οὖν ἀπόστολος ἀποκαλύπτοντος αὐτῷ τοῦ κυρίου οἶδεν ὃ πέπονθε· διὰ τοῦτο γὰρ καί φησιν «οἶδα ἄνθρωπον ἐν Χριστῷ». εἰδὼς δὲ τὸν ἄνθρωπον οἶδε καὶ πῶς ὁ ἄνθρωπος ἡρπάγη.

ὁ γοῦν Ἐλισσαῖος βλέπων τὸν Ἠλίαν οἶδε καὶ πῶς ἀνελήφθη, ἀλλὰ καίπερ γινώσκων ὅμως τῶν υἱῶν τῶν προφητῶν νομιζόντων τὸν Ἠλίαν εἰς ἓν τῶν ὀρέων ὑπὸ τοῦ πνεύματος ἐρρίφθαι αὐτὸς τὴν μὲν ἀρχὴν γινώσκων ὃ ἑώρακεν ἔπειθε τοὺς ἄνδρας· βιαζομένων δὲ ἐκείνων σεσιώπηκε καὶ συνεχώρησεν ἀπελθεῖν. ἆρ’ οὖν ἐπειδὴ σεσιώπηκεν, οὐκ ἐγίνωσκεν; ἐγίνωσκε μὲν οὖν, ἀλλ’ ὡς οὐκ εἰδὼς συνεχώρησεν, ἵν’ ἐκεῖνοι πεισθέντες μηκέτι διστάζωσι περὶ τῆς ἀναλήψεως Ἠλίου. οὐκοῦν πολλῷ μᾶλλον ὁ Παῦλος αὐτὸς ὢν ὁ ἁρπαγεὶς οἶδε καὶ πῶς ἡρπάγη. καὶ γὰρ Ἠλίας ἐγίνωσκε, καὶ εἰ ἐπυνθάνετό τις, εἶπεν ἂν πῶς ἀνελήφθη. λέγει δὲ ὅμως ὁ Παῦλος «οὐκ οἶδα» δύο τούτων χάριν, ὥς γε νομίζω, ἑνὸς μέν, ὡς αὐτὸς εἶπεν, ἵνα μὴ διὰ «τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων» ἕτερόν τις αὐτὸν λογίσηται, «ὑπὲρ ὃν βλέπει». ἑτέρου δὲ ὅτι τοῦ σωτῆρος εἰπόντος «οὐκ οἶδα» ἔπρεπε καὶ αὐτὸν εἰπεῖν «οὐκ οἶδα», ἵνα μὴ φαίνηται «δοῦλος ὢν ὑπὲρ τὸν κύριον αὐτοῦ καὶ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον».

Οὐκοῦν ὁ τῷ Παύλῳ δεδωκὼς εἰδέναι πολλῷ μᾶλλον αὐτὸς οἶδε. καὶ γὰρ καὶ λέγων τὰ πρὸ τῆς ἡμέρας οἶδε, καθὰ προεῖπον, καὶ πότε ἡ ἡμέρα καὶ πότε ἡ ὥρα· καὶ ὅμως εἰδὼς λέγει· «οὐδὲ ὁ υἱὸς οἶδε». τίνος μὲν οὖν χάριν τότε εἶπεν «οὐκ οἶδα», ἃ αὐτὸς ὡς δεσπότης οἶδεν; ὡς διερευνῶντα στοχάζεσθαι χρή, τῆς ἡμῶν ἕνεκα λυσιτελείας, ὥς γε νομίζω, τοῦτο πεποίηκε. παράσχοι δὲ αὐτὸς τῇ προθέσει τὸν νοῦν τῆς ἀληθείας ἐν ἀμφοτέροις ἡμῖν τὸ χρήσιμον ἐφύλαξεν ὁ σωτήρ. καὶ γὰρ τὰ μὲν πρὸ τοῦ τέλους ἀπαντῶντα δεδήλωκεν, ἵνα μή, ὡς εἶπεν αὐτός, «ξενισθῶμεν» μηδὲ «θροηθῶμεν» γινομένων αὐτῶν, ἀλλὰ καὶ ἐκ τούτων τὸ μετὰ ταῦτα τέλος προσδοκῶμεν· περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐκ ἠθέλησε θεϊκῶς εἰπεῖν ὅτι «οἶδα», ἀλλὰ σαρκικῶς διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν, καθὰ προεῖπον, εἶπεν ὅτι «οὐκ οἶδα», ἵνα μηκέτι ἐπερωτήσωσιν αὐτὸν καὶ λοιπὸν ἢ μὴ εἰρηκὼς λυπήσῃ τότε τοὺς μαθητὰς ἢ εἰρηκὼς παρὰ τὸ συμφέρον αὐτοῖς καὶ πᾶσιν ἡμῖν ποιήσῃ. —ὃ γὰρ ἂν ποιῇ, τοῦτο πάντως ὑπὲρ ἡμῶν ἐστιν, ἐπειδὴ καὶ δι’ ἡμᾶς «ὁ λόγος σὰρξ ἐγένετο»—, δι’ ἡμᾶς τοίνυν εἶπε καὶ τὸ «οὐδὲ ὁ υἱὸς οἶδε». καὶ οὐκ ἐψεύσατο τοῦτο εἰρηκώς—ἀνθρωπίνως γὰρ εἶπεν ὡς ἄνθρωπος· «οὐκ οἶδα»—οὔτε ἀφῆκε τοὺς μαθητὰς αὐτὸν βιάσασθαι· εἰρηκὼς γὰρ «οὐκ οἶδα» ἔστησε κἀκείνων τὴν ἐρώτησιν.

ἐν γοῦν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐστὶ γεγραμμένον· ἡνίκα «ἐπέβη» τοῖς ἀγγέλοις ἀναβαίνων ὡς ἄνθρωπος καὶ ἀναφέρων εἰς τὸν οὐρανὸν ἣν ἐφόρει σάρκα, ὅτε καὶ οἱ μαθηταὶ τοῦτο βλέποντες πάλιν ἠρώτων· «πότε τὸ τέλος ἔσται, καὶ πότε σὺ παραγίνῃ», εἶπεν αὐτοῖς φανερώτερον· «οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ». καὶ οὐκ εἶπε τότε ‹οὐδὲ ὁ υἱός›, ὥσπερ εἶπε πρὸ τούτου ἀνθρωπίνως, ἀλλ’· «ὑμῶν οὐκ ἔστι γνῶναι». λοιπὸν γὰρ ἦν ἡ σὰρξ ἀναστᾶσα καὶ ἀποθεμένη τὴν νέκρωσιν καὶ θεοποιηθεῖσα, καὶ οὐκέτι ἔπρεπε σαρκικῶς αὐτὸν ἀποκρίνασθαι ἀνερχόμενον εἰς τοὺς οὐρανούς, ἀλλὰ λοιπὸν θεϊκῶς διδάξαι ὅτι «οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν». τίς δὲ ἡ δύναμις τοῦ πατρὸς ἢ ὁ Χριστός; «Χριστὸς» γὰρ «θεοῦ δύναμις καὶ θεοῦ σοφία».

Οἶδεν ἄρα ὁ υἱὸς λόγος ὤν· τοῦτο γὰρ λέγων ἐσήμανεν, ὅτι ‹ἐγὼ οἶδα, ἀλλ’ ‘οὐκ ἔστιν ὑμῶν γνῶναι’· δι’ ὑμᾶς γὰρ καὶ ἐν τῷ ὄρει καθήμενος σαρκικῶς εἶπον· ‘οὐδὲ ὁ υἱὸς οἶδε’ διὰ τὸ ὑμῶν καὶ πάντων συμφέρον. συμφέρει γὰρ ὑμῖν καὶ περὶ ἀγγέλων καὶ περὶ υἱοῦ οὕτως ἀκοῦσαι διὰ τοὺς ἐσομένους μετὰ ταῦτα ‘πλάνους’, ἵνα κἂν ‘ὡς ἄγγελοι μετασχηματίσωνται’ δαίμονες καὶ περὶ τῆς συντελείας ἐπιχειρήσωσι λέγειν, μὴ πιστεύσητε ὡς ἀγνοούντων αὐτῶν. ἂν δὲ καὶ ὁ ἀντίχριστος μεταποιήσας ἑαυτὸν λέγῃ· «ἐγώ εἰμι ὁ Χριστὸς» καὶ πειράσῃ καὶ αὐτὸς περὶ τῆς συντελείας λέγειν πρὸς τὸ πλανῆσαι τοὺς ἀκούοντας, ἔχοντες ὑμεῖς παρ’ ἐμοῦ τὴν φωνὴν ὅτι ‘οὐδὲ ὁ υἱὸς’ μηδὲ ἐκείνῳ πιστεύσητε. ἄλλως τε οὐδὲ εἰδέναι πάλιν ‘πότε τὸ τέλος’ ἢ πότε τοῦ τέλους ἡ ἡμέρα συμφέρει τοῖς ἀνθρώποις, ἵνα μὴ γνόντες καταφρονηταὶ τοῦ μεταξὺ χρόνου γένωνται περιμένοντες τὰς ἐγγὺς τοῦ τέλους ἡμέρας· τότε γὰρ μόνον ἑαυτῶν ἐπιμελεῖσθαι προφασίσονται›. διὰ τοῦτο καὶ τὸ ἑκάστου τέλος τοῦ θανάτου σεσιώπηκεν, ἵνα μὴ προφάσει τῆς γνώσεως φυσιωθέντες οἱ ἄνθρωποι ἀμελεῖν ἑαυτῶν τὸ πλεῖστον ἄρξωνται τοῦ χρόνου.

ἀμφότερα δὴ οὖν καὶ τὸ καθόλου τέλος καὶ τὸ ἑκάστου πέρας ἔκρυψεν ἀφ’ ἡμῶν ὁ λόγος—καὶ γὰρ καὶ ἐν καθόλου τὸ ἑκάστου τέλος ἐστί, καὶ ἐν τῷ ἑκάστου τέλει τὸ καθόλου συνάγεται—, ἵνα ἀδήλου αὐτοῦ ὄντος καὶ ἀεὶ προσδοκωμένου καθ’ ἡμέραν ὡς καλούμενοι προκόπτωμεν «τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενοι». τίς γὰρ γινώσκων μὲν τὴν ἡμέραν τοῦ τέλους οὐχ ὑπερτίθεται τὸν μεταξὺ χρόνον, ἀγνοῶν δὲ οὐ καθ’ ἡμέραν ἕτοιμος γίνεται; διὰ τοῦτο γὰρ ἐπὶ τούτοις ἐπέφερεν ὁ σωτὴρ λέγων· «γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς, ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται» καί· «ᾗ οὐ δοκεῖτε ὥρᾳ, ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται». διὰ τὸ συμφέρον ἄρα ἐκ τῆς ἀγνοίας τοῦτο εἴρηκε. καὶ γὰρ καὶ τοῦτο λέγων βούλεται διὰ παντὸς ἡμᾶς ἑτοίμους γίνεσθαι. ‹ὑμεῖς γάρ›, φησίν, ‹οὐκ οἴδατε· ἐγὼ δὲ ὁ κύριος οἶδα πότε ἔρχομαι, κἂν οἱ Ἀρειανοί με μὴ προσδοκῶσι λόγον ὄντα τοῦ πατρός›.

Ὁ μὲν οὖν κύριος τὸ ἡμῶν συμφέρον ὑπὲρ ἡμᾶς γινώσκων οὕτως ἠσφαλίσατο τοὺς μαθητάς· καὶ αὐτοὶ μαθόντες διωρθώσαντο μέλλοντας ἐν τούτῳ πλανᾶσθαι τοὺς ἀπὸ τῆς Θεσσαλονίκης. ἐπειδὴ δὲ οἱ χριστομάχοι οὐδ’ οὕτως καταδύονται, βούλομαι καίπερ εἰδὼς σκληροτέραν ἔχοντας αὐτοὺς τοῦ Φαραὼ τὴν καρδίαν ἐρωτῆσαι πάλιν καὶ περὶ τούτου. ἐν τῷ παραδείσῳ πυνθάνεται ὁ θεὸς λέγων· «Ἀδάμ, ποῦ εἶ;» ἐξετάζει δὲ καὶ τὸν Κάιν· «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» τί τοίνυν καὶ περὶ τούτου φατέ; εἰ γὰρ ἀγνοεῖν αὐτὸν νομίζετε καὶ διὰ τοῦτο πυνθάνεσθαι, Μανιχαίοις μὲν ἤδη προσετέθητε—αὐτῶν γὰρ τὸ τοιοῦτον τόλμημα· εἰ δὲ φοβούμενοι φανερῶς ὀνομασθῆναι Μανιχαῖοι βιάζεσθε ἑαυτοὺς εἰπεῖν, ὅτι γινώσκων πυνθάνεται, τί ἄτοπον ἢ τί ξένον ὁρῶντες οὕτω πεπτώκατε, εἰ ὁ υἱός, ἐν ᾧ τότε ἐπυνθάνετο ὁ θεός, ὁ αὐτὸς υἱὸς καὶ νῦν σάρκα περιβεβλημένος πυνθάνεται τῶν μαθητῶν ὡς ἄνθρωπος; εἰ μὴ ἄρα Μανιχαῖοι γενόμενοι μέμφεσθαι θελήσητε καὶ τὴν τότε γενομένην πρὸς τὸν Ἀδὰμ ἐρώτησιν, ἵνα μόνον καὶ ὑμεῖς νεανιεύησθε ἐν ταῖς κακονοίαις. καὶ γὰρ ἐν πᾶσιν ἐλεγχόμενοι τονθορύζετε πάλιν διὰ τὸ εἰρημένον παρὰ τῷ Λουκᾷ, ὃ καλῶς μὲν εἴρηται, κακῶς δὲ ὑμεῖς διανοεῖσθε. τί δὲ τοῦτό ἐστιν, ἀναγκαῖον παραθέσθαι, ἵνα καὶ οὕτως αὐτῶν ἡ διεφθαρμένη διάνοια δειχθῇ.