Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος βʹ

Μέγας Αθανάσιος

Εισαγωγή: Ερμηνευτικές αρχές και η αρειανική παρερμηνεία της Αγίας Γραφής

Διαπιστώνεται η εμμονή των Αρειανών στην κτιστότητα του Υιού και αναπτύσσεται ο ορθόδοξος κανόνας ερμηνείας της Γραφής, αντιδιαστέλλοντας τη φυσική γέννηση από τη δημιουργική βούληση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 8

Τοῦ αὐτοῦ κατὰ Ἀρειανῶν λόγος δεύτερος Ἐγὼ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτὰς ἐπὶ τοῖς προειρημένοις πρὸ τούτου κατ’ αὐτῶν ἐλέγχοις καὶ ταῖς περὶ τῆς ἀληθείας ἀποδείξεσιν ἀρκεῖσθαι καὶ παυομένους λοιπὸν μεταγινώσκειν ἐφ’ οἷς ἐφρόνησάν τε καὶ ἐλάλησαν κακῶς περὶ τοῦ σωτῆρος· αὐτοὶ δέ, οὐκ οἶδ’ ὅπως, οὐδὲ οὕτως καταδύονται· ἀλλ’ ὡς χοῖροι καὶ κύνες «περὶ τὰ ἴδια ἐξεράματα» καὶ τὸν ἑαυτῶν «βόρβορον κυλιόμενοι» μᾶλλον ἐφευρίσκουσιν ἑαυτοῖς ἐπινοίας εἰς ἀσέβειαν. μὴ νοοῦντες γοῦν μήτε τὸ ἐν ταῖς Παροιμίαις γεγραμμένον «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» μήτε τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν» φιλονεικοῦσιν ἁπλῶς λέγοντες ποίημα καὶ κτίσμα εἶναι τὸν τοῦ θεοῦ υἱόν. καὶ ἤρκει μὲν ἀπὸ τῶν προειρημένων αὐτοὺς συνιδεῖν, εἰ μὴ τέλεον καὶ τὰς αἰσθήσεις ἀπώλεσαν, ὡς τῆς ἀληθείας μαρτυρησάσης, μὴ εἶναι ἐξ οὐκ ὄντων μηδὲ ὅλως τῶν γενητῶν τὸν υἱόν· θεὸς γὰρ ὢν οὐκ ἂν εἴη ποίημα, οὐδὲ θέμις αὐτὸν λέγειν κτίσμα.

κτισμάτων γὰρ καὶ ποιημάτων ἴδιον τὸ λέγεσθαι «ἐξ οὐκ ὄντων» καὶ «οὐκ ἦν πρὶν γεννηθῇ»· ἀλλ’ ἐπειδή, ὥσπερ δεδιότες ἀποστῆναι ἀπὸ τῆς ἰδίας μυθοπλαστίας προφασίζονται συνήθως τὰ προειρημένα ῥητὰ τῶν θείων γραφῶν τὰ καλῶς μὲν γεγραμμένα, ῥᾳδιουργηθέντα δὲ παρ’ αὐτῶν, φέρε, πάλιν ἐπαναλαβόντες τὸν νοῦν τῶν προειρημένων τοὺς μὲν πιστοὺς ὑπομνήσωμεν, τούτους δὲ δείξωμεν καὶ ἐξ ἑκάστου τούτων μηδ’ ὅλως εἰδέναι τὸν Χριστιανισμόν.

εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν ἑαυτοὺς «συνέκλειον» εἰς τὴν τῶν νῦν Ἰουδαίων ἀπιστίαν, ἀλλ’ ἐρωτῶντες ἐμάνθανον, ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος»· ὅτε δὲ εὐδοκήσαντος τοῦ πατρὸς ὁ λόγος αὐτὸς γέγονεν ἄνθρωπος, τότε εἰκότως εἴρηται περὶ αὐτοῦ παρὰ μὲν τοῦ Ἰωάννου τὸ «ὁ λόγος σὰρξ ἐγένετο», παρὰ δὲ τοῦ Πέτρου· «κύριον καὶ χριστὸν αὐτὸν ἐποίησε» καὶ διὰ μὲν Σολομῶνος, ὡς παρ’ αὐτοῦ τοῦ κυρίου· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», παρὰ δὲ τοῦ Παύλου· «τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων»· καὶ πάλιν· «ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών»· καὶ αὖθις· «ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν»· τὰ τοιαῦτα γὰρ πάντα ῥητὰ τὴν αὐτὴν ἔχει διάνοιαν βλέπουσαν εἰς εὐσέβειαν καὶ δεικνύουσαν τὴν θεότητα τοῦ λόγου καὶ τὰ ἀνθρωπίνως λεγόμενα περὶ αὐτοῦ διὰ τὸ γεγενῆσθαι αὐτὸν καὶ υἱὸν ἀνθρώπου.

καὶ εἰ καὶ αὐτάρκη ταῦτα πρὸς ἀπόδειξιν κατ’ αὐτῶν, ὅμως ἐπειδὴ μὴ νοοῦντες τὸ παρὰ τοῦ ἀποστόλου λεγόμενον, ἵνα τούτου πρῶτον μνησθῶ, νομίζουσιν ἓν τῶν ποιημάτων εἶναι τὸν τοῦ θεοῦ λόγον, διὰ τὸ γεγράφθαι «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν», ἀναγκαῖον ἡγησάμην τοῦτο πάλιν λέγοντας αὐτοὺς ἐντρέπειν, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ἐλέγομεν λαμβάνοντες παρ’ αὐτῶν τὸ λῆμμα.

Εἰ μὲν οὖν οὐκ ἔστιν υἱός, λεγέσθω καὶ ποίημα· πάντα τε τὰ ἐπὶ τῶν ποιημάτων κατηγορείσθω καὶ ἐπ’ αὐτοῦ· καὶ μόνον μὴ λεγέσθω υἱός, μὴ λόγος, μὴ σοφία, καὶ αὐτὸς δὲ ὁ θεὸς μὴ λεγέσθω πατήρ, ἀλλὰ μόνον δημιουργὸς καὶ κτίστης τῶν γινομένων ὑπ’ αὐτοῦ. καὶ ἔστω ἡ μὲν κτίσις εἰκὼν καὶ χαρακτὴρ τῆς δημιουργικῆς βουλήσεως αὐτοῦ· αὐτὸς δὲ κατ’ ἐκείνους μὴ ἔστω γεννητικῆς φύσεως, ὥστε τῆς ἰδίας οὐσίας αὐτοῦ μὴ εἶναι λόγον, μὴ σοφίαν μηδ’ ὅλως εἰκόνα. εἰ γὰρ μή ἐστιν υἱός, οὐδὲ εἰκών. μὴ ὄντος δὲ υἱοῦ πῶς ἄρα τὸν θεὸν κτίστην εἶναι λέγετε, εἴ γε «διὰ λόγου» καὶ «ἐν σοφίᾳ» πάντα τὰ γινόμενα γίνεται χωρίς τε τούτου οὐκ ἄν τι γένοιτο, οὐκ ἔχει δὲ καθ’ ὑμᾶς ἐν ᾧ καὶ δι’ οὗ τὰ πάντα ποιεῖ; εἰ δὲ μὴ καρπογόνος ἐστὶν αὕτη ἡ θεία οὐσία, ἀλλ’ ἔρημος κατ’ αὐτούς, ὡς φῶς μὴ φωτίζον καὶ πηγὴ ξηρά, πῶς δημιουργικὴν ἐνέργειαν ἔχειν αὐτὸν λέγοντες οὐκ αἰσχύνονται; καὶ ἀναιροῦντες δὲ τὸ κατὰ φύσιν, πῶς τὸ κατὰ βούλησιν προηγεῖσθαι θέλοντες οὐκ ἐρυθριῶσιν; εἰ δὲ τὰ ἐκτὸς καὶ οὐκ ὄντα πρότερον, βουλόμενος δὲ αὐτὰ εἶναι δημιουργεῖ καὶ γίνεται τούτων ποιητής, πολλῷ πρότερον εἴη ἂν πατὴρ γεννήματος ἐκ τῆς ἰδίας οὐσίας. εἰ γὰρ τὸ βουλεύεσθαι περὶ τῶν μὴ ὄντων διδόασι τῷ θεῷ, διὰ τί μὴ τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ θεοῦ;

ὑπεραναβέβηκε δὲ τῆς βουλήσεως τὸ πεφυκέναι καὶ εἶναι αὐτὸν φύσει πατέρα τοῦ ἰδίου λόγου. εἰ τοίνυν τὸ πρότερον, ὅπερ ἐστὶ κατὰ φύσιν, οὐχ ὑπῆρξε κατὰ τὴν ἐκείνων ἄνοιαν, πῶς τὸ δεύτερον, ὅπερ ἐστὶ κατὰ βούλησιν, γένοιτ’ ἄν; πρότερον δέ ἐστιν ὁ λόγος, καὶ δεύτερον ἡ κτίσις. ἀλλ’ ἔστιν ὁ λόγος, κἂν πλείονα τολμῶσιν οἱ ἀσεβεῖς· «δι’ αὐτοῦ» γὰρ «γέγονεν ἡ κτίσις»· καὶ δῆλον ἂν εἴη, ὅτι ποιητὴς ὢν ὁ θεὸς ἔχει καὶ τὸν δημιουργικὸν λόγον οὐκ ἔξωθεν, ἀλλ’ ἴδιον ἑαυτοῦ· πάλιν γὰρ τὸ αὐτὸ ῥητέον. εἰ τὸ βούλεσθαι ἔχει καὶ τὸ βούλημα αὐτοῦ ποιητικόν ἐστι καὶ ἀρκεῖ τὸ βούλημα αὐτοῦ πρὸς σύστασιν τῶν γινομένων, ὁ δὲ λόγος ἐστὶν αὐτοῦ ὁ ποιητικὸς καὶ δημιουργικός, οὐκ ἀμφίβολον ὅτι καὶ αὐτός ἐστιν ἡ τοῦ πατρὸς ζῶσα βουλὴ καὶ ἐνούσιος ἐνέργεια, καὶ λόγος ἀληθινός, ἐν ᾧ καὶ συνέστηκε καὶ διοικεῖται τὰ πάντα καλῶς. οὐδεὶς δὲ οὐδὲ διστάξειεν ὡς ὁ ἁρμόζων τῆς ἁρμονίας καὶ τῶν ἁρμοζομένων πρόεστι. καὶ δεύτερόν ἐστι, καθὰ προεῖπον, τὸ δημιουργεῖν τοῦ γεννᾶν τὸν θεόν. τὸ μὲν γὰρ «υἱὸς» ἴδιον καὶ ἀληθῶς ἐκ τῆς μακαρίας ἐκείνης καὶ ἀεὶ οὔσης οὐσίας ἐστί· τὰ δὲ ἐκ βουλήσεως αὐτῆς ἔξωθεν συνιστάμενα γίνεται καὶ δημιουργεῖται διὰ τοῦ ἰδίου καὶ ἐξ αὐτῆς γεννήματος.

Οὐκοῦν τοῦ λόγου δεικνύντος πολλὴν ἀτοπίαν κατὰ τῶν λεγόντων μὴ εἶναι υἱὸν θεοῦ, ἀλλὰ ποίημα· ἀνάγκη λοιπὸν ἡμᾶς συνομολογεῖν υἱὸν εἶναι τὸν κύριον. εἰ δὲ υἱός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ὡμολόγηται δὲ ὁ υἱὸς οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τοῦ γεννῶντος εἶναι· μὴ διαφερέσθωσαν ταῖς λέξεσι, καθὰ προείπομεν, ἐὰν καὶ ἐπ’ αὐτοῦ τοῦ λόγου ἀντὶ τοῦ «τῷ γεννήσαντι» «τῷ ποιήσαντι» ὀνομάζουσιν οἱ ἅγιοι ὡς ἀδιαφόρου τοῦ ῥήματος ὄντος ἐπὶ τῶν τοιούτων, ἕως τὸ κατὰ φύσιν ὁμολογεῖται. οὐ γὰρ αἱ λέξεις τὴν φύσιν παραιροῦνται, ἀλλὰ μᾶλλον ἡ φύσις τὰς λέξεις εἰς ἑαυτὴν ἕλκουσα μεταβάλλει. καὶ γὰρ οὐ πρότεραι τῶν οὐσιῶν αἱ λέξεις, ἀλλ’ αἱ οὐσίαι πρῶται, καὶ δεύτεραι τούτων αἱ λέξεις. διὸ καὶ ὅταν ἡ οὐσία ποίημα ἢ κτίσμα ᾖ, τότε τὸ «ἐποίησε» καὶ τὸ «ἐγένετο» καὶ τὸ «ἔκτισε» κυρίως ἐπ’ αὐτῶν λέγεταί τε καὶ σημαίνει τὸ ποίημα. ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱός, τότε τὸ «ἐποίησε» καὶ τὸ «ἐγένετο» καὶ τὸ «ἔκτισεν», οὐκέτι κυρίως ἐπ’ αὐτοῦ κεῖται οὐδὲ ποίημα σημαίνει· ἀλλ’ ἀντὶ τοῦ «ἐγέννησε» τῷ «ἐποίησεν» ἀδιαφόρως χρῆταί τις ῥήματι.

πολλάκις γοῦν πατέρες τοὺς ἐξ αὐτῶν φύντας υἱοὺς δούλους ἑαυτῶν ὀνομάζουσι· καὶ οὐκ ἀρνοῦνται τὸ γνήσιον τῆς φύσεως· καὶ πολλάκις τοὺς ἰδίους δούλους φιλοφρονούμενοι τέκνα καλοῦσι· καὶ οὐ κρύπτουσι τὴν ἐξ ἀρχῆς αὐτῶν κτῆσιν· τὸ μὲν γὰρ ἐπ’ ἐξουσίας, ὡς πατέρες λέγουσι· τὸ δὲ φιλανθρώπως ὀνομάζουσι. Σάρρα γοῦν «τὸν Ἀβραὰμ κύριον ἐκάλει» καίτοι μὴ δούλη, ἀλλὰ σύζυγος οὖσα· καὶ ὁ μὲν ἀπόστολος Φιλήμονι τῷ κτησαμένῳ συνῆπτεν ὡς ἀδελφὸν Ὀνήσιμον τὸν δοῦλον· ἡ δὲ Βηρσαβεὲ καίτοι μήτηρ οὖσα τὸν υἱὸν ἐκάλει δοῦλον λέγουσα τῷ πατρί· «τὸν δοῦλόν σου Σολομῶνα»· εἶτα καὶ Νάθαν ὁ προφήτης εἰσελθὼν τὰ αὐτὰ ἐκείνῃ ἔλεγε τῷ Δαβὶδ ὅτι «Σολομῶνα τὸν δοῦλόν σου»· καὶ οὐκ ἔμελεν αὐτοῖς τὸν υἱὸν εἰπεῖν δοῦλον. ἀκούων γὰρ κἀκεῖνος ἐπεγίνωσκε τὴν φύσιν, καὶ οὗτοι δὲ λέγοντες οὕτως οὐκ ἠγνόουν τὸ γνήσιον. κληρονόμον γοῦν ἠξίουν αὐτὸν τοῦ πατρὸς γενέσθαι, ὃν ὡς δοῦλον ἐκάλουν· ἦν γὰρ υἱὸς τῇ φύσει τοῦ Δαβίδ.

Ὥσπερ τοίνυν ἀναγινώσκοντες ταῦτα διανοούμεθα καλῶς καὶ ἀκούοντες δοῦλον τὸν Σολομῶνα οὐ νομίζομεν αὐτὸν εἶναι δοῦλον, ἀλλὰ φύσει καὶ γνήσιον υἱόν, οὕτως ἐὰν καὶ περὶ τοῦ σωτῆρος τοῦ ἀληθῶς ὁμολογουμένου υἱοῦ καὶ φύσει λόγου ὄντος λέγωσιν οἱ ἅγιοι· «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν» ἢ αὐτὸς περὶ ἑαυτοῦ ἐὰν λέγῃ· «κύριος ἔκτισέ με» καὶ «ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου» καὶ ὅσα τοιαῦτα, μὴ διὰ τοῦτο ἀρνείσθωσάν τινες τὴν ἐκ τοῦ πατρὸς αὐτοῦ ἰδιότητα, ἀλλ’, ὡς ἐπὶ Σολομῶνος καὶ τοῦ Δαβίδ, διανοείσθωσαν ὀρθῶς περὶ τοῦ υἱοῦ καὶ τοῦ πατρός. ἐπεί, εἰ ἀκούοντες Σολομῶνα «δοῦλον» ὁμολογοῦσιν υἱόν, πῶς οὐ πολλάκις ἀπολωλέναι δίκαιοί εἰσιν, ὅτι τὴν αὐτὴν ἐπὶ τοῦ κυρίου διάνοιαν οὐ σώζουσιν, ἀλλ’ ὅταν μὲν ἀκούωσι γέννημα καὶ λόγον καὶ σοφίαν, βιάζονται παρερμηνεύειν καὶ ἀρνεῖσθαι τὴν φύσει καὶ γνησίαν γέννησιν τὴν ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ· ἀκούσαντες δὲ ποιήματος φωνὰς καὶ λέξεις εὐθὺς εἰς τὸ νομίζειν φύσει ποίημα τὸν υἱὸν καταφέρονται καὶ ἀρνοῦνται τὸν λόγον καίτοι δυνάμενοι, διὰ τὸ γεγενῆσθαι αὐτὸν ἄνθρωπον, πάσας τὰς τοιαύτας λέξεις ἐπιρρίπτειν ἐπὶ τὸ ἀνθρώπινον αὐτοῦ. πῶς οὖν καὶ οὕτως οὐ «βδελυκτοὶ» παρὰ τῷ κυρίῳ δείκνυνται «δισσὰ στάθμια» παρ’ ἑαυτοῖς ἔχοντες καὶ τῷ μὲν ἐκεῖνα λογιζόμενοι, τῷ δὲ τὸν κύριον βλασφημοῦντες;