Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος βʹ

Μέγας Αθανάσιος

Η κτίση ως έκφραση της θείας οικονομίας: Ερμηνεία του «Κύριος έκτισέ με»

Προσεγγίζεται ερμηνευτικά το χωρίο των Παροιμιών, καταδεικνύοντας ότι το ρήμα «έκτισε» αναφέρεται αποκλειστικά στην πρόσληψη της ανθρώπινης φύσης προς ανακαίνιση της κτίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 8

Ταῦτα πρὸ τοῦ ῥητοῦ τῶν Παροιμιῶν τέως διελάβομεν ἐνιστάμενοι πρὸς τὰς ἀλόγους ἐκ καρδίας αὐτῶν μυθοπλαστίας· ἵνα γνόντες ὡς οὐχ ἁρμόζει λέγειν κτίσμα τὸν υἱὸν τοῦ θεοῦ μάθωσι καλῶς ἀναγινώσκειν καὶ αὐτοὶ τὸ ἐν ταῖς Παροιμίαις ῥητὸν ὀρθὴν ἔχον καὶ αὐτὸ τὴν διάνοιαν. γέγραπται μὲν γάρ· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ἀλλ’ ἐπειδὴ παροιμίαι εἰσὶ καὶ παροιμιωδῶς ἐλέχθη, οὐ δεῖ τὴν πρόχειρον λέξιν ἁπλῶς οὕτως ἐκλαμβάνειν, ἀλλὰ τὸ πρόσωπον ζητεῖν καὶ οὕτως μετ’ εὐσεβείας τὸν νοῦν ἐφαρμόζειν αὐτῷ. τὰ γὰρ ἐν παροιμίαις λεγόμενα οὐκ ἐκ φανεροῦ λέγεται, ἀλλὰ κεκρυμμένως ἀπαγγέλλεται, ὡς αὐτὸς ὁ κύριος ἐδίδαξεν ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ λέγων· «ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ». οὐκοῦν ἀποκαλύπτειν χρὴ τὸν νοῦν τοῦ ῥητοῦ ὡς κεκρυμμένον τε τοῦτον ζητεῖν καὶ μὴ ὡς ἐν παρρησίᾳ εἰρημένον ἁπλῶς ἐκλαμβάνειν, ἵνα μὴ παρεξηγούμενοι πλανηθῶμεν ἀπὸ τῆς ἀληθείας. εἰ μὲν οὖν περὶ ἀγγέλου ἢ ἑτέρου τινὸς τῶν γενητῶν ἐστι τὸ γεγραμμένον, ὡς περὶ ἑνὸς ἡμῶν τῶν ποιημάτων, ἔστω λεγόμενον τὸ «ἔκτισεν»· εἰ δὲ ἡ σοφία τοῦ θεοῦ ἐστιν, ἐν ᾗ πάντα τὰ γενητὰ δεδημιούργηται, ἡ περὶ ἑαυτῆς λέγουσα, τί δεῖ νοεῖν ἢ ὅτι τὸ «ἔκτισε» φάσκουσα οὐκ ἐναντίον τῷ «ἐγέννησε» λέγει;

οὐδὲ ὡς ἐπιλαθομένη ὅτι κτίζουσά ἐστι καὶ δημιουργὸς ἢ ἀγνοοῦσα τὴν διαφορὰν τοῦ κτίζοντος καὶ τῶν κτισμάτων ἐν τοῖς κτίσμασιν ἑαυτὴν συναριθμεῖ, ἀλλά τινα νοῦν, ὡς ἐν παροιμίαις, οὐ παρρησίᾳ, κεκρυμμένον δὲ σημαίνει· ὃν τοῖς μὲν ἁγίοις ἐνέπνεε προφητεύειν, αὐτὴ δὲ μετ’ ὀλίγα ἐκ παραλλήλου τὸ «ἔκτισεν» ἐν ἑτέραις λέξεσι σημαίνουσά φησιν· «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον». δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς σοφίας τὸ ἡμέτερον σῶμα, ὅπερ ἀναλαβὼν γέγονεν ἄνθρωπος· καὶ εἰκότως παρὰ μὲν Ἰωάννου λέγεται· «ὁ λόγος σὰρξ ἐγένετο», διὰ δὲ Σολομῶνος περὶ ἑαυτῆς ἡ σοφία μετὰ παρατηρήσεώς φησιν, οὐχ ὅτι κτίσμα εἰμί, ἀλλὰ μόνον ὅτι «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ»· ἀλλ’ οὐκ εἰς τὸ εἶναί με ἔκτισεν οὐδὲ ὅτι κτίσματος ἀρχὴν καὶ γένεσιν ἔχω.

Καὶ ἐνταῦθα γὰρ οὐ τὴν οὐσίαν τῆς θεότητος αὐτοῦ οὐδὲ τὴν ἐκ πατρὸς ἀίδιον ἑαυτοῦ καὶ γνησίαν γέννησιν ὁ λόγος σημαίνων διὰ Σολομῶνος ἔλεγεν, ἀλλὰ πάλιν τὸ ἀνθρώπινον καὶ τὴν εἰς ἡμᾶς οἰκονομίαν αὐτοῦ. διό, καθὼς προεῖπον, οὐκ εἶπε κτίσμα εἰμὶ ἢ κτίσμα ἐγενόμην, ἀλλὰ μόνον «ἔκτισε». τὰ μὲν γὰρ κτίσματα κτιστὴν ἔχοντα τὴν οὐσίαν τῶν γενητῶν ἐστι καὶ λέγεται καὶ κτίζεσθαι, καὶ πάντως τὸ κτίσμα κτίζεται· ἡ δὲ τοῦ «ἔκτισε» μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν ἢ τὴν γέννησιν σημαίνει, ἀλλά τι ἕτερον δῆλοι γίνεσθαι περὶ ἐκεῖνον περὶ οὗ λέγει· καὶ οὐ πάντως τὸ λεγόμενον κτίζεσθαι ἤδη καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ἐστί. καὶ ταύτην τὴν διαφορὰν οἶδεν ἡ θεία γραφὴ περὶ μὲν τῶν κτισμάτων λέγουσα· «ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου» καί· αὐτὴ «ἡ κτίσις συστενάζει καὶ συνωδίνει»· ἐν δὲ τῇ Ἀποκαλύψει φησί· «καὶ ἀπέθανε τὸ τρίτον μέρος τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα ψυχάς», καθὼς καὶ Παῦλος λέγει· «πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον», καὶ ἐν τῇ σοφίᾳ γέγραπται· «καὶ τῇ σοφίᾳ σου κατεσκεύασας ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γεγενημένων κτισμάτων». καὶ ὅτι ταῦτα κτίσματα ὄντα λέγει καὶ κτίζεσθαι, οὕτως πάλιν ἔστιν ἀκοῦσαι τοῦ μὲν κυρίου λέγοντος· «ἀπ’ ἀρχῆς δὲ ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς».

Μωσέως δὲ ἐν τῇ ᾠδῇ γράφοντος· «ἐπερωτήσατε ἡμέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας, ἧς ἔκτισεν ὁ θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ», ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Κολασσαεῖς φησιν· «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων».

Ὅτι μὲν οὖν τὰ φύσει τὴν οὐσίαν ἔχοντα κτιστὴν κτίσματα λέγεται καὶ κτίζεσθαι, ἀρκεῖ ταῦτα πρὸς ὑπόμνησιν εἰρῆσθαι πλήρης οὔσης τῆς γραφῆς· ὅτι δὲ ἡ τοῦ «ἔκτισε» μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν καὶ τὴν γένεσιν σημαίνει, ὁ μὲν Δαυὶδ ψάλλει· «γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον»· καὶ πάλιν· «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός»· ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Ἐφεσίους φησί· «τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον»· καὶ πάλιν· «ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ δικαιοσύνῃ τῆς ἀληθείας». οὔτε γὰρ ὁ Δαυὶδ λαόν τινα κατ’ οὐσίαν κτιζόμενον ἔλεγεν οὔτε καρδίαν ἑτέραν ηὔχετο λαβεῖν, παρ’ ἣν εἶχεν, ἀλλὰ τὴν κατὰ θεὸν ἀνανέωσιν καὶ ἀνακαίνισιν ἐσήμαινεν. οὔτε δὲ ὁ Παῦλος κατ’ οὐσίαν κτιζομένους ἐν τῷ κυρίῳ δύο τινὰς ἐδήλου, ἀλλ’ οὐδὲ ἄλλον τινὰ ἐνδύσασθαι ἡμᾶς ἄνθρωπον συνεβούλευεν· ἀλλὰ τὸν μὲν κατὰ θεὸν ἄνθρωπον, τὸν κατὰ ἀρετὴν βίον ἔλεγε, τοὺς δὲ κτιζομένους ἐν Χριστῷ τοὺς ἀνακαινιζομένους ἐν αὐτῷ δύο λαοὺς ἐσήμαινε.

τοιοῦτόν ἐστι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἱερεμίᾳ «ἔκτισε κύριος σωτηρίαν καινὴν εἰς καταφύτευσιν, ἐν ᾗ σωτηρίᾳ περιελεύσεται ἄνθρωπος»· τοῦτο δὲ λέγων οὐκ οὐσίαν τινὰ κτίσματος σημαίνει, ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀνακαινιζομένην σωτηρίαν προφητεύει τὴν γενομένην ἐν Χριστῷ πρὸς ἡμᾶς. τοιαύτης δὴ οὔσης τῆς διαφορᾶς περί τε τῶν κτισμάτων καὶ τοῦ λεγομένου μόνον «ἔκτισεν» εἰ μὲν εὕρητέ που τὸν κύριον λεγόμενον ἐν τῇ θείᾳ γραφῇ κτίσμα, δείξατε καὶ μάχεσθε· εἰ δὲ μὴ γέγραπταί που κτίσμα εἶναι αὐτόν, λέγει δὲ αὐτὸς περὶ ἑαυτοῦ ἐν Παροιμίαις, ὅτι· «κύριος ἔκτισέ με», ἐντράπητε ὑπὸ τῆς προειρημένης διαφορᾶς καὶ τῶν παροιμιωδῶς εἰρημένων· καὶ λοιπὸν τὸ «ἔκτισε» μὴ κτίσμα ἀκούετε, ἀλλὰ τὸ περὶ αὐτὸν γενόμενον ἀνθρώπινον· τούτου γὰρ ἴδιόν ἐστι καὶ τὸ κτίζεσθαι. ἐπεὶ πῶς οὐκ ἀδικεῖτε, ὅτι παρὰ μὲν τοῦ Δαυὶδ καὶ τοῦ Παύλου ἀκούοντες τὸ «ἔκτισεν» οὐ τὴν οὐσίαν καὶ τὴν γένεσιν νοεῖτε, ἀλλὰ τὴν ἀνανέωσιν, παρὰ δὲ τοῦ κυρίου ἀκούοντες τὸ «ἔκτισε» τὴν οὐσίαν αὐτοῦ τοῖς κτίσμασι συναριθμεῖτε;

πάλιν τε ἀκούοντες «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτὰ» τὸν μὲν οἶκον ἀλληγορεῖτε, τὸ δὲ «ἔκτισεν» οὕτω λαμβάνοντες μεταποιεῖτε αὐτὸ εἰς κτίσμα· καὶ οὔτε τὸ εἶναι αὐτὸν δημιουργὸν ἐδυσώπησεν ὑμᾶς, οὔτε τὸ εἶναι μόνον ἴδιον γέννημα τοῦ πατρὸς ἐφοβήθητε, ἀλλὰ ἁπλῶς, ὡς πρὸς αὐτὸν ἀπογραψάμενοι, μάχεσθε ἐλάττονά τε περὶ αὐτοῦ μᾶλλον ἢ περὶ ἀνθρώπων νοεῖτε.

Καὶ γὰρ καὶ αὐτὸ τὸ ῥητὸν δείκνυσιν ὑμῶν μόνων εὕρεμα εἶναι τὸ λέγειν κτίσμα τὸν κύριον. τὴν γὰρ οὐσίαν ἑαυτοῦ γινώσκων ὁ κύριος μονογενῆ σοφίαν καὶ γέννημα τοῦ πατρὸς καὶ ἄλλην οὖσαν παρὰ τὰ γενητὰ καὶ τὰ φύσει κτίσματα φιλανθρώπως νῦν λέγει «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ», ἴσον τῷ εἰπεῖν ὁ πατὴρ «σῶμά μοι κατηρτίσατο» καὶ εἰς ἀνθρώπους με ἔκτισεν ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας. καὶ γὰρ ὥσπερ Ἰωάννου ἀκούοντες «ὁ λόγος σὰρξ ἐγένετο» οὐκ αὐτὸν ὅλον σάρκα νοοῦμεν τὸν λόγον, ἀλλὰ σάρκα ἐνδυσάμενον καὶ γενόμενον ἄνθρωπον, ἀκούοντές τε ὅτι «Χριστὸς γέγονεν ὑπὲρ ἡμῶν κατάρα» καὶ «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν» οὐκ αὐτὸ τοῦτο ὅλον κατάραν καὶ ἁμαρτίαν αὐτὸν νοοῦμεν γεγενῆσθαι, ἀλλ’ ὅτι τὴν μὲν καθ’ ἡμῶν κατάραν ἀνεδέξατο, ὡς εἶπεν ὁ ἀπόστολος, «ἐξηγόρασας ἡμᾶς ἐκ τῆς κατάρας», τὰς δὲ ἁμαρτίας ἡμῶν, ὡς μὲν ὁ Ἡσαίας εἶπεν, «ἐβάσταξεν», ὡς δὲ ὁ Πέτρος ἔγραψεν, «ἀνήνεγκεν αὐτὰς τῷ σώματι ἐπὶ τὸ ξύλον», οὕτως ἐὰν ἀκούωμεν ἐν ταῖς Παροιμίαις τὸ «ἔκτισεν», οὐ δεῖ κτίσμα τῇ φύσει ὅλον νοεῖν τὸν λόγον, ἀλλ’ ὅτι τὸ κτιστὸν ἐνεδύσατο σῶμα καὶ ὑπὲρ ἡμῶν ἔκτισεν αὐτὸν ὁ θεὸς εἰς ἡμᾶς τὸ κτιστὸν αὐτῷ «καταρτίσας», ὡς γέγραπται, «σῶμα», ἵν’ ἐν αὐτῷ ἀνακαινισθῆναι καὶ θεοποιηθῆναι δυνηθῶμεν.

τί τοίνυν ὑμᾶς ἠπάτησεν, ὦ ἀνόητοι, εἰπεῖν τὸν κτίστην κτίσμα ἢ πόθεν ἠγοράσατε ἑαυτοῖς τὸ κενὸν φρόνημα τοῦτο καὶ ἐν αὐτῷ πομπεύετε; αἱ γὰρ Παροιμίαι λέγουσι μὲν «ἔκτισεν», ἀλλ’ οὐ λέγουσι κτίσμα τὸν υἱόν, ἀλλὰ γέννημα, καὶ κατὰ τὴν προειρημένην δὲ ἐκ τῶν γραφῶν διαστολήν, λέγω τοῦ «ἔκτισε» καὶ τοῦ «κτίσματος», τὸ μὲν ἴδιον φύσει τοῦ υἱοῦ μονογενῆ σοφίαν αὐτὸν καὶ δημιουργὸν τῶν κτισμάτων γινώσκουσι, τὸ δὲ «ἔκτισε» λέγουσαι οὐκ ἐπὶ τῆς οὐσίας αὐτοῦ λέγουσιν, ἀλλὰ πολλῶν «ὁδῶν ἀρχὴν» αὐτὸν γίνεσθαι σημαίνουσιν, ὡς εἶναι ἐναντίον τὸ μὲν «ἔκτισε» τῷ γεννήματι, τὸ δὲ λεγόμενον «ἀρχὴν ὁδῶν» τῷ εἶναι αὐτὸν μονογενῆ λόγον.

Εἰ γὰρ γέννημά ἐστι, πῶς κτίσμα λέγετε αὐτόν; οὐδεὶς γάρ, ἅπερ κτίζει, λέγει γεννᾶν οὐδὲ τὰ ἴδια γεννήματα καλεῖ κτίσματα. πάλιν τε εἰ μονογενής ἐστι, πῶς «ἀρχὴ τῶν ὁδῶν» αὐτὸς γίνεται; ἀνάγκη γὰρ αὐτὸν πρῶτον τῶν πάντων κτισθέντα μηκέτι μόνον εἶναι ἔχοντα τοὺς μετ’ αὐτὸν γενομένους. καὶ γὰρ καὶ Ῥουβὶμ «ἀρχὴ τῶν τέκνων» γενόμενος οὐκ ἦν μονογενής, ἀλλὰ τῷ μὲν χρόνῳ πρῶτος, τῇ δὲ φύσει καὶ τῇ συγγενεία εἷς ὢν τῶν μετ’ αὐτὸν ἐτύγχανεν. οὐκοῦν εἰ καὶ ὁ λόγος «ἀρχὴ τῶν ὁδῶν» ἐστι, καὶ αὐτὸς ἂν εἴη ὥσπερ καὶ αἱ ὁδοί, αἵ τε ὁδοὶ τοιαῦται ἂν εἶεν οἷός ἐστι καὶ ὁ λόγος, κἂν πρῶτος αὐτῶν τῷ χρόνῳ κτίζηται. καὶ γὰρ καὶ πόλεως ἀρχὴ τοιαύτη ἐστίν, οἷα καὶ τὰ ἄλλα μέρη τῆς πόλεώς ἐστι, αὐτά τε τὰ μέρη, συναπτόμενα τῇ ἀρχῇ ὁλόκληρον καὶ μίαν τὴν πόλιν ἀποτελεῖ, ὡς «ἑνὸς σώματος πολλὰ μέλη», καὶ οὐ τὸ μὲν αὐτῆς τῶν ποιούντων ἐστί, τὸ δὲ τῶν γινομένων καὶ ὑπόκειται τῷ ἑτέρῳ μέρει, ἀλλὰ πᾶσα παρὰ τοῦ πεποιηκότος ἐπίσης ἔχει τὴν ἐπιμέλειαν καὶ συνέστηκεν. εἰ τοίνυν καὶ ὁ κύριος οὕτως ἀρχὴ πάντων κτίζεται, ἀνάγκη μετὰ πάντων αὐτὸν μίαν τὴν κτίσιν ἀποτελεῖν καὶ μήτε διαφέρειν τῶν ἄλλων, κἂν ἀρχὴ τῶν πάντων γίνηται, μήτε κύριον εἶναι τῶν ἄλλων μερῶν τῆς κτίσεως, κἂν τῷ χρόνῳ πρεσβύτερος ὢν τυγχάνῃ· μετὰ πάντων γὰρ καὶ αὐτὸς ἕνα τὸν τῆς δημιουργίας ἔχει λόγον καὶ δεσπότην.

πῶς δὲ ὅλως, εἰ κτίσμα καθ’ ὑμᾶς ἐστι, δύναται μόνος καὶ πρῶτος κτίζεσθαι, ὥστε καὶ ἀρχὴν εἶναι πάντων δήλου ὄντος ἐκ τῶν προειρημένων, ὅτι ἐν τοῖς κτίσμασιν οὐδέν ἐστιν ἓν μόνον καθ’ ἑαυτὸ καὶ πρῶτον γενόμενον, ἀλλὰ μετὰ πάντων ἅμα τὴν γένεσιν ἔχει, κἂν «τῇ δόξῃ διαφέρῃ» τῶν ἄλλων; οὐ γὰρ ἕκαστος τῶν ἀστέρων οὐδὲ τῶν μεγάλων φωστήρων ὁ μὲν πρῶτος, ὁ δὲ δεύτερος ἐφάνη, ἀλλὰ μιᾷ ἡμέρᾳ καὶ τῷ αὐτῷ προστάγματι οἱ πάντες ἐκλήθησαν εἰς τὸ εἶναι. οὕτω καὶ τῶν τετραπόδων καὶ πετεινῶν καὶ νηκτῶν καὶ κτηνῶν καὶ τῶν φυτῶν ἡ γένεσις ἐπλάσθη· οὕτω καὶ τὸ κατ’ εἰκόνα γένος γέγονε τῶν ἀνθρώπων· εἰ γὰρ καὶ ὁ Ἀδὰμ ἐκ γῆς μόνος ἐπλάσθη, ἀλλ’ ἐν αὐτῷ ἦσαν οἱ λόγοι τῆς διαδοχῆς παντὸς τοῦ γένους. «Ἀπὸ δὲ τῆς φαινομένης κτίσεως τοῦ κόσμου τὰ ἀόρατα αὐτοῦ τοῖς ποιήμασι νοούμενα καθορῶμεν», ὅτι κἀκεῖ οὐ καθ’ ἕνα ἕκαστον οὐδὲ τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, ἀλλ’ ὁμοῦ πάντα κατὰ γένος συνέστη. οὐ γὰρ ἕκαστον ἠρίθμησεν ὁ ἀπόστολος, ὥστε εἰπεῖν «εἴτε ἄγγελος εἴτε θρόνος εἴτε κυριότης καὶ ἐξουσία», ἀλλ’ ὁμοῦ πάντα κατὰ τὴν τάξιν· «εἴτε ἄγγελοι εἴτε ἀρχάγγελοι εἴτε ἀρχαί»· τῶν γὰρ κτισμάτων τοιαύτη ἡ γένεσις.

εἴπερ οὖν, καθὰ προεῖπον, κτίσμα ἦν ὁ λόγος, ἔδει μὴ πρῶτον αὐτόν, ἀλλὰ μετὰ τῶν ἄλλων δυνάμεων ἅμα γίνεσθαι, κἂν τῇ δόξῃ πλέον τῶν ἄλλων ὑπερέχῃ· οὕτω γὰρ καὶ ἐπὶ τῶν ἄλλων κτισμάτων εὑρεῖν ἔστιν, ὅτι ἅμα μὲν γεγόνασι καὶ οὐκ ἔστι πρῶτος ἢ δεύτερος, διαφέρουσι δὲ ἀλλήλων ἐν δόξῃ καὶ οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ κύκλῳ καὶ ἄλλοι ἐξ ἀριστερῶν, καὶ πάντες ὑμνοῦσιν ἅμα καὶ παρεστήκασι λειτουργοῦντες τῷ κυρίῳ. οὐκοῦν εἰ κτίσμα ἐστὶν ὁ λόγος, οὐ πρῶτος ἂν εἴη οὐδὲ ἀρχὴ τῶν ἄλλων· εἰ δὲ «πρὸ πάντων» ἐστίν, ὥσπερ οὖν καὶ ἔστι, καὶ μόνος αὐτὸς πρῶτος καὶ υἱός ἐστιν, οὐκ ἄρα οὐδὲ «ἀρχὴ τῶν πάντων» τῇ οὐσίᾳ ἐστίν· ἐν γὰρ τοῖς πᾶσι καὶ ἡ ἀρχὴ τῶν πάντων συναριθμεῖται. εἰ δὲ μὴ ἀρχή ἐστιν, οὐδὲ κτίσμα ἐστίν, ἀλλ’ εὔδηλον ἂν εἴη ὡς τῇ οὐσίᾳ καὶ τῇ φύσει τῶν μὲν κτισμάτων διέστηκε καὶ ἄλλος ἐστὶν αὐτῶν, τοῦ δὲ μόνου καὶ ἀληθινοῦ θεοῦ ὁμοίωσις καὶ εἰκών ἐστι, μόνος καὶ αὐτὸς ὑπάρχων. διὰ τοῦτο γοῦν οὐδὲ τοῖς κτίσμασιν αὐτὸν συντάττουσιν αἱ γραφαί· ἀλλὰ μὴν καὶ ὁ Δαυὶδ ἐπιπλήττει τοῖς τοιοῦτόν τι κἂν ἐνθυμεῖσθαι τολμῶσι λέγων· «τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε;» ἢ «τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;» ὁ δὲ Βαρούχ· «οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν».

ὁ μὲν γὰρ κτίζει, τὰ δὲ κτίζεται· καὶ ὁ μὲν τῆς τοῦ πατρὸς οὐσίας ἴδιός ἐστι λόγος καὶ σοφία, τὰ δὲ γενόμενα οὐκ ὄντα πρότερον δι’ αὐτοῦ τοῦ λόγου πεποίηται.

Τὸ ἄρα πολυθρύλητον παρ’ ὑμῶν εἰρημένον κτίσμα ἐστὶν ὁ υἱὸς οὐκ ἔστιν ἀληθές, ἀλλ’ ὑμῶν φαντασία μόνη, καὶ κατηγορεῖσθε παρὰ Σολομῶνος, ὅτι πολλάκις αὐτοῦ κατεψεύσασθε. οὐ γὰρ εἴρηκεν αὐτὸν κτίσμα, ἀλλὰ γέννημα καὶ σοφίαν θεοῦ λέγων· «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν» καὶ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον». καὶ αὐτὸ δὲ τὸ ῥητὸν ἐξεταζόμενον ἐλέγχει τὴν δυσσέβειαν ὑμῶν· γέγραπται γάρ· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». οὐκοῦν εἰ πρὸ πάντων ἐστὶν αὐτός, λέγει δὲ «ἔκτισέ με», οὐχ ἵνα ποιήσω τὰ ἔργα, ἀλλ’ «εἰς τὰ ἔργα», ἢ δεύτερόν ἐστιν αὐτοῦ τὸ «ἔκτισεν» ἢ φανήσεται δεύτερος αὐτὸς τῶν ἔργων εὑρίσκων αὐτὰ κτιζόμενος ἤδη πρὸ αὐτοῦ συνεστῶτα, ἐφ’ ἃ καὶ γίνεται. εἰ δὲ τοῦτο, πῶς ἔτι «πρὸ πάντων» ἐστὶν αὐτός; πῶς δὲ καὶ «πάντα δι’ αὐτοῦ ἐγένετο» καὶ «ἐν αὐτῷ συνέστηκεν»; ἰδοὺ γὰρ καθ’ ὑμᾶς καὶ πρὸ αὐτοῦ συνειστήκει τὰ ἔργα, εἰς ἃ κτίζεται καὶ ἀποστέλλεται. ἀλλ’ οὐκ ἔστιν οὕτως· μὴ γένοιτο· ψευδής ἐστι τῶν αἱρετικῶν ἡ διάνοια. οὐ γὰρ κτίσμα ἐστίν, ἀλλὰ κτίστης μέν ἐστιν ὁ τοῦ θεοῦ λόγος· τότε δὲ λέγει παροιμιωδῶς «ἔκτισέ με», ὅτε τὴν κτιστὴν ἐνεδύσατο σάρκα. καὶ τοῦτο πάλιν δυνατόν ἐστι καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ διανοεῖσθαι.

υἱὸς γὰρ ὢν καὶ πατέρα τὸν θεὸν ἔχων, αὐτοῦ γὰρ ἴδιόν ἐστι γέννημα, ὅμως κύριον νῦν ὀνομάζει τὸν πατέρα, οὐχ ὅτι δοῦλος ἦν, ἀλλ’ ὅτι «τὴν τοῦ δούλου μορφὴν ἀνέλαβεν». ἔπρεπε γὰρ αὐτόν, ὥσπερ ὄντα λόγον ἐκ τοῦ πατρὸς «πατέρα» τὸν θεὸν καλεῖν· τοῦτο γὰρ καὶ ἴδιον υἱοῦ πρὸς πατέρα· οὕτως ἐλθόντα «τελειῶσαι τὸ ἔργον» καὶ δούλου λαβόντα μορφὴν κύριον ὀνομάζειν τὸν πατέρα. καὶ ταύτην τὴν διαφορὰν αὐτὸς ἐδίδαξε μετὰ καλλίστης διαστολῆς λέγων ἐν τοῖς εὐαγγελίοις· «ἐξομολογοῦμαί σοι, πάτερ», εἶτα «κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς». ἑαυτοῦ μὲν γὰρ εἶναι πατέρα τὸν θεὸν λέγει, τῶν δὲ κτισμάτων αὐτὸν κύριον ὀνομάζει· ὡς ἐκ τούτου δείκνυσθαι λευκῶς, ὅτι, ἡνίκα τὸ κτιστὸν ἐνεδύσατο, τότε τὸν πατέρα καλεῖ κύριον. καὶ γὰρ καὶ ἐν τῇ προσευχῇ τοῦ Δαυὶδ τὴν αὐτὴν διαφορὰν σημαίνει τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν Ψαλμῶν λέγον· «δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου». ἄλλος γάρ ἐστιν ὁ φύσει καὶ ἀληθινὸς παῖς τοῦ θεοῦ καὶ ἄλλα τὰ τῆς παιδίσκης τέκνα, ἥτις ἐστὶ τῶν γενητῶν ἡ φύσις. διὸ καὶ ὁ μέν, ὡς υἱός, ἔχει τὸ πατρικὸν κράτος, τὰ δὲ σωτηρίας ἐστὶ δεόμενα.

Εἰ δ’ ὅτι «παῖς» ἐκλήθη φλυαροῦσι, γινωσκέτωσαν ὅτι καὶ Ἰσαὰκ παῖς ὠνομάσθη τοῦ Ἀβραὰμ καὶ ὁ υἱὸς τῆς Σουμανίτιδος παιδάριον ἐκλήθη. εἰκότως ἄρα, δούλων ἡμῶν ὄντων, ὅτε γέγονεν ὡς ἡμεῖς, κύριον τὸν πατέρα καλεῖ καὶ αὐτὸς ὡς ἡμεῖς· καὶ τοῦτο δὲ φιλανθρωπευόμενος οὕτως πεποίηκεν, ἵνα καὶ ἡμεῖς δοῦλοι κατὰ φύσιν ὄντες καὶ δεξάμενοι «τὸ πνεῦμα τοῦ υἱοῦ» θαρρήσωμεν τὸν φύσει κύριον ἑαυτῶν, τοῦτον τῇ χάριτι πατέρα καλεῖν. ἀλλ’ ὥσπερ ἡμεῖς πατέρα καλοῦντες τὸν κύριον οὐκ ἀρνούμεθα τὴν κατὰ φύσιν δουλείαν· αὐτοῦ γάρ ἐσμεν ἔργα, καὶ «αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς»· οὕτως, ὅταν ὁ υἱὸς τὴν τοῦ δούλου μορφὴν λαμβάνων λέγῃ «κύριος ἔκτισέ με», μὴ ἀρνείσθωσαν τὴν ἀιδιότητα τῆς τούτου θεότητος καὶ ὅτι «ἐν ἀρχῇ μὲν ἦν ὁ λόγος» καὶ «πάντα δι’ αὐτοῦ γέγονε» καὶ «ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη». τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητόν, καθὰ προεῖπον, οὐ τὴν οὐσίαν, ἀλλὰ τὸ ἀνθρώπινον τοῦ λόγου σημαίνει· εἰ γὰρ «εἰς ἔργα» φησὶν ἐκτίσθαι, φαίνεται μὴ τὴν οὐσίαν ἑαυτοῦ σημᾶναι θέλων, ἀλλὰ τὴν εἰς τὰ ἔργα οἰκονομίαν γενομένην, ὅπερ δεύτερόν ἐστι τοῦ εἶναι. τὰ γὰρ γινόμενα καὶ κτιζόμενα προηγουμένως ἕνεκα τοῦ εἶναι καὶ ὑπάρχειν πεποίηται καὶ δεύτερον ἔχουσι τὸ ποιεῖν, περὶ ὧν ἂν αὐτοῖς ὁ λόγος προστάττῃ, ὡς ἐπὶ πάντων ἔστιν ἰδεῖν τὸ τοιοῦτον.

Ἀδὰμ γὰρ ἐκτίσθη, οὐχ ἵνα ἐργάζηται, ἀλλ’ ἵνα πρῶτον ὑπάρχῃ ἄνθρωπος· μετὰ ταῦτα γὰρ ἔλαβε τὴν ἐντολὴν τοῦ ἐργάζεσθαι. Νῶέ τε ἐκτίσθη οὐ διὰ τὴν κιβωτόν, ἀλλ’ ἵνα πρῶτον ὑπάρχῃ καὶ ἄνθρωπος γένηται· μετὰ ταῦτα γὰρ ἔλαβεν ἐντολὴν κατασκευάσαι τὴν κιβωτόν· καὶ ἐφ’ ἑκάστου δὲ ζητῶν τοῦτο εὕροι τις. καὶ γὰρ καὶ Μωσῆς ὁ μέγας πρῶτον ἄνθρωπος γέγονε καὶ δεύτερον τὴν ἡγεμονίαν τοῦ λαοῦ πεπίστευται. οὐκοῦν καὶ ἐνταῦθα τοῦτο νοεῖν ἔξεστιν· ὁρᾷς γάρ, ὅτι οὐκ εἰς τὸ εἶναι κτίζεται, ἀλλ’ «ἐν ἀρχῇ» μὲν «ἦν ὁ λόγος», μετὰ ταῦτα δὲ «εἰς τὰ ἔργα» πέμπεται καὶ τὴν τούτων οἰκονομίαν· καὶ γὰρ πρὶν γενέσθαι τὰ ἔργα, ἦν μὲν ἀεὶ ὁ υἱός, οὔπω δὲ χρεία ἦν αὐτὸν καὶ κτισθῆναι. ὅτε δὲ ἐκτίσθη τὰ ἔργα καὶ χρεία μετὰ ταῦτα γέγονε τῆς εἰς διόρθωσιν αὐτῶν οἰκονομίας, τότε δὴ καὶ ὁ λόγος δέδωκεν ἑαυτὸν εἰς τὸ συγκαταβῆναι καὶ ὁμοιωθῆναι τοῖς ἔργοις, ὅπερ διὰ μὲν τῆς «ἔκτισε» λέξεως ἡμῖν δεδήλωκε, διὰ δὲ τοῦ προφήτου Ἡσαίου τὸ ὅμοιον σημᾶναι θέλων πάλιν λέγει· «καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου».

Ἰδοὺ καὶ ἐνταῦθα οὐκ εἰς τὸ εἶναι πλάττεται, ἀλλ’ ἕνεκα τοῦ συναγαγεῖν τὰς φυλὰς τὰς καὶ πρὸ τοῦ πλασθῆναι τοῦτον ὑπαρχούσας. ὥσπερ γὰρ ἐκεῖ τὸ «ἔκτισεν», οὕτως ὧδε τὸ «ἔπλασε», καὶ ὡς ἐκεῖ «εἰς τὰ ἔργα», οὕτως ὧδε «εἰς τὸ συναγαγεῖν», ὥστε πανταχόθεν φαίνεσθαι τοῦ εἶναι τὸν λόγον δεύτερον λέγεσθαι τὸ «ἔκτισε» καὶ τὸ «ἔπλασε». καὶ γὰρ ὥσπερ πρὸ τῆς πλάσεως ὑπῆρχον αἱ φυλαὶ δι’ ἃς καὶ ἐπλάσθη, οὕτως ὑπάρχειν καὶ τὰ ἔργα φαίνεται, εἰς ἃ καὶ ἐκτίσθη. καὶ ὅτε μὲν «ἐν ἀρχῇ ἦν ὁ λόγος», οὔπω ἦν τὰ ἔργα, καθὰ προεῖπον· ὅτε δὲ τὰ ἔργα γέγονε καὶ ἡ χρεία ἀπῄτησε, τότε τὸ «ἔκτισεν» εἴρηται. καὶ ὥσπερ ἂν εἴ τις υἱὸς παραπολομένων κτημάτων καὶ παρὰ πολεμίοις ὄντων ἐξ ἀμελείας αὐτῶν χρείας τε καταλαβούσης, εἰ πέμποιτο παρὰ τοῦ πατρὸς συλλαβέσθαι καὶ συναγαγεῖν αὐτά· καὶ οὗτος ἀπερχόμενος ἐπενδιδύσκοιτο τὴν ὁμοίαν ἐκείνων ἐσθῆτα καὶ σχηματίζοι ἑαυτὸν ὡς ἐκεῖνοι, ἵνα μὴ ὡς δεσπότην αὐτὸν ἐπιγνόντες οἱ κατέχοντες φύγωσι καὶ κωλυθῇ κατελθεῖν καὶ πρὸς τοὺς ὑπὸ γῆν κρυπτομένους παρ’ ἐκείνων, εἶτα εἴ τις πυνθάνοιτο τούτου.

διὰ τί οὕτως, ὁ τοιοῦτος εἶπεν ἄν· ὁ πατὴρ οὕτω με ἔπλασε καὶ κατήρτισεν εἰς τὰ ἔργα αὐτοῦ, λέγων τε οὕτως οὔτε δοῦλον ἑαυτὸν οὔτε ἕνα τῶν ἔργων εἶναι σημαίνει οὔτε δὲ τὴν ἀρχὴν τῆς γενέσεως αὐτοῦ λέγει, ἀλλὰ τὴν ὕστερον αὐτῷ δοθεῖσαν εἰς τὰ ἔργα φροντίδα· τὸν αὐτὸν τρόπον καὶ ὁ κύριος ἐπενδυσάμενος τὴν ἡμετέραν σάρκα καὶ «σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος», εἰ ἐρωτηθείη παρὰ τῶν οὕτως αὐτὸν ὁρώντων καὶ θαυμαζόντων, εἴποιεν ἄν· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» καὶ «ἔπλασέ με τοῦ συναγαγεῖν τὸν Ἰσραήλ». τοῦτο δὲ πάλιν καὶ τὸ πνεῦμα προσημαῖνον ἐν ψαλμοῖς ἔλεγε· «κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου», ὅπερ καὶ περὶ ἑαυτοῦ σημαίνων αὐτὸς ὁ κύριός φησιν· «ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ». ὥσπερ δέ, ὅτε ἐπέλαμψε σωματικῶς τῇ Σιών, οὐκ ἀρχὴν εἶχε τοῦ εἶναι οὐδὲ τοῦ βασιλεύειν ἀρχὴν εἶχεν, ἀλλὰ ὢν λόγος τοῦ θεοῦ καὶ ἀίδιος βασιλεὺς κατηξίωσεν ἀνθρωπίνως ἐπιλάμψαι τὴν βασιλείαν ἑαυτοῦ καὶ ἐν τῇ Σιών, ἵνα ἀπὸ τῆς «βασιλευούσης ἐν αὐτοῖς ἁμαρτίας» λυτρωσάμενος αὐτούς τε καὶ ἡμᾶς ποιήσῃ ὑπὸ τὴν πατρικὴν βασιλείαν ἑαυτοῦ, οὕτως καθιστάμενος εἰς τὰ «ἔργα» οὐκ εἰς τὰ μηδέπω ὄντα, ἀλλ’ εἰς τὰ ἤδη ὄντα καὶ δεόμενα διορθώσεως καθίσταται.

Τὸ ἄρα «ἔκτισε» καὶ τὸ «ἔπλασε» καὶ τὸ «κατέστησε» τὴν αὐτὴν ἔχον διάνοιαν οὐ τὴν ἀρχὴν τοῦ εἶναι αὐτό, οὐδὲ τὴν οὐσίαν αὐτοῦ κτιστὴν δείκνυσιν, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κατ’ εὐεργεσίαν γενομένην ἀνανέωσιν. ταῦτα γοῦν λέγων ἐδίδασκεν ὅμως καὶ πρὸ τούτων ὑπάρχειν ἑαυτόν, ὅτε ἔλεγε· «πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι» καὶ «ἡνίκα τὸν οὐρανὸν ἡτοίμαζε, συμπαρήμην αὐτῷ» καὶ «ἤμην παρ’ αὐτῷ ἁρμόζουσα». ὥσπερ δὲ ἦν αὐτὸς πρὶν Ἀβραὰμ γενέσθαι, ὁ δὲ Ἰσραὴλ μετὰ τὸν Ἀβραὰμ γέγονε καὶ δῆλόν ἐστιν ὅτι προϋπάρχων ὕστερον «πλάττεται» καὶ ἡ πλάσις οὐ τὴν ἀρχὴν τοῦ εἶναι, ἀλλὰ τὴν ἐνανθρώπησιν σημαίνει, ἐν ᾗ καὶ ἐπισυνάγει τὰς φυλὰς τοῦ Ἰσραήλ· οὕτως ἄρα ἀεὶ συνὼν τῷ πατρὶ αὐτὸς τῆς κτίσεως δημιουργός ἐστιν, καὶ δῆλόν ἐστιν ὅτι δεύτερά ἐστιν αὐτοῦ τὰ ἔργα καὶ τὸ «ἔκτισεν» οὐκ ἀρχὴν τοῦ εἶναι αὐτόν, ἀλλὰ τὴν εἰς τὰ ἔργα γενομένην οἰκονομίαν, ἣν ἐν τῇ σαρκὶ πεποίηκε, γνωρίζει. ἔπρεπε γὰρ ἄλλον αὐτὸν ὄντα τῶν ἔργων καὶ μᾶλλον δημιουργὸν αὐτῶν ὄντα αὐτὸν καὶ τὴν τούτων ἀνανέωσιν εἰς ἑαυτὸν ἀναδέξασθαι, ἵνα αὐτοῦ κτιζομένου εἰς ἡμᾶς τὰ πάντα εἰς ἑαυτὸν ἀνακτίσηται. καὶ γὰρ λέγων «ἔκτισεν» εὐθὺς καὶ τὴν αἰτίαν ἐπήγαγε λέγων «τὰ ἔργα», ἵνα τὸ «εἰς ἔργα κτίζεσθαι» τὸ γίνεσθαι ἄνθρωπον δηλώσῃ εἰς τὴν τούτων ἀνανέωσιν.

καὶ τοῦτο ἔθος ἐστὶ τῇ θείᾳ γραφῇ· ὅταν μὲν γὰρ σημαίνῃ τὴν κατὰ σάρκα γένεσιν τοῦ λόγου, τίθησι καὶ τὴν αἰτίαν, δι’ ἣν γέγονεν ἄνθρωπος· ὅταν δὲ περὶ τῆς θεότητος αὐτοῦ αὐτός τε λέγῃ καὶ οἱ τούτου θεράποντες ἐπαγγέλλωσι, πάντα ἁπλῇ τῇ λέξει ἀπολελυμένῃ τε διανοίᾳ καὶ οὐδὲν μετὰ συμπεπλεγμένης αἰτίας λέγεται. τοῦ γὰρ πατρός ἐστιν ἀπαύγασμα· ὥσπερ δὲ ὁ πατὴρ οὐ διά τινα αἰτίαν ἐστίν, οὕτως οὐδὲ τοῦ ἀπαυγάσματος τούτου χρὴ ζητεῖν τὴν αἰτίαν. «ἐν ἀρχῇ οὖν ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», γέγραπται καὶ οὐκ ἔχει τὸ διὰ τί· ὅτε δὲ ὁ «λόγος σὰρξ ἐγένετο», τότε καὶ τὴν αἰτίαν τίθησι, δι’ ἣν γέγονε, λέγων «καὶ ἐσκήνωσεν ἐν ἡμῖν». πάλιν τε ὁ ἀπόστολος λέγων «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων» οὐκ ἔθηκεν αἰτίαν, εἰ μὴ ὅτε «τὴν μορφὴν ἔλαβε τοῦ δούλου»· τότε γὰρ ἐπιφέρει λέγων «ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ»· διὰ ταῦτα γὰρ καὶ σὰρξ γέγονε καὶ μορφὴν ἔλαβε δούλου.

Αὐτός τε ὁ κύριος πολλὰ μὲν ἐν παροιμίαις λελάληκε, περὶ δὲ ἑαυτοῦ σημαίνων ἀπολελυμένως εἴρηκεν· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου» καὶ «ἐγώ εἰμι ἡ ἀλήθεια» οὐ τιθεὶς ἐφ’ ἑκάστου τὴν αἰτίαν οὐδὲ τὸ διὰ τί, ἵνα μὴ δεύτερος ἐκείνων εἶναι φαίνηται, ὧν χάριν καὶ γέγονεν. ἀνάγκη γὰρ προηγεῖσθαι τὴν αἰτίαν τούτου, ἧς ἄνευ οὐκ ἂν οὐδ’ αὐτὸς ἐγεγόνει. Παῦλος γοῦν «ἀφωρισμένος ἀπόστολος εἰς εὐαγγέλιον, ὃ προεπηγγείλατο ὁ κύριος διὰ τῶν προφητῶν» εἶχε πρὸ ἑαυτοῦ τὸ εὐαγγέλιον, «οὗ καὶ γέγονε διάκονος», καὶ Ἰωάννης δὲ προχειρισθεὶς εἰς τὸ προοδεῦσαι τοῦ κυρίου πρὸ ἑαυτοῦ εἶχε τὸν κύριον· ὁ δὲ κύριος οὐκ ἔχων πρὸ ἑαυτοῦ αἰτίαν τοῦ εἶναι λόγος ἢ μόνον ὅτι τοῦ πατρός ἐστι γέννημα καὶ σοφία μονογενής, ὅταν ἄνθρωπος γένηται, τότε καὶ τὴν αἰτίαν τίθησι, δι’ ἣν μέλλει σάρκα φορεῖν. προηγεῖται γὰρ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον ἡ τῶν ἀνθρώπων χρεία, ἧς ἄνευ οὐκ ἂν ἐνεδύσατο σάρκα. τίς δὲ ἡ χρεία, δι’ ἣν γέγονεν ἄνθρωπος, αὐτὸς μὲν ὁ κύριος σημαίνων ταύτην ἔλεγε· «καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.

τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ». καὶ πάλιν· «ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ». καὶ πάλιν φησίν· «ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ». ὁ δὲ Ἰωάννης ἔγραψεν «εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου».

Διὰ τὸ μαρτυρῆσαι ἄρα καὶ ὑπὲρ ἡμῶν ἀναδέξασθαι θάνατον καὶ διὰ τὸ ἀναστῆσαι τοὺς ἀνθρώπους καὶ «λῦσαι τὰ ἔργα τοῦ διαβόλου» ἐλήλυθεν ὁ σωτήρ, καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς ἐνσάρκου παρουσίας αὐτοῦ. ἄλλως γὰρ ἀνάστασις οὐκ ἂν ἐγένετο, εἰ μὴ θάνατος ἐγεγόνει· θάνατος δὲ πῶς ἂν ἐγεγόνει, εἰ μὴ τὸ ἀποθνῆσκον ἐσχήκει σῶμα; τοῦτο παρ’ αὐτοῦ μαθὼν καὶ ὁ Παῦλος ἔλεγεν· «ἐπεὶ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας» καὶ «ἐπειδὴ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις» καὶ πάλιν· «τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα». καὶ ὁ Ἰωάννης δέ φησιν· «οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ». πάλιν δὲ καὶ ὁ σωτὴρ δι’ ἑαυτοῦ ἔλεγεν· «εἰς κρῖμα ἐγὼ ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται».

οὐ δι’ ἑαυτὸν ἄρα, ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ διὰ τὸ καταργηθῆναι τὸν θάνατον καὶ διὰ τὸ κατακριθῆναι τὴν ἁμαρτίαν καὶ διὰ τὸ ἀναβλέψαι τοὺς τυφλοὺς καὶ ἀναστῆναι πάντας ἐκ νεκρῶν ἐλήλυθεν. εἰ δὲ μὴ δι’ ἑαυτὸν ἐλήλυθεν, ἀλλὰ δι’ ἡμᾶς, οὐ δι’ ἑαυτὸν ἄρα, ἀλλὰ δι’ ἡμᾶς «κτίζεται». εἰ δὲ οὐ δι’ ἑαυτὸν κτίζεται, ἀλλὰ δι’ ἡμᾶς, οὐκ ἔστιν ἄρα αὐτὸς κτίσμα, ἀλλὰ τὴν ἡμῶν ἐνδυσάμενος σάρκα ταῦτα λέγει. καὶ ὅτι ταύτην τὴν διάνοιαν ἔχουσιν αἱ γραφαί, ἐξὸν παρὰ τοῦ ἀποστόλου μαθεῖν· φησὶ γὰρ ἐν τῇ πρὸς Ἐφεσίους· «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον». εἰ δὲ ἐν αὐτῷ κτίζονται οἱ δύο καὶ οὗτοί εἰσιν ἐν τῷ σώματι αὐτοῦ, εἰκότως ἄρα φορῶν τοὺς δύο ἐν αὐτῷ ὡς αὐτός ἐστι κτισθείς· τοὺς γὰρ κτισθέντας ἐν ἑαυτῷ ἥνωσε καὶ ἦν αὐτὸς ἐν αὐτοῖς ὡς ἐκεῖνοι. οὕτω δὲ τῶν δύο κτισθέντων ἐν αὐτῷ ἁρμοζόντως ἂν λέγοι τὸ «κύριος ἔκτισέ με». ὥσπερ γὰρ τὰς ἡμῶν ἀσθενείας δεχόμενος λέγεται αὐτὸς ἀσθενεῖν καίτοι μὴ ἀσθενῶν αὐτός, δύναμις γάρ ἐστι τοῦ θεοῦ, ἁμαρτία τε ὑπὲρ ἡμῶν γέγονε καὶ κατάρα καίτοι μὴ ἁμαρτήσας αὐτός, ἀλλ’ ὅτι τὰς ἁμαρτίας ἡμῶν καὶ τὴν κατάραν ἐβάσταξεν αὐτός, οὕτως ἡμᾶς ἐν ἑαυτῷ κτίζων λεγέτω ὅτι καὶ «ἔκτισέ με εἰς τὰ ἔργα» καίτοι κτίσμα μὴ ὢν αὐτός.

Ἐπεὶ εἰ κατ’ ἐκείνους ὡς κτιστῆς οὔσης τῆς οὐσίας τοῦ λόγου λέγει «κύριος ἔκτισέ με» κτίσμα ὤν, οὐ δι’ ἡμᾶς ἐκτίσθη. δι’ ἡμᾶς δὲ μὴ κτισθέντος αὐτοῦ οὐκ ἐκτίσθημεν ἐν «αὐτῷ»· μὴ κτισθέντες δὲ ἐν αὐτῷ οὐκ εἴχομεν αὐτὸν ἐν ἑαυτοῖς, ἀλλ’ ἔξωθεν εἴχομεν, εἰ ἄρα παρ’ αὐτοῦ τὴν μάθησιν ὡς παρὰ διδασκάλου ἐδεξάμεθα. οὕτω δὲ ἡμῶν ὄντων οὐδὲν ἧττον πάλιν ἡ ἁμαρτία τῆς σαρκὸς «ἐβασίλευεν» ἐμμένουσα καὶ μὴ ἐκβληθεῖσα ἀπ’ αὐτῆς. ἀλλὰ ὁ ἀπόστολος ἐναντιοῦται τούτοις πρὸ ὀλίγων τούτων φάσκων· «αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν Χριστῷ Ἰησοῦ». εἰ δὲ ἐν Χριστῷ ἡμεῖς ἐκτίσθημεν, οὐκ ἔστιν ἄρα αὐτὸς ὁ κτιζόμενος, ἀλλ’ ἡμεῖς ἐσμεν ἐν αὐτῷ οἱ κτιζόμενοι· καὶ δι’ ἡμᾶς ἐστιν ἡ τοῦ «ἔκτισε» φωνή. διὰ γὰρ τὴν ἡμῶν χρείαν καίτοι κτίστης ὢν ὁ λόγος ὑπέμεινε καὶ τὴν τῶν κτιζομένων φωνήν. καὶ οὐκ ἔστιν αὐτοῦ, ᾗ λόγος ἐστίν, ἰδία ἡ φωνή, ἀλλ’ ἡμῶν τῶν ἐν αὐτῷ κτιζομένων ἰδία φωνὴ τὸ «ἔκτισε». καὶ ὥσπερ τοῦ πατρὸς ὄντος ἀεὶ ἀεί ἐστι καὶ ὁ τούτου λόγος καὶ ὢν ἀεὶ λέγει· «ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ»· καὶ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», οὕτως ὅτε διὰ τὴν ἡμῶν χρείαν γέγονεν ἄνθρωπος, ἀκολούθως τὰ ἡμῶν ὡς ἡμεῖς αὐτὸς λέγει «κύριος ἔκτισέ με», ἵνα αὐτοῦ ἐνοικήσαντος ἐν τῇ σαρκὶ τελείως ἡ ἁμαρτία ἐξωσθῇ τῆς σαρκὸς καὶ ἡμεῖς ἐλεύθερον ἔχωμεν τὸ φρόνημα.

τί δὲ ἔδει γενόμενον αὐτὸν ἄνθρωπον εἰπεῖν; ἐν ἀρχῇ ἤμην ἄνθρωπος; ἀλλ’ οὔτε γε ἥρμοζεν αὐτῷ τοῦτο οὔτε ἀληθὲς ἦν. ὥσπερ δὲ τοῦτο οὐκ ἔπρεπεν εἰπεῖν, οὕτως οἰκεῖον καὶ ἴδιον ἐπ’ ἀνθρώπου λέγειν τὸ «ἔκτισε» καὶ «ἐποίησεν αὐτόν». διὰ τοῦτο γοῦν καὶ ἡ αἰτία τοῦ «ἔκτισε» πρόσκειται, ἥτις ἐστὶ τῶν ἔργων ἡ χρεία. ἔνθα δὲ ἡ αἰτία πρόσκειται, αὐτὴ ἡ αἰτία πάντως διαλύει τὸ ἀνάγνωσμα καλῶς. καὶ γὰρ καὶ ἐνταῦθα ἐν μὲν τῷ «ἔκτισε» τὴν αἰτίαν τίθησι, «τὰ ἔργα», τὴν δὲ ἐκ πατρὸς γέννησιν ἀπολελυμένως σημαίνων εὐθὺς ἐπήγαγε· «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με»· οὐ διὰ τί, ὥσπερ ἐπὶ τοῦ «ἔκτισέ με» προσέθηκε λέγων «εἰς τὰ ἔργα», ἀλλὰ ἀπολελυμένως «γεννᾷ με» ὥσπερ τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος»· καὶ γὰρ καὶ εἰ μὴ τὰ ἔργα ἔκτιστο, ἀλλ’ ἦν ὁ λόγος τοῦ θεοῦ, καὶ «θεὸς ἦν ὁ λόγος»· τὸ δὲ γενέσθαι αὐτὸν ἄνθρωπον οὐκ ἂν ἐγένετο, εἰ μὴ τῶν ἀνθρώπων ἡ χρεία γέγονεν αἰτία. οὐκ ἔστιν ἄρα κτίσμα ὁ υἱός· εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν εἶπε «γεννᾷ με», ὅτι τὰ μὲν κτίσματα ἔξωθέν ἐστιν ἔργα τοῦ ποιοῦντος, τὸ δὲ γέννημα οὐκ ἔξωθεν ὡς ἔργον, ἀλλ’ ἐκ τοῦ πατρός ἐστιν ἴδιον τῆς οὐσίας. διόπερ τὰ μὲν κτίσματα, ὁ δὲ λόγος τοῦ θεοῦ υἱὸς μονογενής.

Ἀμέλει ἐπὶ μὲν τῆς κτίσεως οὐκ εἴρηκε Μωσῆς· «ἐν ἀρχῇ ἐγέννησεν» οὐδὲ «ἐν ἀρχῇ ἦν», ἀλλ’ «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· οὐδὲ Δαβὶδ δὲ ἔψαλλεν· «αἱ χεῖρές σου» ἐγέννησάν με, ἀλλ’ «ἐποίησάν με» πανταχοῦ τὸ «ἐποίησεν» ἐπὶ τῶν κτισμάτων λέγων· ἐπὶ δὲ τοῦ υἱοῦ τὸ ἔμπαλιν· οὐ γὰρ εἴρηκεν ὅτι «ἐποίησα», ἀλλ’ «ἐγέννησα» καὶ «γεννᾷ με» καὶ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν»· καὶ ἐπὶ μὲν τῆς κτίσεως «ἐν ἀρχῇ ἐποίησεν», ἐπὶ δὲ τοῦ υἱοῦ «ἐν ἀρχῇ ἦν ὁ λόγος». διαφέρει δὲ τοῦτο, ὅτι τὰ μὲν κτίσματα ὑπὸ τὴν ἀρχὴν πεποίηται καὶ διαστηματικὴν ἀρχὴν τοῦ εἶναι ἔχει τὸ λεγόμενον ἐπ’ αὐτῶν «ἐν ἀρχῇ ἐποίησεν». ἴσον γάρ ἐστι τῷ εἰπεῖν πάλιν ἐπ’ αὐτῶν τὸ «ἀπ’ ἀρχῆς ἐποίησεν», ὥσπερ ὁ κύριος εἰδὼς ὅπερ ἐποίησεν ἐδίδαξεν, ὅτε τοὺς Φαρισαίους ἐνέτρεπε λέγων· «ἀπ’ ἀρχῆς δὲ ὁ κτίσας αὐτοὺς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς». ἀπὸ γὰρ ἀρχῆς τινος τοῦ μὴ εἶναί ποτε γέγονε καὶ ἐκτίσθη τὰ γενητά. τοῦτο καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐσήμαινεν ἐν Ψαλμοῖς λέγον· «καὶ σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας»· καὶ πάλιν· «μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς». δῆλον δέ ἐστιν ὅτι τὸ «κατ’ ἀρχὰς» γινόμενον ἀρχὴν ἔχει τοῦ κτίζεσθαι καὶ ὅτι τὴν συναγωγὴν ἀπό τινος ἀρχῆς ἐκτήσατο ὁ θεός.

ὅτι δὲ τὸ «ἐν ἀρχῇ ἐποίησεν» ἐκ τοῦ λέγειν «ἐποίησε» τὸ «ἤρξατο ποιεῖν» ἐστιν, αὐτὸς Μωσῆς τοῦτο δηλοῖ μετὰ τὴν πάντων τελεσιουργίαν λέγων· «καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι». οὐκοῦν τὰ μὲν κτίσματα ἤρξατο γίνεσθαι· ὁ δὲ τοῦ θεοῦ λόγος οὐκ ἔχων ἀρχὴν τοῦ εἶναι εἰκότως οὐκ ἤρξατο εἶναι οὐδὲ ἤρξατο γίνεσθαι, ἀλλ’ ἦν ἀεί. καὶ τὰ μὲν ἔργα ἀρχὴν ἐν τῷ ποιεῖσθαι ἔχει καὶ προάγει τῶν γινομένων ἡ ἀρχή· ὁ δὲ λόγος οὐκ ὢν τῶν γινομένων μᾶλλον τῶν τὴν ἀρχὴν ἐχόντων αὐτὸς δημιουργὸς γίνεται. καὶ τῶν μὲν γενητῶν τὸ εἶναι ἐν τῷ γίνεσθαι μετρεῖται καὶ ἀπό τινος ἀρχῆς ἄρχεται ταῦτα διὰ τοῦ λόγου ποιεῖν ὁ θεός, ἵνα καὶ τὸ μὴ εἶναι πρὶν γενέσθαι ταῦτα γινώσκηται· ὁ δὲ λόγος τὸ εἶναι οὐκ ἐν ἄλλῃ ἀρχῇ ἔχει, ἀλλ’ ἐν τῷ πατρί, τῷ καὶ κατ’ ἐκείνους ἀνάρχῳ, ἵνα καὶ αὐτὸς ἄναρχος ὑπάρχῃ ἐν τῷ πατρὶ γέννημα καὶ οὐ κτίσμα τυγχάνων αὐτοῦ.

Οὕτως ἄρα ἡ θεία γραφὴ τὴν διαφορὰν τοῦ γεννήματος οἶδε καὶ τῶν ποιημάτων· καὶ τὸ μὲν γέννημα «υἱὸν» οὐκ ἀπό τινος ἀρχῆς ἀρξάμενον, ἀλλ’ ἀίδιον δείκνυσι, τὸ δὲ ποίημα ὡς ἔξωθεν ἔργον τοῦ πεποιηκότος τυγχάνον ἀρξάμενον τοῦ γίνεσθαι σημαίνει. οὕτως γὰρ καὶ ὁ Ἰωάννης περὶ τοῦ υἱοῦ θεολογῶν καὶ γινώσκων τὴν τῶν λέξεων διαφορὰν οὐκ εἶπεν· ἐν ἀρχῇ γέγονεν ἢ πεποίηται, ἀλλ’ «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἵνα τὸ γέννημα τῷ «ἦν» συνεξακούηται καὶ μὴ ἐν διαστάσει τις λογίσηται, ἀλλ’ ἀεὶ καὶ ἀιδίως ὑπάρχοντα τὸν υἱὸν πιστεύῃ. τούτων δὲ οὕτως δεικνυμένων πῶς, ὦ Ἀρειανοί, μὴ νοήσαντες τὰ ἐν τῷ Δευτερονομίῳ ῥητὰ καὶ ἐν τούτῳ πάλιν ἀσεβεῖν εἰς τὸν κύριον ἐτολμήσατε λέγοντες ποίημα ἢ κτίσμα ἤτοι γέννημα εἶναι αὐτόν; ταὐτὸν γὰρ τὸ γέννημα καὶ τὸ ποίημα σημαίνειν φάσκετε· καὶ ἐντεῦθεν γὰρ οὐδὲν ἧττον ἀπαίδευτοι γνωσθήσεσθε καὶ ἀσεβεῖς. τὸ μὲν γὰρ πρῶτον ῥητόν ἐστι τοῦτο· «οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔκτισέ σε;» καὶ μετ’ ὀλίγα ἐν τῇ αὐτῇ ᾠδῇ φησι· «θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε». ἡ δὲ διάνοια πάνυ θαυμαστὴ τυγχάνει οὖσα.

οὐ γὰρ εἴρηκε πρῶτον τὸ «ἐγέννησεν», ἵνα μὴ ἀδιάφορος ἡ λέξις ᾖ πρὸς τὸ «ἐποίησε» καὶ πρόφασιν εὕρωσιν οὗτοι λέγειν· Μωσῆς μὲν ἐξ ἀρχῆς οὕτως εἶπεν εἰρηκέναι τὸν θεόν· «ποιήσωμεν ἄνθρωπον», αὐτὸς δὲ μετὰ ταῦτα πάλιν ἔφησε· «θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες» ὡς ἀδιαφόρων τῶν λέξεων οὐσῶν· ταὐτὸν γὰρ τὸ γέννημα καὶ τὸ ποίημά ἐστιν. ἀλλὰ μετὰ τὸ «ἐκτήσατο» καὶ «ἐποίησε» λοιπὸν ὕστερον ἐπήγαγε τὸ «ἐγέννησεν», ἵνα καὶ ἑρμηνείαν ἔχων ὁ λόγος φανῇ. ἐν μὲν γὰρ τῷ «ἐποίησεν» ἀληθῶς σημαίνει τῶν ἀνθρώπων τὸ κατὰ φύσιν, ὅτι ἔργα τέ ἐστι καὶ ποιήματα· ἐν δὲ τῷ «ἐγέννησε» δηλοῖ τὴν τοῦ θεοῦ γενομένην εἰς ἀνθρώπους μετὰ τὸ κτίσαι αὐτοὺς φιλανθρωπίαν· καὶ ἐπειδὴ ἀχάριστοι γεγόνασιν ἐπὶ ταύτῃ, λοιπὸν Μωσῆς ὀνειδίζων αὐτοὺς πρῶτον μέν φησι· «ταῦτα τῷ κυρίῳ ἀνταποδίδοτε;» εἶτα ἐπάγει· «οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔκτισέ σε;» καὶ δεύτερον πάλιν λέγει· «ἔθυον δαιμονίοις καὶ οὐ θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν. καινοὶ καὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν· θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες».

Ὁ μὲν γὰρ θεὸς οὐ μόνον ἀνθρώπους αὐτοὺς ἔκτισεν, ἀλλὰ καὶ «υἱοὺς» ἐκάλεσεν ὡς γεννήσας αὐτούς. τοῦ γὰρ «υἱὸς» καὶ ὧδε σημαντικόν ἐστι τὸ «ἐγέννησεν», ὡς καὶ διὰ τοῦ προφήτου φησίν· «υἱοὺς ἐγέννησα καὶ ὕψωσα»· καὶ ὅλως ὅτε υἱὸν ἡ γραφὴ σημᾶναι βούλεται, οὐ διὰ τῆς «ἔκτισα», ἀλλὰ πάντως διὰ τῆς «ἐγέννησα» λέξεως σημαίνει. καὶ τοῦτο πάλιν Ἰωάννης φαίνεται λέγων· «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν» πάνυ καλῶς ἐχούσης καὶ ἐνταῦθα τῆς παρατηρήσεως. τὸ μὲν «γενέσθαι» διὰ τὸ μὴ φύσει, ἀλλὰ θέσει αὐτοὺς λέγεσθαι υἱούς φησι· τὸ δέ, «ἐγεννήθησαν», διὰ τὸ ὅλως ὄνομα υἱοῦ καὶ αὐτοὺς εἰληφέναι εἴρηκεν. ἀλλ’ ὁ λαός, ὡς ὁ προφήτης φησίν, «ἠθέτησαν» τὸν εὐεργέτην. αὕτη δὲ τοῦ θεοῦ φιλανθρωπία ἐστίν, ὅτι ὧν ἐστι ποιητής, τούτων καὶ πατὴρ ὕστερον κατὰ χάριν γίνεται· γίνεται δέ, ὅταν οἱ κτισθέντες ἄνθρωποι, ὡς εἶπεν ὁ ἀπόστολος, λάβωσιν «εἰς τὰς καρδίας ἑαυτῶν τὸ πνεῦμα τοῦ υἱοῦ κρᾶζον· ‹ἀββᾶ ὁ πατήρ›». οὗτοι δέ εἰσιν ὅσοι δεξάμενοι τὸν λόγον ἔλαβον «ἐξουσίαν» παρ’ αὐτοῦ «τέκνα θεοῦ γενέσθαι». ἄλλως δὲ οὐκ ἂν γένοιντο υἱοὶ ὄντες φύσει κτίσματα, εἰ μὴ τοῦ ὄντος φύσει καὶ ἀληθινοῦ υἱοῦ τὸ πνεῦμα ὑποδέξονται. διό, ἵνα τοῦτο γένηται, «ὁ λόγος σὰρξ ἐγένετο», ἵνα τὸν ἄνθρωπον δεκτικὸν θεότητος ποιήσῃ.

ταύτην τὴν διάνοιαν καὶ παρὰ Μαλαχίου τοῦ προφήτου μαθεῖν ἔξεστι λέγοντος· «οὐχὶ θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν;» καὶ ἐνταῦθα γὰρ πάλιν πρῶτον τὸ «ἔκτισε» καὶ δεύτερον τὸ «πατὴρ» ἔθηκεν, ἵνα δείξῃ καὶ αὐτός, ὅτι ἐξ ἀρχῆς μὲν κατὰ φύσιν ἐσμὲν κτίσματα καὶ κτίστης ἡμῶν ἐστιν ὁ θεὸς διὰ τοῦ λόγου, ὕστερον δὲ υἱοποιούμεθα καὶ λοιπὸν ὁ κτίστης θεὸς γίνεται καὶ πατὴρ ἡμῶν. οὐκοῦν τὸ «πατὴρ» τοῦ υἱοῦ ἐστιν ἴδιον, καὶ οὐ τὸ κτίσμα, ἀλλὰ τὸ «υἱὸς» τοῦ πατρός ἐστιν ἴδιον. ὥστε καὶ ἐκ τούτου δείκνυσθαι μὴ εἶναι ἡμᾶς φύσει υἱούς, ἀλλὰ τὸν ἐν ἡμῖν υἱόν· καὶ μὴ εἶναι πάλιν ἡμῶν φύσει πατέρα τὸν θεόν, ἀλλὰ τοῦ ἐν ἡμῖν λόγου, ἐν ᾧ καὶ δι’ ὃν κράζομεν «ἀββᾶ ὁ πατήρ». ὥσπερ δὲ τοῦτο, οὕτως ὁ πατὴρ ἐν οἷς ἐὰν βλέπῃ τὸν ἑαυτοῦ υἱόν, τούτους καὶ αὐτὸς «υἱοὺς» καλεῖ, καὶ λέγει «ἐγέννησα», ἐπειδήπερ τὸ μὲν «γεννᾶν» σημαντικόν ἐστιν υἱοῦ, τὸ δὲ «ποιεῖν» δηλωτικόν ἐστι τῶν ἔργων. διὰ τοῦτο γοῦν ἡμεῖς οὐ πρῶτον γεννώμεθα, ἀλλὰ ποιούμεθα· γέγραπται γάρ· «ποιήσωμεν ἄνθρωπον», ὕστερον δὲ δεξάμενοι τὴν τοῦ πνεύματος χάριν λεγόμεθα τότε λοιπὸν καὶ γεννᾶσθαι.

ἀμέλει καὶ ἐν τῇ ᾠδῇ πάλιν Μωσῆς ὁ μέγας μετὰ διανοίας καλῆς πρῶτον τὸ «ἐκτήσατο» καὶ ὕστερον τὸ «ἐγέννησεν» εἴρηκεν ὑπὲρ τοῦ μὴ ἀκούσαντας τὸ «ἐγέννησεν» ἐπιλαθέσθαι αὐτοὺς τῆς ἑαυτῶν ἐξ ἀρχῆς φύσεως, ἀλλ’ ἵνα γινώσκωσιν, ὅτι ἐξ ἀρχῆς μέν εἰσι κτίσματα, ὅταν δὲ κατὰ χάριν λέγωνται γεννᾶσθαι, ὡς υἱοί, ἀλλ’ οὐδὲν ἧττόν εἰσι πάλιν ποιήματα οἱ ἄνθρωποι κατὰ φύσιν.

Ὅτι δὲ οὐ ταὐτόν ἐστι κτίσμα καὶ γέννημα, ἀλλὰ διεστήκασιν ἀλλήλων τῇ τε φύσει καὶ τῇ ἐκ τῶν λέξεων σημασίᾳ, αὐτὸς ὁ κύριος ἐν αὐταῖς ταῖς Παροιμίαις δείκνυσιν. εἰρηκὼς γὰρ τὸ «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ» ἐπήγαγε· «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με». εἰ μὲν οὖν ἦν φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ὁ λόγος καὶ διαφορὰ ἦν τοῦ γεννήματος πρὸς τὸ κτίσμα, οὐκ ἂν ἐπήγαγε τὸ «γεννᾷ με», ἀλλ’ ἠρκεῖτο τῷ «ἔκτισεν» ὡς τῆς λέξεως ταύτης σημαινούσης τὸ «ἐγέννησε»· νῦν δὲ εἰρηκώς· «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» ἐπήγαγεν οὐχ ἁπλῶς «γεννᾷ με», ἀλλὰ μετὰ συμπλοκῆς τοῦ «δὲ» συνδέσμου, ὡς ἀσφαλιζόμενος ἐν τούτῳ τὴν τοῦ «ἔκτισε» λέξιν λέγων· «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με». τὸ γὰρ «γεννᾷ με» τῷ «ἔκτισε» συμπεπλεγμένως ἐπιφερόμενον μίαν ποιεῖ τὴν διάνοιαν καὶ δείκνυσιν ὅτι τὸ μὲν «ἔκτισε» διά τι εἴρηται· τὸ δὲ «γεννᾷ με» πρὸ τοῦ «ἔκτισέν» ἐστιν. ὥσπερ γάρ, εἰ ἔμπαλιν εἰρήκει «κύριος γεννᾷ με» καὶ ἐπέφερε «πρὸ δὲ πάντων ἔκτισέ με», πάντως προηγεῖτο τοῦ «ἐγέννησε» τὸ «ἔκτισεν», οὕτως εἰρηκὼς πρῶτον «ἔκτισεν» εἶτα ἐπαγαγὼν «πρὸ δὲ πάντων γεννᾷ με» ἐξ ἀνάγκης δείκνυσι προηγεῖσθαι τὸ «ἐγέννησε» τοῦ «ἔκτισε».

καὶ γὰρ καὶ λέγων «πρὸ πάντων γεννᾷ με» ἄλλον εἶναι ἑαυτὸν σημαίνει τῶν πάντων δειξάσης ἐν τοῖς πρὸ τούτων τῆς ἀληθείας, ὅτιπερ τῶν κτισμάτων οὐδὲν ἕτερον τοῦ ἑτέρου προγέγονεν, ἀλλ’ ἀθρόως ἅμα πάντα τὰ γενητὰ ἑνὶ καὶ τῷ αὐτῷ προστάγματι ὑπέστη. διὰ τοῦτο γοῦν οὐδὲ τὰ ἐπὶ τοῦ «ἔκτισε» ταῦτα καὶ ἐπὶ τοῦ «γεννᾷ με» κεῖται· ἀλλ’ ἐπὶ μὲν τοῦ «ἔκτισε» κεῖται «ἀρχὴν ὁδῶν», ἐπὶ δὲ τοῦ «γεννᾷ με» οὐκ εἶπεν ἀρχὴν γεννᾷ με, ἀλλὰ «πρὸ πάντων γεννᾷ με». ὁ δὲ πρὸ πάντων ὢν οὐκ ἔστιν ἀρχὴ τῶν πάντων, ἀλλὰ ἄλλος ἐστὶ τῶν πάντων. εἰ δὲ ἄλλος ἐστὶ τῶν πάντων, ἐν οἷς καὶ ἡ ἀρχὴ τῶν πάντων σημαίνεται, δῆλον ὅτι ἄλλος ἐστὶ τῶν κτισμάτων· καὶ συνίσταται φανερῶς, ὅτι ἄλλος ὢν ὁ λόγος τῶν πάντων καὶ πρὸ πάντων ὢν ὕστερον κτίζεται «ἀρχὴ τῶν ὁδῶν εἰς τὰ ἔργα» διὰ τὴν ἐνανθρώπησιν, ἵνα, ὡς εἶπεν ὁ ἀπόστολος, «ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων».