Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος βʹ

Μέγας Αθανάσιος

Ο Χριστός ως πιστός αρχιερεύς: Ερμηνεία της προς Εβραίους επιστολής

Αναλύεται το χωρίο «πιστόν όντα τω ποιήσαντι αυτόν» και αποδεικνύεται ότι η χρήση του ρήματος «ποιώ» αφορά την ανθρώπινη φύση, την οικονομία της σαρκώσεως και την ιερωσύνη του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 8

ἀλλ’ ἴσως τὸ μὲν «δοῦλος» ὡς κατὰ διάθεσιν λεγόμενον συντίθενται, τὸ δὲ «τῷ ποιήσαντι» κατέχουσιν ὡς μέγα τι βοήθημα τῆς αἱρέσεως αὐτῶν. ἔστι δὲ αὐτοῖς καὶ τοῦτο «κάλαμος τεθλασμένος» τὸ ἔρεισμα· καταγνώσονται γὰρ εὐθὺς ἑαυτῶν, εἰ μάθοιεν τὸ τῆς γραφῆς ἰδίωμα. καὶ γὰρ ὥσπερ δοῦλος λέγεται Σολομὼν καίπερ ὢν υἱός, οὕτως, ἵνα τὰ ἐν τοῖς προτέροις εἰρημένα πάλιν εἴπωμεν, εἰ καὶ ποιουμένους καὶ κτιζομένους καὶ γινομένους τοὺς ἐξ ἑαυτῶν φυομένους υἱοὺς λέγοιεν οἱ γονεῖς, οὐδὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. ὁ γοῦν Ἐζεκίας, ὡς ἐν τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· «ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἂ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, κύριε τῆς σωτηρίας μου». καὶ αὐτὸς μὲν ἔλεγε «ποιήσω»· ὁ δὲ προφήτης ἔν τε αὐτῷ τῷ βιβλίῳ καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν οὕτω φησί· «καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ». ἀντὶ τοῦ «γεννᾶν» ἄρα τὸ «ποιήσω» εἴρηκε, καὶ τοὺς ἐξ αὐτοῦ φυομένους ὡς ποιουμένους φησί. καὶ οὐ διαφέρεταί τις, ὡς περὶ τοῦ φύσει γεννήματός ἐστιν ἡ λέξις. καὶ ἡ Εὔα δὲ τεκοῦσα τὸν Κάιν εἶπεν· «ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ». ἀντὶ τοῦ «τεκεῖν» ἄρα καὶ αὐτὴ τὸ «ἐκτησάμην» εἴρηκε. καὶ γὰρ πρότερον εἰποῦσα τὸν τόκον ὕστερον εἶπε τὸ «ἐκτησάμην». καὶ οὐ διὰ τὸ «ἐκτησάμην» νομίσειεν ἄν τις ἔξωθεν ἠγοράσθαι τὸν Κάιν καὶ μὴ ἐξ αὐτῆς τετέχθαι.

καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ ἔλεγε τῷ Ἰωσήφ· «νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραὶμ καὶ Μανασσῆς». καὶ ἡ γραφὴ δὲ περὶ τοῦ Ἰώβ φησιν· «ἐγένοντο αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς», ὥσπερ καὶ Μωσῆς εἴρηκεν ἐν τῷ νόμῳ· «ἐὰν δὲ γένωνταί τινι υἱοὶ» καὶ «ἐὰν ποιήσῃ υἱόν».

Ἰδοὺ πάλιν τοὺς γεννηθέντας ὡς γενομένους καὶ ποιηθέντας εἰρήκασιν εἰδότες ὅτι, ἕως ὁμολογοῦνται υἱοί, κἂν λέγῃ τις «ἐγένοντο» ἢ «ἐκτησάμην» ἢ «ἐποίησα», οὐδὲν διαφέρει. ἡ γὰρ φύσις καὶ ἡ ἀλήθεια ἕλκει τὴν διάνοιαν εἰς ἑαυτήν. διὸ καὶ πρὸς τοὺς ζητοῦντας, εἰ κτίσμα καὶ ποίημά ἐστιν ὁ κύριος, χρὴ πρότερον ζητεῖν, εἰ υἱός ἐστι καὶ λόγος καὶ σοφία. τούτων γὰρ ἀποδεικνυμένων ἐκβάλλεται εὐθὺς καὶ παύεται ἡ περὶ τοῦ ποιήματος καὶ κτίσματος ὑπόνοια· οὔτε γὰρ τὸ ποίημα υἱὸς καὶ λόγος ἂν εἴη οὔτε ὁ υἱὸς ποίημα ἢ κτίσμα ἂν εἴη. τούτων δὲ πάλιν οὕτως ὄντων φανερὰ πᾶσιν ἀπόδειξις, ὡς ἡ λέξις ἡ λέγουσα «τῷ ποιήσαντι αὐτὸν» οὐκ εἰς ὄνησίν ἐστιν αὐτῶν τῇ αἱρέσει, ἀλλὰ μᾶλλον εἰς κατάγνωσιν. δέδεικται γὰρ ὅτι ἡ τοῦ «ἐποίησε» λέξις καὶ ἐπὶ τῶν γνησίων καὶ φύσει τέκνων ἐν τῇ θείᾳ κεῖται γραφῇ· ὅθεν τοῦ κυρίου ἀποδεικνυμένου φύσει καὶ γνησίου υἱοῦ, λόγου καὶ σοφίας τοῦ πατρός, κἂν λέγηται ἐπ’ αὐτοῦ τὸ «ἐποίησεν» ἢ τὸ «ἐγένετο»· οὐχ ὡς ποιήματος ὄντος αὐτοῦ λέγεται, ἀλλ’ ἀδιαφόρως τῇ λέξει χρῶνται οἱ ἅγιοι, ὡς ἐπὶ τοῦ Σολομῶνος, καὶ τῶν Ἐζεκίου τέκνων. καὶ γὰρ καὶ αὐτῶν γεννησάντων ἐξ ἑαυτῶν γέγραπται· «ἐποίησα», «ἐκτησάμην» καὶ «ἐγένετο».

οὐκοῦν τὰ τοιαῦτα λεξείδια πολλάκις προφασισάμενοι οἱ θεομάχοι ὀφείλουσι κἂν ὀψέ ποτε ἐκ τῶν εἰρημένων ἀποθέσθαι τὴν ἀσεβῆ φρόνησιν καὶ φρονῆσαι περὶ τοῦ κυρίου, ὅτι υἱός ἐστιν ἀληθινός, λόγος καὶ σοφία τοῦ πατρός, οὐ ποίημα, οὐ κτίσμα. εἰ γὰρ ποίημά ἐστιν ὁ υἱός, ἐν ποίῳ ἄρα λόγῳ καὶ ἐν ποίᾳ σοφίᾳ γέγονε καὶ αὐτός; πάντα γὰρ τὰ ποιήματα διὰ τοῦ λόγου καὶ τῆς σοφίας γέγονε, καθὼς γέγραπται· «πάντα ἐν σοφίᾳ ἐποίησας» καὶ «πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». εἰ δὲ αὐτός ἐστιν ὁ λόγος καὶ ἡ σοφία, ἐν ᾗ τὰ πάντα γίνεται, οὐκ ἄρα τῶν ποιουμένων ἐστὶν οὐδὲ ὅλως τῶν γενητῶν, ἀλλὰ τοῦ πατρὸς γέννημα.

Σκοπεῖτε γάρ, πόσον ἔχει πτῶμα τὸ λέγειν ποίημα τὸν τοῦ θεοῦ λόγον. λέγει που Σολομὼν ἐν τῷ Ἐκκλησιαστῇ, ὅτι «σύμπαν τὸ ποίημα ὁ θεὸς ἄξει εἰς κρίσιν, ἐν παντὶ παρεωραμένῳ, καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν». οὐκοῦν εἰ ποίημά ἐστιν ὁ λόγος, ἀχθήσεται καθ’ ὑμᾶς καὶ αὐτὸς εἰς κρίσιν; καὶ ποῦ λοιπὸν ἡ κρίσις κρινομένου τοῦ κριτοῦ; τίς δὲ τοῖς μὲν δικαίοις τὰς εὐλογίας δώσει, τοῖς δὲ ἀναξίοις τὰς ἐπιτιμίας ἑστηκότος τοῦ κυρίου καθ’ ὑμᾶς μετὰ πάντων ἐν κρίσει; ποίῳ δὲ καὶ νόμῳ κριθήσεται αὐτὸς ὁ νομοθέτης; ταῦτα τῶν ποιημάτων ἴδιά ἐστι, τὸ κρίνεσθαι, τὸ παρὰ τοῦ υἱοῦ εὐλογεῖσθαι καὶ ἐπιτιμᾶσθαι. φοβήθητε λοιπὸν τὸν κριτὴν καὶ πείσθητε τῷ Σολομῶνι λέγοντι. εἰ γὰρ σύμπαν τὸ ποίημα ἄξει ὁ θεὸς εἰς κρίσιν, ὁ δὲ υἱὸς οὐκ ἔστι τῶν κρινομένων, ἀλλὰ καὶ μᾶλλον συμπάντων τῶν ποιημάτων αὐτός ἐστιν ὁ κριτής, πῶς οὐ λαμπρότερον ἡλίου δείκνυται μὴ ποίημα ὢν ὁ υἱός, ἀλλὰ τοῦ πατρὸς ὁ λόγος, ἐν ᾧ τὰ ποιήματα γίνεταί τε καὶ κρίνεται; εἰ δ’, ὅτι γέγραπται «πιστὸν ὄντα», πάλιν ταράττει αὐτοὺς νομίζοντας ὡς ἐπὶ πάντων λέγεσθαι καὶ ἐπ’ αὐτοῦ τὸ «πιστόν», ὅτι πιστεύων ἐκδέχεται τῆς πίστεως τὸν μισθόν, ὥρα καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἐγκαλεῖν Μωσεῖ μὲν λέγοντι· «ὁ θεὸς πιστὸς» καὶ «ἀληθινός», τῷ δὲ Παύλῳ γράφοντι· «πιστὸς ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε».

ἀλλὰ ταῦτα λέγοντες οἱ ἅγιοι οὐκ ἀνθρώπινα περὶ τοῦ θεοῦ διενοοῦντο, ἀλλ’ ἐγίνωσκον διπλοῦν εἶναι τὸν νοῦν ἐν τῇ γραφῇ περὶ «τοῦ πιστοῦ»· τὸ μὲν ὡς πιστεῦον, τὸ δὲ ὡς ἀξιόπιστον· καὶ τὸ μὲν ἐπ’ ἀνθρώπων, τὸ δὲ ἐπὶ θεοῦ ἁρμόζειν. πιστὸς γοῦν ὁ Ἀβραάμ, ὅτι τῷ λαλοῦντι πεπίστευκε θεῷ· πιστὸς δὲ ὁ θεός, ἐπειδή, καθὼς ψάλλει Δαβίδ, «πιστός ἐστιν ἐν τοῖς λόγοις αὐτοῦ ὁ κύριος» καὶ λαλῶν ἀξιόπιστός ἐστι καὶ «ἀδύνατόν ἐστιν, αὐτὸν ψεύσασθαι». καὶ «εἴ τίς ἐστι πιστὴ χήρας ἔχουσα», διὰ τὸ καλῶς πιστεύειν πιστὴ καλεῖται. πιστὸς δὲ ὁ λόγος, ὅτι, ὃ εἴρηκεν, ὀφείλει πιστεύεσθαι· ἀληθὲς γάρ ἐστι, καὶ οὐκ ἔστιν ἄλλως. καὶ τὸ γεγράφθαι τοίνυν «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν» οὐ πρὸς ἄλλους ἔχει τὴν ὁμοιότητα οὐδ’ ὅτι πιστεύων εὐάρεστος γέγονεν, ἀλλ’ ὅτι υἱὸς ὢν τοῦ ἀληθινοῦ θεοῦ, πιστός ἐστι καὶ αὐτὸς ὀφείλων πιστεύεσθαι, ἐν οἷς ἐὰν λέγῃ καὶ ποιῇ, ἄτρεπτος μένων καὶ μὴ ἀλλοιούμενος ἐν τῇ ἀνθρωπίνῃ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ παρουσίᾳ.

Οὕτως μὲν οὖν ἄν τις πρὸς τὴν ἀναίδειαν αὐτῶν χωρῶν δύναται καὶ ἐκ μόνης τῆς «ἐποίησε» λέξεως διελέγχειν αὐτοὺς πλανωμένους, καὶ νομίζοντας ποίημα εἶναι τὸν τοῦ θεοῦ λόγον. ἐπειδὴ δὲ καὶ ἡ διάνοια τῶν γεγραμμένων ἐστὶν ὀρθὴ δεικνύουσα τὴν «ἐποίησε» λέξιν, πότε καὶ πρὸς τί λεγομένη σημαίνεται, ἀναγκαῖον καὶ ἐξ αὐτῆς δεῖξαι τῶν αἱρετικῶν τὴν ἀλογίαν, ἐὰν μάλιστα, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, καὶ τούτου τὸν καιρὸν καὶ τὴν χρείαν λάβοιμεν. οὐ τοίνυν τὰ πρὸ τῆς κτίσεως διηγούμενος ὁ ἀπόστολος ταῦτα εἴρηκεν, ἀλλ’ ὅτε «ὁ λόγος σὰρξ ἐγένετο»· οὕτω γὰρ γέγραπται· «ὅθεν, ἀδελφοί μου ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν». πότε οὖν ἀπεστάλη, ἢ ὁπηνίκα τὴν ἡμετέραν ἐνεδύσατο σάρκα; πότε δὲ «ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν» γέγονεν, ἢ ὅτε προσενέγκας ἑαυτὸν ὑπὲρ ἡμῶν ἤγειρεν ἐκ νεκρῶν τὸ σῶμα καὶ νῦν αὐτὸς τοὺς προσερχομένους αὐτοῦ τῇ πίστει προσάγει καὶ προσφέρει τῷ πατρὶ λυτρούμενος πάντας καὶ ὑπὲρ πάντων ἱλασκόμενος τὰ πρὸς τὸν θεόν;

οὐ τὴν οὐσίαν ἄρα τοῦ λόγου οὐδὲ τὴν ἐκ πατρὸς αὐτοῦ φύσει γέννησιν σημᾶναι θέλων ὁ ἀπόστολος εἴρηκε· «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» (μὴ γένοιτο· ποιῶν γάρ ἐστιν ὁ λόγος, οὐ ποιούμενος αὐτός), ἀλλὰ τὴν εἰς ἀνθρώπους αὐτοῦ κάθοδον καὶ ἀρχιερωσύνην γενομένην, ἣν καλῶς ἄν τις ἴδοι ἐκ τῆς κατὰ τὸν νόμον καὶ τὸν Ἀαρὼν ἱστορίας· οὕτως Ἀαρὼν οὐ γεγέννηται ἀρχιερεύς, ἀλλὰ ἄνθρωπος, καὶ μετὰ χρόνον, ὅτε ὁ θεὸς ἠθέλησε, γέγονεν ἀρχιερεύς· καὶ γέγονεν οὐχ ἁπλῶς οὐδὲ ἐκ τῶν συνήθων ἱματίων γνωριζόμενος, ἀλλ’ ἐπενδιδυσκόμενος τὴν ἐπωμίδα, τὸ λογεῖον, τὸν ποδήρη, ἃ αἱ γυναῖκες μὲν εἰργάσαντο προστάξει τοῦ θεοῦ, ἐν τούτοις δὲ εἰσερχόμενος εἰς τὰ ἅγια τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσέφερε· καὶ ἐν τούτοις ὥσπερ ἐμεσίτευε τῇ ὀπτασίᾳ τοῦ θεοῦ καὶ ταῖς τῶν ἀνθρώπων θυσίαις, οὕτω τοίνυν καὶ ὁ κύριος «ἐν ἀρχῇ μὲν ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος»· ὅτε δὲ ἠθέλησεν ὁ πατὴρ ὑπὲρ πάντων λύτρα δοθῆναι καὶ πᾶσι χαρίσασθαι, τότε δὴ ὁ λόγος, ὡς Ἀαρὼν τὸν ποδήρη, οὕτως καὶ αὐτὸς ἔλαβε τὴν ἀπὸ γῆς σάρκα Μαρίαν ἀντὶ τῆς ἀνεργάστου γῆς ἐσχηκὼς μητέρα τοῦ σώματος, ἵνα ἔχων τὸ προσφερόμενον αὐτὸς ὡς ἀρχιερεὺς ἑαυτὸν προσενέγκῃ τῷ πατρὶ καὶ τῷ ἰδίῳ αἵματι πάντας ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν καθαρίσῃ, καὶ ἀπὸ τῶν νεκρῶν ἀναστήσῃ.

Τούτου γὰρ ἦν τὰ παλαιὰ σκιά· καὶ ὅπερ πεποίηκεν ἐλθὼν ὁ σωτήρ, τοῦτο κατὰ τὸν νόμον ἐσκιογράφει ὁ Ἀαρών. ὥσπερ οὖν ὁ Ἀαρὼν ὁ αὐτὸς ὢν οὐκ ἠλλάσσετο περιτιθέμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα, ἀλλὰ μένων ὁ αὐτὸς ἐκαλύπτετο μόνον· καὶ εἰ ἔλεγέ τις ἑωρακὼς αὐτὸν προσφέροντα ‹ἰδοὺ γέγονε σήμερον ὁ Ἀαρὼν ἀρχιερεύς›, οὐκ ἐσήμαινεν αὐτὸν ἄνθρωπον τότε γεγενῆσθαι· ἦν γὰρ καὶ πρὸ τοῦ ἀρχιερεὺς γενέσθαι ἄνθρωπος, ἀλλ’ ὅτι τῇ λειτουργείᾳ πεποίηται ἀρχιερεὺς περιθέμενος τὰ πεποιημένα καὶ κατασκευασθέντα ἱμάτια τῇ ἱερατείᾳ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ κυρίου δυνατόν ἐστι καλῶς νοεῖν, ὡς οὐκ ἄλλος γέγονε τὴν σάρκα λαβών, ἀλλ’ ὁ αὐτὸς ὢν ἐκαλύπτετο αὐτῇ· καὶ τὸ «γέγονε» καὶ τὸ «πεποίηται» οὐχ ὅτι ὁ λόγος, ᾗ λόγος ἐστί, πεποίηται νοεῖν θέμις· ἀλλ’ ὅτι λόγος ὢν δημιουργός, ὕστερον πεποίηται ἀρχιερεὺς ἐνδυσάμενος σῶμα τὸ γενητὸν καὶ ποιητόν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται· διὸ καὶ λέγεται πεποιῆσθαι. εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος ὁ κύριος, μαχέσθωσαν οἱ Ἀρειανοί· εἰ δὲ «ὁ λόγος σὰρξ ἐγένετο», τί ἔδει περὶ γεγονότος ἀνθρώπου λέγειν ἢ «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν»; ὡς γὰρ ἴδιον περὶ τοῦ λόγου εἰπεῖν· «ἐν ἀρχῇ ἦν ὁ λόγος», οὕτως ἀνθρώπων ἴδιόν ἐστι τὸ γίνεσθαι καὶ ποιεῖσθαι.

τίς γοῦν ἰδὼν τὸν κύριον ἄνθρωπον περιπατοῦντα καὶ θεὸν ἐκ τῶν ἔργων δεικνύμενον οὐκ ἂν ἠρώτησε, τίς αὐτὸν ἐποίησεν ἄνθρωπον; τίς δὲ πάλιν οὕτως ἐρωτηθεὶς οὐκ ἂν ἀπεκρίνετο, ὅτι ὁ πατὴρ αὐτὸν ἐποίησεν ἄνθρωπον καὶ ἀπέστειλεν αὐτὸν ἡμῖν ἀρχιερέα; τὴν δὲ τοιαύτην διάνοιαν καὶ τὸν καιρὸν καὶ τὸ πρόσωπον αὐτὸς ὁ ἀπόστολος ὁ καὶ γράψας «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν» δηλῶσαι μᾶλλον ἱκανός ἐστιν, ἐὰν τὰ ἔμπροσθεν λάβωμεν· μία γὰρ ἀκολουθία ἐστί, καὶ περὶ τοῦ αὐτοῦ τὸ ἀνάγνωσμα τυγχάνει. γράφει τοίνυν ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ταῦτα· «ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διαπαντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεὸν εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν».

Τίς τὴν περικοπὴν ταύτην ὅλην ἀναγινώσκων οὐ τῶν μὲν Ἀρειανῶν καταγινώσκει, τὸν δὲ μακάριον ἀπόστολον θαυμάζει καλῶς εἰρηκότα; πότε γὰρ πεποίηται καὶ πότε ἀπόστολος γέγονεν, εἰ μὴ ὅτε «παραπλησίως ἡμῖν μετέσχε καὶ αὐτὸς αἵματος καὶ σαρκός»; καὶ πότε «γέγονεν ἐλεήμων καὶ πιστὸς ἀρχιερεύς», ἢ ὅτε «κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη»; ὡμοιώθη δὲ τότε, ὅτε γέγονεν ἄνθρωπος ἐνδυσάμενος τὴν ἡμετέραν σάρκα. οὐκοῦν περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τοῦ λόγου γράφων ὁ Παῦλος ἔλεγε «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν» καὶ οὐ περὶ τῆς οὐσίας τοῦ λόγου. μηκέτι τοίνυν μαίνεσθε λέγοντες ποίημα εἶναι τὸν τοῦ θεοῦ λόγον. ἔστι γὰρ αὐτὸς υἱὸς φύσει μονογενής. τότε δὲ ἔσχεν ἀδελφούς, ὅτε τὴν ὁμοίαν ἡμῖν ἐνεδύσατο σάρκα, ἣν καὶ προσφέρων αὐτὸς δι’ ἑαυτοῦ ἀρχιερεὺς ὠνομάσθη καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μέν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἠλέησεν ἡμᾶς· πιστὸς δέ, οὐ πίστεως μετέχων οὐδὲ εἴς τινα πιστεύων ὥσπερ ἡμεῖς, ἀλλὰ πιστεύεσθαι ὀφείλων, περὶ ὧν ἐὰν λέγῃ καὶ ποιῇ καὶ ὅτι πιστὴν θυσίαν προσφέρει τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν. αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμεναι οὐκ εἶχον τὸ πιστὸν καθ’ ἡμέραν παρερχόμεναι καὶ δεόμεναι πάλιν καθαρσίου· ἡ δὲ τοῦ σωτῆρος θυσία ἅπαξ γενομένη «τετελείωκε» τὸ πᾶν καὶ πιστὴ γέγονε μένουσα διὰ παντός.

καὶ Ἀαρὼν μὲν ἔσχε τοὺς διαδεχομένους, καὶ ὅλως ἡ κατὰ νόμον ἱερατεία χρόνῳ καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ κύριος «ἀπαράβατον» καὶ ἀδιάδεκτον «ἔχων τὴν ἀρχιερωσύνην» πιστὸς γέγονεν ἀρχιερεὺς παραμένων ἀεὶ καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γενόμενος, εἰς τὸ ἐπακούειν καὶ μὴ πλανᾶν τοὺς προσερχομένους. τοῦτο δὲ πάλιν καὶ ἀπὸ τῆς ἐπιστολῆς τοῦ μεγάλου Πέτρου μαθεῖν ἔξεστι λέγοντος· «ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς»· πιστὸς γάρ ἐστιν οὐκ ἀλλασσόμενος, ἀλλ’ ἀεὶ διαμένων καὶ ἀποδιδοὺς ἃ ἐπηγγείλατο.

Ἑλλήνων μὲν οὖν οἱ λεγόμενοι παρ’ αὐτοῖς ψευδώνυμοι θεοὶ οὔτε τῷ εἶναι οὔτε τῷ ἐπαγγέλλεσθαί εἰσι πιστοί· οὔτε γὰρ οἱ αὐτοί εἰσι πανταχοῦ, ἀλλὰ καὶ οἱ κατὰ τόπους τῷ χρόνῳ διαφθείρονται καὶ περὶ ἑαυτοὺς καταρρέουσι· διὸ καὶ κατ’ αὐτῶν ὁ λόγος βοᾷ, ὅτι «πίστις οὐκ ἴσχυσεν» ἐν αὐτοῖς καὶ «ὕδωρ ψευδές» εἰσι καὶ «οὐκ ἔστι πίστις ἐν αὐτοῖς». ὁ δὲ τῶν ὅλων καὶ μόνος τῷ ὄντι ὄντως καὶ ἀληθινὸς ὢν θεὸς πιστός ἐστιν ὁ αὐτὸς ὢν καὶ λέγων· «ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι» καὶ «οὐκ ἠλλοίωμαι». διὸ καὶ ὁ τούτου υἱὸς πιστός ἐστιν, ἀεὶ ὤν, καὶ οὐκ ἀλλοιούμενος οὐδὲ διαψευδόμενος οὔτε ἐν τῷ εἶναι οὔτε ἐν τῷ ἐπαγγέλλεσθαι καθάπερ πάλιν ὁ ἀπόστολος γράφων Θεσσαλονικεῦσι μέν φησι· «πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει»· ἐν γὰρ τῷ ποιεῖν ἃ ἐπαγγέλλεται, πιστός ἐστι λαλῶν· Ἑβραίοις δὲ περὶ τοῦ σημαίνειν τὴν λέξιν ταύτην καὶ τὸ ἀναλλοίωτον οὕτως γράφει· «εἰ ἀπιστήσομεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται».

οὐκοῦν εἰκότως ὁ ἀπόστολος τὴν σωματικὴν τοῦ λόγου παρουσίαν διηγούμενος ἔφησε· «ἀπόστολον καὶ πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν» δεικνύς, ὅτι καὶ ἄνθρωπος γενόμενος «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας» ἀναλλοίωτός ἐστι· διὸ καὶ ὡς περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ διὰ τῆς ἀρχιερωσύνης μνημονεύει γράφων ὁ ἀπόστολος· οὕτω καὶ πάλιν οὐκ ἐσιώπησε μακράν, ἀλλ’ εὐθὺς περὶ τῆς θεότητος αὐτοῦ μνημονεύει πανταχοῦ τῆς ἀσφαλείας γινόμενος, ἔνθα μάλιστα τὸ ταπεινὸν ὀνομάζει, ἵν’ εὐθὺς αὐτοῦ τὴν ὑψηλότητα καὶ τὴν πατρικὴν μεγαλειότητα γινώσκωμεν. φησὶ γοῦν· «ὁ μὲν Μωσῆς θεράπων, ὁ δὲ Χριστὸς υἱός, κἀκεῖνος μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον» ὡς αὐτὸς αὐτὸν κατασκευάσας καὶ κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων καὶ ὡς θεὸς ἁγιάζων αὐτόν. ὁ μὲν γὰρ Μωσῆς ἄνθρωπος φύσει ὢν πιστὸς ἐγίνετο πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ θεῷ· ὁ δὲ λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσματι, ἀλλὰ θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπ’ αὐτοῦ. καὶ οἱ μὲν ἄνθρωποι ἕνεκα τοῦ εἶναι καὶ ὑφεστάναι σάρκα περιβέβληνται· ὁ δὲ τοῦ θεοῦ λόγος ἕνεκα τοῦ ἁγιάζειν τὴν σάρκα γέγονεν ἄνθρωπος· καὶ κύριος ὢν ἐν τῇ μορφῇ τοῦ δούλου ἦν· δούλη γὰρ τοῦ λόγου ἡ πᾶσα κτίσις ἡ παρ’ αὐτοῦ γενομένη καὶ ποιηθεῖσα.

ἐκ δὲ τούτου συνέστηκεν, ὅτι καὶ τὸ λεγόμενον παρὰ τῷ ἀποστόλῳ «ἐποίησεν» οὐ ποιούμενον δείκνυσι τὸν λόγον, ἀλλ’ ὅπερ ἔλαβεν ὅμοιον ἡμῖν σῶμα· διὸ καὶ ἀδελφὸς ἡμῶν ἐχρημάτισε γενόμενος ἄνθρωπος.