Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος βʹ

Μέγας Αθανάσιος

Ο Λόγος ως Μονογενής και Πρωτότοκος και η αναγκαιότητα της σαρκώσεως

Εξετάζεται η θεολογική διαφοροποίηση μεταξύ της αΐδιας γέννησης του Μονογενούς και της θείας συγκατάβασης του Πρωτοτόκου, αναδεικνύοντας τη σημασία της σαρκώσεως για τη θέωση του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 8

Τοιαύτης τοίνυν οὔσης τῆς διαφορᾶς τοῦ «ἔκτισε» καὶ τοῦ «γεννᾷ με» καὶ «τῆς ἀρχῆς ὁδῶν» καὶ τοῦ «πρὸ πάντων» τῶν μὲν ἀνθρώπων κτίστης ὢν ὁ θεὸς οὕτως, ὥσπερ εἴρηται, γίνεται καὶ ὕστερον πατὴρ διὰ τὸν ἐν αὐτοῖς οἰκοῦντα λόγον αὐτοῦ. ἐπὶ δὲ τοῦ λόγου τὸ ἔμπαλιν· πατὴρ ὢν αὐτοῦ φύσει ὁ θεὸς γίνεται μετὰ ταῦτα καὶ κτίστης αὐτοῦ καὶ ποιητής, ὅταν τὴν κτισθεῖσαν καὶ ποιηθεῖσαν ἐνδύσηται σάρκα ὁ λόγος καὶ γένηται ἄνθρωπος. ὥσπερ γὰρ οἱ ἄνθρωποι λαμβάνοντες «τὸ πνεῦμα τοῦ υἱοῦ» «γίνονται τέκνα» δι’ αὐτοῦ, οὕτως ὁ λόγος τοῦ θεοῦ, ὅτε καὶ αὐτὸς ἐνεδύσατο τῶν ἀνθρώπων τὴν σάρκα, τότε λέγεται καὶ κτίζεσθαι καὶ πεποιῆσθαι. εἰ μὲν οὖν ἡμεῖς κατὰ φύσιν υἱοί, δῆλον ὅτι κἀκεῖνος κατὰ φύσιν κτίσμα καὶ ποίημα· εἰ δὲ ἡμεῖς θέσει καὶ κατὰ χάριν γινόμεθα υἱοί, δῆλον ὅτι καὶ ὁ λόγος διὰ τὴν εἰς ἡμᾶς χάριν γενόμενος ἄνθρωπος εἴρηκε «κύριος ἔκτισέ με». εἶτα ἐπειδὴ τὸ κτιστὸν ἐνδυσάμενος γέγονεν ἡμῖν ὅμοιος κατὰ τὸ σῶμα, διὰ τοῦτο εἰκότως καὶ «ἀδελφὸς» ἡμῶν καὶ «πρωτότοκος» ἐκλήθη.

εἰ γὰρ καὶ μεθ’ ἡμᾶς δι’ ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ ἀδελφὸς ἡμῶν διὰ τὴν τοῦ σώματος ὁμοίωσιν, ἀλλὰ καὶ ἐν τούτῳ «πρῶτος» λέγεται καὶ ἔστιν ἡμῶν, ἐπειδὴ πάντων τῶν ἀνθρώπων ἀπολλυμένων κατὰ τὴν παράβασιν τοῦ Ἀδὰμ πρώτη τῶν ἄλλων ἐσώθη καὶ ἠλευθερώθη ἡ ἐκείνου σὰρξ ὡς αὐτοῦ τοῦ λόγου σῶμα γενομένη· καὶ λοιπὸν ἡμεῖς ὡς «σύσσωμοι» τυγχάνοντες κατ’ ἐκεῖνο σωζόμεθα. ἐν ἐκείνῳ γὰρ ἡμῶν καὶ ὁδηγὸς ὁ κύριος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν καὶ πρὸς τὸν ἑαυτοῦ πατέρα γίνεται λέγων· «ἐγώ εἰμι ἡ ὁδὸς» καὶ «ἡ θύρα, καὶ δι’ ἐμοῦ» δεῖ πάντας «εἰσελθεῖν». ὅθεν καὶ πρωτότοκος λέγεται πάλιν «ἐκ τῶν νεκρῶν», οὐχ ὅτι πρῶτος ἡμῶν ἀπέθανε· προετεθνήκειμεν γὰρ ἡμεῖς· ἀλλ’ ὅτι τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον καὶ τοῦτον «καταργήσας» ἀνέστη πρῶτος, ὡς ἄνθρωπος, ὑπὲρ ἡμῶν ἀναστήσας τὸ ἑαυτοῦ σῶμα. λοιπὸν γὰρ ἀναστάντος ἐκείνου καθεξῆς καὶ ἡμεῖς ἀπ’ ἐκείνου καὶ δι’ ἐκεῖνον ἐκ τῶν νεκρῶν ἐγειρόμεθα.

Εἰ δὲ καὶ «πρωτότοκος τῆς κτίσεως» λέγεται, ἀλλ’ οὐχ ὡς ἐξισούμενος τοῖς κτίσμασι καὶ πρῶτος αὐτῶν κατὰ χρόνον πρωτότοκος λέγεται (πῶς γάρ, ὅπου γε «μονογενής» ἐστιν αὐτός;) ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν τοῦ λόγου, καθ’ ἢν καὶ «πολλῶν» γέγονεν «ἀδελφός». ὁ γάρ τοι μονογενὴς οὐκ ὄντων ἄλλων ἀδελφῶν μονογενής ἐστιν· ὁ δὲ πρωτότοκος διὰ τοὺς ἄλλους ἀδελφοὺς λέγεται πρωτότοκος. διὰ τοῦτο γοῦν οὐδαμοῦ τῶν γραφῶν εἴρηται «πρωτότοκος τοῦ θεοῦ» οὐδὲ «κτίσμα τοῦ θεοῦ», ἀλλὰ τὸ «μονογενὴς» καὶ τὸ «υἱὸς» καὶ «ὁ λόγος» καὶ «ἡ σοφία» εἰς τὸν πατέρα τὴν ἀναφορὰν ἔχει καὶ τὴν ἰδιότητα· «ἐθεασάμεθα» γὰρ «τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρὸς» καὶ «ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ» καὶ «εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει»· καὶ «ὁ λόγος ἦν πρὸς τὸν θεόν» καὶ «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία» καὶ «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς» καὶ «σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ ζῶντος». τὸ δὲ «πρωτότοκος» εἰς τὴν κτίσιν ἔχει τὴν συγκατάβασιν· αὐτῆς γὰρ καὶ πρωτότοκος ἐλέχθη. καὶ τὸ «ἔκτισε» δὲ εἰς τὰ ἔργα τὴν χάριν ἔχει· εἰς αὐτὰ γὰρ καὶ κτίζεται. εἰ μὲν οὖν μονογενής ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ἑρμηνευέσθω τὸ «πρωτότοκος»· εἰ δὲ πρωτότοκός ἐστι, μὴ ἔστω μονογενής.

οὐ δύναται γὰρ ὁ αὐτὸς μονογενής τε καὶ πρωτότοκος εἶναι, εἰ μὴ ἄρα πρὸς ἄλλο καὶ ἄλλο· ἵνα μονογενὴς μὲν διὰ τὴν ἐκ πατρὸς γέννησιν, ὥσπερ εἴρηται, πρωτότοκος δὲ διὰ τὴν εἰς τὴν κτίσιν συγκατάβασιν καὶ τὴν τῶν πολλῶν ἀδελφοποίησιν. ἀμέλει τῶν δύο τούτων ῥητῶν ἀντικειμένων ἀλλήλοις κρατεῖν ἄν τις εἴποι δικαίως ἐπὶ τοῦ λόγου τὸ τοῦ μονογενοῦς μᾶλλον ἰδίωμα διὰ τὸ μὴ εἶναι ἕτερον λόγον ἢ ἄλλην σοφίαν, ἀλλὰ τοῦτον μόνον ἀληθινὸν υἱὸν εἶναι τοῦ πατρός. καὶ γάρ, ὥσπερ ἔμπροσθεν εἴρηται, οὐ μετά τινος συμπεπλεγμένης αἰτίας, ἀλλὰ ἀπολελυμένως μὲν εἴρηται ἐπ’ αὐτοῦ τὸ «μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός», τὸ δὲ «πρωτότοκος» συμπεπλεγμένην ἔχει πάλιν τὴν τῆς κτίσεως αἰτίαν, ἣν ἐπήγαγεν ὁ Παῦλος λέγων «ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα». εἰ δὲ πάντα τὰ κτίσματα ἐν αὐτῷ ἐκτίσθη, ἄλλος ἐστὶ τῶν κτισμάτων, καὶ κτίσμα μὲν οὐκ ἔστι, κτίστης δὲ τῶν πάντων.

Οὐ διὰ τὸ ἐκ πατρὸς ἄρα «πρωτότοκος» ἐκλήθη, ἀλλὰ διὰ τὸ ἐν αὐτῷ γεγενῆσθαι τὴν κτίσιν. καὶ ὥσπερ πρὸ τῆς κτίσεως ἦν αὐτὸς ὁ υἱός, δι’ οὗ γέγονεν ἡ κτίσις, οὕτως καὶ πρὸ τοῦ κληθῆ «πρωτότοκος πάσης τῆς κτίσεως» ἦν οὐδὲν ἧττον αὐτὸς «ὁ λόγος πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». ἀλλὰ καὶ τοῦτο μὴ νοήσαντες οἱ δυσσεβεῖς περιέρχονται λέγοντες· ‹εἰ πρωτότοκός ἐστι πάσης κτίσεως, δῆλον ὅτι καὶ αὐτὸς εἷς ἐστι τῆς κτίσεως›. ἄφρονες· εἰ ὅλως πάσης τῆς κτίσεως πρωτότοκός ἐστιν, ἄρα πάσης τῆς κτίσεως ἄλλος ἐστίν. οὐ γὰρ εἴρηκε, ‹πρωτότοκός ἐστι τῶν ἄλλων κτισμάτων›, ἵνα μὴ εἷς τῶν κτισμάτων εἶναι νομισθῇ ἀλλὰ «πάσης τῆς κτίσεως» γέγραπται, ἵνα ἄλλος τῆς κτίσεως εἶναι δειχθῇ. ὁ γοῦν Ῥουβὶμ οὐκ εἴρηται «πρωτότοκος» πάντων τῶν τέκνων τοῦ Ἰακώβ, ἀλλ’ αὐτοῦ τοῦ Ἰακὼβ καὶ τῶν ἀδελφῶν, ἵνα μὴ ἄλλος παρὰ τὰ τέκνα τοῦ Ἰακὼβ νομισθῇ. ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ κυρίου ὁ ἀπόστολος οὐκ εἴρηκεν, ‹ἵνα γένηται πρωτότοκος πάντων›, ἵνα μὴ ἄλλο παρὰ τὸ ἡμῶν σῶμα φορεῖν νομισθῇ, ἀλλ’ «ἐν πολλοῖς ἀδελφοῖς» διὰ τὴν ὁμοιότητα τῆς σαρκός. εἰ τοίνυν καὶ ὁ λόγος εἷς ἦν τῶν κτισμάτων, εἶπεν ἂν ἡ γραφὴ καὶ περὶ αὐτοῦ, ὅτι ‹πρωτότοκος τῶν ἄλλων κτισμάτων ἐστί›· νῦν δὲ λεγόντων τῶν ἁγίων ὅτι «πρωτότοκός ἐστι πάσης τῆς κτίσεως» ἄντικρυς δείκνυται ἄλλος ὢν πάσης τῆς κτίσεως καὶ μὴ κτίσμα ὁ τοῦ θεοῦ υἱός.

εἰ γὰρ κτίσμα ἐστίν, ἔσται καὶ ἑαυτοῦ πρωτότοκος. πῶς οὖν δύναται, ὦ Ἀρειανοί, καὶ πρῶτος ἑαυτοῦ καὶ δεύτερος εἶναι; ἔπειτα εἰ κτίσμα ἐστὶ καὶ πᾶσα ἡ κτίσις «δι’ αὐτοῦ γέγονε» καὶ «ἐν αὐτῷ συνέστηκε», πῶς δύναται καὶ κτίζειν τὴν κτίσιν καὶ εἷς εἶναι τῶν ἐν αὐτῷ συνεστηκότων; ἀτόπου δὲ τῆς τοιαύτης αὐτῶν ἐπινοίας φαινομένης ἐλέγχονται παρὰ τῆς ἀληθείας, ὅτι «πρωτότοκος μὲν ἐν πολλοῖς ἀδελφοῖς» ἐκλήθη διὰ τὴν τῆς σαρκὸς συγγένειαν, «πρωτότοκος δὲ ἐκ τῶν νεκρῶν» διὰ τὸ ἐξ αὐτοῦ καὶ μετ’ αὐτὸν εἶναι τὴν τῶν νεκρῶν ἀνάστασιν, «πρωτότοκος δὲ πάσης κτίσεως» διὰ τὴν φιλανθρωπίαν τοῦ πατρός, δι’ ἣν ἐν τῷ λόγῳ αὐτοῦ οὐ μόνον τὰ πάντα συνέστησεν, ἀλλ’ ὅτι καὶ αὐτὴ ἡ κτίσις, περὶ ἧς εἶπεν ὁ ἀπόστολος· «ἀπεκδεχομένη τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ θεοῦ ἐλευθερωθήσεταί ποτε ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». οὕτως δὲ αὐτῆς ἐλευθερωθείσης ἔσται καὶ αὐτῆς μετὰ καὶ πάντων τῶν τεκνοποιηθέντων πρωτότοκος ὁ κύριος, ἵν’ ἐν τῷ λέγεσθαι πρῶτον αὐτὸν τὰ μετ’ αὐτὸν διαμείνῃ ὥσπερ ἔκ τινος ἀρχῆς τοῦ λόγου συνημμένα.

Ἡγοῦμαι δὲ καὶ τοὺς ἀσεβεῖς αὐτοὺς ἐκ τῆς τοιαύτης ἐν τραπήσεσθαι διανοίας· εἰ γὰρ μὴ οὕτως ἔχοι, ὡς προείπομεν, ἀλλ’ ὡς τῇ οὐσίᾳ κτίσμα ἐν κτίσμασι «πρωτότοκον» αὐτὸν θελήσουσιν εἶναι «πάσης τῆς κτίσεως», σκοπείτωσαν, ὅτι καὶ τῶν ἀλόγων καὶ τῶν ἀψύχων αὐτὸν ἀδελφὸν καὶ ὅμοιον ὑπονοήσουσιν εἶναι. πάσης γὰρ τῆς κτίσεως καὶ ταῦτα μέρη τυγχάνει ὄντα· ἀνάγκη δὲ τὸν πρωτότοκον μόνῳ μὲν τῷ χρόνῳ πρῶτον εἶναι, τῷ δὲ γένει καὶ τῇ ὁμοιότητι τὸν αὐτὸν εἶναι πρὸς πάντας. πῶς οὖν καὶ τοῦτο λέγοντες οὐ πᾶσαν ἀσέβειαν ὑπερβάλλουσιν; ἢ τίς ἀνέξεται τούτων ταῦτα λεγόντων; ἢ πῶς καὶ μόνον αὐτοὺς ἐνθυμουμένους τοιαῦτα οὐ μισήσειεν ἄν τις; πᾶσι γάρ ἐστι δῆλον ὅτι οὔτε δι’ ἑαυτὸν ὡς κτίσμα ὢν οὔτε διὰ τὸ συγγένειάν τινα κατ’ οὐσίαν πρὸς πᾶσαν τὴν κτίσιν ἔχειν πρωτότοκος αὐτῆς ἐκλήθη, ἀλλ’ ὅτι καὶ κατ’ ἀρχὴν μὲν δημιουργῶν ὁ λόγος τὰ κτίσματα συγκαταβέβηκε τοῖς γεννητοῖς, ἵνα γενέσθαι ταῦτα δυνηθῇ. οὐκ ἂν γὰρ ἤνεγκεν αὐτοῦ τὴν φύσιν ἄκρατον καὶ πατρικὴν οὖσαν λαμπρότητα, εἰ μὴ φιλανθρωπίᾳ πατρικῇ συγκαταβὰς ἀντελάβετο καὶ κρατήσας αὐτὰ εἰς οὐσίαν ἤνεγκε. καὶ δεύτερον δὲ πάλιν, ὅτι συγκαταβάντος τοῦ λόγου υἱοποιεῖται καὶ αὐτὴ ἡ κτίσις δι’ αὐτοῦ, ἵνα καὶ αὐτῆς, καθὰ προείρηται, πρωτότοκος κατὰ πάντα γένηται, ἔν τε τῷ κτίζειν καὶ ἐν τῷ εἰσάγεσθαι ὑπὲρ πάντων εἰς αὐτὴν τὴν οἰκουμένην.

οὕτω γὰρ γέγραπται· «ὅταν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ». ἀκουσάτωσαν οἱ Χριστομάχοι καὶ σπαρασσέτωσαν ἑαυτούς, ὅτι τὸ εἰσελθεῖν αὐτὸν εἰς τὴν οἰκουμένην ἐποίησε καὶ πρωτότοκον πάντων κληθῆναι, ὥστε τοῦ μὲν πατρὸς εἶναι μονογενῆ τὸν υἱὸν διὰ τὸ ἐξ αὐτοῦ μόνον αὐτὸν εἶναι, τῆς δὲ κτίσεως πρωτότοκον διὰ τὴν τῶν πάντων υἱοποίησιν. ὡς δὲ ἐν ἀδελφοῖς πρωτότοκος καὶ «ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων» ἀνέστη, οὕτως, ἐπειδήπερ ἔπρεπεν «ἐν πᾶσιν αὐτὸν πρωτεύειν», διὰ τοῦτο καὶ «ἀρχὴ ὁδῶν κτίζεται», ἵνα ταύτης ἐπιβάντες καὶ εἰσελθόντες δι’ αὐτοῦ λέγοντος «ἐγώ εἰμι ἡ ὁδὸς» καὶ «ἡ θύρα», μεταλαβόντες τε τῆς τοῦ πατρὸς γνώσεως ἀκούωμεν καὶ ἡμεῖς· «μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ» καὶ «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται».

Τῆς ἀληθείας τοίνυν δειξάσης μὴ εἶναι κατὰ φύσιν κτίσμα τὸν λόγον, ἀκόλουθον λοιπὸν εἰπεῖν, πῶς καὶ «ἀρχὴ τῶν ὁδῶν» εἴρηται. ἐπειδὴ γὰρ ἡ πρώτη ἡ διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο καὶ ἀντὶ τοῦ παραδείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον ἠκούσαμέν τε· «γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ», διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος βουλήσει τοῦ πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα, ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζωοποιήσῃ καὶ ἐγκαινίσῃ «ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν», ὡς εἴρηκεν ὁ ἀπόστολος, «διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐτοῦ». ὅπερ καὶ ἐν ἑτέρῳ σημαίνων, φησίν· «ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινά». εἰ δὲ καινὴ κτίσις γέγονεν, ἔδει ταύτης τῆς κτίσεως πρῶτόν τινα εἶναι· ἄνθρωπος μὲν οὖν ψιλὸς καὶ μόνον χοϊκός, οἷοι γεγόναμεν ἡμεῖς ἐκ τῆς παραβάσεως, οὐκ ἠδύνατο εἶναι. καὶ γὰρ καὶ ἐν τῇ πρώτῃ κτίσει ἄπιστοι γεγόνασιν οἱ ἄνθρωποι, καὶ δι’ αὐτῶν ἀπώλετο ἡ πρώτη· χρεία δὲ ἦν ἄλλου τοῦ ἀνανεοῦντος καὶ τὴν πρώτην καὶ τὴν καινὴν γενομένην διατηροῦντος.

οὐκοῦν φιλανθρώπως οὐχ ἕτερός τις, ἀλλ’ ὁ κύριος, ἀρχὴ τῆς καινῆς κτίσεως, κτίζεται ὁδὸς καὶ εἰκότως λέγει· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ», ἵνα μηκέτι κατὰ τὴν πρώτην ἐκείνην ἄνθρωπος πολιτεύηται, ἀλλ’ ὡς ἀρχῆς οὔσης καινῆς κτίσεως καὶ τὸν Χριστὸν ἔχοντες ταύτης ἀρχὴν ὁδῶν τούτῳ λοιπὸν ἀκολουθῶμεν λέγοντι· «ἐγώ εἰμι ἡ ὁδός». τοῦτο γὰρ διδάσκων ὁ μακάριος ἀπόστολος ἐν τῇ πρὸς Κολασσαεῖς ἔλεγεν· «αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων».

Εἰ γάρ, καθάπερ εἴρηται, διὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν λέγεται <ἀπαρχὴ> καὶ διὰ ταύτην αὐτὸς ἀρχή. τότε δὲ γέγονεν ἀνάστασις, ὅτε τὴν ἡμετέραν σάρκα φορῶν δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ θανάτῳ· φανερὸν ἂν εἴη, ὅτι καὶ τὸ λεγόμενον ὑπ’ αὐτοῦ «ἔκτισέ με ἀρχὴν ὁδῶν» οὐ τῆς οὐσίας αὐτοῦ, ἀλλὰ τῆς ἐνσωμάτου παρουσίας αὐτοῦ σημαντικόν ἐστι. τοῦ γὰρ σώματος ἴδιος ἦν ὁ θάνατος· καὶ ὥσπερ τοῦ σώματος ἴδιός ἐστιν ὁ θάνατος, οὕτως τῆς σωματικῆς παρουσίας ἴδιον ἂν εἴη τὸ λεγόμενον «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ». τοῦ γὰρ σωτῆρος οὕτω κατὰ σάρκα κτισθέντος καὶ ἀρχῆς γενομένου τῶν ἀνακτιζομένων καὶ ἔχοντος ἡμῶν τὴν ἀπαρχήν, ἣν προσέλαβεν ἀνθρωπίνην σάρκα, ἀκολούθως μετ’ αὐτὸν καὶ ὁ μέλλων λαὸς κτίζεται λέγοντος τοῦ Δαβίδ· «γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον»· καὶ πάλιν ἐν τῷ εἰκοστῷ πρώτῳ ψαλμῷ «ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος». οὐκέτι γὰρ ἀκουσόμεθα· «ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», ἀλλὰ «ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἔσεσθε», ὥστε λέγειν ἡμᾶς· «αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες» ὑπ’ αὐτοῦ «ἐπ’ ἔργοις ἀγαθοῖς».

πάλιν δὲ ἐπειδὴ τὸ ἔργον τοῦ θεοῦ, τουτέστιν ὁ ἄνθρωπος τέλειος κτισθείς, ἐλλιπὴς γέγονε διὰ τῆς παραβάσεως καὶ γέγονε τῇ ἁμαρτίᾳ νεκρός, ἀπρεπὲς δὲ ἦν μένειν τὸ ἔργον τοῦ θεοῦ ἀτελές, διὸ καὶ ἐδέοντο πάντες οἱ ἅγιοι περὶ τούτου λέγοντες ἐν τῷ ἑκατοστῷ τριακοστῷ καὶ ἑβδόμῳ ψαλμῷ· «κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ· κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς». διά τοι τοῦτο ὁ τέλειος τοῦ θεοῦ λόγος τὸ ἀτελὲς περιτίθεται σῶμα καὶ λέγεται «εἰς τὰ ἔργα κτίζεσθαι», ἵνα ἀνθ’ ἡμῶν τὴν ὀφειλὴν ἀποδιδοὺς τὰ λείποντα τῷ ἀνθρώπῳ δι’ ἑαυτοῦ τελειώσῃ. ἔλειπε δὲ αὐτῷ ἡ ἀθανασία καὶ ἡ εἰς τὸν παράδεισον ὁδός. καὶ τοῦτό ἐστι τὸ λεγόμενον παρὰ τοῦ σωτῆρος «ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι, ἵνα ποιήσω»· καὶ πάλιν· «τὰ ἔργα, ἃ δέδωκέ μοι ὁ πατήρ, ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα, ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ». ἃ δὲ λέγει ἐνταῦθα ἔργα δεδωκέναι αὐτῷ τὸν πατέρα εἰς τελείωσιν, ταῦτά ἐστιν εἰς ἃ κτίζεται, λέγων ἐν ταῖς Παροιμίαις· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ»· ἴσον γάρ ἐστιν εἰπεῖν «ἔδωκέ μοι ὁ πατὴρ τὰ ἔργα» καὶ «ἔκτισέ με εἰς ἔργα».

Πότε οὖν ἔλαβε τὰ ἔργα εἰς τὸ τελειῶσαι, ὦ θεομάχοι; ἐκ γὰρ τούτου καὶ τὸ ἔκτισε γνωσθήσεται. κατὰ μὲν οὖν τὴν ἀρχήν, ὅτε ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ ἐποίει ἐὰν εἴπητε, ψεῦδός ἐστιν· οὔπω γὰρ ἦν γενόμενα, φαίνεται δὲ λέγων, ὡς τὰ ἤδη ὄντα λαμβάνων. ἀλλ’ οὐδὲ τὸν πρὸ τοῦ γένηται ὁ λόγος σὰρξ χρόνον εἰπεῖν εὐαγές, ἵνα μὴ περιττὴ λοιπὸν αὐτοῦ ἡ ἐπιδημία φανῇ· τούτων γὰρ χάριν καὶ ἡ ἐπιδημία ἐγένετο. οὐκοῦν λείπει λοιπὸν εἰπεῖν ὅτι, ὅτε γέγονεν ἄνθρωπος, τότε ἔλαβε τὰ ἔργα· τότε γὰρ αὐτὰ καὶ ἐτελείωσεν ἰασάμενος τὰ τραύματα ἡμῶν καὶ χαρισάμενος πᾶσι τὴν ἐκ νεκρῶν ἀνάστασιν. εἰ δὲ ὅτε γέγονεν ὁ λόγος σάρξ, τότε ἐδόθη αὐτῷ τὰ ἔργα, δῆλον ὅτι, ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ «εἰς τὰ ἔργα κτίζεται». οὐκ ἄρα τῆς οὐσίας αὐτοῦ σημαντικόν ἐστι τὸ «ἔκτισεν», ὥσπερ πολλάκις εἴρηται, ἀλλὰ τῆς σωματικῆς αὐτοῦ γενέσεως. τότε γὰρ διὰ τὸ γεγενῆσθαι ἀπὸ τῆς παραβάσεως ἀτελῆ καὶ χωλὰ τὰ ἔργα λέγεται σωματικῶς ὅτι κτίζεται, ἵνα τελειώσας αὐτὰ καὶ ὁλόκληρα ποιήσας, «παραστήσῃ» τῷ πατρὶ τὴν ἐκκλησίαν, ὡς εἶπεν ὁ ἀπόστολος· «μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος».

τετελείωται γοῦν ἐν αὐτῷ καὶ ἀποκατεστάθη, ὥσπερ ἦν καὶ κατὰ τὴν ἀρχὴν γεγονός, τὸ ἀνθρώπινον γένος καὶ μείζονι μᾶλλον χάριτι· ἀναστάντες γὰρ ἐκ νεκρῶν οὐκέτι φοβούμεθα θάνατον, ἀλλ’ ἐν Χριστῷ βασιλεύσομεν ἀεὶ ἐν τοῖς οὐρανοῖς. τοῦτο δὲ γέγονεν, ἐπειδὴ αὐτὸς ὁ τοῦ θεοῦ λόγος ἴδιος καὶ ἐκ τοῦ πατρὸς ὢν ἐνεδύσατο τὴν σάρκα καὶ γέγονεν ἄνθρωπος. εἰ γὰρ κτίσμα ὢν ἐγεγόνει ἄνθρωπος, ἔμενεν οὐδὲν ἧττον ὁ ἄνθρωπος, ὥσπερ καὶ ἦν, οὐ συναφθεὶς τῷ θεῷ. πῶς γὰρ ἂν ποίημα ὢν διὰ ποιήματος συνήπτετο τῷ κτίσαντι; ἢ ποία βοήθεια παρὰ τῶν ὁμοίων τοῖς ὁμοίοις γένοιτ’ ἂν δεομένων καὶ αὐτῶν τῆς αὐτῆς βοηθείας; πῶς δέ, εἴπερ κτίσμα ἦν ὁ λόγος, τὴν ἀπόφασιν τοῦ θεοῦ λῦσαι δυνατὸς ἦν καὶ ἀφεῖναι τὴν ἁμαρτίαν γεγραμμένου παρὰ τοῖς προφήταις, ὅτι τοῦτο θεοῦ ἐστι; «τίς γὰρ θεὸς ὥσπερ σὺ ἐξαίρων ἁμαρτίας καὶ ὑπερβαίνων ἀνομίας;» ὁ μὲν γὰρ θεὸς εἶπε· «γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ»· οἱ δὲ ἄνθρωποι γεγόνασι θνητοί. πῶς τοίνυν οἷόν τε ἦν παρὰ τῶν γενητῶν λυθῆναι τὴν ἁμαρτίαν; ἀλλ’ ἔλυσέ γε αὐτὸς ὁ κύριος, ὡς εἶπεν αὐτός· «ἐὰν μὴ ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ», καὶ ἔδειξεν ἀληθῶς ὁ υἱὸς ὁ ἐλευθερώσας, ὡς οὐκ ἔστι κτίσμα οὐδὲ τῶν γενητῶν, ἀλλὰ ἴδιος λόγος καὶ εἰκὼν τῆς τοῦ πατρὸς οὐσίας, τοῦ καὶ κατὰ τὴν ἀρχὴν ἀποφηναμένου καὶ «ἀφιέντος μόνου τὰς ἁμαρτίας».

ἐπειδὴ γὰρ εἴρηται ἐν τῷ λόγῳ, «γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ», ἀκολούθως δι’ αὐτοῦ τοῦ λόγου καὶ ἐν αὐτῷ ἡ ἐλευθερία καὶ ἡ λύσις τῆς κατακρίσεως γεγένηται.

Ἀλλ’ ἠδύνατο, φασί, ‹καὶ κτίσματος ὄντος τοῦ σωτῆρος μόνον εἰπεῖν ὁ θεὸς καὶ λῦσαι τὴν κατάραν›. τὸ αὐτὸ δ’ ἂν ἀκούσαιεν καὶ αὐτοὶ παρ’ ἑτέρου λέγοντος· ἠδύνατο καὶ μηδ’ ὅλως ἐπιδημήσαντος αὐτοῦ μόνον εἰπεῖν ὁ θεὸς καὶ λῦσαι τὴν κατάραν. ἀλλὰ σκοπεῖν δεῖ τὸ τοῖς ἀνθρώποις λυσιτελοῦν καὶ μὴ ἐν πᾶσι τὸ δυνατὸν τοῦ θεοῦ λογίζεσθαι, ἐπεὶ ἠδύνατο καὶ πρὸ τῆς Νῶε κιβωτοῦ τοὺς τότε παραβάντας ἀνθρώπους ἀπολέσαι, ἀλλὰ μετὰ τὴν κιβωτὸν πεποίηκεν. ἠδύνατο καὶ χωρὶς Μωσέως καὶ μόνον εἰπεῖν καὶ ἐξαγαγεῖν τὸν λαὸν ἐξ Αἰγύπτου, ἀλλὰ συνέφερε διὰ Μωσέως. ἠδύνατο καὶ χωρὶς τῶν κριτῶν σώζειν τὸν λαὸν ὁ θεός, ἀλλὰ συνέφερε τοῖς λαοῖς κατὰ καιρὸν ἐγείρεσθαι κριτὴν αὐτοῖς. ἠδύνατο καὶ ἐξ ἀρχῆς ὁ σωτὴρ ἐπιδημῆσαι ἢ ἐλθὼν μὴ παραδοθῆναι Πιλάτῳ, ἀλλὰ καὶ «ἐπὶ συντελείᾳ τῶν αἰώνων» ἦλθε καὶ ζητούμενος εἶπεν· «ἐγώ εἰμι». ὃ γὰρ ποιεῖ, τοῦτο καὶ συμφέρει τοῖς ἀνθρώποις, καὶ ἄλλως οὐκ ἔπρεπε γενέσθαι· καὶ ὅπερ δὲ συμφέρει καὶ πρέπει, τούτου καὶ πρόνοιαν ποιεῖται. ἦλθε γοῦν, «οὐχ ἵνα διακονηθῇ, ἀλλ’ ἵνα διακονήσῃ» καὶ τὴν ἡμῶν ἐργάσηται σωτηρίαν. ἀμέλει δυνάμενος καὶ ἀπὸ τοῦ οὐρανοῦ λαλῆσαι τὸν νόμον, εἶδεν ὅτι λυσιτελεῖ τοῖς ἀνθρώποις ἀπὸ τοῦ Σινᾶ λαλῆσαι· καὶ τοῦτο πεποίηκεν, ἵνα καὶ Μωσῆς ἀναβῆναι δυνηθῇ κἀκεῖνοι τὸν λόγον ἐγγύθεν ἀκούοντες μᾶλλον πιστεῦσαι δυνηθῶσι.

πλὴν καὶ τὸ εὔλογον τοῦ γενομένου θεωρεῖν ἔξεστιν ἐντεῦθεν· εἰ διὰ τὸ δυνατὸν εἰρήκει καὶ λέλυτο ἡ κατάρα, τοῦ μὲν κελεύσαντος ἡ δύναμις ἐδείκνυτο, ὁ μέντοι ἄνθρωπος τοιοῦτος ἐγίνετο, οἷος ἦν καὶ Ἀδὰμ πρὸ τῆς παραβάσεως ἔξωθεν λαβὼν τὴν χάριν καὶ μὴ συνηρμοσμένην ἔχων αὐτὴν τῷ σώματι· τοιοῦτος γὰρ ὢν καὶ τότε τέθειτο ἐν τῷ παραδείσῳ· τάχα δὲ καὶ χείρων ἐγίνετο, ὅτε καὶ παραβαίνειν μεμάθηκεν. ὢν τοίνυν τοιοῦτος εἰ καὶ παραπέπειστο ὑπὸ τοῦ ὄφεως, ἐγίνετο πάλιν χρεία προστάξαι τὸν θεὸν καὶ λῦσαι τὴν κατάραν· καὶ οὕτως εἰς ἄπειρον ἐγίνετο ἡ χρεία, καὶ οὐδὲν ἧττον οἱ ἄνθρωποι ἔμενον ὑπεύθυνοι δουλεύοντες τῇ ἁμαρτίᾳ· ἀεὶ δὲ ἁμαρτάνοντες ἀεὶ ἐδέοντο τοῦ συγχωροῦντος καὶ οὐδέποτε ἠλευθεροῦντο σάρκες ὄντες καθ’ ἑαυτοὺς καὶ ἀεὶ ἡττώμενοι τῷ νόμῳ διὰ τὴν ἀσθένειαν τῆς σαρκός.

Πάλιν τε εἰ κτίσμα ἦν ὁ υἱός, ἔμενεν ὁ ἄνθρωπος οὐδὲν ἧττον θνητὸς μὴ συναπτόμενος τῷ θεῷ· οὐ γὰρ κτίσμα συνῆπτε τὰ κτίσματα τῷ θεῷ ζητοῦν καὶ αὐτὸ τὸν συνάπτοντα· οὐδὲ τὸ μέρος τῆς κτίσεως σωτηρία τῆς κτίσεως ἂν εἴη δεόμενον καὶ αὐτὸ σωτηρίας. ἵνα οὖν μὴ τοῦτο γένηται, πέμπει τὸν ἑαυτοῦ υἱόν, καὶ γίνεται υἱὸς ἀνθρώπου τὴν κτιστὴν σάρκα λαβών, ἵν’, ἐπειδὴ πάντες εἰσὶν ὑπεύθυνοι τῷ θανάτῳ, ἄλλος ὢν τῶν πάντων αὐτὸς ὑπὲρ πάντων τὸ ἴδιον σῶμα τῷ θανάτῳ προσενέγκῃ καὶ λοιπὸν ὡς πάντων δι’ αὐτοῦ ἀποθανόντων ὁ μὲν λόγος τῆς ἀποφάσεως πληρωθῇ· «πάντες γὰρ ἀπέθανον» ἐν Χριστῷ, πάντες δὲ δι’ αὐτοῦ γένωνται λοιπὸν ἐλεύθεροι μὲν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς δι’ αὐτὴν κατάρας, ἀληθῶς δὲ διαμένωσιν εἰσαεὶ ἀναστάντες ἐκ νεκρῶν καὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἐνδυσάμενοι. τοῦ γὰρ λόγου ἐνδυσαμένου τὴν σάρκα, καθὼς πολλάκις δέδεικται, πᾶν μὲν δῆγμα τοῦ ὄφεως δι’ ὅλου κατεσβέννυτο ἀπ’ αὐτῆς· εἴ τι δὲ ἐκ τῶν σαρκικῶν κινημάτων ἀνεφύετο κακόν, ἐξεκόπτετο καὶ συνανῃρεῖτο τούτοις ὁ τῆς ἁμαρτίας ἀκόλουθος θάνατος, ὡς αὐτὸς ὁ κύριός φησιν· «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ οὐδὲν εὑρίσκει ἐν ἐμοί», καὶ «εἰς τοῦτο γὰρ ἐφανερώθη», ὡς ἔγραψεν ὁ Ἰωάννης, «ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου».

τούτων οὖν λυθέντων ἀπὸ τῆς σαρκὸς πάντες οὕτως κατὰ τὴν συγγένειαν τῆς σαρκὸς ἠλευθερώθημεν καὶ λοιπὸν συνήφθημεν καὶ ἡμεῖς τῷ λόγῳ. συναφθέντες δὲ τῷ θεῷ οὐκέτι μὲν ἐπὶ γῆς ἀπομένομεν, ἀλλ’, ὡς αὐτὸς εἶπεν, «ὅπου αὐτός, καὶ ἡμεῖς ἐσόμεθα»· καὶ λοιπὸν οὔτε τὸν ὄφιν ἔτι φοβηθησόμεθα· κατηργήθη γὰρ ἐν τῇ σαρκὶ διωχθεὶς παρὰ τοῦ σωτῆρος καὶ ἀκούσας «ὕπαγε ὀπίσω μου, Σατανᾶ», καὶ οὕτως ἔξω τοῦ παραδείσου τυγχάνει βαλλόμενος εἰς τὸ πῦρ τὸ αἰώνιον· οὔτε γυναῖκα παραπείθουσαν φυλαξόμεθα· «ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ εἰσὶν ὡς οἱ ἄγγελοι»· καὶ «ἐν Χριστῷ Ἰησοῦ καινὴ κτίσις» ἔσται, καὶ «οὔτε ἄρσεν οὔτε θῆλυ», ἀλλὰ «πάντα καὶ ἐν πᾶσιν ὁ Χριστός». ἔνθα δὲ ὁ Χριστός, ποῖος φόβος ἢ ποῖος κίνδυνος ἔτι γενήσεται;

Τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει, εἰ κτίσμα ἦν ὁ λόγος. πρὸς γὰρ κτίσμα κτίσμα ὢν καὶ ὁ διάβολος εἶχεν ἀεὶ τὴν μάχην· καὶ μέσος ὢν ὁ ἄνθρωπος ὕποπτος ἦν ἀεὶ τῷ θανάτῳ μὴ ἔχων δι’ οὗ καὶ ἐν ᾧ συναφθεὶς τῷ θεῷ ἐλεύθερος παντὸς φόβου γένηται. ὅθεν ἡ ἀλήθεια δείκνυσι μὴ εἶναι τῶν γενητῶν τὸν λόγον, ἀλλὰ μᾶλλον τούτων αὐτὸν δημιουργόν· οὕτω γὰρ καὶ προσελάβετο τὸ γενητὸν καὶ ἀνθρώπινον σῶμα, ἵνα τοῦτο ὡς δημιουργὸς ἀνακαινίσας ἐν ἑαυτῷ θεοποιήσῃ καὶ οὕτως εἰς βασιλείαν οὐρανῶν εἰσαγάγῃ πάντας ἡμᾶς καθ’ ὁμοιότητα ἐκείνου. οὐκ ἂν δὲ πάλιν ἐθεοποιήθη κτίσματι συναφθεὶς ὁ ἄνθρωπος, εἰ μὴ θεὸς ἦν ἀληθινὸς ὁ υἱός· καὶ οὐκ ἂν παρέστη τῷ πατρὶ ὁ ἄνθρωπος, εἰ μὴ φύσει καὶ ἀληθινὸς ἦν αὐτοῦ λόγος ὁ ἐνδυσάμενος τὸ σῶμα. καὶ ὥσπερ οὐκ ἂν ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς κατάρας, εἰ μὴ φύσει σὰρξ ἦν ἀνθρωπίνη, ἣν ἐνεδύσατο ὁ λόγος· οὐδὲν γὰρ κοινὸν ἦν ἡμῖν πρὸς τὸ ἀλλότριον· οὕτως οὐκ ἂν ἐθεοποιήθη ὁ ἄνθρωπος, εἰ μὴ φύσει ἐκ τοῦ πατρὸς καὶ ἀληθινὸς καὶ ἴδιος ἦν αὐτοῦ ὁ λόγος ὁ γενόμενος σάρξ. διὰ τοῦτο γὰρ τοιαύτη γέγονεν ἡ συναφή, ἵνα τῷ κατὰ φύσιν τῆς θεότητος συνάψῃ τὸν φύσει ἄνθρωπον καὶ βεβαία γένηται ἡ σωτηρία καὶ ἡ θεοποίησις αὐτοῦ.

οὐκοῦν οἱ ἀρνούμενοι ἐκ τοῦ πατρὸς εἶναι φύσει καὶ ἴδιον τῆς οὐσίας αὐτοῦ τὸν υἱὸν ἀρνείσθωσαν καὶ ἀληθινὴν σάρκα ἀνθρωπίνην αὐτὸν εἰληφέναι ἐκ Μαρίας τῆς ἀειπαρθένου. οὐδὲν γὰρ πλέον ἡμῖν κέρδος τοῖς ἀνθρώποις ἦν, εἰ μήτε ἀληθινὸς καὶ φύσει υἱὸς ἦν τοῦ θεοῦ ὁ λόγος μήτε ἀληθινὴ σὰρξ ἦν, ἣν προσελάβετο. ἀλλ’ ἔλαβέ γε ἀληθινὴν σάρκα, κἂν μαίνηται Οὐαλεντῖνος· ἦν γὰρ καὶ φύσει καὶ ἀληθινὸς θεὸς ὁ λόγος, κἂν μαίνωνται οἱ Ἀρειομανῖται· καὶ ἐν ἐκείνῃ γέγονεν ἡμῶν ἀρχὴ τῆς καινῆς κτίσεως κτισθεὶς ἄνθρωπος ὑπὲρ ἡμῶν καὶ τὴν ὁδὸν ἡμῖν ἐκείνην ἐγκαινίσας, ὥσπερ εἴρηται.

Οὔτε οὖν κτίσμα ἐστὶν ὁ λόγος οὔτε ἔργον· ταὐτὸν γάρ ἐστι κτίσμα καὶ ποίημα καὶ ἔργον· καὶ εἴπερ κτίσμα καὶ ποίημα ἦν, ἦν ἂν καὶ ἔργον. διὰ τοῦτο γοῦν οὐδὲ εἴρηκεν· ‹ἔκτισέ με ἔργον› οὐδὲ ‹σὺν τοῖς ἔργοις ἐποίησεν›, ἵνα μὴ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα εἶναι δόξῃ· οὔτε ὅτι ‹διὰ τὸ ποιῆσαί με ἔργα ἔκτισεν›, ἵνα μὴ πάλιν κατὰ τὴν κακόνοιαν τῶν ἀσεβῶν ὡς ὄργανον δι’ ἡμᾶς γενόμενος νομισθῇ· ἀλλ’ οὐδ’ ὅτι ‹πρὸ τῶν ἔργων ἔκτισέ με› ἀνήγγειλεν, ἵνα μή, ὥσπερ ἐστὶ γέννημα ὢν πρὸ πάντων, οὕτως καὶ κτιζόμενος πρὸ τῶν ἔργων ταὐτὸν ποιήσῃ νομίζεσθαι τὸ «γέννημα» καὶ τὸ «ἔκτισεν». ἀλλὰ μετὰ παρατηρήσεως ἀκριβοῦς «εἰς ἔργα» εἴρηκεν, ἴσον τῷ εἰπεῖν· «εἰς σάρκα με πεποίηκεν ὁ πατὴρ γενέσθαι ἄνθρωπον», ὥστε καὶ ἐκ τοῦ τοιούτου πάλιν δείκνυσθαι μὴ εἶναι ἔργον αὐτόν, ἀλλὰ γέννημα. ὡς γὰρ ὁ εἰσερχόμενος εἰς οἰκίαν οὐκ ἔστι μέρος τῆς οἰκίας, ἀλλὰ ἄλλος ἐστὶ παρὰ τὴν οἰκίαν, οὕτως ὁ εἰς τὰ ἔργα κτιζόμενος ἄλλος ἂν εἴη τὴν φύσιν παρὰ τὰ ἔργα· ἐπεὶ εἰ καθ’ ὑμᾶς ὁ τοῦ θεοῦ λόγος ἔργον ἐστίν, ὦ Ἀρειανοί, ἐν ποίᾳ ἄρα χειρὶ καὶ σοφίᾳ γέγονε καὶ αὐτός;

πάντα γὰρ τὰ γενόμενα ἔργα ἐν χειρὶ καὶ ἐν σοφίᾳ τοῦ θεοῦ γέγονε λέγοντος μὲν αὐτοῦ τοῦ θεοῦ· «ἡ χείρ μου ἐποίησε ταῦτα πάντα», τοῦ δὲ Δαβὶδ ψάλλοντος· «καὶ σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί», καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ δευτέρῳ· «ἐμνήσθην ἡμερῶν ἀρχαίων, καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων». οὐκοῦν εἰ ἐν χειρὶ τοῦ θεοῦ τὰ ποιήματα εἰργάσθη, γέγραπται δέ, ὅτι «πάντα διὰ τοῦ λόγου γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· καὶ πάλιν· «εἷς κύριος Ἰησοῦς, δι’ οὗ τὰ πάντα» καὶ ὅτι «ἐν αὐτῷ τὰ πάντα συνέστηκεν», εὔδηλον ὡς οὐκ ἂν εἴη ὁ υἱὸς ἔργον, ἀλλ’ αὐτός ἐστιν ἡ χεὶρ τοῦ θεοῦ καὶ ἡ σοφία. τοῦτο γινώσκοντες καὶ οἱ ἐν Βαβυλῶνι γενόμενοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, Μισαήλ, ἐλέγχουσι τὴν Ἀρειανὴν ἀσέβειαν· εἰπόντες· «εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν κύριον». τὰ μὲν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ πᾶσαν τὴν κτίσιν ὡς ἔργα κατέλεξαν, τὸν δὲ υἱὸν οὐκ ὠνόμασαν· οὐ γὰρ εἰρήκασιν· εὐλόγει, λόγε, καὶ ὕμνει, σοφία· ἵνα δείξωσιν ὅτι τὰ μὲν ἄλλα πάντα ὑμνοῦντά ἐστι καὶ ἔργα ἐστίν· ὁ δὲ λόγος οὐκ ἔστιν ἔργον οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ σὺν τῷ πατρὶ ὑμνούμενος καὶ προσκυνούμενός ἐστι καὶ θεολογούμενος λόγος μὲν αὐτοῦ καὶ σοφία ὤν, τῶν δὲ ἔργων δημιουργός.

τοῦτο καὶ τὸ πνεῦμα ἐν Ψαλμοῖς μετὰ καλλίστης διαστολῆς εἴρηκεν, ὅτι «εὐθὴς ὁ λόγος τοῦ κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει», καθάπερ καὶ ἐν ἑτέρῳ φησίν· «ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας».

Εἰ δὲ ἔργον ἦν ὁ λόγος, πάντως ἂν καὶ αὐτὸς «ἐν σοφίᾳ ἐγεγόνει» καὶ οὔτ’ ἂν διέστελλεν αὐτὸν ἀπὸ τῶν ἔργων ἡ γραφὴ οὔτε τὰ μὲν ἔργα ὠνόμαζε, τὸν δὲ λόγον καὶ σοφίαν ἰδίαν τοῦ θεοῦ εὐηγγελίζετο. νῦν δὲ διαστέλλουσα τῶν ἔργων αὐτὸν ἡ γραφὴ δείκνυσιν ὅτι τῶν ἔργων δημιουργός ἐστιν ἡ σοφία καὶ οὐκ ἔργον. ταύτῃ τῇ διαστολῇ καὶ ὁ Παῦλος κέχρηται γράφων Ἑβραίοις· «ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος»· ἰδοὺ γὰρ τὰ μὲν γενητὰ «κτίσιν» ὀνομάζει, τὸν δὲ υἱὸν «λόγον» οἶδεν ὄντα «τοῦ θεοῦ» ὡς ἄλλου ὄντος αὐτοῦ παρὰ τὰ κτίσματα. πάλιν δὲ λέγων· «πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος» ἄλλον αὐτὸν εἶναι σημαίνει τῶν πάντων. διὰ τοῦτο γὰρ καὶ ὁ μὲν κρίνει, τῶν δὲ γενητῶν πάντων ἕκαστος ὑπεύθυνός ἐστιν αὐτῷ διδόναι λόγον. οὕτως ἄρα καὶ «τῆς κτίσεως πάσης συστεναζούσης ἡμῖν εἰς τὸ ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς» ἄλλος τῶν κτισμάτων δείκνυται εἶναι ὁ υἱός. εἰ γὰρ ἦν κτίσμα, εἷς ἦν καὶ αὐτὸς τῶν στεναζόντων καὶ δεόμενος τοῦ υἱοποιοῦντος καὶ ἐλευθεροῦντος καὶ αὐτὸν μετὰ πάντων.