πάντα γὰρ τὰ γενόμενα ἔργα ἐν χειρὶ καὶ ἐν σοφίᾳ τοῦ θεοῦ γέγονε λέγοντος μὲν αὐτοῦ τοῦ θεοῦ· «ἡ χείρ μου ἐποίησε ταῦτα πάντα», τοῦ δὲ Δαβὶδ ψάλλοντος· «καὶ σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί», καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ δευτέρῳ· «ἐμνήσθην ἡμερῶν ἀρχαίων, καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων». οὐκοῦν εἰ ἐν χειρὶ τοῦ θεοῦ τὰ ποιήματα εἰργάσθη, γέγραπται δέ, ὅτι «πάντα διὰ τοῦ λόγου γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· καὶ πάλιν· «εἷς κύριος Ἰησοῦς, δι’ οὗ τὰ πάντα» καὶ ὅτι «ἐν αὐτῷ τὰ πάντα συνέστηκεν», εὔδηλον ὡς οὐκ ἂν εἴη ὁ υἱὸς ἔργον, ἀλλ’ αὐτός ἐστιν ἡ χεὶρ τοῦ θεοῦ καὶ ἡ σοφία. τοῦτο γινώσκοντες καὶ οἱ ἐν Βαβυλῶνι γενόμενοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, Μισαήλ, ἐλέγχουσι τὴν Ἀρειανὴν ἀσέβειαν· εἰπόντες· «εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν κύριον». τὰ μὲν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ πᾶσαν τὴν κτίσιν ὡς ἔργα κατέλεξαν, τὸν δὲ υἱὸν οὐκ ὠνόμασαν· οὐ γὰρ εἰρήκασιν· εὐλόγει, λόγε, καὶ ὕμνει, σοφία· ἵνα δείξωσιν ὅτι τὰ μὲν ἄλλα πάντα ὑμνοῦντά ἐστι καὶ ἔργα ἐστίν· ὁ δὲ λόγος οὐκ ἔστιν ἔργον οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ σὺν τῷ πατρὶ ὑμνούμενος καὶ προσκυνούμενός ἐστι καὶ θεολογούμενος λόγος μὲν αὐτοῦ καὶ σοφία ὤν, τῶν δὲ ἔργων δημιουργός.