Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος βʹ

Μέγας Αθανάσιος

Αναίρεση των επιχειρημάτων περί κτιστού μεσίτη και η αληθής δημιουργία διά του Λόγου

Απορρίπτονται τα αρειανικά σοφίσματα που παρουσιάζουν τον Υιό ως κτίσμα και όργανο δημιουργίας, και τεκμηριώνεται η απόλυτη διάκριση του άκτιστου Λόγου από τα κτιστά δημιουργήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 8

Οὐκοῦν πολλῷ μᾶλλον ὁ Πέτρος οὐ ποίημα τὴν οὐσίαν τοῦ λόγου σημαίνων ἔλεγεν· ᾔδει γὰρ αὐτὸν υἱὸν τοῦ θεοῦ ὁμολογήσας· «σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ ζῶντος», ἀλλὰ τὴν κατὰ χάριν ποιηθεῖσαν καὶ γενομένην καὶ εἰς ἡμᾶς αὐτοὺς βασιλείαν καὶ κυριότητα. καὶ γὰρ ταῦτα λέγων οὐκ ἐσιώπησε περὶ τῆς ἀιδίου καὶ πατρικῆς θεότητος τοῦ υἱοῦ, ἀλλὰ καὶ προειρηκὼς ἦν ὅτι καὶ τὸ πνεῦμα ἐξέχεεν ἐφ’ ἡμᾶς. τὸ δὲ μετ’ ἐξουσίας διδόναι τὸ πνεῦμα οὐ κτίσματος οὐδὲ ποιήματός ἐστιν, ἀλλὰ θεοῦ δῶρον. τὰ μὲν γὰρ κτίσματα ἁγιάζεται παρὰ τοῦ ἁγίου πνεύματος· ὁ δὲ υἱὸς οὐχ ἁγιαζόμενος παρὰ τοῦ πνεύματος, ἀλλὰ μᾶλλον αὐτὸς διδοὺς αὐτὸ τοῖς πᾶσι δείκνυται μὴ κτίσμα, ἀλλὰ υἱὸς ἀληθινὸς τοῦ πατρὸς ὤν. πλὴν ὅτι ὁ διδοὺς τὸ πνεῦμα αὐτὸς λέγεται καὶ πεποιῆσθαι· πεποιῆσθαι μὲν ἐν ἡμῖν κύριος διὰ τὸ ἀνθρώπινον, διδοὺς δέ, ὅτι τοῦ θεοῦ λόγος ἐστίν. ἦν γὰρ ἀεὶ καὶ ἔστιν, ὥσπερ υἱός, οὕτως καὶ κύριος καὶ παμβασιλεὺς τῶν πάντων ὅμοιος ὢν κατὰ πάντα τοῦ πατρὸς καὶ πάντα τὰ τοῦ πατρὸς ἔχων, ὡς εἴρηκεν αὐτός. φέρε λοιπὸν καὶ αὐτὸ τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» θεωρήσωμεν· εἰ καὶ τὰ μάλιστα δειχθέντος τοῦ λόγου ὅτι μὴ ποίημά ἐστι δέδεικται ὅτι μηδὲ κτίσμα ἐστί.

ταὐτὸν γάρ ἐστιν εἰπεῖν ποίημα καὶ κτίσμα· ὥστε καὶ τὴν ἀπόδειξιν τὴν περὶ τοῦ μὴ εἶναι ποίημα τὴν αὐτὴν εἶναι καὶ περὶ τοῦ μὴ εἶναι κτίσμα. διὸ καὶ θαυμάσειεν ἄν τις αὐτοὺς ἐπινοοῦντας ἑαυτοῖς προφάσεις εἰς ἀσέβειαν, καὶ μὴ αἰσχυνομένους ἐπὶ τοῖς γινομένοις καθ’ ἕκαστον ἐλέγχοις. πρότερον μὲν γὰρ ἐπενόουν ἀπατᾶν πυνθανόμενοι τῶν ἀκεραίων· ‹ὁ ὢν τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος ἐποίησεν ἢ τὸν ὄντα;› καὶ ‹εἰ εἶχες υἱόν, πρὶν γεννήσεις;› ὡς δὲ δέδεικται τοῦτο σαθρόν, ἐφεῦρον λέγειν· ‹ἓν τὸ ἀγέννητον ἢ δύο;› εἶτ’ ἐν τούτῳ διελεγχθέντες συνῆψαν εὐθύς· ‹αὐτεξούσιός ἐστι καὶ τρεπτῆς ἐστι φύσεως;› ἀλλὰ ἐκβληθέντος καὶ τούτου πάλιν ἐφεῦρον λέγειν· «τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων». ὡς δὲ καὶ τοῦτο ἡ ἀλήθεια διήλεγξε, νῦν λοιπὸν ἐκεῖνα πάντα συναγαγόντες διὰ τοῦ ποιήματος καὶ κτίσματος, τὴν αἵρεσιν ἑαυτῶν συνιστᾶν νομίζουσι. πάλιν γὰρ ἐκεῖνα σημαίνουσι καὶ οὐκ ἀφίστανται τῶν ἰδίων κακονοιῶν, τὰ αὐτὰ ποικίλως ἀντιμεταβάλλοντες καὶ μεταστρέφοντες ἵν’ ἴσως τῇ ποικιλίᾳ τινὰς ἀπατῆσαι δυνηθῶσιν.

εἰ καὶ τὰ μάλιστα τοίνυν τὰ προειρημένα δείκνυσιν αὐτῶν καὶ ταύτην τὴν ἐπίνοιαν ματαίαν, ὅμως, ἐπειδὴ τῷ ἐκ τῶν Παροιμιῶν ῥητῷ τεθρυλήκασι τὰ πανταχοῦ καὶ παρὰ πολλοῖς τοῖς ἀγνοοῦσι τὴν Χριστιανῶν πίστιν δοκοῦσί τι λέγειν, ἀναγκαῖον καὶ αὐτὸ τὸ ῥητόν, ὥσπερ τὸ «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν», οὕτως καὶ τὸ «ἔκτισε» καθ’ ἑαυτὸ ἐξετάσαι, ἵν’, ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ δειχθῶσι μηδὲν πλέον ἔχοντες ἢ φαντασίαν.

Καὶ πρῶτά γε ἴδωμεν ἅπερ ἐπιδεδώκασι κατὰ τὴν ἀρχήν, ἡνίκα ἡ αἵρεσις ἐπλάττετο παρ’ αὐτῶν, τῷ μακαρίτῃ Ἀλεξάνδρῳ. ἔγραψαν τοίνυν λέγοντες· «κτίσμα ἐστίν, ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμάτων· ποίημά ἐστιν, ἀλλ’ οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημά ἐστιν, ἀλλ’ οὐχ ὡς ἓν τῶν γεννημάτων». θεασάσθω δὴ ἕκαστος τὸ πανοῦργον καὶ δόλιον τῆς αἱρέσεως ταύτης· εἰδυῖα γὰρ τὸ πικρὸν τῆς ἰδίας κακοφροσύνης καλλωπίζειν ἑαυτὴν βιάζεται πιθανότητι ῥημάτων· καὶ λέγει μέν, ὅπερ φρονεῖ, ὅτι κτίσμα ἐστί, νομίζει δὲ δύνασθαι κρύπτειν ἑαυτὴν ἐν τῷ λέγειν· ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμάτων. μᾶλλον γὰρ καὶ οὕτω γράψαντες πλέον ἤλεγξαν διὰ τούτων ἑαυτῶν τὴν ἀσέβειαν. εἰ γὰρ ὅλως καθ’ ὑμᾶς κτίσμα ἐστί, πῶς ὑποκρίνεσθε λέγοντες ‹ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμάτων›; καὶ εἰ ὅλως ποίημά ἐστι, πῶς οὐχ ὡς ἓν τῶν ποιημάτων; ἐν οἷς καὶ τὸν ἰὸν τῆς αἱρέσεως θεωρεῖν ἔξεστι. λέγοντες γὰρ γέννημα, ἀλλ’ οὐχ ὡς ἓν τῶν γεννημάτων, πολλοὺς υἱοὺς συντάττουσι καὶ τούτων ἕνα εἶναι τὸν κύριον δογματίζουσιν, ὡς μηκέτι κατ’ αὐτοὺς μονογενῆ εἶναι, ἀλλ’ ἐκ πολλῶν ἀδελφῶν ἕνα καὶ αὐτὸν γέννημα καὶ υἱὸν χρηματίζειν. τίς οὖν χρεία τῆς ὑποκρίσεως, ὥστε λέγειν μὲν αὐτὸν κτίσμα, λέγειν δὲ αὐτὸν μὴ κτίσμα;

καὶ γὰρ καὶ ἐὰν λέγητε ‹οὐχ ὡς ἓν τῶν κτισμάτων›, ἀνόητον ὑμῶν τὸ τοιοῦτον σόφισμα δειχθήσεται· ἓν γὰρ πάλιν τῶν κτισμάτων αὐτὸν λέγετε· καὶ οἷα ἄν τις εἴποι καὶ περὶ τῶν ἄλλων κτισμάτων, τοιαῦτα καὶ περὶ υἱοῦ φρονεῖτε, ὡς ἀληθῶς «μωροὶ καὶ τυφλοί». ποῖον γὰρ καὶ ἕτερον τῶν κτισμάτων τοιοῦτόν ἐστιν, οἷον γέγονε καὶ τὸ ἕτερον, ἵνα τοῦτο περὶ υἱοῦ ὡς ἐξαίρετόν τι λέγητε; πᾶσα ἡ φαινομένη κτίσις ἐν ἓξ ἡμέραις γέγονε· καὶ τῇ μὲν πρώτῃ τὸ φῶς, ὅπερ ἐκάλεσεν ἡμέραν· τῇ δὲ δευτέρᾳ τὸ στερέωμα· καὶ τῇ τρίτῃ συναγαγὼν τὰ ὕδατα ἔδειξε τὴν ξηρὰν καὶ τοὺς ἐν αὐτῇ ποικίλους προήγαγε καρπούς· καὶ τῇ μὲν τετάρτῃ πεποίηκε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν τῶν ἀστέρων χορόν· τῇ δὲ πέμπτῃ τῶν ἐν τῇ θαλάττῃ ζώων καὶ τῶν ἐν τῷ ἀέρι πετεινῶν τὴν γένεσιν ἔκτισε· τῇ δὲ ἕκτῃ τὰ τετράποδα τὰ ἐπὶ τῆς γῆς πεποίηκε, καὶ λοιπὸν τὸν ἄνθρωπον. «τά τε ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα, καθορᾶται», καὶ οὔτε τὸ φῶς ὡς ἡ νὺξ οὔτε ὁ ἥλιος ὡς ἡ σελήνη οὔτε τὰ ἄλογα ὡς ὁ λογικὸς ἄνθρωπός ἐστιν· οὔτε οἱ ἄγγελοι ὡς οἱ θρόνοι οὔτε οὗτοι ὡς αἱ ἐξουσίαι, ἀλλὰ πάντα μέν ἐστι κτίσματα, ἕκαστον δὲ τῶν γενομένων «κατὰ γένος» τῇ ἰδίᾳ οὐσίᾳ ὡς γέγονεν, ἐστί τε καὶ μένει.

Ἢ τοίνυν ὁ λόγος ἐξῃρήσθω τῶν ποιημάτων καὶ ὡς κτίστης ἀποδιδόσθω τῷ πατρὶ καὶ ὁμολογείσθω φύσει υἱὸς ἤ, εἰ ὅλως κτίσμα ἐστί, τὴν αὐτὴν ὁμολογείσθω τάξιν ἔχειν, οἵαν ἔχει καὶ τὰ ἕτερα πρὸς ἄλληλα, λεγέσθω τε κἀκείνων ἕκαστον κτίσμα, ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμάτων, γέννημα ἢ ποίημα, ἀλλ’ οὐχ ὡς ἒν τῶν ποιημάτων ἢ γεννημάτων. ταὐτὸν γὰρ εἰρήκατε τὸ γέννημα καὶ τὸ ποίημα γράψαντες γεννηθέντα ἢ ποιηθέντα. κἂν γὰρ ὑπερέχῃ τῶν ἄλλων τῇ συγκρίσει ὁ υἱός, ἀλλ’ οὐδὲν ἧττόν ἐστι κτίσμα ὥσπερ κἀκεῖνα· καὶ γὰρ καὶ ἐν αὐτοῖς τοῖς φύσει κτίσμασιν εὑρεῖν ἔστιν ἕτερα ἑτέρων ὑπερέχοντα. «ἀστὴρ γοῦν ἀστέρος ὑπερέχει δόξῃ» τά τε ἄλλα ἕκαστα πρὸς ἄλληλα κατὰ σύγκρισιν ἔχει τὴν διαφοράν, καὶ οὐ διὰ τοῦτο τὰ μὲν κύρια, τὰ δὲ τοῖς βελτίοσι δουλεύει· οὐδὲ τὰ μὲν ποιητικὰ αἴτιά ἐστι, τὰ δὲ παρ’ αὐτῶν γίνεται, ἀλλὰ πάντα τοῦ γίνεσθαι καὶ κτίζεσθαι τὴν φύσιν ἔχει ὁμολογοῦντα δι’ ἑαυτῶν τὸν δημιουργὸν ἑαυτῶν, ὡς ψάλλει Δαβίδ· «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα», καθάπερ καὶ Ζοροβάβελ ὁ σοφὸς λέγει· «πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ· καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει».

εἰ δὲ πᾶσα ἡ γῆ τὸν δημιουργὸν καὶ τὴν ἀλήθειαν ὑμνεῖ καὶ εὐλογεῖ καὶ τρέμει, δημιουργὸς δὲ ταύτης ὁ λόγος ἐστὶ καὶ αὐτὸς λέγει· «ἐγώ εἰμι ἡ ἀλήθεια», οὐκ ἄρα κτίσμα ἐστὶν ὁ λόγος, ἀλλὰ μόνος ἴδιος τοῦ πατρός, ἐν ᾧ τὰ πάντα ἥρμοσται, καὶ αὐτὸς ὑμνεῖται παρὰ πάντων ὡς δημιουργός. «ἤμην γάρ», ὡς αὐτός φησι, «παρ’ αὐτῷ ἁρμόζουσα», καὶ «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι». τὸ δὲ «ἕως ἄρτι» δείκνυσι τὸ ἀιδίως, ὡς λόγον, ὑπάρχειν αὐτὸν ἐν τῷ πατρί· λόγου γὰρ ἴδιον ἐργάζεσθαι τὰ τοῦ πατρὸς ἔργα καὶ μὴ εἶναι ἐκτὸς αὐτοῦ.

Εἰ δὲ ἃ ὁ πατὴρ ἐργάζεται, ταῦτα καὶ ὁ υἱὸς ἐργάζεται· καὶ ἃ κτίζει ὁ υἱός, ταῦτα τοῦ πατρός ἐστι κτίσματα, ἔργον δὲ καὶ κτίσμα ἐστὶ τοῦ πατρὸς ὁ υἱός, ἢ καὶ αὐτὸς ἑαυτὸν ἐργάσεται, καὶ αὐτὸς ἑαυτὸν ἔσται κτίζων· (ἐπειδὴ ἃ ἐργάζεται ὁ πατήρ, ταῦτα καὶ τοῦ υἱοῦ ἐστιν ἔργα), ὅπερ ἄτοπον ἂν εἴη καὶ ἀδύνατον, ἢ τὰ τοῦ πατρὸς κτίζων καὶ ἐργαζόμενος αὐτὸς οὐκ ἂν εἴη ἔργον οὐδὲ κτίσμα, ἵνα μὴ αὐτὸς ποιητικὸν αἴτιον ὢν ἐν τοῖς ποιουμένοις εὑρίσκηται ποιῶν, ὅπερ γέγονεν αὐτός, μᾶλλον δὲ μηδὲ ποιεῖν δυνάμενος. πῶς γάρ, εἰ καθ’ ὑμᾶς ἐξ οὐκ ὄντων γέγονεν, οἷός τέ ἐστι τὰ οὐκ ὄντα εἰς τὸ εἶναι δημιουργεῖν; εἰ δὲ κτίσμα ὢν δημιουργεῖ καὶ αὐτὸς κτίσματα, ἔσται καὶ ἐφ’ ἑκάστου κτίσματος τὸ αὐτὸ νοούμενον, ὥστε δύνασθαί ποτε καὶ αὐτὰ δημιουργεῖν. καὶ εἰ τοῦτο οὕτω βούλεσθε, τίς ἡ χρεία τοῦ λόγου δυναμένων τῶν ὑποβεβηκότων παρὰ τῶν ὑπερεχόντων γίνεσθαι ἢ ὅλως δυναμένου καὶ κατὰ τὴν ἀρχὴν ἑκάστου τῶν γενομένων ἀκοῦσαι παρὰ τοῦ θεοῦ· «γενοῦ» καὶ «ποιήθητι» καὶ οὕτως ἂν ἕκαστον ἐδημιουργεῖτο. ἀλλ’ οὔτε γέγραπται τοῦτο οὐδὲ δυνατὸν ἦν.

τῶν γὰρ γινομένων οὐδέν ἐστι ποιητικὸν αἴτιον· «πάντα γὰρ διὰ τοῦ λόγου γέγονεν»· οὐκ ἂν ἐργασαμένου καὶ αὐτοῦ τὰ πάντα, εἰ καὶ αὐτὸς ὁ λόγος τῶν κτισμάτων ἦν· οὐδὲ γὰρ οὐδὲ ἄγγελοι δημιουργεῖν δυνήσονται κτίσματα ὄντες καὶ αὐτοί, κἂν Οὐαλεντῖνος καὶ Μαρκίων καὶ Βασιλείδης τοιαῦτα φρονῶσι καὶ ὑμεῖς ἐκείνων ζηλωταὶ τυγχάνητε· οὐδὲ ὁ ἥλιος κτίσμα ὢν ποιήσει ποτὲ τὸ μὴ ὂν εἰς τὸ εἶναι· οὐδὲ ἄνθρωπος ἄνθρωπον πλάσει οὐδὲ λίθος λίθον ἐπινοήσει οὐδὲ ξύλον ξύλον αὐξήσει, ἀλλ’ ὁ θεὸς μέν ἐστιν ὁ «πλάσσων ἐκ κοιλίας» ἄνθρωπον καὶ ὄρη τιθεὶς καὶ ξύλον μηκύνων. ὁ δὲ ἄνθρωπος ἐπιστήμης ὢν δεκτικὸς ταύτην τὴν ὕλην συντίθησι καὶ μεταρρυθμίζει καὶ τὰ ὄντα ἐργάζεται, ὡς ἔμαθε· καὶ ἀγαπᾷ, ὅτι μόνον γέγονε· τήν τε φύσιν ἐπιγινώσκων ἑαυτοῦ ἐάν τινος δέηται, τὸν θεὸν οἶδεν αἰτεῖν.

Εἰ μὲν οὖν καὶ ὁ θεὸς ἐξ ὕλης ἐστὶν ἐργαζόμενος καὶ συντιθείς, Ἑλληνικὸν μὲν τὸ φρόνημα, καὶ τεχνίτης, οὐ ποιητὴς ἂν κληθείη ὁ θεός. ἐργαζέσθω δὲ ὅμως οὕτως τὴν ὕλην ὁ λόγος προσταττόμενος καὶ ὑπουργῶν τῷ θεῷ. εἰ δὲ τὰ οὐκ ὄντα καλεῖ διὰ τοῦ ἰδίου λόγου εἰς τὸ εἶναι, οὐκ ἔστι τῶν μὴ ὄντων καὶ καλουμένων ὁ λόγος, ἵνα μὴ καὶ ἕτερον λόγον ζητῶμεν, δι’ οὗ καὶ αὐτὸς ἐκλήθη· λόγῳ γὰρ τὰ οὐκ ὄντα γέγονε. καὶ εἰ δι’ αὐτοῦ κτίζει καὶ ποιεῖ, οὐκ ἔστι τῶν ποιουμένων καὶ κτιζομένων αὐτός· ἀλλὰ μᾶλλον τοῦ κτίζοντος θεοῦ λόγος ἐστίν, ὅστις καὶ ἐκ τῶν ἔργων τοῦ πατρός, ὧν αὐτὸς ὁ λόγος ἐργάζεται, γινώσκεται, ὅτι αὐτὸς ἐν τῷ πατρί ἐστι καὶ ὁ πατὴρ ἐν αὐτῷ καὶ ὁ ἑωρακὼς αὐτὸν ἑώρακε τὸν πατέρα διὰ τὸ ἴδιον τῆς οὐσίας καὶ τὴν κατὰ πάντα ὁμοιότητα τοῦ υἱοῦ πρὸς τὸν πατέρα. πῶς οὖν δι’ αὐτοῦ κτίζει, εἰ μὴ ὁ λόγος ἐστὶν αὐτοῦ καὶ σοφία; πῶς δὲ λόγος ἂν εἴη καὶ σοφία, εἰ μὴ ἴδιον γέννημα τῆς οὐσίας αὐτοῦ, ἀλλ’ ἐξ οὐκ ὄντων καὶ αὐτὸς ἐγένετο; καὶ πῶς δὲ πάντων ἐξ οὐκ ὄντων καὶ κτισμάτων ὄντων καὶ τοῦ υἱοῦ κατ’ ἐκείνους ἑνὸς ὄντος τῶν κτισμάτων καὶ τῶν οὐκ ὄντων ποτὲ μόνος οὗτος ἀποκαλύπτει τὸν πατέρα καὶ οὐδεὶς ἄλλος εἰ μὴ μόνος αὐτὸς γινώσκει τὸν πατέρα;

εἰ γὰρ δυνατὸν ποίημα ὄντα τοῦτον γινώσκειν τὸν πατέρα, γινωσκέσθω καὶ παρὰ πάντων κατ’ ἀναλογίαν τῶν ἑκάστου μέτρων· ποιήματα γὰρ πάντα ὥσπερ καὶ αὐτός. εἰ δὲ οὐ δυνατὸν τοῖς γενητοῖς οὔτε βλέπειν οὔτε γινώσκειν, ἀλλ’ ὑπερβαίνει πάντας ἥ τε ὄψις καὶ ἡ περὶ τούτου γνῶσις (καὶ γὰρ αὐτὸς μὲν ὁ θεὸς εἶπεν· «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται», ὁ δὲ υἱὸς εἴρηκεν· «οὐδεὶς γινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός»), ἄλλος ἂν εἴη τῶν γενητῶν ὁ λόγος μόνος γινώσκων καὶ μόνος βλέπων τὸν πατέρα, ὡς εἶπεν· «οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν παρὰ τοῦ πατρός», καὶ «οὐδεὶς γινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός», κἂν Ἀρείῳ μὴ δοκῇ. πῶς οὖν ἔγνω μόνος, εἰ μὴ μόνος ἴδιος ἦν αὐτοῦ; πῶς δ’ ἂν ἦν ἴδιος, εἰ κτίσμα ἦν καὶ μὴ υἱὸς ἀληθινὸς ὁ ἐξ αὐτοῦ; τὰ αὐτὰ γὰρ λέγειν καὶ πολλάκις περὶ εὐσεβείας οὐκ ὀκνητέον. ἀσεβὲς ἄρα τὸ φρονεῖν ἕνα τῶν πάντων εἶναι τὸν υἱόν· βλάσφημον δὲ καὶ ἀνόητον τὸ λέγειν «κτίσμα καὶ οὐχ ὡς ἓν τῶν κτισμάτων· καὶ ποίημα, ἀλλ’ οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημα, ἀλλ’ οὐχ ὡς ἓν τῶν γεννημάτων». πῶς γὰρ οὐχ ὡς ἓν τούτων, εἴ γε κατ’ αὐτοὺς οὐκ ἦν πρὶν γεννηθῇ;

ἴδιον γὰρ τῶν κτισμάτων καὶ ποιημάτων τὸ μὴ εἶναι πρὶν γενέσθαι καὶ ἐξ οὐκ ὄντων ὑφίστασθαι, κἂν τῇ δόξῃ τῶν ἄλλων ὑπερέχῃ· τοῦτο γὰρ καὶ ἐν πᾶσι τοῖς ἄλλοις κτίσμασι πρὸς ἑαυτὰ διαφέροντα εὑρεθήσεται, ὥσπερ καὶ βλεπόμενα δείκνυται.

Ἀλλ’ εἴπερ κατὰ τοὺς αἱρετικοὺς ‹κτίσμα μὲν ἢ ποίημα ἦν, οὐχ ὡς ἓν δὲ τῶν κτισμάτων διὰ τὸ ἐν δόξῃ διαφέρειν αὐτῶν›, ἔδει πρὸς τὰ ἄλλα ποιήματα τῇ κατὰ τὸ βέλτιον συγκρίσει σημαίνεσθαί τε παρὰ τῆς γραφῆς καὶ δείκνυσθαι αὐτόν, οἷον ἔδει λέγεσθαι αὐτὸν μείζονα ἀρχαγγέλων· ἔδει ἐντιμότερον τῶν θρόνων καὶ λαμπρότερον μὲν ἡλίου καὶ σελήνης, μείζονα δὲ τῶν οὐρανῶν. νῦν δὲ οὕτω μὲν αὐτὸς οὐ σημαίνεται· υἱὸν δὲ αὐτὸν ἴδιον καὶ μόνον δείκνυσιν ἑαυτοῦ ὁ πατὴρ λέγων· «υἱός μου εἶ σύ» καὶ «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». διὸ καὶ διηκόνουν αὐτῷ οἱ ἄγγελοι ὡς ἄλλῳ παρ’ αὐτοὺς ὄντι· καὶ προσκυνεῖται παρ’ αὐτῶν οὐχ ὡς τῇ δόξῃ μείζων, ἀλλ’ ὡς ἄλλος παρὰ πάντα τὰ κτίσματα καὶ παρ’ ἐκείνους ὤν, μόνος δὲ τοῦ πατρὸς ἴδιος ὢν κατ’ οὐσίαν υἱός. εἰ γὰρ ὡς τῇ δόξῃ ὑπερέχων προσεκυνεῖτο, ἔδει καὶ ἕκαστον τῶν ὑποβεβηκότων τὸν ὑπερέχοντα προσκυνεῖν. ἀλλ’ οὐκ ἔστιν οὕτως· κτίσματι γὰρ κτίσμα οὐ προσκυνεῖ, ἀλλὰ δοῦλος δεσπότην καὶ κτίσμα θεόν. Πέτρος μὲν οὖν ὁ ἀπόστολος προσκυνῆσαι θέλοντα τὸν Κορνήλιον κωλύει λέγων ὅτι «κἀγὼ ἄνθρωπός εἰμι»· ἄγγελος δὲ θέλοντα προσκυνῆσαι τὸν Ἰωάννην ἐν τῇ Ἀποκαλύψει κωλύει λέγων· «ὅρα μή· σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον».

οὐκοῦν θεοῦ ἐστι μόνου τὸ προσκυνεῖσθαι· καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ οἱ ἄγγελοι, ὅτι κἂν ἄλλων ταῖς δόξαις ὑπερέχωσιν, ἀλλὰ κτίσματα πάντες εἰσὶ καὶ οὐκ εἰσὶ τῶν προσκυνουμένων, ἀλλὰ τῶν προσκυνούντων τὸν δεσπότην. τὸν γοῦν πατέρα τοῦ Σαμψὼν τὸν Μανωὲ θέλοντα θυσίαν προσενεγκεῖν τῷ ἀγγέλῳ ἐκώλυσεν ὁ ἄγγελος λέγων ὅτι «μὴ ἐμοί, ἀλλὰ τῷ θεῷ προσένεγκε»· ὁ δὲ κύριος καὶ παρ’ ἀγγέλων προσκυνεῖται· γέγραπται γάρ· «καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ»· καὶ παρὰ πάντων δὲ τῶν ἐθνῶν, καθὼς Ἡσαΐας φησίν· «ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορίαι Αἰθιόπων καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καί σοι ἔσονται δοῦλοι», εἶτα ἑξῆς· «καὶ προσκυνήσουσι καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός, καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ»· τούς τε μαθητὰς προσκυνοῦντας δέχεται καὶ πληροφορεῖ τούτους, ὅστις ἐστὶ λέγων· «οὐχ ὑμεῖς με λέγετε· ὁ κύριος καὶ ὁ διδάσκαλος; καλῶς λέγετε· καὶ γάρ εἰμι». καὶ τὸν Θωμᾶν δὲ λέγοντα αὐτῷ «ὁ κύριός μου καὶ ὁ θεός μου» συγχωρεῖ λέγειν καὶ μᾶλλον ἀποδέχεται μὴ κωλύων αὐτόν. ἔστι γὰρ αὐτός, ὡς οἵ τε ἄλλοι προφῆται λέγουσι καὶ Δαβὶδ ψάλλει, «κύριος τῶν δυνάμεων» καὶ «σαβαώθ», ὃ ἑρμηνεύεται «κύριος τῶν στρατιῶν» καὶ «θεὸς ἀληθινὸς καὶ παντοκράτωρ», κἂν οἱ Ἀρειανοὶ ἐν τούτῳ διαρρηγνύωσιν ἑαυτούς.

Οὐκ ἂν δὲ οὐδὲ αὐτὸς προσεκυνήθη οὐδὲ ταῦτ’ ἐλέγετο περὶ αὐτοῦ, εἰ ὅλως τῶν κτισμάτων ἦν. νῦν δὲ ἐπειδὴ οὐκ ἔστι κτίσμα, ἀλλ’ ἴδιον τῆς οὐσίας τοῦ προσκυνουμένου θεοῦ γέννημα καὶ φύσει υἱός ἐστι, διὰ τοῦτο προσκυνεῖται καὶ θεὸς πιστεύεται καὶ κύριος στρατιῶν καὶ ἐξουσιαστὴς καὶ παντοκράτωρ ἐστὶν ὡς ὁ πατήρ· αὐτὸς γὰρ εἴρηκε· «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν». υἱοῦ γὰρ ἴδιον τὰ τοῦ πατρὸς ἔχειν καὶ τοιοῦτον αὐτὸν εἶναι, ὡς ἐν αὐτῷ θεωρεῖσθαι τὸν πατέρα καὶ δι’ αὐτοῦ τὰ πάντα πεποιῆσθαι καὶ ἐν αὐτῷ τὴν σωτηρίαν τῶν πάντων γίνεσθαί τε καὶ συνίστασθαι. ἐπεὶ καλὸν αὐτοὺς ἔρεσθαι καὶ τοῦτο, ἵν’ ἔτι μᾶλλον ὁ ἔλεγχος τῆς αἱρέσεως αὐτῶν φαίνηται· διὰ τί πάντων ὄντων κτισμάτων καὶ πάντων ἐκ τοῦ μὴ ὄντος ἐχόντων τὴν σύστασιν τοῦ τε υἱοῦ καὶ αὐτοῦ ὄντος καθ’ ὑμᾶς κτίσματος καὶ ποιήματος καὶ ἑνὸς τῶν οὐκ ὄντων ποτὲ δι’ αὐτοῦ μόνου τὰ πάντα πεποίηκε καὶ «χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»; ἢ διὰ τί, ὅταν μὲν τὰ πάντα λέγηται, οὐ τὸν υἱόν τις ἐν τοῖς πᾶσι σημαίνεσθαι νοεῖ, ἀλλὰ τὰ γενητά, ὅταν δὲ περὶ τοῦ λόγου λέγωσιν αἱ γραφαί, οὐκ ἐκ τῶν πάντων πάλιν αὐτὸν ὄντα νοοῦσιν, ἀλλὰ τῷ πατρὶ συντάττουσιν αὐτόν, ἐν ᾧ τὴν πάντων πρόνοιαν καὶ σωτηρίαν ἐργάζεται καὶ ποιεῖ ὁ πατὴρ καὶ μάλιστα δυναμένων τῶν πάντων τῷ αὐτῷ προστάγματι, ᾧ κἀκεῖνος παρὰ μόνου τοῦ θεοῦ γέγονε, γενέσθαι;

οὐ γὰρ κάμνει ὁ θεὸς προστάττων οὐδὲ ἀσθενεῖ πρὸς τὴν τῶν πάντων ἐργασίαν, ἵνα τὸν μὲν υἱὸν μόνος μόνον κτίσῃ, εἰς δὲ τὴν τῶν ἄλλων δημιουργίαν ὑπουργοῦ καὶ βοηθοῦ χρείαν ἔχῃ τοῦ υἱοῦ· οὐδὲ γὰρ οὐδὲ ὑπέρθεσιν ἔχει, ὅπερ ἂν ἐθελήσῃ γενέσθαι, ἀλλὰ μόνον ἠθέλησε, καὶ ὑπέστη τὰ πάντα, καὶ «τῷ βουλήματι αὐτοῦ οὐδεὶς ἀνθέστηκε». τίνος οὖν ἕνεκα οὐ γέγονε τὰ πάντα παρὰ μόνου τοῦ θεοῦ τῷ προστάγματι, ᾧ γέγονε καὶ ὁ υἱός, ἢ διὰ τί τούτου πάντα γέγονε καίτοι καὶ αὐτοῦ γενητοῦ τυγχάνοντος, λεγέτωσαν. ἀλογία μὲν πᾶσα παρ’ αὐτοῖς· φασὶ δὲ ὅμως περὶ τούτου, ὡς ἄρα ‹θέλων ὁ τῶν ὅλων θεὸς τὴν γενητὴν κτίσαι φύσιν, ἐπειδὴ ἑώρα μὴ δυναμένην αὐτὴν μετασχεῖν τῆς τοῦ θεοῦ ἀκράτου <χειρὸς> καὶ τῆς παρ’ αὐτοῦ δημιουργίας ποιεῖ καὶ κτίζει πρῶτον μόνος μόνον ἕνα καὶ καλεῖ τοῦτον υἱὸν καὶ λόγον, ἵνα τούτου μέσου γενομένου οὕτως λοιπὸν καὶ τὰ πάντα δι’ αὐτοῦ γενέσθαι δυνηθῇ.› ταῦτα οὐ μόνον εἰρήκασιν, ἀλλὰ καὶ γράψαι τετολμήκασιν Εὐσέβιός τε καὶ Ἄρειος καὶ ὁ θύσας Ἀστέριος.

Πῶς οὖν οὐκ ἄν τις αὐτῶν ἐκ τούτων τέλεον καταγνοίη τῆς ἀσεβείας, ἣν μετὰ πολλῆς τῆς ἀφροσύνης ἑαυτοῖς κεράσαντες οὐκ ἐρυθριῶσιν οὕτω καταμεθύοντες τῆς ἀληθείας; εἰ μὲν γὰρ διὰ τὸ κάμνειν τὸν θεὸν πρὸς τὴν τῶν ἄλλων ἐργασίαν φήσουσι μόνον αὐτὸν πεποιηκέναι τὸν υἱόν, καταβοήσει τούτων πᾶσα μὲν ἡ κτίσις οὐκ ἄξια φθεγγομένων περὶ τοῦ θεοῦ, ἐγγράφως δὲ ὁ Ἡσαΐας λέγων· «θεὸς αἰώνιος ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς οὐ πεινάσει οὐδὲ κοπιάσει οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ». εἰ δὲ ὡς ἀπαξιῶν ὁ θεὸς τὰ ἄλλα ἐργάσασθαι τὸν μὲν υἱὸν μόνον εἰργάσατο, τὰ δὲ ἄλλα τῷ υἱῷ ἐνεχείρισεν ὡς βοηθῷ, καὶ τοῦτο μὲν ἀνάξιον θεοῦ, οὐκ ἔστι γὰρ ἐν θεῷ τῦφος· ἐντρέψει δὲ αὐτοὺς ὅμως ὁ κύριος λέγων· «οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;» καὶ πάλιν· «μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς τὰς ἀποθήκας· καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε;

καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσι. λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν ἐν ὅλῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;» εἰ γὰρ οὐκ ἀνάξιον θεοῦ προνοεῖσθαι καὶ μέχρι τῶν οὕτω μικρῶν, τριχὸς κεφαλῆς καὶ στρουθίου καὶ τοῦ χόρτου τοῦ ἀγροῦ, οὐκ ἀνάξιον ἦν αὐτοῦ καὶ ταῦτα ἐργάσασθαι. ὧν γὰρ τὴν πρόνοιαν ποιεῖται, τούτων καὶ ποιητής ἐστι διὰ τοῦ ἰδίου λόγου. ἄλλως τε καὶ μεῖζον ἀτόπημα τοῖς τοῦτο λέγουσιν ἀπαντᾷ· διαιροῦσι γὰρ τὰ κτίσματα καὶ τὴν δημιουργίαν· καὶ τὸ μὲν τοῦ πατρὸς ἔργον, τὰ δὲ τοῦ υἱοῦ διδόασιν ἔργα· δέον ἢ καὶ πάντα μετὰ τοῦ υἱοῦ παρὰ τοῦ πατρὸς γίνεσθαι ἤ, εἰ δι’ υἱοῦ πάντα τὰ γενητὰ γίνεται, μὴ λέγειν αὐτὸν ἕνα τῶν γενητῶν εἶναι.

Ἔπειτα δὲ κἀκείνως ἐλέγξειεν ἄν τις αὐτῶν τὴν ἄνοιαν. εἰ καὶ ὁ λόγος τῆς γενητῆς φύσεώς ἐστι, πῶς ταύτης ἀδυνάτου τυγχανούσης χωρεῖν τὴν τοῦ θεοῦ αὐτουργίαν μόνος αὐτὸς ἐκ πάντων ἠδυνήθη παρὰ τῆς ἀγενήτου καὶ ἀκραιφνεστάτης οὐσίας τοῦ θεοῦ γενέσθαι, ὡς ὑμεῖς λέγετε; ἀνάγκη γὰρ ἢ τούτου δυναμένου καὶ πᾶσαν δύνασθαι ἢ πάσης ἀδυνάτου τυγχανούσης μὴ δύνασθαι μηδὲ τὸν λόγον, εἷς γάρ ἐστι τῶν γενητῶν καθ’ ὑμᾶς καὶ οὗτος. πάλιν τε, εἰ διὰ τὸ ἀδύνατον εἶναι τὴν γενητὴν φύσιν μετασχεῖν τῆς τοῦ θεοῦ αὐτουργίας μεσίτου χρεία γέγονεν, ἀνάγκη πᾶσα γενητοῦ καὶ κτίσματος ὄντος τοῦ λόγου μέσου χρείαν εἶναι καὶ ἐπὶ τῆς τούτου δημιουργίας διὰ τὸ εἶναι ἕνα καὶ αὐτὸν τῆς γενητῆς φύσεως τῆς μὴ δυναμένης μετασχεῖν τῆς παρὰ τοῦ θεοῦ ἐργασίας, ἀλλὰ μέσου δεομένης· κἂν ἐκείνου δέ τις εὑρεθῇ μέσος, πάλιν ἑτέρου χρεία μεσίτου δι’ ἐκεῖνον, καὶ οὕτως τις ἐπαναβαίνων καὶ διερευνῶν τῷ λογισμῷ, εὑρήσει πολὺν ὄχλον ἐπεισρεόντων μεσιτῶν καὶ οὕτως ἀδύνατον ὑποστῆναι τὴν κτίσιν ἀεὶ τοῦ μεσίτου δεομένην καὶ τοῦ μέσου μὴ δυναμένου γενέσθαι χωρὶς ἑτέρου μεσίτου διὰ τὸ πάντας εἶναι τῆς γενητῆς φύσεως τῆς μὴ δυναμένης μετασχεῖν τῆς παρὰ μόνου τοῦ θεοῦ ἐργασίας, ὡς ὑμεῖς λέγετε. πόσης τοίνυν ἀφροσύνης εἰσὶ πλήρεις, δι’ ἣν καὶ τὰ ἤδη γενόμενα νομίζουσιν ἀδύνατον εἶναι γενέσθαι;

ἢ τάχα οὐδὲ γεγενῆσθαι αὐτὰ φαντάζονται ζητοῦντες ἔτι τὸν μεσίτην. κατὰ γὰρ τὴν οὕτως ἀσεβῆ καὶ μωρὰν διάνοιαν αὐτῶν οὐδ’ ἂν ὑπέστη τὰ γενητὰ μὴ εὑρισκομένου τοῦ μέσου.

Ἀλλ’ ἐκεῖνο φάσκουσιν· ‹ἰδοὺ δὴ καὶ διὰ Μωυσέως ἐξήγαγε τὸν λαὸν ἐξ Αἰγύπτου καὶ δι’ αὐτοῦ τὸν νόμον δέδωκε καίτοι καὶ αὐτοῦ τυγχάνοντος ἀνθρώπου· ὥστε δυνατὸν διὰ τοῦ ὁμοίου τὰ ὅμοια γίνεσθαι.› τοῦτο δὲ λέγειν αὐτοὺς ἐγκαλυπτομένους ἔπρεπεν, ἵνα μὴ πολλὴν αἰσχύνην ἀπενέγκωνται. Μωσῆς γὰρ οὐ δημιουργεῖν ἐπέμπετο οὐδὲ τὰ μὴ ὄντα εἰς τὸ εἶναι καλέσαι καὶ πλάσαι τοὺς ὁμοίους ἀνθρώπους, ἀλλὰ διακονῆσαι μόνον ῥήματα πρὸς τὸν λαὸν καὶ πρὸς τὸν βασιλέα Φαραώ. ἔχει δὲ τοῦτο πολλὴν τὴν διαφοράν, ὅτι τὸ μὲν διακονεῖν τῶν γενητῶν ὡς δούλων ἐστί, τὸ δημιουργεῖν δὲ καὶ κτίζειν μόνου τοῦ θεοῦ ἐστι καὶ τοῦ ἰδίου αὐτοῦ λόγου καὶ τῆς σοφίας. διὰ τοῦτο γοῦν ἐπὶ μὲν τοῦ δημιουργεῖν οὐκ ἄν τις ἄλλον εὕροι ἢ μόνον τὸν τοῦ θεοῦ λόγον· «πάντα γὰρ ἐν σοφίᾳ γέγονε», καὶ «χωρὶς τοῦ λόγου ἐγένετο οὐδὲ ἕν». πρὸς δὲ τὰς διακονίας οὐχ εἷς, ἀλλ’ ἐκ πάντων πολλοί εἰσιν, οὓς ἐὰν θέλῃ πέμπειν ὁ κύριος. πολλοὶ μὲν γὰρ ἀρχάγγελοι, πολλοὶ δὲ «θρόνοι καὶ ἐξουσίαι καὶ κυριότητες» «χίλιαί τε χιλιάδες, καὶ μύριαι μυριάδες παρεστήκασι λειτουργούντων» καὶ ἑτοίμων εἰς τὸ ἀποστέλλεσθαι.

καὶ προφῆται μὲν πολλοὶ καὶ ἀπόστολοι δὲ δέκα καὶ δύο καὶ Παῦλος· καὶ Μωσῆς δὲ αὐτὸς οὐ μόνος, ἀλλὰ καὶ Ἀαρὼν σὺν αὐτῷ καὶ μετὰ ταῦτα ἄλλοι ἑβδομήκοντα πνεύματος ἐπληρώθησαν ἁγίου· καὶ Μωσῆν διεδέξατο Ἰησοῦς ὁ τοῦ Ναυῆ κἀκεῖνον οἱ κριταὶ κἀκείνους οὐχ εἷς, ἀλλὰ πλεῖστοι βασιλεῖς. εἴπερ οὖν κτίσμα ἦν καὶ τῶν γενητῶν ὁ υἱός, ἔδει καὶ πολλοὺς εἶναι τοιούτους υἱούς, ἵνα καὶ πολλοὺς τοιούτους ἔχῃ διακόνους ὁ θεός, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων πλῆθός ἐστιν. εἰ δὲ τοῦτο οὐκ ἔστιν ἰδεῖν, ἀλλὰ τὰ μὲν κτίσματα πολλά, ὁ δὲ λόγος εἷς ἐστι, τίς οὐ συνορᾷ καὶ ἐκ τούτου, ὅτι ὁ υἱὸς διέστηκε τῶν πάντων καὶ οὐ πρὸς τὰ κτίσματα τὴν ἐξίσωσιν ἔχει, ἀλλὰ πρὸς τὸν πατέρα τὴν ἰδιότητα; ὅθεν οὐδὲ πολλοὶ λόγοι, ἀλλὰ μόνος εἷς τοῦ ἑνὸς πατρὸς λόγος καὶ μία τοῦ ἑνὸς θεοῦ εἰκών ἐστιν. ἀλλ’ ‹ἰδού›, φασί, ‹καὶ ἥλιος μόνος εἷς ἐστι καὶ γῆ μία›. ἄφρονες· εἰπάτωσαν ὅτι καὶ ὕδωρ ἓν καὶ πῦρ ἕν, ἵνα ἀκούσωσιν, ὅτι τῶν γενομένων ἕκαστον ἓν μὲν ἔστι κατὰ τὴν ἰδίαν οὐσίαν, πρὸς δὲ τὴν ἐγχειριζομένην διακονίαν καὶ λειτουργίαν οὐκ ἔστιν ἕκαστον ἱκανὸν καὶ μόνον αὐτάρκως. «εἶπε γὰρ ὁ θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς, καὶ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτὸς καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς».

εἶτά φησι· «καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας, τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός».

Ἰδοὺ πολλοὶ φωστῆρες καὶ οὐ μόνος ὁ ἥλιος οὐδὲ σελήνη μόνη, ἀλλ’ ἕκαστον μὲν ἕν ἐστι κατ’ οὐσίαν, μία δὲ καὶ κοινὴ πάντων ἐστὶν ἡ λειτουργία· καὶ τὸ ἑκάστου λεῖπον παρὰ τοῦ ἑτέρου πληροῦται· καὶ τοῦ φωτίζειν ἡ χρεία παρὰ πάντων γίνεται. ἥλιος γοῦν τοῦ μεθ’ ἡμέραν μόνου διαστήματος φαίνειν ἔχει τὴν ἐξουσίαν, καὶ ἡ σελήνη τὴν νύκτα· οἵ τε ἀστέρες μετὰ τούτων τοὺς καιροὺς καὶ ἐνιαυτοὺς ἐκτελοῦσι, καὶ ἕκαστος «εἰς σημεῖα» γίνεται πρὸς τὴν ἀπαιτοῦσαν χρείαν. οὕτω καὶ ἡ γῆ οὐκ εἰς πάντα, ἀλλ’ εἰς μόνους καρποὺς καὶ βλάστην εἶναι τῶν ἐν αὐτῇ ζώων· τό τε «στερέωμα διαχωρίζειν ἀνὰ μέσον ὕδατος καὶ ὕδατος» καὶ ἡ θέσις τῶν φωστήρων ἐν αὐτῷ ἐστιν· οὕτω καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ μετὰ τῶν ἄλλων γέγονε πάντων εἰς τὴν τῶν σωμάτων σύστασιν· καὶ ὅλως οὐδὲ ἓν μόνον, ἀλλ’ ἕκαστον τῶν γενομένων ὥσπερ «ἀλλήλων ὄντα μέλη, ἓν καθάπερ σῶμα» τὸν κόσμον ἀποτελοῦσιν. εἰ τοίνυν οὕτω καὶ τὸν υἱὸν ὑπολαμβάνουσιν εἶναι, βαλλέσθωσαν παρὰ πάντων, μέρος νομίζοντες εἶναι τῶν πάντων τὸν λόγον καὶ μέρος οὐχ ἱκανὸν ἄνευ τῶν ἄλλων πρὸς τὴν ἐγχειρισθεῖσαν αὐτῷ λειτουργίαν. εἰ δὲ τοῦτο ἐκ φανεροῦ δυσσεβές ἐστιν, ἐπιγνώτωσαν ὅτι μὴ τῶν γενητῶν ἐστιν ὁ λόγος, ἀλλὰ τοῦ μὲν πατρὸς μόνος ἴδιος λόγος, τῶν δὲ γενητῶν δημιουργός.

ἀλλ’ εἰρήκασι· ‹κτίσμα μὲν ἔστι καὶ τῶν γενητῶν· ὡς δὲ παρὰ διδασκάλου καὶ τεχνίτου μεμάθηκε τὸ δημιουργεῖν καὶ οὕτως ὑπηρέτησε τῷ διδάξαντι θεῷ›. ταῦτα γὰρ καὶ Ἀστέριος ὁ σοφιστὴς ὡς μαθὼν ἀρνεῖσθαι τὸν κύριον γράψαι τετόλμηκεν οὐ συνορῶν τὴν ἐκ τούτων ἀλογίαν. εἰ γὰρ διδακτόν ἐστι τὸ δημιουργεῖν, σκοπείτωσαν μὴ καὶ αὐτὸν τὸν θεὸν εἴπωσι μὴ φύσει, ἀλλ’ ἐπιστήμῃ δημιουργὸν εἶναι, ὥστε καὶ δυνατὸν μεταπίπτειν ἀπ’ αὐτοῦ. ἔπειτα εἰ ἡ σοφία τοῦ θεοῦ ἐκ διδασκαλίας ἐκτήσατο τὸ δημιουργεῖν, πῶς ἔτι σοφία ἐστὶ δεομένη μαθημάτων; τί δὲ ἦν καὶ πρὸ τοῦ μαθεῖν; σοφία γὰρ οὐκ ἦν λειπομένη διδασκαλίας. κενὸν ἄρα τι πρᾶγμα ἦν καὶ οὐκ ἔστιν οὐσιώδης σοφία· ἀλλ’ ἐκ προκοπῆς ἔσχε τὸ ὄνομα τῆς σοφίας καὶ ἐπὶ τοσοῦτον ἔσται σοφία, ἕως ἂν ὃ μεμάθηκε διαφυλάττῃ. ὃ γὰρ μὴ φύσει τινί, ἀλλ’ ἐκ μαθήσεως προσγέγονε, δυνατόν ἐστι καὶ ἀπομαθεῖν ποτε. τοιαῦτα δὲ λέγειν περὶ τοῦ λόγου τοῦ θεοῦ οὐ Χριστιανῶν, ἀλλὰ Ἑλλήνων ἐστί.

Καὶ γὰρ εἰ ἐκ διδασκαλίας τὸ δημιουργεῖν τινι προσγίνεται, φθόνον ἢ καὶ ἀσθένειαν περὶ τὸν θεὸν εἰσάγουσιν οἱ ἄφρονες· φθόνον μέν, ὅτι μὴ πολλοὺς δημιουργοὺς ἐδίδαξεν, ἵν’, ὥσπερ πολλοὶ ἀρχάγγελοι καὶ ἄγγελοι, οὕτως καὶ πολλοὶ δημιουργοὶ περὶ αὐτὸν ὦσιν· ἀσθένειαν δέ, ὅτι μὴ μόνος ἠδυνήθη ποιῆσαι, συνεργοῦ δὲ ἢ ὑπουργοῦ χρείαν ἔσχε· καίτοι δειχθείσης καὶ τῆς γενητῆς φύσεως δυνατῆς οὔσης γίνεσθαι παρὰ μόνου τοῦ θεοῦ, εἴ γε κατ’ αὐτοὺς ὁ υἱὸς γενητὸς ὢν ἠδυνήθη παρὰ μόνου τοῦ θεοῦ γενέσθαι. ἀλλ’ οὐδενός ἐστιν ἐνδεὴς ὁ θεός· μὴ γένοιτο· αὐτὸς εἶπε· «πλήρης εἰμί». οὐδὲ ἐκ διδασκαλίας γέγονε δημιουργὸς ὁ λόγος· ἀλλ’ εἰκὼν καὶ σοφία ὢν τοῦ πατρὸς τὰ τοῦ πατρὸς ἐργάζεται. οὐδὲ τῆς τῶν γενητῶν ἕνεκεν ἐργασίας τὸν υἱὸν πεποίηκεν· ἰδοὺ γὰρ καὶ τοῦ υἱοῦ ὄντος φαίνεται πάλιν ἐργαζόμενος ὁ πατήρ, ὡς αὐτὸς ὁ κύριός φησιν· «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι». εἰ δὲ καθ’ ὑμᾶς διὰ τοῦτο γέγονεν ὁ υἱός, ἵνα τὰ μετ’ αὐτὸν ἐργάσηται, φαίνεται δὲ ὁ πατὴρ καὶ μετὰ τὸν υἱὸν ἐργαζόμενος, περιττὴ καθ’ ὑμᾶς καὶ κατὰ τοῦτο ἡ τοῦ τοιούτου υἱοῦ ποίησις. ἄλλως τε διὰ τί ὅλως θέλων ἡμᾶς κτίσαι ζητεῖ τὸν μεσίτην ὡς οὐκ ἀρκουμένου τοῦ βουλήματος αὐτοῦ συστῆσαι περὶ ὧν ἂν αὐτῷ δοκῇ; καὶ μὴν αἱ γραφαὶ λέγουσι· «πάντα ὅσα ἠθέλησεν ἐποίησε» καὶ «τῷ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;»

εἰ δὲ καὶ τὸ βούλημα μόνον ἱκανόν ἐστιν αὐτοῦ πρὸς τὴν τῶν πάντων δημιουργίαν, περιττὴ πάλιν καθ’ ὑμᾶς ἡ τοῦ μεσίτου χρεία. καὶ γὰρ τὸ παράδειγμα τὸ περὶ τοῦ Μωσέως καὶ τοῦ ἡλίου καὶ σελήνης ὑμῶν δέδεικται σαθρόν. κἀκεῖνο δὲ πάλιν ὑμᾶς ἐντρέψει. εἰ θέλων ὁ θεὸς τὴν γενητὴν κτίσαι φύσιν περί τε ταύτης βουλευσάμενος ἐπινοεῖ καὶ κτίζει τὸν υἱὸν καθ’ ὑμᾶς, ἵνα δι’ αὐτοῦ ἡμᾶς δημιουργήσῃ· σκοπεῖτε πόσην ἀσέβειαν φθέγγεσθαι τετολμήκατε.

Πρῶτον μὲν ὅτι φαίνεται μᾶλλον αὐτὸς ὁ υἱὸς δι’ ἡμᾶς γεγονὼς καὶ οὐχ ἡμεῖς δι’ αὐτόν· οὐ γὰρ δι’ αὐτὸν ἐκτίσθημεν, ἀλλ’ αὐτὸς δι’ ἡμᾶς πεποίηται, ὥστε χάριν αὐτὸν ἡμῖν μᾶλλον ἔχειν καὶ μὴ ἡμᾶς αὐτῷ, καθάπερ καὶ ἡ γυνὴ τῷ ἀνδρί. «οὐ γὰρ ἐκτίσθη», φησὶν ἡ γραφή, «ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλ’ ἡ γυνὴ διὰ τὸν ἄνδρα». ἆρ’ οὖν ὥσπερ «ὁ μὲν ἀνὴρ εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχει, ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν», οὕτως ἡμεῖς μὲν τοῦ θεοῦ εἰκὼν καὶ εἰς δόξαν αὐτοῦ γεγόναμεν· ὁ δὲ υἱὸς ἡμῶν ἐστιν εἰκὼν καὶ εἰς ἡμῶν δόξαν ὑπέστη. καὶ ἡμεῖς μὲν εἰς τὸ εἶναι γεγόναμεν· ὁ δὲ τοῦ θεοῦ λόγος καθ’ ὑμᾶς οὐκ εἰς τὸ εἶναι, ἀλλ’ εἰς τὴν ἡμῶν χρείαν ὡς ὄργανον πεποίηται, ὥστε μὴ ἡμᾶς ἐξ αὐτοῦ, ἀλλ’ αὐτὸν ἐκ τῆς ἡμῶν χρείας συνίστασθαι. καὶ πῶς οὐ πᾶσαν ἄνοιαν ὑπερβάλλουσιν οἱ ταῦτα κἂν μόνον ἐνθυμούμενοι; καὶ γὰρ εἰ δι’ ἡμᾶς γέγονεν ὁ λόγος, οὐκ ἔστιν οὐδὲ πρῶτος ἡμῶν παρὰ τῷ θεῷ. οὐδὲ γὰρ ἐκεῖνον ἔχων ἐν ἑαυτῷ περὶ ἡμῶν βουλεύεται, ἀλλ’ ἡμᾶς ἔχων ἐν ἑαυτῷ βουλεύεται, ὡς ἐκεῖνοί φασι, περὶ τοῦ ἑαυτοῦ λόγου. εἰ δὲ τοῦτό ἐστι, τάχα οὐδὲ ὅλως ἤθελε τὸν υἱὸν ὁ πατήρ· οὐ γὰρ θέλων αὐτὸν ἔκτισεν, ἀλλ’ ἡμᾶς θέλων, δι’ ἡμᾶς αὐτὸν ἐδημιούργησε· μεθ’ ἡμᾶς γὰρ αὐτὸν ἐπενόησεν· ὥστε κατὰ τοὺς ἀσεβοῦντας περιττὸν εἶναι λοιπὸν τὸν υἱὸν τὸν γενόμενον ὡς ὄργανον γενομένων ὧν ἕνεκα καὶ ἐκτίσθη.

εἰ δὲ καὶ ὡς δυνατὸς ὁ υἱὸς μόνος παρὰ μόνου τοῦ θεοῦ γέγονεν, ἡμεῖς δὲ ὡς ἀδύνατοι παρὰ τοῦ λόγου γεγόναμεν· διὰ τί μὴ καὶ πρῶτον ὡς δυνατοῦ ὄντος αὐτοῦ περὶ αὐτοῦ βουλεύεται, ἀλλὰ περὶ ἡμῶν; ἢ διὰ τί τὸν δυνατὸν οὐ προκρίνει τῶν ἀσθενῶν; ἢ διὰ τί πρῶτον αὐτὸν ποιῶν οὐχὶ καὶ περὶ πρώτου αὐτοῦ βουλεύεται; ἢ διὰ τί περὶ ἡμῶν πρῶτον βουλευόμενος οὐ πρώτους ἡμᾶς ἐργάζεται ἱκανοῦ ὄντος τοῦ βουλήματος αὐτοῦ πρὸς τὴν τῶν πάντων σύστασιν; ἀλλ’ ἐκεῖνον μὲν πρῶτον κτίζει, περὶ δὲ ἡμῶν πρῶτον βουλεύεται καὶ πρώτους ἡμᾶς θέλει τοῦ μεσίτου· καὶ ἡμᾶς μὲν θέλων κτίσαι καὶ περὶ ἡμῶν βουλευόμενος κτίσματα καλεῖ, ἐκεῖνον δέ, ὃν δι’ ἡμᾶς δημιουργεῖ, υἱὸν καλεῖ καὶ ἴδιον καὶ κληρονόμον. ἔδει δὲ ἡμᾶς, ὧν ἕνεκα καὶ τοῦτον ποιεῖ, υἱοὺς μᾶλλον καλεῖσθαι· ἢ δηλονότι τοῦτον υἱὸν ὄντα, τοῦτον καὶ προενθυμεῖσθαι καὶ θέλειν, δι’ ὃν καὶ πάντας ἡμᾶς ποιεῖ. ταῦτα μὲν οὖν τῶν αἱρετικῶν ἔμετοι καὶ ναυτίαι.

Οὐ μὲν τό γε τῆς ἀληθείας φρόνημα δεῖ σιωπᾶν, ἀλλὰ μάλιστα τοῦτο καὶ μεγαληγορεῖν πρέπει. ὁ τοῦ θεοῦ γὰρ λόγος οὐ δι’ ἡμᾶς γέγονεν, ἀλλὰ μᾶλλον ἡμεῖς δι’ αὐτὸν γεγόναμεν, καὶ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα». οὐδὲ διὰ τὴν ἡμῶν ἀσθένειαν οὗτος ὢν δυνατὸς ὑπὸ μόνου τοῦ πατρὸς γέγονεν, ἵν’ ἡμᾶς δι’ αὐτοῦ ὡς δι’ ὀργάνου δημιουργήσῃ· μὴ γένοιτο· οὐκ ἔστιν οὕτως. καὶ γὰρ καὶ εἰ δόξαν ἦν τῷ θεῷ μὴ ποιῆσαι τὰ γενητά, ἀλλ’ ἦν οὐδὲν ἧττον ὁ λόγος «πρὸς τὸν θεὸν» καὶ ἐν αὐτῷ ἦν ὁ πατήρ. τὰ μέντοι γενητὰ ἀδύνατον ἦν χωρὶς τοῦ λόγου γενέσθαι· οὕτως γὰρ καὶ γέγονε δι’ αὐτοῦ, καὶ εἰκότως. ἐπειδὴ γὰρ λόγος ἐστὶν ἴδιος φύσει τῆς οὐσίας τοῦ θεοῦ ὁ υἱὸς ἐξ αὐτοῦ τέ ἐστι καὶ «ἐν αὐτῷ» ἐστιν, ὡς εἶπεν αὐτός, οὐκ ἠδύνατο μὴ δι’ αὐτοῦ γενέσθαι τὰ δημιουργήματα. καθάπερ γὰρ τὸ φῶς τῷ ἀπαυγάσματι τὰ πάντα φωτίζει καὶ ἄνευ τοῦ ἀπαυγάσματος οὐκ ἄν τι φωτισθείη, οὕτως καὶ ὁ πατήρ, ὡς διὰ χειρός, ἐν τῷ λόγῳ εἰργάσατο πάντα, καὶ χωρὶς αὐτοῦ οὐδὲν ποιεῖ. «εἶπε γοῦν ὁ θεός», ὡς καὶ Μωσῆς ἐμνημόνευσε, «γενηθήτω φῶς» καὶ «συναχθήτω τὸ ὕδωρ» καὶ «ἐξαγαγέτω ἡ γῆ» καί· «ποιήσωμεν ἄνθρωπον»· ὡς καὶ ὁ μακάριος ψάλλει Δαυίδ· «αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· ἐνετείλατο, καὶ ἐκτίσθησαν». εἶπε δὲ οὐχ ἵνα ὡς ἐπὶ τῶν ἀνθρώπων ὑπουργός τις ἀκούσῃ καὶ μαθὼν τὸ βούλημα τοῦ λέγοντος ἀπελθὼν ἐργάσηται.