Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ ἐθνῶν

Μέγας Αθανάσιος

Ο έλεγχος των μυθικών θεοτήτων και ο παραλογισμός των ειδώλων

Κριτική στις αισχρές πράξεις των θεών κατά τη μυθολογία και την ποίηση, ανασκευή του επιχειρήματος περί ποιητικής πλάσης και ανάδειξη της ανορθολογικότητας της λατρείας άψυχων αγαλμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 9

Εἰ γάρ τις τῶν παρ᾽ αὐτοῖς λεγομένων θεῶν, ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι, λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεούς, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς αἰσχίστους γεγονότας. οἷον γάρ, οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ Διὸς ἔρωτας, καὶ τὰς ἀσελγείας. οἷόν ἐστιν αὐτὸν ἀκούειν ἁρπάζοντα μὲν τὸν Γανυμήδην, καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας, δεδιότα δὲ καὶ δειλιῶντα μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν Τρώων ἀπόληται τείχη. οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῷ θανάτῳ τοῦ υἱέος αὐτοῦ Σαρπηδόνος, καὶ βουλόμενον αὐτῷ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον μὲν ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν, Ἀθηνᾶς δὴ λέγω καὶ Ἥρας καὶ Ποσειδῶνος, βοηθούμενον δὲ ὑπὸ Θέτιδος γυναικὸς καὶ τοῦ ἑκατονταχείρου Αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξί, καὶ δι᾽ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς ἐπιβουλήν, τὸν δὲ Κρόνον ὑπ᾽ αὐτοῦ δεσμευόμενον, κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα. ἆρ᾽ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεόν, τοσαῦτα δράσαντα, καὶ διαβληθέντα, ἃ μηδὲ οἱ κοινοὶ Ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἐπιτρέπουσι ποιεῖν;

Ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τὴν εἰς Σεμέλην καὶ Λήδαν καὶ Ἀλκμήνην καὶ Ἄρτεμιν καὶ Λητὼ καὶ Μαῖαν καὶ Εὐρώπην καὶ Δανάην καὶ Ἀντιόπην παρανομίαν καὶ φθοράν· ἢ τίς, ἰδὼν τὴν εἰς τὴν ἰδίαν ἀδελφὴν αὐτοῦ ἐπιχείρησιν καὶ τόλμαν, ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε, καὶ ζημιώσειε θανάτῳ; ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῷ παῖδας θεοποιήσας ἀνέθηκεν, ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσι Διόνυσος καὶ Ἡρακλῆς καὶ Διόσκουροι καὶ Ἑρμῆς καὶ Περσεὺς καὶ Σώτειρα. τίς, ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν Ἰλίῳ τῶν Ἑλλήνων καὶ τῶν Τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν, ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν καὶ τοὺς ἀνθρώπους παρώξυναν; τίς, ἰδὼν ὑπὸ μὲν Διομήδους τιτρωσκομένους Ἄρεα καὶ Ἀφροδίτην, ὑπὸ δὲ Ἡρακλέους τὴν Ἥραν καὶ τὸν Ὑποχθόνιον ὃν καλοῦσι θεὸν Ἀϊδωνέα, καὶ Διόνυσον μὲν ὑπὸ Περσέως, Ἀθηνᾶν δὲ ὑπὸ Ἀρκάδος, καὶ τὸν Ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα, οὐ καταγνώσεται τῆς φύσεως, καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεούς, φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο ἢ ἀνθρώπους αὐτούς, καὶ ἀνθρώπους ἀσθενεῖς ἐπιγνώσεται, καὶ μᾶλλον τοὺς τρώσαντας ἢ τοὺς τρωθέντας θαυμάσειεν;

ἢ τίς, ἰδὼν τὴν Ἄρεως πρὸς Ἀφροδίτην μοιχείαν, καὶ τὸν Ἡφαίστου κατ᾽ ἀμφοτέρων κατασκευαζόμενον δόλον, καὶ τοὺς ἄλλους λεγομένους θεοὺς ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ Ἡφαίστου καλουμένους, καὶ αὐτοὺς ἐρχομένους, καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν γελάσειε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν; ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν Ἡρακλέους πρὸς τὴν Ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν;

Τὰς γὰρ καθ᾽ ἡδονὴν αὐτῶν πράξεις, καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας, καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ, καὶ χαλκῷ καὶ σιδήρῳ, καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς, τῶν πραγμάτων καὶ ἀφ᾽ ἑαυτῶν ἐχόντων τὸ μύσος, καὶ δι᾽ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ᾽ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς. τῇ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχόν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμισγόμενοι τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτῃ διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μηδὲ ἐν ἀνθρώποις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ᾽ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες οὐκ ἐρυθριῶσιν.

Εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι, τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγου εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ ὁρῶντες, οὐδὲ λογιζόμενοι τὸ σύνολον, ὅτι οὐ θεούς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν. ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος, καὶ ἡ ὕλη ἀργή, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι, καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται· ἐπειδὰν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλῃ τὰς συμμετρίας, καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώσῃ, τότε δή, χάριν ὁμολογήσαντες τῷ τεχνίτῃ, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι, μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιός, ὥσπερ ἐπιλαθόμενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει. ἔδει δέ, εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι, καὶ μὴ τὰ ὑπ᾽ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾷν. οὐ γὰρ ἡ ὕλη τὴν τέχνην, ἀλλ᾽ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησε. πολλῷ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ᾽ αὐτοῦ πεποιημένα, ὅτι τε καὶ προϋπῆρχε τῶν ἐκ τέχνης θεῶν, καὶ ὅτι ὡς ἐβουλήθη, οὕτω καὶ γεγόνασι.

νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον, καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ᾽ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀποθνήσκοντος, τὰ ὑπ᾽ αὐτοῦ γενόμενα, ὡς ἀθάνατα τιμῶσιν· ἅ, εἰ μὴ τύχοιεν τῆς καθ᾽ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνῳ διὰ τὴν φύσιν ἀφανίζονται. πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο, ὅτι βλέποντες αὐτοὶ τοὺς μὴ βλέποντας προσκυνοῦσι, καὶ ἀκούοντες αὐτοὶ τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι, τοὺς μηδ᾽ ὅλως κινουμένους, ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστόν, ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ᾽ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι; καὶ μή τοι νομίσῃς ταῦτά με λέγειν ἁπλῶς, ἢ ψεύδεσθαι κατ᾽ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων, καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾷν τὰ τοιαῦτα.

Κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· 〈Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρύσιον, ἔργα χειρῶν ἀνθρώπων. ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτά〉. οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις, ἀλλ᾽ ἔστι καὶ ἐν τούτοις ὁ κατ᾽ αὐτῶν ἔλεγχος, λέγοντος τοῦ Πνεύματος· 〈Αἰσχυνθήσονται οἱ πλάσσοντες Θεόν, καὶ γλύφοντες πάντες μάταια· καὶ πάντες ὅθεν ἐγένοντο, ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἅμα, καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον, καὶ σκεπάρνῳ εἰργάσατο αὐτό, καὶ ἐν τερέτρῳ ἐρρύθμισεν αὐτό, καὶ ἔστησεν αὐτὸ τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίῃ ὕδωρ. ξύλον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρρύθμισεν αὐτό, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου, ἔστησεν αὐτὸ ἐν οἴκῳ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσεν ὁ Κύριος, καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καὶ λαβὼν ἀπ᾽ αὐτοῦ θερμανθῇ.

καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾽ αὐτῷ, τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεούς, καὶ προσεκύνησαν αὐτοῖς, οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρί. καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς εἶπεν· Ἡδύ μοι, ὅτι ἐθερμάνθην, καὶ εἶδον πῦρ〉. τὸ 〈δὲ λοιπὸν προσεκύνει λέγων· Ἐξέλου με, ὅτι Θεός μου εἶ σύ. οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ· καὶ οὐκ ἀνελογίσατο ἐν τῇ καρδίᾳ αὐτοῦ, οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ, οὐδὲ ἔγνω τῇ φροσήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους〉· καὶ 〈ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε, καὶ προσκυνοῦσιν αὐτό. γνῶτε, ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν. ἴδετε, καὶ οὐκ ἐρεῖτε, ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου〉. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν οἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι; ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας; ποία δὲ τούτοις ἐλπίς, ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη, πεποιθόσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα, ἃ ἀντὶ τοῦ ἀληθινοῦ Θεοῦ σέβουσιν;

Εἴθε γάρ, εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν ὁ τεχνίτης, ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον. ὑπέκλεψαν γὰρ ἂν τὴν ὑπόνοιαν τῶν ἀκεραίων, ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων, οἷον ὀφθαλμοὺς καὶ ῥῖνας καὶ ὦτα καὶ χεῖρας καὶ στόμα εἶχον ἀκινήτως κείμενα πρὸς τὴν τῆς αἰσθήσεως χρῆσιν καὶ τὴν τῶν αἰσθητῶν ἀντίληψιν. νῦν δὲ ἔχοντες οὐκ ἔχουσι καὶ στήκοντες οὐ στήκουσι, καὶ καθεζόμενοι οὐ καθέζονται. οὐ γὰρ ἔχουσι τούτων τὴν ἐνέργειαν, ἀλλ᾽ ὡς ὁ πλάσας ἠθέλησεν, οὕτω καὶ μένουσι κείμενοι, Θεοῦ μὲν γνώρισμα μηδὲν παρέχοντες, ἄψυχοι δὲ καθόλου μόνον ἀνθρώπου τέχνῃ φαινόμενοι τεθέντες.

Εἴθε δὲ καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις, ποιηταὶ λέγω καὶ συγγραφεῖς, ἁπλῶς θεοὺς αὐτοὺς εἶναι γεγραφήκεισαν· ἀλλὰ μὴ καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχον ἀθεότητος καὶ αἰσχροποιοῦ πολιτείας ἀναγεγραφήκεισαν. ἠδύναντο γὰρ καὶ μόνῳ τῷ τῆς θεότητος ὀνόματι τὴν ἀλήθειαν ὑφαρπάσαι, μᾶλλον δὲ τοὺς πολλοὺς ἀπὸ τῆς ἀληθείας πλανῆσαι. νῦν δὲ ἔρωτας καὶ ἀσελγείας διηγούμενοι τοῦ Διός, καὶ παιδοφθορίας τῶν ἄλλων, καὶ ζηλοτυπίας πρὸς ἡδονὴν τῶν θηλειῶν, καὶ φόβους καὶ δειλίας, καὶ τὰς ἄλλας κακίας, οὐδὲν ἄλλο ἢ ἑαυτοὺς ἐλέγχουσιν, ὅτι οὐ μόνον οὐ περὶ θεῶν διηγοῦνται, ἀλλ᾽ οὐδὲ περὶ ἀνθρώπων σεμνῶν, περὶ δὲ αἰσχρῶν καὶ τοῦ καλοῦ μακρὰν ὄντων μυθολογοῦσιν.

Ἀλλ᾽ ἴσως περὶ τούτων οἱ δυσσεβεῖς ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται, λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρακτῆρα τὰ μὴ ὄντα πλάττεσθαι καὶ ψεύδεσθαι περὶ μύθων εἰς ἡδονὴν τῶν ἀκουόντων, οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποιηκέναι φήσουσιν. ἀλλ᾽ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἕωλος δειχθήσεται ἀφ᾽ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται. εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστι πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ Διὸς καὶ Κρόνου καὶ Ἥρας καὶ Ἄρεως καὶ τῶν ἄλλων ὀνομασία. ἴσως γάρ, ὡς αὐτοί φασι, καὶ τὰ ὀνόματα πέπλασται, καὶ οὐκ ἔστι μὲν ὅλως Ζεύς, οὐδὲ Κρόνος, οὐδὲ Ἄρης· πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ πρὸς ἀπάτην τῶν ἀκουόντων. πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὡς ὄντας αὐτοὺς θρησκεύουσιν; ἢ ἴσως γὰρ ἂν πάλιν φήσουσι, τὰ μὲν ὀνόματα οὐ πλάττονται, τὰς δὲ πράξεις ψεύδονται κατ᾽ αὐτῶν; ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές. εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο, ἐψεύσαντο πάντως καὶ τὰ ὀνόματα, ὧν καὶ τὰς πράξεις εἶναι διηγήσαντο. ἢ εἰ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης.

ἄλλως τε οἱ εἶναι τούτους θεοὺς μυθολογήσαντες ἴσασιν ἀληθῶς καὶ ἃ δεῖ θεοὺς πράττειν, καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων θεοῖς προσάψοιεν ἐννοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον τῷ ὕδατί τις ἀναθήσει· τὸ μὲν γὰρ καίει, τὸ δὲ ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχράν. εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἐστὶ καὶ ἀνθρώπων οὐ καλῶν τὸ μοιχεύειν καὶ τὰ προειρημένα ἔργα, ἄνθρωποι ἂν εἶεν οἱ ταῦτα πράξαντες, καὶ οὐ θεοί. κατ᾽ ἀλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πράξεις εἶναι χρή, ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῇ, καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῇ. ὥσπερ οὖν εἴ τις, διαλεγόμενος περὶ ὕδατος καὶ πυρός, καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων, οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν, τὸ δὲ πῦρ ψύχειν· οὐδ᾽ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο, ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν, τὸν δὲ ἥλιον βοτάνας καὶ καρποὺς σπείρεσθαι, ἀλλὰ καὶ λέγων, πᾶσαν παραπληξίαν ὑπερέβαλεν· οὕτως οὐκ ἂν οἱ παρ᾽ αὐτοῖς συγγραφεῖς, καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιητής, εἴπερ ᾔδεισαν θεοὺς εἶναι τὸν Δία καὶ τοὺς ἄλλους, τοιαύτας αὐτοῖς περιέθηκαν πράξεις, αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν, ἀλλὰ μᾶλλον ἀνθρώπους εἶναι, καὶ ἀνθρώπους οὐ σώφρονας.

ἢ εἰ ἐψεύσαντο ὡς ποιηταί, καὶ σὺ τούτων καταψεύδῃ, διὰ τί μὴ καὶ ἐπὶ τῆς ἀνδρείας τῶν ἡρώων ἐψεύσαντο, καὶ ἀντὶ μὲν ἀνδρείας ἀσθένειαν, ἀντὶ δὲ ἀσθενείας ἀνδρείαν ἐπλάσαντο; ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ Διὸς καὶ τῆς Ἥρας, οὕτω καὶ τοῦ μὲν Ἀχιλλέως ἀνανδρίαν καταψεύσασθαι, τοῦ δὲ Θερσίτου δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν Ὀδυσσέως ἀσυνεσίαν διαβαλεῖν, τοῦ δὲ Νέστορος παραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν Διομήδους καὶ Ἕκτορος γυναικείας πράξεις, τῆς δὲ Ἑκάβης ἀνδρείαν μυθολογῆσαι. ἐπὶ πάντων γάρ, ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι. νῦν δὲ τοῖς μὲν ἀνθρώποις τὴν ἀλήθειαν ἐφύλαξαν, τῶν δὲ λεγομένων θεῶν οὐκ ἐφοβήθησαν καταψεύδεσθαι. καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι, ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις, ὅταν πατέρα θεῶν καὶ ὕπατον καὶ Ὀλύμπιον καὶ ἐν οὐρανῷ βασιλεύοντα λέγωσι τὸν Δία, οὐ πλάττονται, ἀλλ᾽ ἀληθεύοντες λέγουσι. τοῦτον δὲ οὐ μόνος ἐγώ, ἀλλὰ καὶ πᾶς ὅστις ἐλέγξειε κατ᾽ αὐτῶν εἶναι τὸν λόγον. πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν ἡ ἀλήθεια κατ᾽ αὐτῶν φανήσεται. αἱ μὲν γὰρ πράξεις ἀνθρώπους αὐτοὺς εἶναι ἐλέγχουσι, τὰ δὲ ἐγκώμια ὑπὲρ τὴν ἀνθρώπων ἐστὶ φύσιν· ἑκάτερον δὲ τούτων ἀκατάλληλόν ἐστι πρὸς ἑαυτό· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς ἴδιόν ἐστι τοιαῦτα πράττειν, οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας ὑπονοεῖν τις δύναται θεούς.

Τί οὖν ὑπολείπεται νοεῖν, ἢ ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχαρισμένα τυγχάνει, αἱ δὲ πράξεις ἀληθεύονται κατ᾽ αὐτῶν; καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται. οὐδεὶς γὰρ ἐγκωμιάζων τινά, καὶ κατηγορεῖ τῆς τούτου πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσιν αἱ πράξεις αἰσχραί, τούτους διὰ τὸν ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις, ἵνα τῇ τούτων ὑπερβολῇ τοὺς ἀκούοντας ἀπατήσαντες ἐπικρύψωσι τὴν ἐκείνων παρανομίαν. ὥσπερ οὖν εἴ τις, ἐγκωμιάσαι τινὰ προθέμενος, μὴ εὑρίσκοι μὲν ἐκ πολιτείας μηδὲ ἐξ ἀρετῆς τῆς ψυχῆς τὴν πρόφασιν τῶν ἐγκωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην, ἄλλως δὲ αὐτοὺς ἐπαίροι, τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζόμενος· οὕτω καὶ οἱ παρ᾽ αὐτοῖς θαυμαστοὶ ποιηταί, δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ᾽ αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον αὐτοῖς προσῆψαν ὄνομα, οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα, ἀλλὰ μᾶλλον τοῖς ἀνθρωπίνοις αὐτῶν ἐλαττώμασι τὰς Θεοῦ ἐννοίας μὴ ἁρμόζειν αὐτοῖς διελέγξουσι. καὶ ἔγωγε νομίζω καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις.

ἐπειδὴ γὰρ τὴν τοῦ Θεοῦ ἀκοινώνητον, ὡς εἶπεν ἡ γραφή, προσηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς, ἀλλ᾽ ἀνθρώποις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι, καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ᾽ αὐτῶν τολμώμενον, τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη, ἵνα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται.

Τίς οὖν ἀπολογία, τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ᾽ ἂν τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν; ἐκ μὲν γὰρ τῶν λεχθέντων μικρῷ πρότερον, ἀνθρώπους αὐτούς, καὶ ἀνθρώπους οὐ σεμνοὺς ὄντας, ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται, καὶ μέγα φρονήσουσιν ἐπὶ τοῖς ὑπ᾽ αὐτῶν εὑρεθεῖσι τῷ βίῳ χρησίμοις, λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι, ὅτι τοῖς ἀνθρώποις χρήσιμοι γεγόνασι. Ζεὺς μὲν γὰρ λέγεται πλαστικὴν τέχνην ἐσχηκέναι, Ποσειδῶν δὲ τὴν τοῦ κυβερνήτου· καὶ Ἥφαιστος μὲν χαλκευτικήν, Ἀθηνᾶ δὲ τὴν ὑφαντικήν· καὶ Ἀπόλλων μὲν τὴν μουσικήν, Ἄρτεμις δὲ τὴν κυνηγετικήν, καὶ Ἥρα στολισμόν, Δήμητρα γεωργίαν, καὶ οἱ ἄλλοι ἄλλας, ὡς οἱ ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο. ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπιστήμας οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀναθεῖναι, ἀλλὰ τῇ κοινῇ τῶν ἀνθρώπων φύσει, εἰς ἣν ἀτενίζοντες ἄνθρωποι τὰς τέχνας ἐφευρίσκουσι. τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέγουσι φύσεως αὐτὴν εἶναι μίμημα. εἰ τοίνυν ἐπιστήμονες περὶ ἃς ἐσπούδασαν τέχνας γεγόνασιν, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη, ἀλλὰ μᾶλλον ἀνθρώπους. οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι, ἀλλ᾽ ἐν ταύταις καὶ αὐτοὶ τὴν φύσιν ἐμιμήσαντο.

ὄντες γὰρ ἄνθρωποι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης κατὰ τὸν περὶ αὐτῶν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν εἰ τῇ ἀνθρωπίνῃ διανοίᾳ καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες, καὶ ταύτης ἐπιστήμην λαβόντες, τὰς τέχνας ἐπενόησαν. ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς θεοὺς ἀναγορεύειν, καθ᾽ ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν. γράμματα μὲν γὰρ ἐφεῦρον Φοίνικες, ποίησιν δὲ ἡρωϊκὴν Ὅμηρος· καὶ διαλεκτικὴν μὲν Ζήνων ὁ Ἐλεάτης, ῥητορικὴν δὲ τέχνην Κόραξ ὁ Συρακούσιος· καὶ καρπὸν μὲν μελισσῶν Ἀρισταῖος, σίτου δὲ σπορὰν Τριπτόλεμος· καὶ νόμους μὲν Λυκοῦργος ὁ Σπαρτιάτης καὶ Σόλων ὁ Ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμοὺς καὶ μέτρα καὶ στάθμια Παλαμήδης ἐφεῦρε· καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῷ βίῳ τῶν ἀνθρώπων ἀπήγγειλαν χρήσιμα, κατὰ τὴν τῶν ἱστορησάντων μαρτυρίαν.

εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι, καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοί, ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους εἶναι κατ᾽ αὐτοὺς θεούς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς τοῦ Θεοῦ τιμῆς, ἀλλ᾽ ἀνθρώπους ἐπιγινώσκουσιν· ἀκολουθεῖ καὶ τὸν Δία καὶ τὴν Ἥραν καὶ τοὺς ἄλλους μηδὲ ὀνομάζεσθαι θεούς, ἀλλὰ καὶ αὐτοὺς ἀνθρώπους γεγενῆσθαι πιστεύειν, καὶ κατὰ περιττὸν ὅτι μηδὲ σεμνοὶ γεγόνασιν, ὡς καὶ ἀπ᾽ αὐτῆς τῆς τῶν ἀγαλμάτων γλυφῆς οὐδὲν ἕτερον ἢ ἀνθρώπους αὐτοὺς ἐλέγχουσι.

Τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν ἢ τὴν ἀρρένων καὶ γυναικῶν, καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν πετεινῶν παντοίων, τετραπόδων ἡμέρων τε καὶ ἀγρίων, καὶ ἑρπετῶν, ὅσα γῆ καὶ θάλαττα καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέρει; εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι, καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας, ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ Θεῖον ἀνεπλάσαντο κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν, καὶ θεοὺς τοσούτους γλύψαντες. τετραπόδων τε γὰρ εἰκόνες καὶ ἑρπετῶν, καὶ πετεινῶν εἰσι παρ᾽ αὐτοῖς, καθὼς καὶ ὁ τῆς θείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμηνεύς φησιν· 〈Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας〉. προπαθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις, ὡς προεῖπον, ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες, λοιπὸν ὡς παραδοθέντες ἐν τῷ ἀποστραφῆναι τὸν Θεὸν αὐτοὺς οὕτως ἐν αὐτοῖς κυλίονται, καὶ ἐν ἀλόγοις τὸν τοῦ Λόγου Πατέρα Θεὸν ἀπεικάζουσι.