Ἀλλ᾽ εἰ καὶ ἄνθρωπος ὁμώνυμος ἡμῖν, δεύτερος ἄνθρωπος, καὶ οὐχ οἷος ὁ πρότερος γηγενὴς, καὶ ὁ μὲν ψυχὴ ζῶσα, ὁ δὲ Πνεῦμα ζωοποιοῦν. Ταῦτα γὰρ θεῖά τε καὶ ἀποστολικὰ ῥήματά τε καὶ δόγματα, καὶ τὰ ἔργα τῇ θεότητι μαρτυρεῖ μετ᾽ ἐξουσίας οὐρανίου πραττόμενα, ὅτε κελεύει μὲν στοιχείοις, ἐπιτιμᾷ δὲ πνεύμασι, δυνάμει δὲ πηρώσεις ἀποκαθίστησι, καὶ θελήματι νόσους ἰᾶται, καὶ λέγει τὴν ἐξουσίαν, καὶ οὐκ ἀποκρύπτεται, καὶ καταργεῖται δι᾽ αὐτοῦ θάνατος, φωτίζεται δὲ ζωὴ καὶ ἀφθαρσία, καὶ δημιουργεῖται δεύτερον ἡ φθαρεῖσα τῶν ἀνθρώπων φύσις, καὶ κόσμος ἀνακαινοῦται διὰ τῆς παρουσίας αὐτοῦ, καὶ κτίσις ἀναφαίνεται καινὴ διὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ, μεταμορφουμένου μὲν τοῦ σώματος τῆς ταπεινώσεως ἡμῶν εἰς συμμορφίαν τοῦ σώματος τῆς δόξης αὐτοῦ· τῆς δὲ κτίσεως ὅλης ἐλευθερουμένης ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὅτι δὲ ὁ σαρκωθεὶς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Πατὴρ οὐκ ἔστιν, οὐδ᾽, ὡς ἐκεῖνοι φαῖεν, ὁ μόνος Θεὸς, ἅπασαι μαρτυροῦσιν αἱ θεῖαι Γραφαὶ, Υἱὸν τοῦ Θεοῦ τὸν παραγεγονότα κηρύττουσαι, καὶ περὶ Πατρὸς ἀεὶ διαλεγόμενον ἐπιδεικνύουσαι, παρὰ Πατρὸς ἐληλυθέναι φάσκοντα, καὶ πρὸς Πατέρα ἀπιέναι. Καὶ οὐδὲν δεῖ μηκύνειν παρατιθέμενον μαρτυρίας· πάντα γὰρ, ὡς εἰπεῖν, τὰ Εὐαγγέλια, καὶ αἱ τῶν ἀποστόλων γραφαὶ εἰς τοῦτο συντείνουσιν.