Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Σαβελλιανῶν

Μέγας Αθανάσιος

Απόρριψη του Ιουδαϊσμού, του Ελληνισμού και του Σαβελλιανισμού

Η καταδίκη της ειδωλολατρίας και της ιουδαϊκής απιστίας, η αναίρεση των σαβελλιανών δοξασιών και η βιβλική θεμελίωση της διακρίσεως των υποστάσεων Πατρός και Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Περὶ τῆς ἀϊδίου ὑπάρξεως τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος σὺν Θεῷ, καὶ πρὸς τοὺς Σαβελλίζοντας. Ἰουδαϊσμὸς ἀντίκειται πρὸς Ἑλληνισμὸν, καὶ οὐδέτερος εὐσεβὴς, ἀλλ᾽ ἀμφότεροι τῆς ἀληθείας ἐκτός. Ἐπεὶ καὶ Βαβυλώνιοι πεπολεμήκασιν Αἰγυπτίους, καὶ ἄλλοι πολλοὶ ἀσεβεῖς ἀσεβέσιν ἠναντιώθησαν.

Οὐ τοίνυν ἐξαρκεῖ τὸ πρὸς ἀσέβειαν ἀνθίστασθαι, εἰ μὴ δι᾽ εὐσέβειαν ἡ πρὸς τὴν ἀσέβειαν ἀντίστασις γίγνηται. Πολλὰ καὶ μεγάλα κατὰ τῶν εἰδωλολατρούντων ἔχουσι λέγειν οἱ Ἰουδαῖοι, καὶ δίκαια λέγουσι κατηγοροῦντες αὐτῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα. Ἀλλ᾽ οὐχ ὅτι δυσσέβειαν ἐλέγχουσι, διὰ τοῦτο εὐσεβεῖν ὁμολογηθήσονται, τὸν Υἱὸν τοῦ Θεοῦ, δι᾽ οὗ τὰ πάντα γέγονεν, ἀρνούμενοι, καὶ τοῖς δι᾽ αὐτοῦ τὸν Πατέρα σεβομένοις ἐγκαλοῦντες πολυθεότητα. Διόπερ ἐξεληλύθαμεν ἐξ Ἑλλήνων, καὶ ἀφωρίσμεθα, πρὸς τὸ μὴ ταῖς ἀκαθάρτοις εἰδωλολατρείαις ἀναμίγνυσθαι· ἐξεληλύθαμεν δὲ καὶ ἐκ τῆς τῶν Ἰουδαίων βλασφημίας, τὸν Υἱὸν ὁμολογήσαντες τοῦ Θεοῦ, καὶ φυγόντες τὴν ὀλέθριον ἄρνησιν τοῦ Κυρίου ἡμῶν, τοῦ λέγοντος· «Ὃς δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Ὁμολογοῦμεν δὲ τὸν Υἱὸν ἐκ Πατρὸς, καὶ ἀεὶ μετὰ τοῦ Πατρὸς, πιστεύοντες αὐτῷ λέγοντι καὶ ἐπαγγελλομένῳ· «Πᾶς ὅστις ὁμολογήσειεν ἐμὲ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Τοῦτο ὁρῶντες τὸ παράδειγμα, καὶ νῦν ἀπηλλοτριώθημεν τῶν Ἑλληνιζόντων ἐπ᾽ ὀνόματι Χριστιανισμοῦ, τῶν ἔργον Θεοῦ τολμώντων θεολογεῖν τε καὶ προσκυνεῖν.

Χωριζόμεθα δὲ καὶ τῶν Ἰουδαϊζόντων καὶ τὸν Χριστιανισμὸν ἐν Ἰουδαϊσμῷ παραφθειρόντων· οἳ, τὸν ἐκ τοῦ Θεοῦ Θεὸν ἀρνούμενοι, Θεὸν ἕνα παραπλησίως Ἰουδαίοις λέγουσιν· οὐχ ὅτι μόνος ἀγέννητος· καὶ μόνος πηγὴ θεότητος, διὰ τοῦτο φάσκοντες αὐτὸν εἶναι μόνον Θεόν· ἀλλ᾽ ὡς ἄγονον Υἱοῦ καὶ ἄκαρπον ζῶντος Λόγου καὶ σοφίας ἀληθινῆς. Λόγον γὰρ οἷον τὸν ἐκ καρδίας ἀνθρώπου νομίζουσι τὸν τοῦ Θεοῦ, καὶ σοφίαν ὁποίαν τὴν ἐν ψυχῇ· καὶ διὰ τοῦτο πρόσωπον ἓν τὸν Θεὸν ἅμα τῷ Λόγῳ φασίν· ὥσπερ καὶ τὸν ἄνθρωπον ἅμα τῷ ἑαυτοῦ Λόγῳ ἄνθρωπον ἕνα, οὐδὲν πλέον Ἰουδαίων δοξάζοντες, τῶν οὐκ ἀποδεξαμένων τὸν εὐαγγελιστὴν τὸν εὐθὺς ἐξ ἀρχῆς βοῶντα· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Εἰ γὰρ ἐν καρδίᾳ Λόγον ὁ Θεὸς ἔχει μὴ γεγεννημένον ἐξ αὐτοῦ κατὰ ἀλήθειαν, ὡς Θεὸν ἐκ Θεοῦ, πῶς ἂν εἴη πρὸς τὸν Θεὸν ὁ Λόγος; καὶ πῶς ἂν εἴη Θεός; Οὐ γὰρ ὁ λόγος τοῦ ἀνθρώπου ἄνθρωπός ἐστι πρὸς ἄνθρωπον, ἐπεὶ μήτε ζῶν ἐστι, μήτε ὑφεστὼς, ἀλλὰ ζώσης καρδίας καὶ ὑφεστώσης κίνημα μόνον· καὶ λέγεται παραχρῆμα, καὶ οὐκ ἔστι, καὶ πολλάκις λαλούμενος οὐδέποτε διαμένει.

Τὸν δὲ τοῦ Θεοῦ Λόγον ἄνωθεν ὁ ψαλμῳδὸς ἐκεκράγει λέγων· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ·» καὶ σύμφωνος αὐτῷ ὁ Θεὸν εἶναι τὸν Λόγον ὁμολογῶν εὐαγγελιστὴς, φανερωθέντα τε αὐτὸν εὐαγγελίζεται, καὶ παραγενόμενον μηνύει, καὶ σαρκωθέντα κηρύττει, οὐ συμπεριλαμβάνων τῇ τοῦ Λόγου σαρκώσει τὸν Πατέρα· «Ὁ Λόγος, γάρ φησι, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας.» Μονογενῆ τὸν Λόγον ὄντα ὁρᾷς ἐν κόσμῳ φανερούμενον, ἐν ἀνθρώποις σκηνοῦντα, δόξαν αὐτῷ κηρυσσομένην, ὡς Μονογενοῦς παρὰ Πατρός· οὐχ ὡς Πατρὸς αὐτοῦ ὄντος, οὐδ᾽ ὡς τοῦ Πατρὸς ἅμα τῷ Λόγῳ πεφηνότος, ὥσπερ ὁ ἄνθρωπος ἅμα τῷ ἑαυτοῦ φαίνεται λόγῳ, καὶ οὐκ ἔστι φανῆναι τὸν λόγον, εἰ μὴ καὶ ὁ λαλῶν αὐτὸν παρείη καὶ φθέγγοιτο. Τίσιν οὖν πιστεύομεν; Πότερον τοῖς εὐαγγελιζομένοις ἡμῖν Υἱὸν παρὰ Πατρὸς ἐπιδεδημηκότα, ἢ τοῖς ἓν πρόσωπον ἅμα τῷ Λόγῳ τὸν Πατέρα φάσκουσιν εἶναι; Εἰ γὰρ ἓν πρόσωπον, πῶς τὸ μὲν ἀποστέλλει, τὸ δὲ ἀποστέλλεται, καὶ θεωρεῖται διὰ σαρκός; «

Θεὸν» γὰρ «οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο,» καὶ παραγεγονὼς αὐτὸς φθέγγεται τῇ ἁγίᾳ φωνῇ, παρέχων τὴν ἑαυτοῦ θεωρίαν, καὶ διὰ ταύτης τὴν τοῦ Πατρὸς ἐπίγνωσιν ὑποτιθέμενος· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» οὐχ ἑαυτὸν εἶναι τὸν Πατέρα φάσκων, πῶς γὰρ, τὸν ἀόρατον; ἀλλὰ τοιοῦτον οἷον τὸν Πατέρα· προειρήκει γάρ· «Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε,» τὴν δυάδα τῶν προσώπων ἄντικρυς ἡμῖν ἐξηγούμενος, ἀπαραλλάκτῳ γνωριζομένην θεότητι.

Διόπερ ὁ τῆς τοῦ Υἱοῦ καταξιούμενος θεωρίας οὐκ ἀπεστέρηται τῆς τοῦ Πατρός. Οὐ γὰρ ἀλλοῖον ὁ γεννήτωρ ἐγέννα, ἀλλὰ τοιοῦτον οἷος αὐτός. Εἰ γοῦν ἕν τι μόνον εἶναι πρᾶγμα νομίζεις, δύο δὲ ὄντα κατὰ ἀλήθειαν, ἀγνοεῖς τὸν Πατέρα καὶ τὸν Υἱόν. Τίς οὖν σοι πρὸς τὴν ἐκκλησιαστικὴν διδασκαλίαν ἐστὶ κοινωνία;

Πῶς δὲ τὰς τοῦ δεσπότου δέξῃ φωνὰς, «Ἐγὼ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Καὶ πάλιν περὶ τοῦ Πατρὸς διαλεγόμενος, «Παρ᾽ αὐτοῦ εἰμι,» φησὶ, «κἀκεῖνος ἐμὲ ἀπέστειλε·» προστίθησι δὲ καὶ τὸ τρίτον· «Ἐγὼ,» φησὶ, «παρακαλέσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν.» Ὅταν οὖν περὶ μὲν ἑαυτοῦ λέγῃ τὸ, «Ἐγώ,» περὶ δὲ τοῦ Πατρὸς, «Ἐκεῖνος,» περὶ δὲ τοῦ Πνεύματος, «ἄλλος·» πῶς οὐκ ἀποστασία σαφὴς ἀρνεῖσθαι τὰ τρία, καὶ μόνον εἶναι λέγειν τὸν φάσκοντα· «Οὐκ εἰμὶ μόνος, ὅτι ὁ πέμψας με Πατὴρ μετ᾽ ἐμοῦ ἐστι.» Χρῆται δὲ καὶ νομικῇ φωνῇ, καὶ διὰ ταύτης δύο παρίστησιν ὄντας αὐτόν τε καὶ τὸν Πατέρα· «Ἐν τῷ νόμῳ, γάρ φησι, τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· Ἐγὼ,» φησὶν, «εἰμὶ ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Ἰδοὺ γὰρ δύο πρόσωπα, καὶ εἰ μὴ λέγεις δύο εἶναι κατὰ ἀλήθειαν, τοῦτο λέγων οὐδὲ τὴν μαρτυρίαν ἐᾷς συνίστασθαι οὖσαν ἀληθινήν.

Τοῦτο γὰρ πιστοῦται τὴν μαρτυρίαν, τὸ μὴ ὑφ᾽ ἑνὸς γίνεσθαι μόνου, ἀλλ᾽ ὑπὸ δύο. Καὶ γὰρ μεμαρτύρηκεν ὁ Πατὴρ ἐξ οὐρανοῦ λέγων· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·» καὶ Υἱὸς Θεοῦ εἶναι ὁ μονογενὴς Υἱὸς μαρτυρεῖ, καὶ τῷ Πατρὶ διείλεκται σαφῶς ἐν ἀκοαῖς ἀνθρώπων λέγων· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ ὁ Πατήρ· ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Ἀλλὰ τί πρὸς ταῦτα ἀπολογοῦνται οἱ τῆς Ἰουδαίων ἀρνήσεως ὑπηρέται, ὑπὲρ τοῦ μὴ σαφῶς ἐλέγχεσθαι τοῖς Εὐαγγελίοις ἀντιπράττοντες τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ οὕτως δύο ὑποστάσεις φαίνεσθαι, ἕνα τὸν Πατέρα Θεὸν, ἕτερον δὲ τὸν Υἱὸν ἄνθρωπον; Φεῦ τῆς ἀσεβείας!