Πῶς δὲ τὰς τοῦ δεσπότου δέξῃ φωνὰς, «Ἐγὼ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Καὶ πάλιν περὶ τοῦ Πατρὸς διαλεγόμενος, «Παρ᾽ αὐτοῦ εἰμι,» φησὶ, «κἀκεῖνος ἐμὲ ἀπέστειλε·» προστίθησι δὲ καὶ τὸ τρίτον· «Ἐγὼ,» φησὶ, «παρακαλέσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν.» Ὅταν οὖν περὶ μὲν ἑαυτοῦ λέγῃ τὸ, «Ἐγώ,» περὶ δὲ τοῦ Πατρὸς, «Ἐκεῖνος,» περὶ δὲ τοῦ Πνεύματος, «ἄλλος·» πῶς οὐκ ἀποστασία σαφὴς ἀρνεῖσθαι τὰ τρία, καὶ μόνον εἶναι λέγειν τὸν φάσκοντα· «Οὐκ εἰμὶ μόνος, ὅτι ὁ πέμψας με Πατὴρ μετ᾽ ἐμοῦ ἐστι.» Χρῆται δὲ καὶ νομικῇ φωνῇ, καὶ διὰ ταύτης δύο παρίστησιν ὄντας αὐτόν τε καὶ τὸν Πατέρα· «Ἐν τῷ νόμῳ, γάρ φησι, τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· Ἐγὼ,» φησὶν, «εἰμὶ ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Ἰδοὺ γὰρ δύο πρόσωπα, καὶ εἰ μὴ λέγεις δύο εἶναι κατὰ ἀλήθειαν, τοῦτο λέγων οὐδὲ τὴν μαρτυρίαν ἐᾷς συνίστασθαι οὖσαν ἀληθινήν.